Vetum Testamentum Septuaginta Pars B

Aus Kathpedia
Wechseln zu: Navigation, Suche
Vetum Testamentum Septuaginta (LXX)
edidit Alfred Ralphs

Die Einheitsübersetzung und die Vulgata sind beinahe gleich. Die Septuaginta ist gegenüber diesen sehr verändert. Durch folgende Links können die entsprechenden Bücher leicht aufgefunden werden. →

Für wissenschaftliche Arbeiten sind die Texte hilfreich, jedoch durch eine gedruckte Quelle zu verifizieren.

Die Bibel

Altes Testament

5 Bücher Mose
16 Geschichtsbücher
7 Weisheitsbücher
18 Prophetenbücher

Neues Testament

Inhaltsverzeichnis

Liber Regum primus - Βασιλείων αʹ

Liber Regum primus - Βασιλείων αʹ caput 1

1 Ἄνϑρωπος ἦν ἐξ Αρμαϑαιμ Σιϕα ἐξ ὄρους Εϕραιμ, καὶ ὄνομα αὐτῷ Ελκανα υἱὸς Ιερεμεηλ υἱοῦ Ηλιου υἱοῦ Θοκε ἐν Νασιβ Εϕραιμ. 2 καὶ τούτῳ δύο γυναῖκες· ὄνομα τῇ μιᾷ Αννα, καὶ ὄνομα τῇ δευτέρᾳ Φεννανα· καὶ ἦν τῇ Φεννανα παιδία, καὶ τῇ Αννα οὐκ ἦν παιδίον. 3 καὶ ἀνέβαινεν ὁ ἄνϑρωπος ἐξ ἡμερῶν εἰς ἡμέρας ἐκ πόλεως αὐτοῦ ἐξ Αρμαϑαιμ προσκυνεῖν καὶ ϑύειν τῷ κυρίῳ ϑεῷ σαβαωϑ εἰς Σηλω· καὶ ἐκεῖ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτοῦ Οϕνι καὶ Φινεες ἱερεῖς τοῦ κυρίου. 4 καὶ ἐγενήϑη ἡμέρᾳ καὶ ἔϑυσεν Ελκανα καὶ ἔδωκεν τῇ Φεννανα γυναικὶ αὐτοῦ καὶ τοῖς υἱοῖς αὐτῆς καὶ ταῖς ϑυγατράσιν αὐτῆς μερίδας· 5 καὶ τῇ Αννα ἔδωκεν μερίδα μίαν, ὅτι οὐκ ἦν αὐτῇ παιδίον· πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην, καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς· 6 ὅτι οὐκ ἔδωκεν αὐτῇ κύριος παιδίον κατὰ τὴν ϑλῖψιν αὐτῆς καὶ κατὰ τὴν ἀϑυμίαν τῆς ϑλίψεως αὐτῆς, καὶ ἠϑύμει διὰ τοῦτο, ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτῆς τοῦ μὴ δοῦναι αὐτῇ παιδίον. 7 οὕτως ἐποίει ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον κυρίου· καὶ ἠϑύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσϑιεν. 8 καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Αννα. καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγώ, κύριε. καὶ εἶπεν αὐτῇ Τί ἐστίν σοι, ὅτι κλαίεις; καὶ ἵνα τί οὐκ ἐσϑίεις; καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαϑὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα; 9 καὶ ἀνέστη Αννα μετὰ τὸ ϕαγεῖν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐκάϑητο ἐπὶ τοῦ δίϕρου ἐπὶ τῶν ϕλιῶν ναοῦ κυρίου. 10 καὶ αὐτὴ κατώδυνος ψυχῇ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν 11 καὶ ηὔξατο εὐχὴν κυρίῳ λέγουσα Αδωναι κύριε ελωαι σαβαωϑ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου καὶ μνησϑῇς μου καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀνδρῶν, καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας ϑανάτου αὐτοῦ, καὶ οἶνον καὶ μέϑυσμα οὐ πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ. 12 καὶ ἐγενήϑη ὅτε ἐπλήϑυνεν προσευχομένη ἐνώπιον κυρίου, καὶ Ηλι ὁ ἱερεὺς ἐϕύλαξεν τὸ στόμα αὐτῆς· 13 καὶ αὐτὴ ἐλάλει ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, καὶ ϕωνὴ αὐτῆς οὐκ ἠκούετο· καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεϑύουσαν. 14 καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ηλι Ἕως πότε μεϑυσϑήσῃ; περιελοῦ τὸν οἶνόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου. 15 καὶ ἀπεκρίϑη Αννα καὶ εἶπεν Οὐχί, κύριε· γυνή, ᾗ σκληρὰ ἡμέρα, ἐγώ εἰμι καὶ οἶνον καὶ μέϑυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου· 16 μὴ δῷς τὴν δούλην σου εἰς ϑυγατέρα λοιμήν, ὅτι ἐκ πλήϑους ἀδολεσχίας μου ἐκτέτακα ἕως νῦν. 17 καὶ ἀπεκρίϑη Ηλι καὶ εἶπεν αὐτῇ Πορεύου εἰς εἰρήνην· ὁ ϑεὸς Ισραηλ δῴη σοι πᾶν αἴτημά σου, ὃ ᾐτήσω παρ᾽ αὐτοῦ. 18 καὶ εἶπεν Εὗρεν ἡ δούλη σου χάριν ἐν ὀϕϑαλμοῖς σου. καὶ ἐπορεύϑη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτῆς καὶ εἰσῆλϑεν εἰς τὸ κατάλυμα αὐτῆς καὶ ἔϕαγεν μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ ἔπιεν, καὶ τὸ πρόσωπον αὐτῆς οὐ συνέπεσεν ἔτι. 19 καὶ ὀρϑρίζουσιν τὸ πρωῒ καὶ προσκυνοῦσιν τῷ κυρίῳ καὶ πορεύονται τὴν ὁδὸν αὐτῶν. καὶ εἰσῆλϑεν Ελκανα εἰς τὸν οἶκον αὐτοῦ Αρμαϑαιμ καὶ ἔγνω τὴν Ανναν γυναῖκα αὐτοῦ, καὶ ἐμνήσϑη αὐτῆς κύριος, 20 καὶ συνέλαβεν. καὶ ἐγενήϑη τῷ καιρῷ τῶν ἡμερῶν καὶ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαμουηλ καὶ εἶπεν Ὅτι παρὰ κυρίου ϑεοῦ σαβαωϑ ᾐτησάμην αὐτόν. 21 Καὶ ἀνέβη ὁ ἄνϑρωπος Ελκανα καὶ πᾶς ὁ οἶκος αὐτοῦ ϑῦσαι ἐν Σηλωμ τὴν ϑυσίαν τῶν ἡμερῶν καὶ τὰς εὐχὰς αὐτοῦ καὶ πάσας τὰς δεκάτας τῆς γῆς αὐτοῦ· 22 καὶ Αννα οὐκ ἀνέβη μετ᾽ αὐτοῦ, ὅτι εἶπεν τῷ ἀνδρὶ αὐτῆς Ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον, ἐὰν ἀπογαλακτίσω αὐτό, καὶ ὀϕϑήσεται τῷ προσώπῳ κυρίου καὶ καϑήσεται ἐκεῖ ἕως αἰῶνος. 23 καὶ εἶπεν αὐτῇ Ελκανα ὁ ἀνὴρ αὐτῆς Ποίει τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου· κάϑου, ἕως ἂν ἀπογαλακτίσῃς αὐτό· ἀλλὰ στήσαι κύριος τὸ ἐξελϑὸν ἐκ τοῦ στόματός σου. καὶ ἐκάϑισεν ἡ γυνὴ καὶ ἐϑήλασεν τὸν υἱὸν αὐτῆς, ἕως ἂν ἀπογαλακτίσῃ αὐτόν. 24 καὶ ἀνέβη μετ᾽ αὐτοῦ εἰς Σηλωμ ἐν μόσχῳ τριετίζοντι καὶ ἄρτοις καὶ οιϕι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰσῆλϑεν εἰς οἶκον κυρίου ἐν Σηλωμ, καὶ τὸ παιδάριον μετ᾽ αὐτῶν. 25 καὶ προσήγαγον ἐνώπιον κυρίου, καὶ ἔσϕαξεν ὁ πατὴρ αὐτοῦ τὴν ϑυσίαν, ἣν ἐποίει ἐξ ἡμερῶν εἰς ἡμέρας τῷ κυρίῳ, καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσϕαξεν τὸν μόσχον. καὶ προσήγαγεν Αννα ἡ μήτηρ τοῦ παιδαρίου πρὸς Ηλι 26 καὶ εἶπεν Ἐν ἐμοί, κύριε· ζῇ ἡ ψυχή σου, ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου ἐν τῷ προσεύξασϑαι πρὸς κύριον· 27 ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ᾽ αὐτοῦ· 28 κἀγὼ κιχρῶ αὐτὸν τῷ κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτός, χρῆσιν τῷ κυρίῳ.

Liber Regum primus - Βασιλείων αʹ caput 2

1 Καὶ εἶπεν Ἐστερεώϑη ἡ καρδία μου ἐν κυρίῳ, ὑψώϑη κέρας μου ἐν ϑεῷ μου· ἐπλατύνϑη ἐπὶ ἐχϑροὺς τὸ στόμα μου, εὐϕράνϑην ἐν σωτηρίᾳ σου. 2 ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος, καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ ϑεὸς ἡμῶν· οὐκ ἔστιν ἅγιος πλὴν σοῦ. 3 μὴ καυχᾶσϑε καὶ μὴ λαλεῖτε ὑψηλά, μὴ ἐξελϑάτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν, ὅτι ϑεὸς γνώσεων κύριος καὶ ϑεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ. 4 τόξον δυνατῶν ἠσϑένησεν, καὶ ἀσϑενοῦντες περιεζώσαντο δύναμιν· 5 πλήρεις ἄρτων ἠλαττώϑησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν· ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσϑένησεν. 6 κύριος ϑανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει· 7 κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. 8 ἀνιστᾷ ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καϑίσαι μετὰ δυναστῶν λαῶν καὶ ϑρόνον δόξης κατακληρονομῶν αὐτοῖς. 9 διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλόγησεν ἔτη δικαίου· ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ, 10 κύριος ἀσϑενῆ ποιήσει ἀντίδικον αὐτοῦ, κύριος ἅγιος. μὴ καυχάσϑω ὁ ϕρόνιμος ἐν τῇ ϕρονήσει αὐτοῦ, καὶ μὴ καυχάσϑω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσϑω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ᾽ ἢ ἐν τούτῳ καυχάσϑω ὁ καυχώμενος, συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ. 11 Καὶ κατέλιπον αὐτὸν ἐκεῖ ἐνώπιον κυρίου καὶ ἀπῆλϑον εἰς Αρμαϑαιμ, καὶ τὸ παιδάριον ἦν λειτουργῶν τῷ προσώπῳ κυρίου ἐνώπιον Ηλι τοῦ ἱερέως. 12 Καὶ οἱ υἱοὶ Ηλι τοῦ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν κύριον. 13 καὶ τὸ δικαίωμα τοῦ ἱερέως παρὰ τοῦ λαοῦ, παντὸς τοῦ ϑύοντος· καὶ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως, ὡς ἂν ἡψήϑη τὸ κρέας, καὶ κρεάγρα τριόδους ἐν τῇ χειρὶ αὐτοῦ, 14 καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκίον ἢ εἰς τὴν κύϑραν· πᾶν, ὃ ἐὰν ἀνέβη ἐν τῇ κρεάγρᾳ, ἐλάμβανεν ἑαυτῷ ὁ ἱερεύς· κατὰ τάδε ἐποίουν παντὶ Ισραηλ τοῖς ἐρχομένοις ϑῦσαι κυρίῳ ἐν Σηλωμ. 15 καὶ πρὶν ϑυμιαϑῆναι τὸ στέαρ ἤρχετο τὸ παιδάριον τοῦ ἱερέως καὶ ἔλεγεν τῷ ἀνδρὶ τῷ ϑύοντι Δὸς κρέας ὀπτῆσαι τῷ ἱερεῖ, καὶ οὐ μὴ λάβω παρὰ σοῦ ἑϕϑὸν ἐκ τοῦ λέβητος. 16 καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ ϑύων Θυμιαϑήτω πρῶτον, ὡς καϑήκει, τὸ στέαρ, καὶ λαβὲ σεαυτῷ ἐκ πάντων, ὧν ἐπιϑυμεῖ ἡ ψυχή σου. καὶ εἶπεν Οὐχί, ὅτι νῦν δώσεις, καὶ ἐὰν μή, λήμψομαι κραταιῶς. 17 καὶ ἦν ἡ ἁμαρτία τῶν παιδαρίων ἐνώπιον κυρίου μεγάλη σϕόδρα, ὅτι ἠϑέτουν τὴν ϑυσίαν κυρίου. – 18 καὶ Σαμουηλ ἦν λειτουργῶν ἐνώπιον κυρίου παιδάριον περιεζωσμένον εϕουδ βαρ, 19 καὶ διπλοίδα μικρὰν ἐποίησεν αὐτῷ ἡ μήτηρ αὐτοῦ καὶ ἀνέϕερεν αὐτῷ ἐξ ἡμερῶν εἰς ἡμέρας ἐν τῷ ἀναβαίνειν αὐτὴν μετὰ τοῦ ἀνδρὸς αὐτῆς ϑῦσαι τὴν ϑυσίαν τῶν ἡμερῶν. 20 καὶ εὐλόγησεν Ηλι τὸν Ελκανα καὶ τὴν γυναῖκα αὐτοῦ λέγων Ἀποτείσαι σοι κύριος σπέρμα ἐκ τῆς γυναικὸς ταύτης ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ κυρίῳ. καὶ ἀπῆλϑεν ὁ ἄνϑρωπος εἰς τὸν τόπον αὐτοῦ, 21 καὶ ἐπεσκέψατο κύριος τὴν Ανναν, καὶ ἔτεκεν ἔτι τρεῖς υἱοὺς καὶ δύο ϑυγατέρας. καὶ ἐμεγαλύνϑη τὸ παιδάριον Σαμουηλ ἐνώπιον κυρίου. 22 Καὶ Ηλι πρεσβύτης σϕόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ τοῖς υἱοῖς Ισραηλ, 23 καὶ εἶπεν αὐτοῖς Ἵνα τί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς τοῦ λαοῦ κυρίου; 24 μή, τέκνα, ὅτι οὐκ ἀγαϑὴ ἡ ἀκοή, ἣν ἐγὼ ἀκούω· μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαϑαὶ αἱ ἀκοαί, ἃς ἐγὼ ἀκούω, τοῦ μὴ δουλεύειν λαὸν ϑεῷ. 25 ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται ὑπὲρ αὐτοῦ πρὸς κύριον· καὶ ἐὰν τῷ κυρίῳ ἁμάρτῃ, τίς προσεύξεται ὑπὲρ αὐτοῦ; καὶ οὐκ ἤκουον τῆς ϕωνῆς τοῦ πατρὸς αὐτῶν, ὅτι βουλόμενος ἐβούλετο κύριος διαϕϑεῖραι αὐτούς. – 26 καὶ τὸ παιδάριον Σαμουηλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἀγαϑὸν καὶ μετὰ κυρίου καὶ μετὰ ἀνϑρώπων. – 27 καὶ ἦλϑεν ἄνϑρωπος ϑεοῦ πρὸς Ηλι καὶ εἶπεν Τάδε λέγει κύριος Ἀποκαλυϕϑεὶς ἀπεκαλύϕϑην πρὸς οἶκον πατρός σου ὄντων αὐτῶν ἐν γῇ Αἰγύπτῳ δούλων τῷ οἴκῳ Φαραω 28 καὶ ἐξελεξάμην τὸν οἶκον τοῦ πατρός σου ἐκ πάντων τῶν σκήπτρων Ισραηλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ ϑυσιαστήριόν μου καὶ ϑυμιᾶν ϑυμίαμα καὶ αἴρειν εϕουδ καὶ ἔδωκα τῷ οἴκῳ τοῦ πατρός σου τὰ πάντα τοῦ πυρὸς υἱῶν Ισραηλ εἰς βρῶσιν· 29 καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ ϑυμίαμά μου καὶ εἰς τὴν ϑυσίαν μου ἀναιδεῖ ὀϕϑαλμῷ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογεῖσϑαι ἀπαρχῆς πάσης ϑυσίας Ισραηλ ἔμπροσϑέν μου; 30 διὰ τοῦτο τάδε εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Εἶπα Ὁ οἶκός σου καὶ ὁ οἶκος τοῦ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος· καὶ νῦν ϕησιν κύριος Μηδαμῶς ἐμοί, ὅτι ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουϑενῶν με ἀτιμωϑήσεται. 31 ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεϑρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου, 32 καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκῳ μου πάσας τὰς ἡμέρας· 33 καὶ ἄνδρα οὐκ ἐξολεϑρεύσω σοι ἀπὸ τοῦ ϑυσιαστηρίου μου ἐκλιπεῖν τοὺς ὀϕϑαλμοὺς αὐτοῦ καὶ καταρρεῖν τὴν ψυχὴν αὐτοῦ, καὶ πᾶς περισσεύων οἴκου σου πεσοῦνται ἐν ῥομϕαίᾳ ἀνδρῶν. 34 καὶ τοῦτό σοι τὸ σημεῖον, ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους Οϕνι καὶ Φινεες· ἐν ἡμέρᾳ μιᾷ ἀποϑανοῦνται ἀμϕότεροι. 35 καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας. 36 καὶ ἔσται ὁ περισσεύων ἐν οἴκῳ σου ἥξει προσκυνεῖν αὐτῷ ὀβολοῦ ἀργυρίου λέγων Παράρριψόν με ἐπὶ μίαν τῶν ἱερατειῶν σου ϕαγεῖν ἄρτον.

Liber Regum primus - Βασιλείων αʹ caput 3

1 Καὶ τὸ παιδάριον Σαμουηλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ηλι τοῦ ἱερέως· καὶ ῥῆμα κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα. 2 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ηλι ἐκάϑευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσϑαι, καὶ οὐκ ἠδύνατο βλέπειν, 3 καὶ ὁ λύχνος τοῦ ϑεοῦ πρὶν ἐπισκευασϑῆναι, καὶ Σαμουηλ ἐκάϑευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ ϑεοῦ, 4 καὶ ἐκάλεσεν κύριος Σαμουηλ Σαμουηλ· καὶ εἶπεν Ἰδοὺ ἐγώ. 5 καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεϕε κάϑευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάϑευδεν. 6 καὶ προσέϑετο κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ· καὶ ἐπορεύϑη πρὸς Ηλι τὸ δεύτερον καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεϕε κάϑευδε· 7 καὶ Σαμουηλ πρὶν ἢ γνῶναι ϑεὸν καὶ ἀποκαλυϕϑῆναι αὐτῷ ῥῆμα κυρίου. 8 καὶ προσέϑετο κύριος καλέσαι Σαμουηλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύϑη πρὸς Ηλι καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοϕίσατο Ηλι ὅτι κύριος κέκληκεν τὸ παιδάριον, 9 καὶ εἶπεν Ἀνάστρεϕε κάϑευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύϑη Σαμουηλ καὶ ἐκοιμήϑη ἐν τῷ τόπῳ αὐτοῦ. 10 καὶ ἦλϑεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπεν Σαμουηλ Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. 11 καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ισραηλ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμϕότερα τὰ ὦτα αὐτοῦ. 12 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ηλι πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω. 13 καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες ϑεὸν υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουϑέτει αὐτοὺς καὶ οὐδ᾽ οὕτως. 14 ὤμοσα τῷ οἴκῳ Ηλι Εἰ ἐξιλασϑήσεται ἀδικία οἴκου Ηλι ἐν ϑυμιάματι καὶ ἐν ϑυσίαις ἕως αἰῶνος. 15 καὶ κοιμᾶται Σαμουηλ ἕως πρωῒ καὶ ὤρϑρισεν τὸ πρωῒ καὶ ἤνοιξεν τὰς ϑύρας οἴκου κυρίου· καὶ Σαμουηλ ἐϕοβήϑη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ηλι. 16 καὶ εἶπεν Ηλι πρὸς Σαμουηλ Σαμουηλ τέκνον· καὶ εἶπεν Ἰδοὺ ἐγώ. 17 καὶ εἶπεν Τί τὸ ῥῆμα τὸ λαληϑὲν πρὸς σέ; μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ ϑεὸς καὶ τάδε προσϑείη, ἐὰν κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληϑέντων σοι ἐν τοῖς ὠσίν σου. 18 καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ᾽ αὐτοῦ, καὶ εἶπεν Ηλι Κύριος αὐτός· τὸ ἀγαϑὸν ἐνώπιον αὐτοῦ ποιήσει. 19 Καὶ ἐμεγαλύνϑη Σαμουηλ, καὶ ἦν κύριος μετ᾽ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν. 20 καὶ ἔγνωσαν πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προϕήτην τῷ κυρίῳ. 21 καὶ προσέϑετο κύριος δηλωϑῆναι ἐν Σηλωμ, ὅτι ἀπεκαλύϕϑη κύριος πρὸς Σαμουηλ· καὶ ἐπιστεύϑη Σαμουηλ προϕήτης γενέσϑαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ᾽ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ηλι πρεσβύτης σϕόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου.

Liber Regum primus - Βασιλείων αʹ caput 4

1 Καὶ ἐγενήϑη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναϑροίζονται ἀλλόϕυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἐξῆλϑεν Ισραηλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ, καὶ οἱ ἀλλόϕυλοι παρεμβάλλουσιν ἐν Αϕεκ. 2 καὶ παρατάσσονται οἱ ἀλλόϕυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοϕύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν. 3 καὶ ἦλϑεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ Κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοϕύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ ϑεοῦ ἡμῶν ἐκ Σηλωμ, καὶ ἐξελϑέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχϑρῶν ἡμῶν. 4 καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλωμ, καὶ αἴρουσιν ἐκεῖϑεν τὴν κιβωτὸν κυρίου καϑημένου χερουβιμ· καὶ ἀμϕότεροι οἱ υἱοὶ Ηλι μετὰ τῆς κιβωτοῦ, Οϕνι καὶ Φινεες. 5 καὶ ἐγενήϑη ὡς ἦλϑεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξεν πᾶς Ισραηλ ϕωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ. 6 καὶ ἤκουσαν οἱ ἀλλόϕυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόϕυλοι Τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολῇ τῶν Εβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς κυρίου ἥκει εἰς τὴν παρεμβολήν. 7 καὶ ἐϕοβήϑησαν οἱ ἀλλόϕυλοι καὶ εἶπον Οὗτοι οἱ ϑεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονεν τοιαύτη ἐχϑὲς καὶ τρίτην. 8 οὐαὶ ἡμῖν· τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν ϑεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ ϑεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ. 9 κραταιοῦσϑε καὶ γίνεσϑε εἰς ἄνδρας, ἀλλόϕυλοι, μήποτε δουλεύσητε τοῖς Εβραίοις, καϑὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσϑε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς. 10 καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ισραηλ, καὶ ἔϕυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σϕόδρα, καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων. 11 καὶ κιβωτὸς ϑεοῦ ἐλήμϕϑη, καὶ ἀμϕότεροι υἱοὶ Ηλι ἀπέϑανον, Οϕνι καὶ Φινεες. 12 Καὶ ἔδραμεν ἀνὴρ Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλϑεν εἰς Σηλωμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα, καὶ γῆ ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ. 13 καὶ ἦλϑεν, καὶ ἰδοὺ Ηλι ἐκάϑητο ἐπὶ τοῦ δίϕρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν, ὅτι ἦν ἡ καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ ϑεοῦ· καὶ ὁ ἄνϑρωπος εἰσῆλϑεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν ἡ πόλις. 14 καὶ ἤκουσεν Ηλι τὴν ϕωνὴν τῆς βοῆς καὶ εἶπεν Τίς ἡ βοὴ τῆς ϕωνῆς ταύτης; καὶ ὁ ἄνϑρωπος σπεύσας εἰσῆλϑεν καὶ ἀπήγγειλεν τῷ Ηλι. 15 καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἔβλεπεν· καὶ εἶπεν Ηλὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ Τίς ἡ ϕωνὴ τοῦ ἤχους τούτου; 16 καὶ ὁ ἀνὴρ σπεύσας προσῆλϑεν πρὸς Ηλι καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέϕευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Τί τὸ γεγονὸς ῥῆμα, τέκνον; 17 καὶ ἀπεκρίϑη τὸ παιδάριον καὶ εἶπεν Πέϕευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοϕύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμϕότεροι οἱ υἱοί σου τεϑνήκασιν, καὶ ἡ κιβωτὸς τοῦ ϑεοῦ ἐλήμϕϑη. 18 καὶ ἐγένετο ὡς ἐμνήσϑη τῆς κιβωτοῦ τοῦ ϑεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίϕρου ὀπισϑίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέϑανεν, ὅτι πρεσβύτης ὁ ἄνϑρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη. 19 Καὶ νύμϕη αὐτοῦ γυνὴ Φινεες συνειληϕυῖα τοῦ τεκεῖν· καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμϕϑη ἡ κιβωτὸς τοῦ ϑεοῦ καὶ ὅτι τέϑνηκεν ὁ πενϑερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ὤκλασεν καὶ ἔτεκεν, ὅτι ἐπεστράϕησαν ἐπ᾽ αὐτὴν ὠδῖνες αὐτῆς. 20 καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποϑνῄσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ Μὴ ϕοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίϑη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. 21 καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωϑ ὑπὲρ τῆς κιβωτοῦ τοῦ ϑεοῦ καὶ ὑπὲρ τοῦ πενϑεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς. 22 καὶ εἶπαν Ἀπῴκισται δόξα Ισραηλ ἐν τῷ λημϕϑῆναι τὴν κιβωτὸν κυρίου.

Liber Regum primus - Βασιλείων αʹ caput 5

1 Καὶ ἀλλόϕυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ ϑεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Αβεννεζερ εἰς Ἄζωτον. 2 καὶ ἔλαβον ἀλλόϕυλοι τὴν κιβωτὸν κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγων καὶ παρέστησαν αὐτὴν παρὰ Δαγων. 3 καὶ ὤρϑρισαν οἱ Ἀζώτιοι καὶ εἰσῆλϑον εἰς οἶκον Δαγων καὶ εἶδον καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ ϑεοῦ· καὶ ἤγειραν τὸν Δαγων καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ. καὶ ἐβαρύνϑη χεὶρ κυρίου ἐπὶ τοὺς Ἀζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς. 4 καὶ ἐγένετο ὅτε ὤρϑρισαν τὸ πρωί, καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαϑήκης κυρίου, καὶ ἡ κεϕαλὴ Δαγων καὶ ἀμϕότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀϕῃρημένα ἐπὶ τὰ ἐμπρόσϑια αμαϕεϑ ἕκαστον, καὶ ἀμϕότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόϑυρον, πλὴν ἡ ῥάχις Δαγων ὑπελείϕϑη. 5 διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγων καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον Δαγων ἐπὶ βαϑμὸν οἴκου Δαγων ἐν Ἀζώτῳ ἕως τῆς ἡμέρας ταύτης, ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσιν. – 6 καὶ ἐβαρύνϑη χεὶρ κυρίου ἐπὶ Ἄζωτον, καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεϕύησαν μύες, καὶ ἐγένετο σύγχυσις ϑανάτου μεγάλη ἐν τῇ πόλει. 7 καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως, καὶ λέγουσιν ὅτι Οὐ καϑήσεται κιβωτὸς τοῦ ϑεοῦ Ισραηλ μεϑ᾽ ἡμῶν, ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐϕ᾽ ἡμᾶς καὶ ἐπὶ Δαγων ϑεὸν ἡμῶν. 8 καὶ ἀποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοϕύλων πρὸς αὐτοὺς καὶ λέγουσιν Τί ποιήσωμεν κιβωτῷ ϑεοῦ Ισραηλ; καὶ λέγουσιν οἱ Γεϑϑαῖοι Μετελϑέτω κιβωτὸς τοῦ ϑεοῦ πρὸς ἡμᾶς· καὶ μετῆλϑεν κιβωτὸς τοῦ ϑεοῦ εἰς Γεϑϑα. 9 καὶ ἐγενήϑη μετὰ τὸ μετελϑεῖν αὐτὴν καὶ γίνεται χεὶρ κυρίου ἐν τῇ πόλει, τάραχος μέγας σϕόδρα, καὶ ἐπάταξεν τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς οἱ Γεϑϑαῖοι ἕδρας. 10 καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν τοῦ ϑεοῦ εἰς Ἀσκαλῶνα, καὶ ἐγενήϑη ὡς εἰσῆλϑεν κιβωτὸς ϑεοῦ εἰς Ἀσκαλῶνα, καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες Τί ἀπεστρέψατε πρὸς ἡμᾶς τὴν κιβωτὸν τοῦ ϑεοῦ Ισραηλ ϑανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν; 11 καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοϕύλων καὶ εἶπον Ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ ϑεοῦ Ισραηλ, καὶ καϑισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ ϑανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν· ὅτι ἐγενήϑη σύγχυσις ϑανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σϕόδρα, ὡς εἰσῆλϑεν κιβωτὸς ϑεοῦ Ισραηλ ἐκεῖ, 12 καὶ οἱ ζῶντες καὶ οὐκ ἀποϑανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας, καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν.

Liber Regum primus - Βασιλείων αʹ caput 6

1 Καὶ ἦν ἡ κιβωτὸς ἐν ἀγρῷ τῶν ἀλλοϕύλων ἑπτὰ μῆνας, καὶ ἐξέζεσεν ἡ γῆ αὐτῶν μύας. 2 καὶ καλοῦσιν ἀλλόϕυλοι τοὺς ἱερεῖς καὶ τοὺς μάντεις καὶ τοὺς ἐπαοιδοὺς αὐτῶν λέγοντες Τί ποιήσωμεν τῇ κιβωτῷ κυρίου; γνωρίσατε ἡμῖν ἐν τίνι ἀποστελοῦμεν αὐτὴν εἰς τὸν τόπον αὐτῆς. 3 καὶ εἶπαν Εἰ ἐξαπεστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαϑήκης κυρίου ϑεοῦ Ισραηλ, μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν, ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου, καὶ τότε ἰαϑήσεσϑε, καὶ ἐξιλασϑήσεται ὑμῖν, μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀϕ᾽ ὑμῶν. 4 καὶ λέγουσιν Τί τὸ τῆς βασάνου ἀποδώσομεν αὐτῇ; καὶ εἶπαν Κατ᾽ ἀριϑμὸν τῶν σατραπῶν τῶν ἀλλοϕύλων πέντε ἕδρας χρυσᾶς, ὅτι πταῖσμα ἓν ὑμῖν καὶ τοῖς ἄρχουσιν ὑμῶν καὶ τῷ λαῷ, 5 καὶ μῦς χρυσοῦς ὁμοίωμα τῶν μυῶν ὑμῶν τῶν διαϕϑειρόντων τὴν γῆν· καὶ δώσετε τῷ κυρίῳ δόξαν, ὅπως κουϕίσῃ τὴν χεῖρα αὐτοῦ ἀϕ᾽ ὑμῶν καὶ ἀπὸ τῶν ϑεῶν ὑμῶν καὶ ἀπὸ τῆς γῆς ὑμῶν. 6 καὶ ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, ὡς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραω τὴν καρδίαν αὐτῶν; οὐχὶ ὅτε ἐνέπαιξεν αὐτοῖς, ἐξαπέστειλαν αὐτούς, καὶ ἀπῆλϑον; 7 καὶ νῦν λάβετε καὶ ποιήσατε ἅμαξαν καινὴν καὶ δύο βόας πρωτοτοκούσας ἄνευ τῶν τέκνων καὶ ζεύξατε τὰς βόας ἐν τῇ ἁμάξῃ καὶ ἀπαγάγετε τὰ τέκνα ἀπὸ ὄπισϑεν αὐτῶν εἰς οἶκον· 8 καὶ λήμψεσϑε τὴν κιβωτὸν καὶ ϑήσετε αὐτὴν ἐπὶ τὴν ἅμαξαν καὶ τὰ σκεύη τὰ χρυσᾶ ἀποδώσετε αὐτῇ τῆς βασάνου καὶ ϑήσετε ἐν ϑέματι βερσεχϑαν ἐκ μέρους αὐτῆς καὶ ἐξαποστελεῖτε αὐτὴν καὶ ἀπελάσατε αὐτήν, καὶ ἀπελεύσεται· 9 καὶ ὄψεσϑε, εἰ εἰς ὁδὸν ὁρίων αὐτῆς πορεύσεται κατὰ Βαιϑσαμυς, αὐτὸς πεποίηκεν ἡμῖν τὴν κακίαν ταύτην τὴν μεγάλην, καὶ ἐὰν μή, καὶ γνωσόμεϑα ὅτι οὐ χεὶρ αὐτοῦ ἧπται ἡμῶν, ἀλλὰ σύμπτωμα τοῦτο γέγονεν ἡμῖν. 10 καὶ ἐποίησαν οἱ ἀλλόϕυλοι οὕτως καὶ ἔλαβον δύο βόας πρωτοτοκούσας καὶ ἔζευξαν αὐτὰς ἐν τῇ ἁμάξῃ καὶ τὰ τέκνα αὐτῶν ἀπεκώλυσαν εἰς οἶκον 11 καὶ ἔϑεντο τὴν κιβωτὸν ἐπὶ τὴν ἅμαξαν καὶ τὸ ϑέμα εργαβ καὶ τοὺς μῦς τοὺς χρυσοῦς. 12 καὶ κατεύϑυναν αἱ βόες ἐν τῇ ὁδῷ εἰς ὁδὸν Βαιϑσαμυς, ἐν τρίβῳ ἑνὶ ἐπορεύοντο καὶ ἐκοπίων καὶ οὐ μεϑίσταντο δεξιὰ οὐδὲ ἀριστερά· καὶ οἱ σατράπαι τῶν ἀλλοϕύλων ἐπορεύοντο ὀπίσω αὐτῆς ἕως ὁρίων Βαιϑσαμυς. 13 καὶ οἱ ἐν Βαιϑσαμυς ἐϑέριζον ϑερισμὸν πυρῶν ἐν κοιλάδι· καὶ ἦραν ὀϕϑαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν κυρίου καὶ ηὐϕράνϑησαν εἰς ἀπάντησιν αὐτῆς. 14 καὶ ἡ ἅμαξα εἰσῆλϑεν εἰς ἀγρὸν Ωσηε τὸν ἐν Βαιϑσαμυς, καὶ ἔστησαν ἐκεῖ παρ᾽ αὐτῇ λίϑον μέγαν καὶ σχίζουσιν τὰ ξύλα τῆς ἁμάξης καὶ τὰς βόας ἀνήνεγκαν εἰς ὁλοκαύτωσιν τῷ κυρίῳ. 15 καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ κυρίου καὶ τὸ ϑέμα εργαβ μετ᾽ αὐτῆς καὶ τὰ ἐπ᾽ αὐτῆς σκεύη τὰ χρυσᾶ καὶ ἔϑεντο ἐπὶ τοῦ λίϑου τοῦ μεγάλου, καὶ οἱ ἄνδρες Βαιϑσαμυς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ ϑυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ κυρίῳ. 16 καὶ οἱ πέντε σατράπαι τῶν ἀλλοϕύλων ἑώρων καὶ ἀνέστρεψαν εἰς Ἀσκαλῶνα τῇ ἡμέρᾳ ἐκείνῃ. 17 καὶ αὗται αἱ ἕδραι αἱ χρυσαῖ, ἃς ἀπέδωκαν οἱ ἀλλόϕυλοι τῆς βασάνου τῷ κυρίῳ· τῆς Ἀζώτου μίαν, τῆς Γάζης μίαν, τῆς Ἀσκαλῶνος μίαν, τῆς Γεϑ μίαν, τῆς Ακκαρων μίαν. 18 καὶ μῦς οἱ χρυσοῖ κατ᾽ ἀριϑμὸν πασῶν πόλεων τῶν ἀλλοϕύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίϑου τοῦ μεγάλου, οὗ ἐπέϑηκαν ἐπ᾽ αὐτοῦ τὴν κιβωτὸν διαϑήκης κυρίου, τοῦ ἐν ἀγρῷ Ωσηε τοῦ Βαιϑσαμυσίτου. 19 Καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ιεχονιου ἐν τοῖς ἀνδράσιν Βαιϑσαμυς, ὅτι εἶδαν κιβωτὸν κυρίου· καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν. καὶ ἐπένϑησεν ὁ λαός, ὅτι ἐπάταξεν κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σϕόδρα. 20 καὶ εἶπαν οἱ ἄνδρες οἱ ἐκ Βαιϑσαμυς Τίς δυνήσεται διελϑεῖν ἐνώπιον κυρίου τοῦ ἁγίου τούτου; καὶ πρὸς τίνα ἀναβήσεται κιβωτὸς κυρίου ἀϕ᾽ ἡμῶν; 21 καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαϑιαριμ λέγοντες Ἀπεστρόϕασιν ἀλλόϕυλοι τὴν κιβωτὸν κυρίου· κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς.

Liber Regum primus - Βασιλείων αʹ caput 7

1 καὶ ἔρχονται οἱ ἄνδρες Καριαϑιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαϑήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Αμιναδαβ τὸν ἐν τῷ βουνῷ· καὶ τὸν Ελεαζαρ υἱὸν αὐτοῦ ἡγίασαν ϕυλάσσειν τὴν κιβωτὸν διαϑήκης κυρίου. 2 Καὶ ἐγενήϑη ἀϕ᾽ ἧς ἡμέρας ἦν ἡ κιβωτὸς ἐν Καριαϑιαριμ, ἐπλήϑυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη, καὶ ἐπέβλεψεν πᾶς οἶκος Ισραηλ ὀπίσω κυρίου. 3 καὶ εἶπεν Σαμουηλ πρὸς πάντα οἶκον Ισραηλ λέγων Εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέϕετε πρὸς κύριον, περιέλετε τοὺς ϑεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ, καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοϕύλων. 4 καὶ περιεῖλον οἱ υἱοὶ Ισραηλ τὰς Βααλιμ καὶ τὰ ἄλση Ασταρωϑ καὶ ἐδούλευσαν κυρίῳ μόνῳ. 5 καὶ εἶπεν Σαμουηλ Ἀϑροίσατε πάντα Ισραηλ εἰς Μασσηϕαϑ, καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον. 6 καὶ συνήχϑησαν εἰς Μασσηϕαϑ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν Ἡμαρτήκαμεν ἐνώπιον κυρίου· καὶ ἐδίκαζεν Σαμουηλ τοὺς υἱοὺς Ισραηλ εἰς Μασσηϕαϑ. 7 καὶ ἤκουσαν οἱ ἀλλόϕυλοι ὅτι συνηϑροίσϑησαν πάντες οἱ υἱοὶ Ισραηλ εἰς Μασσηϕαϑ, καὶ ἀνέβησαν σατράπαι ἀλλοϕύλων ἐπὶ Ισραηλ· καὶ ἀκούουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐϕοβήϑησαν ἀπὸ προσώπου ἀλλοϕύλων. 8 καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς Σαμουηλ Μὴ παρασιωπήσῃς ἀϕ᾽ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς κύριον ϑεόν σου, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοϕύλων. 9 καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαϑηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ, καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ, καὶ ἐπήκουσεν αὐτοῦ κύριος. 10 καὶ ἦν Σαμουηλ ἀναϕέρων τὴν ὁλοκαύτωσιν, καὶ ἀλλόϕυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ισραηλ. καὶ ἐβρόντησεν κύριος ἐν ϕωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοϕύλους, καὶ συνεχύϑησαν καὶ ἔπταισαν ἐνώπιον Ισραηλ. 11 καὶ ἐξῆλϑαν ἄνδρες Ισραηλ ἐκ Μασσηϕαϑ καὶ κατεδίωξαν τοὺς ἀλλοϕύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιϑχορ. 12 καὶ ἔλαβεν Σαμουηλ λίϑον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηϕαϑ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ, Λίϑος τοῦ βοηϑοῦ, καὶ εἶπεν Ἕως ἐνταῦϑα ἐβοήϑησεν ἡμῖν κύριος. 13 καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοϕύλους, καὶ οὐ προσέϑεντο ἔτι προσελϑεῖν εἰς ὅριον Ισραηλ· καὶ ἐγενήϑη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοϕύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουηλ. 14 καὶ ἀπεδόϑησαν αἱ πόλεις, ἃς ἔλαβον οἱ ἀλλόϕυλοι παρὰ τῶν υἱῶν Ισραηλ, καὶ ἀπέδωκαν αὐτὰς τῷ Ισραηλ ἀπὸ Ἀσκαλῶνος ἕως Αζοβ, καὶ τὸ ὅριον Ισραηλ ἀϕείλαντο ἐκ χειρὸς ἀλλοϕύλων. καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ισραηλ καὶ ἀνὰ μέσον τοῦ Αμορραίου. 15 καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· 16 καὶ ἐπορεύετο κατ᾽ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιϑηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηϕαϑ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις, 17 ἡ δὲ ἀποστροϕὴ αὐτοῦ εἰς Αρμαϑαιμ, ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ, καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ ϑυσιαστήριον τῷ κυρίῳ.

Liber Regum primus - Βασιλείων αʹ caput 8

1 Καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ, καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ Ισραηλ. 2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ· πρωτότοκος Ιωηλ, καὶ ὄνομα τοῦ δευτέρου Αβια, δικασταὶ ἐν Βηρσαβεε. 3 καὶ οὐκ ἐπορεύϑησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα. 4 καὶ συναϑροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαϑαιμ πρὸς Σαμουηλ 5 καὶ εἶπαν αὐτῷ Ἰδοὺ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου· καὶ νῦν κατάστησον ἐϕ᾽ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καϑὰ καὶ τὰ λοιπὰ ἔϑνη. 6 καὶ ἦν πονηρὸν τὸ ῥῆμα ἐν ὀϕϑαλμοῖς Σαμουηλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς· καὶ προσηύξατο Σαμουηλ πρὸς κύριον. 7 καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἄκουε τῆς ϕωνῆς τοῦ λαοῦ καϑὰ ἂν λαλήσωσίν σοι· ὅτι οὐ σὲ ἐξουϑενήκασιν, ἀλλ᾽ ἢ ἐμὲ ἐξουδενώκασιν τοῦ μὴ βασιλεύειν ἐπ᾽ αὐτῶν. 8 κατὰ πάντα τὰ ποιήματα, ἃ ἐποίησάν μοι ἀϕ᾽ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον ϑεοῖς ἑτέροις, οὕτως αὐτοὶ ποιοῦσιν καὶ σοί. 9 καὶ νῦν ἄκουε τῆς ϕωνῆς αὐτῶν· πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐπ᾽ αὐτούς. 10 καὶ εἶπεν Σαμουηλ πᾶν τὸ ῥῆμα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ᾽ αὐτοῦ βασιλέα 11 καὶ εἶπεν Τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως, ὃς βασιλεύσει ἐϕ᾽ ὑμᾶς· τοὺς υἱοὺς ὑμῶν λήμψεται καὶ ϑήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ καὶ ἱππεῦσιν αὐτοῦ καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ 12 καὶ ϑέσϑαι αὐτοὺς ἑαυτῷ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ ϑερίζειν ϑερισμὸν αὐτοῦ καὶ τρυγᾶν τρυγητὸν αὐτοῦ καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ· 13 καὶ τὰς ϑυγατέρας ὑμῶν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας· 14 καὶ τοὺς ἀγροὺς ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαϑοὺς λήμψεται καὶ δώσει τοῖς δούλοις αὐτοῦ· 15 καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ καὶ τοῖς δούλοις αὐτοῦ· 16 καὶ τοὺς δούλους ὑμῶν καὶ τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαϑὰ καὶ τοὺς ὄνους ὑμῶν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ 17 καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει· καὶ ὑμεῖς ἔσεσϑε αὐτῷ δοῦλοι. 18 καὶ βοήσεσϑε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν, οὗ ἐξελέξασϑε ἑαυτοῖς, καὶ οὐκ ἐπακούσεται κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις, ὅτι ὑμεῖς ἐξελέξασϑε ἑαυτοῖς βασιλέα. 19 καὶ οὐκ ἠβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ Σαμουηλ καὶ εἶπαν αὐτῷ Οὐχί, ἀλλ᾽ ἢ βασιλεὺς ἔσται ἐϕ᾽ ἡμᾶς, 20 καὶ ἐσόμεϑα καὶ ἡμεῖς κατὰ πάντα τὰ ἔϑνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν καὶ ἐξελεύσεται ἔμπροσϑεν ἡμῶν καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν. 21 καὶ ἤκουσεν Σαμουηλ πάντας τοὺς λόγους τοῦ λαοῦ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα κυρίου. 22 καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἄκουε τῆς ϕωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα. καὶ εἶπεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ Ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ.

Liber Regum primus - Βασιλείων αʹ caput 9

1 Καὶ ἦν ἀνὴρ ἐξ υἱῶν Βενιαμιν, καὶ ὄνομα αὐτῷ Κις υἱὸς Αβιηλ υἱοῦ Σαρεδ υἱοῦ Βαχιρ υἱοῦ Αϕεκ υἱοῦ ἀνδρὸς Ιεμιναίου, ἀνὴρ δυνατός. 2 καὶ τούτῳ υἱός, καὶ ὄνομα αὐτῷ Σαουλ, εὐμεγέϑης, ἀνὴρ ἀγαϑός, καὶ οὐκ ἦν ἐν υἱοῖς Ισραηλ ἀγαϑὸς ὑπὲρ αὐτόν, ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πᾶσαν τὴν γῆν. 3 καὶ ἀπώλοντο αἱ ὄνοι Κις πατρὸς Σαουλ, καὶ εἶπεν Κις πρὸς Σαουλ τὸν υἱὸν αὐτοῦ Λαβὲ μετὰ σεαυτοῦ ἓν τῶν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύϑητε καὶ ζητήσατε τὰς ὄνους. 4 καὶ διῆλϑον δι᾽ ὄρους Εϕραιμ καὶ διῆλϑον διὰ τῆς γῆς Σελχα καὶ οὐχ εὗρον· καὶ διῆλϑον διὰ τῆς γῆς Εασακεμ, καὶ οὐκ ἦν· καὶ διῆλϑον διὰ τῆς γῆς Ιακιμ καὶ οὐχ εὗρον. 5 αὐτῶν ἐλϑόντων εἰς τὴν Σιϕ καὶ Σαουλ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾽ αὐτοῦ Δεῦρο καὶ ἀναστρέψωμεν, μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους ϕροντίζῃ περὶ ἡμῶν. 6 καὶ εἶπεν αὐτῷ τὸ παιδάριον Ἰδοὺ δὴ ἄνϑρωπος τοῦ ϑεοῦ ἐν τῇ πόλει ταύτῃ, καὶ ὁ ἄνϑρωπος ἔνδοξος, πᾶν, ὃ ἐὰν λαλήσῃ, παραγινόμενον παρέσται· καὶ νῦν πορευϑῶμεν, ὅπως ἀπαγγείλῃ ἡμῖν τὴν ὁδὸν ἡμῶν, ἐϕ᾽ ἣν ἐπορεύϑημεν ἐπ᾽ αὐτήν. 7 καὶ εἶπεν Σαουλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾽ αὐτοῦ Καὶ ἰδοὺ πορευσόμεϑα, καὶ τί οἴσομεν τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ; ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν, καὶ πλεῖον οὐκ ἔστιν μεϑ᾽ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ τὸ ὑπάρχον ἡμῖν. 8 καὶ προσέϑετο τὸ παιδάριον ἀποκριϑῆναι τῷ Σαουλ καὶ εἶπεν Ἰδοὺ εὕρηται ἐν τῇ χειρί μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ, καὶ ἀπαγγελεῖ ἡμῖν τὴν ὁδὸν ἡμῶν. 9 καὶ ἔμπροσϑεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τῷ πορεύεσϑαι ἐπερωτᾶν τὸν ϑεόν Δεῦρο πορευϑῶμεν πρὸς τὸν βλέποντα· ὅτι τὸν προϕήτην ἐκάλει ὁ λαὸς ἔμπροσϑεν Ὁ βλέπων. 10 καὶ εἶπεν Σαουλ πρὸς τὸ παιδάριον αὐτοῦ Ἀγαϑὸν τὸ ῥῆμα, δεῦρο καὶ πορευϑῶμεν. καὶ ἐπορεύϑησαν εἰς τὴν πόλιν, οὗ ἦν ἐκεῖ ὁ ἄνϑρωπος τοῦ ϑεοῦ. 11 αὐτῶν ἀναβαινόντων τὴν ἀνάβασιν τῆς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυϑότα ὑδρεύσασϑαι ὕδωρ καὶ λέγουσιν αὐταῖς Εἰ ἔστιν ἐνταῦϑα ὁ βλέπων; 12 καὶ ἀπεκρίϑη τὰ κοράσια αὐτοῖς καὶ λέγουσιν αὐτοῖς Ἔστιν, ἰδοὺ κατὰ πρόσωπον ὑμῶν· νῦν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν, ὅτι ϑυσία σήμερον τῷ λαῷ ἐν Βαμα· 13 ὡς ἂν εἰσέλϑητε τὴν πόλιν, οὕτως εὑρήσετε αὐτὸν ἐν τῇ πόλει πρὶν ἀναβῆναι αὐτὸν εἰς Βαμα τοῦ ϕαγεῖν, ὅτι οὐ μὴ ϕάγῃ ὁ λαὸς ἕως τοῦ εἰσελϑεῖν αὐτόν, ὅτι οὗτος εὐλογεῖ τὴν ϑυσίαν, καὶ μετὰ ταῦτα ἐσϑίουσιν οἱ ξένοι· καὶ νῦν ἀνάβητε, ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν. 14 καὶ ἀναβαίνουσιν τὴν πόλιν. αὐτῶν εἰσπορευομένων εἰς μέσον τῆς πόλεως καὶ ἰδοὺ Σαμουηλ ἐξῆλϑεν εἰς ἀπάντησιν αὐτῶν τοῦ ἀναβῆναι εἰς Βαμα. 15 καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουηλ ἡμέρᾳ μιᾷ ἔμπροσϑεν τοῦ ἐλϑεῖν πρὸς αὐτὸν Σαουλ λέγων 16 Ὡς ὁ καιρὸς αὔριον ἀποστελῶ πρὸς σὲ ἄνδρα ἐκ γῆς Βενιαμιν, καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοϕύλων· ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν τοῦ λαοῦ μου, ὅτι ἦλϑεν βοὴ αὐτῶν πρός με. 17 καὶ Σαμουηλ εἶδεν τὸν Σαουλ· καὶ κύριος ἀπεκρίϑη αὐτῷ Ἰδοὺ ὁ ἄνϑρωπος, ὃν εἶπά σοι Οὗτος ἄρξει ἐν τῷ λαῷ μου. 18 καὶ προσήγαγεν Σαουλ πρὸς Σαμουηλ εἰς μέσον τῆς πόλεως καὶ εἶπεν Ἀπάγγειλον δὴ ποῖος ὁ οἶκος τοῦ βλέποντος. 19 καὶ ἀπεκρίϑη Σαμουηλ τῷ Σαουλ καὶ εἶπεν Ἐγώ εἰμι αὐτός· ἀνάβηϑι ἔμπροσϑέν μου εἰς Βαμα καὶ ϕάγε μετ᾽ ἐμοῦ σήμερον, καὶ ἐξαποστελῶ σε πρωῒ καὶ πάντα τὰ ἐν τῇ καρδίᾳ σου ἀπαγγελῶ σοι· 20 καὶ περὶ τῶν ὄνων σου τῶν ἀπολωλυιῶν σήμερον τριταίων μὴ ϑῇς τὴν καρδίαν σου αὐταῖς, ὅτι εὕρηνται· καὶ τίνι τὰ ὡραῖα τοῦ Ισραηλ; οὐ σοὶ καὶ τῷ οἴκῳ τοῦ πατρός σου; 21 καὶ ἀπεκρίϑη Σαουλ καὶ εἶπεν Οὐχὶ ἀνδρὸς υἱὸς Ιεμιναίου ἐγώ εἰμι τοῦ μικροῦ σκήπτρου ϕυλῆς Ισραηλ καὶ τῆς ϕυλῆς τῆς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμιν; καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥῆμα τοῦτο; 22 καὶ ἔλαβεν Σαμουηλ τὸν Σαουλ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔϑετο αὐτοῖς τόπον ἐν πρώτοις τῶν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρῶν. 23 καὶ εἶπεν Σαμουηλ τῷ μαγείρῳ Δός μοι τὴν μερίδα, ἣν ἔδωκά σοι, ἣν εἶπά σοι ϑεῖναι αὐτὴν παρὰ σοί. 24 καὶ ὕψωσεν ὁ μάγειρος τὴν κωλέαν καὶ παρέϑηκεν αὐτὴν ἐνώπιον Σαουλ· καὶ εἶπεν Σαμουηλ τῷ Σαουλ Ἰδοὺ ὑπόλειμμα, παράϑες αὐτὸ ἐνώπιόν σου καὶ ϕάγε, ὅτι εἰς μαρτύριον τέϑειταί σοι παρὰ τοὺς ἄλλους· ἀπόκνιζε. καὶ ἔϕαγεν Σαουλ μετὰ Σαμουηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 25 καὶ κατέβη ἐκ τῆς Βαμα ἐν τῇ πόλει· καὶ διέστρωσαν τῷ Σαουλ ἐπὶ τῷ δώματι, 26 καὶ ἐκοιμήϑη. καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρϑρος, καὶ ἐκάλεσεν Σαμουηλ τὸν Σαουλ ἐπὶ τῷ δώματι λέγων Ἀνάστα, καὶ ἐξαποστελῶ σε· καὶ ἀνέστη Σαουλ, καὶ ἐξῆλϑεν αὐτὸς καὶ Σαμουηλ ἕως ἔξω. 27 αὐτῶν καταβαινόντων εἰς μέρος τῆς πόλεως καὶ Σαμουηλ εἶπεν τῷ Σαουλ Εἰπὸν τῷ νεανίσκῳ καὶ διελϑέτω ἔμπροσϑεν ἡμῶν, καὶ σὺ στῆϑι ὡς σήμερον καὶ ἄκουσον ῥῆμα ϑεοῦ.

Liber Regum primus - Βασιλείων αʹ caput 10

1 καὶ ἔλαβεν Σαμουηλ τὸν ϕακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ ἐϕίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ Ισραηλ; καὶ σὺ ἄρξεις ἐν λαῷ κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχϑρῶν αὐτοῦ κυκλόϑεν. καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· 2 ὡς ἂν ἀπέλϑῃς σήμερον ἀπ᾽ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάϕοις Ραχηλ ἐν τῷ ὁρίῳ Βενιαμιν ἁλλομένους μεγάλα, καὶ ἐροῦσίν σοι Εὕρηνται αἱ ὄνοι, ἃς ἐπορεύϑητε ζητεῖν, καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι᾽ ὑμᾶς λέγων Τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου; 3 καὶ ἀπελεύσει ἐκεῖϑεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν ϑεὸν εἰς Βαιϑηλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου· 4 καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήμψῃ ἐκ τῆς χειρὸς αὐτῶν. 5 καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ ϑεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοϕύλων, ἐκεῖ Νασιβ ὁ ἀλλόϕυλος· καὶ ἔσται ὡς ἂν εἰσέλϑητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προϕητῶν καταβαινόντων ἐκ τῆς Βαμα, καὶ ἔμπροσϑεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προϕητεύοντες· 6 καὶ ἐϕαλεῖται ἐπὶ σὲ πνεῦμα κυρίου, καὶ προϕητεύσεις μετ᾽ αὐτῶν καὶ στραϕήσῃ εἰς ἄνδρα ἄλλον. 7 καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι ϑεὸς μετὰ σοῦ. 8 καὶ καταβήσῃ ἔμπροσϑεν τῆς Γαλγαλα, καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ ϑυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλϑεῖν με πρὸς σέ, καὶ γνωρίσω σοι ἃ ποιήσεις. 9 καὶ ἐγενήϑη ὥστε ἐπιστραϕῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελϑεῖν ἀπὸ Σαμουηλ, μετέστρεψεν αὐτῷ ὁ ϑεὸς καρδίαν ἄλλην· καὶ ἦλϑεν πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 10 καὶ ἔρχεται ἐκεῖϑεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προϕητῶν ἐξ ἐναντίας αὐτοῦ· καὶ ἥλατο ἐπ᾽ αὐτὸν πνεῦμα ϑεοῦ, καὶ ἐπροϕήτευσεν ἐν μέσῳ αὐτῶν. 11 καὶ ἐγενήϑησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχϑὲς καὶ τρίτην καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προϕητῶν, καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κις; ἦ καὶ Σαουλ ἐν προϕήταις; 12 καὶ ἀπεκρίϑη τις αὐτῶν καὶ εἶπεν Καὶ τίς πατὴρ αὐτοῦ; διὰ τοῦτο ἐγενήϑη εἰς παραβολήν Ἦ καὶ Σαουλ ἐν προϕήταις; 13 καὶ συνετέλεσεν προϕητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν. 14 καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ Ποῦ ἐπορεύϑητε; καὶ εἶπαν Ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν, καὶ εἰσήλϑομεν πρὸς Σαμουηλ. 15 καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαουλ Ἀπάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ. 16 καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ Ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ. 17 Καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηϕα 18 καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ Τάδε εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ λέγων Ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν ϑλιβουσῶν ὑμᾶς· 19 καὶ ὑμεῖς σήμερον ἐξουϑενήκατε τὸν ϑεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ ϑλίψεων ὑμῶν, καὶ εἴπατε Οὐχί, ἀλλ᾽ ἢ ὅτι βασιλέα στήσεις ἐϕ᾽ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς ϕυλὰς ὑμῶν. 20 καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν· 21 καὶ προσάγει σκῆπτρον Βενιαμιν εἰς ϕυλάς, καὶ κατακληροῦται ϕυλὴ Ματταρι· καὶ προσάγουσιν τὴν ϕυλὴν Ματταρι εἰς ἄνδρας, καὶ κατακληροῦται Σαουλ υἱὸς Κις. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο. 22 καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίῳ Εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦϑα; καὶ εἶπεν κύριος Ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν. 23 καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖϑεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώϑη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω. 24 καὶ εἶπεν Σαμουηλ πρὸς πάντα τὸν λαόν Εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν Ζήτω ὁ βασιλεύς. 25 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔϑηκεν ἐνώπιον κυρίου. καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν, καὶ ἀπῆλϑεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ. 26 καὶ Σαουλ ἀπῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα· καὶ ἐπορεύϑησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο κύριος καρδίας αὐτῶν, μετὰ Σαουλ. 27 καὶ υἱοὶ λοιμοὶ εἶπαν Τί σώσει ἡμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.

Liber Regum primus - Βασιλείων αʹ caput 11

1 Καὶ ἐγενήϑη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναας ὁ Αμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ιαβις Γαλααδ. καὶ εἶπον πάντες οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην Διάϑου ἡμῖν διαϑήκην, καὶ δουλεύσομέν σοι. 2 καὶ εἶπεν πρὸς αὐτοὺς Ναας ὁ Αμμανίτης Ἐν ταύτῃ διαϑήσομαι ὑμῖν διαϑήκην, ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀϕϑαλμὸν δεξιόν, καὶ ϑήσομαι ὄνειδος ἐπὶ Ισραηλ. 3 καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ιαβις Ἄνες ἡμῖν ἑπτὰ ἡμέρας, καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ισραηλ· ἐὰν μὴ ᾖ ὁ σῴζων ἡμᾶς, ἐξελευσόμεϑα πρὸς ὑμᾶς. 4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαα πρὸς Σαουλ καὶ λαλοῦσιν τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ ἦραν πᾶς ὁ λαὸς τὴν ϕωνὴν αὐτῶν καὶ ἔκλαυσαν. 5 καὶ ἰδοὺ Σαουλ ἤρχετο μετὰ τὸ πρωῒ ἐξ ἀγροῦ, καὶ εἶπεν Σαουλ Τί ὅτι κλαίει ὁ λαός; καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν υἱῶν Ιαβις. 6 καὶ ἐϕήλατο πνεῦμα κυρίου ἐπὶ Σαουλ, ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα, καὶ ἐϑυμώϑη ἐπ᾽ αὐτοὺς ὀργὴ αὐτοῦ σϕόδρα. 7 καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων Ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ, κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ. καὶ ἐπῆλϑεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ισραηλ, καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς. 8 καὶ ἐπισκέπτεται αὐτοὺς Αβιεζεκ ἐν Βαμα, πᾶν ἄνδρα Ισραηλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ιουδα ἑβδομήκοντα χιλιάδας. 9 καὶ εἶπεν τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις Τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ιαβις Αὔριον ὑμῖν ἡ σωτηρία διαϑερμάναντος τοῦ ἡλίου. καὶ ἦλϑον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν Ιαβις, καὶ εὐϕράνϑησαν. 10 καὶ εἶπαν οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην Αὔριον ἐξελευσόμεϑα πρὸς ὑμᾶς, καὶ ποιήσετε ἡμῖν τὸ ἀγαϑὸν ἐνώπιον ὑμῶν. 11 καὶ ἐγενήϑη μετὰ τὴν αὔριον καὶ ἔϑετο Σαουλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν ϕυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων, ἕως διεϑερμάνϑη ἡ ἡμέρα, καὶ ἐγενήϑησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐχ ὑπελείϕϑησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό. 12 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουηλ Τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμῶν; παράδος τοὺς ἄνδρας, καὶ ϑανατώσομεν αὐτούς. 13 καὶ εἶπεν Σαουλ Οὐκ ἀποϑανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ. 14 Καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων Πορευϑῶμεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν. 15 καὶ ἐπορεύϑη πᾶς ὁ λαὸς εἰς Γαλγαλα, καὶ ἔχρισεν Σαμουηλ ἐκεῖ τὸν Σαουλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγαλοις καὶ ἔϑυσεν ἐκεῖ ϑυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου· καὶ εὐϕράνϑη Σαμουηλ καὶ πᾶς Ισραηλ ὥστε λίαν.

Liber Regum primus - Βασιλείων αʹ caput 12

1 Καὶ εἶπεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ Ἰδοὺ ἤκουσα ϕωνῆς ὑμῶν εἰς πάντα, ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐϕ᾽ ὑμᾶς βασιλέα. 2 καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν, κἀγὼ γεγήρακα καὶ καϑήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν· κἀγὼ ἰδοὺ διελήλυϑα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης. 3 ἰδοὺ ἐγώ, ἀποκρίϑητε κατ᾽ ἐμοῦ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληϕα ἢ ὄνον τίνος εἴληϕα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληϕα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίϑητε κατ᾽ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν. 4 καὶ εἶπαν πρὸς Σαμουηλ Οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔϑλασας ἡμᾶς καὶ οὐκ εἴληϕας ἐκ χειρὸς οὐδενὸς οὐδέν. 5 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν Μάρτυς κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐϑέν· καὶ εἶπαν Μάρτυς. 6 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων Μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ααρων, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου. 7 καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν· 8 ὡς εἰσῆλϑεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς κύριον, καὶ ἀπέστειλεν κύριος τὸν Μωυσῆν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ. 9 καὶ ἐπελάϑοντο κυρίου τοῦ ϑεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χεῖρας ἀλλοϕύλων καὶ εἰς χεῖρας βασιλέως Μωαβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς. 10 καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον Ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχϑρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι. 11 καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεϕϑαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχϑρῶν ὑμῶν τῶν κυκλόϑεν, καὶ κατῳκεῖτε πεποιϑότες. 12 καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱῶν Αμμων ἦλϑεν ἐϕ᾽ ὑμᾶς, καὶ εἴπατε Οὐχί, ἀλλ᾽ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐϕ᾽ ἡμῶν· καὶ κύριος ὁ ϑεὸς ἡμῶν βασιλεὺς ἡμῶν. 13 καὶ νῦν ἰδοὺ ὁ βασιλεύς, ὃν ἐξελέξασϑε, καὶ ἰδοὺ δέδωκεν κύριος ἐϕ᾽ ὑμᾶς βασιλέα. 14 ἐὰν ϕοβηϑῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς ϕωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐϕ᾽ ὑμῶν ὀπίσω κυρίου πορευόμενοι· 15 ἐὰν δὲ μὴ ἀκούσητε τῆς ϕωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου, καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν. 16 καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο, ὃ ὁ κύριος ποιήσει ἐν ὀϕϑαλμοῖς ὑμῶν. 17 οὐχὶ ϑερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι κύριον, καὶ δώσει ϕωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη, ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα. 18 καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν κύριον, καὶ ἔδωκεν κύριος ϕωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐϕοβήϑησαν πᾶς ὁ λαὸς τὸν κύριον σϕόδρα καὶ τὸν Σαμουηλ. 19 καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουηλ Πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς κύριον ϑεόν σου, καὶ οὐ μὴ ἀποϑάνωμεν, ὅτι προστεϑείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα. 20 καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν Μὴ ϕοβεῖσϑε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισϑεν κυρίου καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν 21 καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηϑὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐϑὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐϑέν εἰσιν. 22 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμᾶς αὑτῷ εἰς λαόν. 23 καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι τοῦ προσεύχεσϑαι περὶ ὑμῶν, καὶ δουλεύσω τῷ κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαϑὴν καὶ τὴν εὐϑεῖαν· 24 πλὴν ϕοβεῖσϑε τὸν κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληϑείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεϑ᾽ ὑμῶν, 25 καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεϑήσεσϑε.

Liber Regum primus - Βασιλείων αʹ caput 13

[1 ...] 2 Καὶ ἐκλέγεται Σαουλ ἑαυτῷ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν Ισραηλ, καὶ ἦσαν μετὰ Σαουλ δισχίλιοι ἐν Μαχεμας καὶ ἐν τῷ ὄρει Βαιϑηλ, χίλιοι ἦσαν μετὰ Ιωναϑαν ἐν Γαβεε τοῦ Βενιαμιν, καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ. 3 καὶ ἐπάταξεν Ιωναϑαν τὸν Νασιβ τὸν ἀλλόϕυλον τὸν ἐν τῷ βουνῷ· καὶ ἀκούουσιν οἱ ἀλλόϕυλοι. καὶ Σαουλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων Ἠϑετήκασιν οἱ δοῦλοι. 4 καὶ πᾶς Ισραηλ ἤκουσεν λεγόντων Πέπαικεν Σαουλ τὸν Νασιβ τὸν ἀλλόϕυλον, καὶ ᾐσχύνϑησαν Ισραηλ ἐν τοῖς ἀλλοϕύλοις. καὶ ἀνεβόησαν ὁ λαὸς ὀπίσω Σαουλ ἐν Γαλγαλοις. 5 καὶ οἱ ἀλλόϕυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ισραηλ, καὶ ἀναβαίνουσιν ἐπὶ Ισραηλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν ϑάλασσαν τῷ πλήϑει· καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμας ἐξ ἐναντίας Βαιϑων κατὰ νότου. 6 καὶ ἀνὴρ Ισραηλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν, καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόϑροις καὶ ἐν τοῖς λάκκοις, 7 καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ιορδάνην εἰς γῆν Γαδ καὶ Γαλααδ. καὶ Σαουλ ἔτι ἦν ἐν Γαλγαλοις, καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ. – 8 καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ, ὡς εἶπεν Σαμουηλ, καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα, καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ᾽ αὐτοῦ. 9 καὶ εἶπεν Σαουλ Προσαγάγετε, ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς· καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν. 10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναϕέρων τὴν ὁλοκαύτωσιν, καὶ Σαμουηλ παραγίνεται· καὶ ἐξῆλϑεν Σαουλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν. 11 καὶ εἶπεν Σαμουηλ Τί πεποίηκας; καὶ εἶπεν Σαουλ Ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ᾽ ἐμοῦ καὶ σὺ οὐ παρεγένου, ὡς διετάξω, ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν καὶ οἱ ἀλλόϕυλοι συνήχϑησαν εἰς Μαχεμας, 12 καὶ εἶπα Νῦν καταβήσονται οἱ ἀλλόϕυλοι πρός με εἰς Γαλγαλα καὶ τοῦ προσώπου τοῦ κυρίου οὐκ ἐδεήϑην· καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν. 13 καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Μεματαίωταί σοι, ὅτι οὐκ ἐϕύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι κύριος. ὡς νῦν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ισραηλ· 14 καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται, καὶ ζητήσει κύριος ἑαυτῷ ἄνϑρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐϕύλαξας ὅσα ἐνετείλατό σοι κύριος. 15 καὶ ἀνέστη Σαμουηλ καὶ ἀπῆλϑεν ἐκ Γαλγαλων εἰς ὁδὸν αὐτοῦ. – καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω Σαουλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ. αὐτῶν παραγενομένων ἐκ Γαλγαλων εἰς Γαβαα Βενιαμιν καὶ ἐπεσκέψατο Σαουλ τὸν λαὸν τὸν εὑρεϑέντα μετ᾽ αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας. 16 καὶ Σαουλ καὶ Ιωναϑαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεϑέντες μετ᾽ αὐτῶν ἐκάϑισαν ἐν Γαβεε Βενιαμιν καὶ ἔκλαιον, καὶ οἱ ἀλλόϕυλοι παρεμβεβλήκεισαν εἰς Μαχεμας. 17 καὶ ἐξῆλϑεν διαϕϑείρων ἐξ ἀγροῦ ἀλλοϕύλων τρισὶν ἀρχαῖς· ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοϕερα ἐπὶ γῆν Σωγαλ, 18 καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν Βαιϑωρων, καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβεε τὴν εἰσκύπτουσαν ἐπὶ Γαι τὴν Σαβιν. 19 καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ Ισραηλ, ὅτι εἶπον οἱ ἀλλόϕυλοι Μὴ ποιήσωσιν οἱ Εβραῖοι ῥομϕαίαν καὶ δόρυ. 20 καὶ κατέβαινον πᾶς Ισραηλ εἰς γῆν ἀλλοϕύλων χαλκεύειν ἕκαστος τὸ ϑέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ. 21 καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ ϑερίζειν· τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα, καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή. 22 καὶ ἐγενήϑη ἐν ταῖς ἡμέραις τοῦ πολέμου Μαχεμας καὶ οὐχ εὑρέϑη ῥομϕαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ Σαουλ καὶ μετὰ Ιωναϑαν, καὶ εὑρέϑη τῷ Σαουλ καὶ τῷ Ιωναϑαν υἱῷ αὐτοῦ. 23 καὶ ἐξῆλϑεν ἐξ ὑποστάσεως τῶν ἀλλοϕύλων τὴν ἐν τῷ πέραν Μαχεμας.

Liber Regum primus - Βασιλείων αʹ caput 14

1 Καὶ γίνεται ἡμέρα καὶ εἶπεν Ιωναϑαν υἱὸς Σαουλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Δεῦρο καὶ διαβῶμεν εἰς μεσσαβ τῶν ἀλλοϕύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλεν. 2 καὶ Σαουλ ἐκάϑητο ἐπ᾽ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ῥόαν τὴν ἐν Μαγδων, καὶ ἦσαν μετ᾽ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες· 3 καὶ Αχια υἱὸς Αχιτωβ ἀδελϕοῦ Ιωχαβηδ υἱοῦ Φινεες υἱοῦ Ηλι ἱερεὺς τοῦ ϑεοῦ ἐν Σηλωμ αἴρων εϕουδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ιωναϑαν. 4 καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει Ιωναϑαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοϕύλων, καὶ ἀκρωτήριον πέτρας ἔνϑεν καὶ ἀκρωτήριον πέτρας ἔνϑεν, ὄνομα τῷ ἑνὶ Βαζες καὶ ὄνομα τῷ ἄλλῳ Σεννα· 5 ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμας καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβεε. 6 καὶ εἶπεν Ιωναϑαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ Δεῦρο διαβῶμεν εἰς μεσσαβ τῶν ἀπεριτμήτων τούτων, εἴ τι ποιήσαι ἡμῖν κύριος· ὅτι οὐκ ἔστιν τῷ κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις. 7 καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ Ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνῃ· ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σοῦ καρδία μοῦ. 8 καὶ εἶπεν Ιωναϑαν Ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισϑησόμεϑα πρὸς αὐτούς· 9 ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεϑα ἐϕ᾽ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ᾽ αὐτούς· 10 καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς Ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεϑα, ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον. 11 καὶ εἰσῆλϑον ἀμϕότεροι εἰς μεσσαβ τῶν ἀλλοϕύλων· καὶ λέγουσιν οἱ ἀλλόϕυλοι Ἰδοὺ οἱ Εβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ. 12 καὶ ἀπεκρίϑησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναϑαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν Ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα. καὶ εἶπεν Ιωναϑαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ Ἀνάβηϑι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς κύριος εἰς χεῖρας Ισραηλ. 13 καὶ ἀνέβη Ιωναϑαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ᾽ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ιωναϑαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ. 14 καὶ ἐγενήϑη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν Ιωναϑαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν τοῦ πεδίου. 15 καὶ ἐγενήϑη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαὸς οἱ ἐν μεσσαβ καὶ οἱ διαϕϑείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤϑελον ποιεῖν· καὶ ἐϑάμβησεν ἡ γῆ, καὶ ἐγενήϑη ἔκστασις παρὰ κυρίου. 16 καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαουλ ἐν Γαβεε Βενιαμιν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνϑεν καὶ ἔνϑεν. 17 καὶ εἶπεν Σαουλ τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ Ἐπισκέψασϑε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ιωναϑαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ. 18 καὶ εἶπεν Σαουλ τῷ Αχια Προσάγαγε τὸ εϕουδ· ὅτι αὐτὸς ἦρεν τὸ εϕουδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ισραηλ. 19 καὶ ἐγενήϑη ὡς ἐλάλει Σαουλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοϕύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήϑυνεν· καὶ εἶπεν Σαουλ πρὸς τὸν ἱερέα Συνάγαγε τὰς χεῖράς σου. 20 καὶ ἀνεβόησεν Σαουλ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ῥομϕαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σϕόδρα. 21 καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχϑὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοϕύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράϕησαν καὶ αὐτοὶ εἶναι μετὰ Ισραηλ τῶν μετὰ Σαουλ καὶ Ιωναϑαν. 22 καὶ πᾶς Ισραηλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Εϕραιμ καὶ ἤκουσαν ὅτι πεϕεύγασιν οἱ ἀλλόϕυλοι, καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον. 23 καὶ ἔσωσεν κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ισραηλ. Καὶ ὁ πόλεμος διῆλϑεν τὴν Βαιϑων, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Εϕραιμ. 24 καὶ Σαουλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων Ἐπικατάρατος ὁ ἄνϑρωπος, ὃς ϕάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχϑρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου. 25 καὶ πᾶσα ἡ γῆ ἠρίστα. καὶ ιααρ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ, 26 καὶ εἰσῆλϑεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέϕων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐϕοβήϑη ὁ λαὸς τὸν ὅρκον κυρίου. 27 καὶ Ιωναϑαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινεν τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψεν τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀϕϑαλμοὶ αὐτοῦ. 28 καὶ ἀπεκρίϑη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν Ὁρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων Ἐπικατάρατος ὁ ἄνϑρωπος, ὃς ϕάγεται ἄρτον σήμερον, καὶ ἐξελύϑη ὁ λαός. 29 καὶ ἔγνω Ιωναϑαν καὶ εἶπεν Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀϕϑαλμοί μου, ὅτι ἐγευσάμην βραχὺ τοῦ μέλιτος τούτου· 30 ἀλλ᾽ ὅτι εἰ ἔϕαγεν ἔσϑων ὁ λαὸς σήμερον τῶν σκύλων τῶν ἐχϑρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἐν τοῖς ἀλλοϕύλοις. 31 καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοϕύλων ἐν Μαχεμας, καὶ ἐκοπίασεν ὁ λαὸς σϕόδρα. 32 καὶ ἐκλίϑη ὁ λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσϕαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσϑιεν ὁ λαὸς σὺν τῷ αἵματι. 33 καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες Ἡμάρτηκεν ὁ λαὸς τῷ κυρίῳ ϕαγὼν σὺν τῷ αἵματι. καὶ εἶπεν Σαουλ ἐν Γεϑϑεμ Κυλίσατέ μοι λίϑον ἐνταῦϑα μέγαν. 34 καὶ εἶπεν Σαουλ Διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦϑα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σϕαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ κυρίῳ τοῦ ἐσϑίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν πᾶς ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσϕαζον ἐκεῖ. 35 καὶ ᾠκοδόμησεν ἐκεῖ Σαουλ ϑυσιαστήριον τῷ κυρίῳ· τοῦτο ἤρξατο Σαουλ οἰκοδομῆσαι ϑυσιαστήριον τῷ κυρίῳ. 36 Καὶ εἶπεν Σαουλ Καταβῶμεν ὀπίσω τῶν ἀλλοϕύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς, ἕως διαϕαύσῃ ἡ ἡμέρα, καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν Πᾶν τὸ ἀγαϑὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ὁ ἱερεύς Προσέλϑωμεν ἐνταῦϑα πρὸς τὸν ϑεόν. 37 καὶ ἐπηρώτησεν Σαουλ τὸν ϑεόν Εἰ καταβῶ ὀπίσω τῶν ἀλλοϕύλων; εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ισραηλ; καὶ οὐκ ἀπεκρίϑη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 38 καὶ εἶπεν Σαουλ Προσαγάγετε ἐνταῦϑα πάσας τὰς γωνίας τοῦ Ισραηλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον· 39 ὅτι ζῇ κύριος ὁ σώσας τὸν Ισραηλ, ὅτι ἐὰν ἀποκριϑῇ κατὰ Ιωναϑαν τοῦ υἱοῦ μου, ϑανάτῳ ἀποϑανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ. 40 καὶ εἶπεν παντὶ Ισραηλ Ὑμεῖς ἔσεσϑε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ιωναϑαν ὁ υἱός μου ἐσόμεϑα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Τὸ ἀγαϑὸν ἐνώπιόν σου ποίει. 41 καὶ εἶπεν Σαουλ Κύριε ὁ ϑεὸς Ισραηλ, τί ὅτι οὐκ ἀπεκρίϑης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν Ιωναϑαν τῷ υἱῷ μου ἡ ἀδικία, κύριε ὁ ϑεὸς Ισραηλ, δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς Ἐν τῷ λαῷ σου Ισραηλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται Ιωναϑαν καὶ Σαουλ, καὶ ὁ λαὸς ἐξῆλϑεν. 42 καὶ εἶπεν Σαουλ Βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ιωναϑαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται κύριος, ἀποϑανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Οὐκ ἔστιν τὸ ῥῆμα τοῦτο. καὶ κατεκράτησεν Σαουλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ιωναϑαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται Ιωναϑαν. 43 καὶ εἶπεν Σαουλ πρὸς Ιωναϑαν Ἀπάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν αὐτῷ Ιωναϑαν καὶ εἶπεν Γευσάμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι· ἰδοὺ ἐγὼ ἀποϑνῄσκω. 44 καὶ εἶπεν αὐτῷ Σαουλ Τάδε ποιήσαι μοι ὁ ϑεὸς καὶ τάδε προσϑείη, ὅτι ϑανάτῳ ἀποϑανῇ σήμερον. 45 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαουλ Εἰ σήμερον ϑανατωϑήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ισραηλ; ζῇ κύριος, εἰ πεσεῖται τῆς τριχὸς τῆς κεϕαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ ϑεοῦ ἐποίησεν τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ Ιωναϑαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέϑανεν. – 46 καὶ ἀνέβη Σαουλ ἀπὸ ὄπισϑεν τῶν ἀλλοϕύλων, καὶ οἱ ἀλλόϕυλοι ἀπῆλϑον εἰς τὸν τόπον αὐτῶν. 47 Καὶ Σαουλ κατακληροῦται ἔργον ἐπὶ Ισραηλ. καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχϑροὺς αὐτοῦ, εἰς τὸν Μωαβ καὶ εἰς τοὺς υἱοὺς Αμμων καὶ εἰς τοὺς υἱοὺς Εδωμ καὶ εἰς τὸν Βαιϑεωρ καὶ εἰς βασιλέα Σουβα καὶ εἰς τοὺς ἀλλοϕύλους· οὗ ἂν ἐστράϕη, ἐσῴζετο. 48 καὶ ἐποίησεν δύναμιν καὶ ἐπάταξεν τὸν Αμαληκ καὶ ἐξείλατο τὸν Ισραηλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν. – 49 καὶ ἦσαν υἱοὶ Σαουλ Ιωναϑαν καὶ Ιεσσιου καὶ Μελχισα· καὶ ὀνόματα τῶν δύο ϑυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μεροβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχολ· 50 καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αχινοομ ϑυγάτηρ Αχιμαας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ Αβεννηρ υἱὸς Νηρ υἱοῦ οἰκείου Σαουλ· 51 καὶ Κις πατὴρ Σαουλ καὶ Νηρ πατὴρ Αβεννηρ υἱὸς Ιαμιν υἱοῦ Αβιηλ. – 52 καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοϕύλους πάσας τὰς ἡμέρας Σαουλ, καὶ ἰδὼν Σαουλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.

Liber Regum primus - Βασιλείων αʹ caput 15

1 Καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Ἐμὲ ἀπέστειλεν κύριος χρῖσαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ νῦν ἄκουε τῆς ϕωνῆς κυρίου· 2 τάδε εἶπεν κύριος σαβαωϑ Νῦν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τῷ Ισραηλ, ὡς ἀπήντησεν αὐτῷ ἐν τῇ ὁδῷ ἀναβαίνοντος αὐτοῦ ἐξ Αἰγύπτου· 3 καὶ νῦν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ περιποιήσῃ ἐξ αὐτοῦ καὶ ἐξολεϑρεύσεις αὐτὸν καὶ ἀναϑεματιεῖς αὐτὸν καὶ πάντα τὰ αὐτοῦ καὶ οὐ ϕείσῃ ἀπ᾽ αὐτοῦ καὶ ἀποκτενεῖς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως ϑηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου. 4 καὶ παρήγγειλεν Σαουλ τῷ λαῷ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων. 5 καὶ ἦλϑεν Σαουλ ἕως τῶν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τῷ χειμάρρῳ. 6 καὶ εἶπεν Σαουλ πρὸς τὸν Κιναῖον Ἄπελϑε καὶ ἔκκλινον ἐκ μέσου τοῦ Αμαληκίτου, μὴ προσϑῶ σε μετ᾽ αὐτοῦ, καὶ σὺ ἐποίησας ἔλεος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου· καὶ ἐξέκλινεν ὁ Κιναῖος ἐκ μέσου Αμαληκ. 7 καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου. 8 καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζῶντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομϕαίας. 9 καὶ περιεποιήσατο Σαουλ καὶ πᾶς ὁ λαὸς τὸν Αγαγ ζῶντα καὶ τὰ ἀγαϑὰ τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἐδεσμάτων καὶ τῶν ἀμπελώνων καὶ πάντων τῶν ἀγαϑῶν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεϑρεῦσαι· καὶ πᾶν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέϑρευσαν. 10 Καὶ ἐγενήϑη ῥῆμα κυρίου πρὸς Σαμουηλ λέγων 11 Παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα, ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισϑέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν. καὶ ἠϑύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα. 12 καὶ ὤρϑρισεν Σαμουηλ καὶ ἐπορεύϑη εἰς ἀπάντησιν Ισραηλ πρωί. καὶ ἀπηγγέλη τῷ Σαμουηλ λέγοντες Ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτῷ χεῖρα καὶ ἐπέστρεψεν τὸ ἅρμα. καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ, καὶ ἰδοὺ αὐτὸς ἀνέϕερεν ὁλοκαύτωσιν τῷ κυρίῳ τὰ πρῶτα τῶν σκύλων, ὧν ἤνεγκεν ἐξ Αμαληκ. 13 καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ, καὶ εἶπεν αὐτῷ Σαουλ Εὐλογητὸς σὺ τῷ κυρίῳ· ἔστησα πάντα, ὅσα ἐλάλησεν κύριος. 14 καὶ εἶπεν Σαμουηλ Καὶ τίς ἡ ϕωνὴ τοῦ ποιμνίου τούτου ἐν τοῖς ὠσίν μου καὶ ϕωνὴ τῶν βοῶν, ὧν ἐγὼ ἀκούω; 15 καὶ εἶπεν Σαουλ Ἐξ Αμαληκ ἤνεγκα αὐτά, ἃ περιεποιήσατο ὁ λαός, τὰ κράτιστα τοῦ ποιμνίου καὶ τῶν βοῶν, ὅπως τυϑῇ τῷ κυρίῳ ϑεῷ σου, καὶ τὰ λοιπὰ ἐξωλέϑρευσα. 16 καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Ἄνες καὶ ἀπαγγελῶ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα· καὶ εἶπεν αὐτῷ Λάλησον. 17 καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐχὶ μικρὸς σὺ εἶ ἐνώπιον αὐτοῦ ἡγούμενος σκήπτρου ϕυλῆς Ισραηλ; καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ. 18 καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι Πορεύϑητι καὶ ἐξολέϑρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ, τὸν Αμαληκ, καὶ πολεμήσεις αὐτούς, ἕως συντελέσῃς αὐτούς. 19 καὶ ἵνα τί οὐκ ἤκουσας τῆς ϕωνῆς κυρίου, ἀλλ᾽ ὥρμησας τοῦ ϑέσϑαι ἐπὶ τὰ σκῦλα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου; 20 καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Διὰ τὸ ἀκοῦσαί με τῆς ϕωνῆς τοῦ λαοῦ· καὶ ἐπορεύϑην ἐν τῇ ὁδῷ, ᾗ ἀπέστειλέν με κύριος, καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέϑρευσα· 21 καὶ ἔλαβεν ὁ λαὸς τῶν σκύλων ποίμνια καὶ βουκόλια, τὰ πρῶτα τοῦ ἐξολεϑρεύματος, ϑῦσαι ἐνώπιον κυρίου ϑεοῦ ἡμῶν ἐν Γαλγαλοις. 22 καὶ εἶπεν Σαμουηλ Εἰ ϑελητὸν τῷ κυρίῳ ὁλοκαυτώματα καὶ ϑυσίαι ὡς τὸ ἀκοῦσαι ϕωνῆς κυρίου; ἰδοὺ ἀκοὴ ὑπὲρ ϑυσίαν ἀγαϑὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν· 23 ὅτι ἁμαρτία οἰώνισμά ἐστιν, ὀδύνην καὶ πόνους ϑεραϕιν ἐπάγουσιν· ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουδενώσει σε κύριος μὴ εἶναι βασιλέα ἐπὶ Ισραηλ. 24 καὶ εἶπεν Σαουλ πρὸς Σαμουηλ Ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥῆμά σου, ὅτι ἐϕοβήϑην τὸν λαὸν καὶ ἤκουσα τῆς ϕωνῆς αὐτῶν· 25 καὶ νῦν ἆρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ᾽ ἐμοῦ, καὶ προσκυνήσω κυρίῳ τῷ ϑεῷ σου. 26 καὶ εἶπεν Σαμουηλ πρὸς Σαουλ Οὐκ ἀναστρέϕω μετὰ σοῦ, ὅτι ἐξουδένωσας τὸ ῥῆμα κυρίου, καὶ ἐξουδενώσει σε κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ τὸν Ισραηλ. 27 καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτοῦ τοῦ ἀπελϑεῖν. καὶ ἐκράτησεν Σαουλ τοῦ πτερυγίου τῆς διπλοίδος αὐτοῦ καὶ διέρρηξεν αὐτό· 28 καὶ εἶπεν πρὸς αὐτὸν Σαμουηλ Διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαϑῷ ὑπὲρ σέ· 29 καὶ διαιρεϑήσεται Ισραηλ εἰς δύο, καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει, ὅτι οὐχ ὡς ἄνϑρωπός ἐστιν τοῦ μετανοῆσαι αὐτός. 30 καὶ εἶπεν Σαουλ Ἡμάρτηκα, ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαοῦ μου καὶ ἀνάστρεψον μετ᾽ ἐμοῦ, καὶ προσκυνήσω τῷ κυρίῳ ϑεῷ σου. 31 καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ, καὶ προσεκύνησεν τῷ κυρίῳ. 32 καὶ εἶπεν Σαμουηλ Προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ. καὶ προσῆλϑεν πρὸς αὐτὸν Αγαγ τρέμων, καὶ εἶπεν Αγαγ Εἰ οὕτως πικρὸς ὁ ϑάνατος; 33 καὶ εἶπεν Σαμουηλ πρὸς Αγαγ Καϑότι ἠτέκνωσεν γυναῖκας ἡ ῥομϕαία σου, οὕτως ἀτεκνωϑήσεται ἐκ γυναικῶν ἡ μήτηρ σου. καὶ ἔσϕαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ. 34 καὶ ἀπῆλϑεν Σαμουηλ εἰς Αρμαϑαιμ, καὶ Σαουλ ἀνέβη εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα. 35 καὶ οὐ προσέϑετο Σαμουηλ ἔτι ἰδεῖν τὸν Σαουλ ἕως ἡμέρας ϑανάτου αὐτοῦ, ὅτι ἐπένϑει Σαμουηλ ἐπὶ Σαουλ· καὶ κύριος μετεμελήϑη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ.

Liber Regum primus - Βασιλείων αʹ caput 16

1 Καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἕως πότε σὺ πενϑεῖς ἐπὶ Σαουλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ισραηλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ιεσσαι ἕως εἰς Βηϑλεεμ, ὅτι ἑόρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλεύειν. 2 καὶ εἶπεν Σαμουηλ Πῶς πορευϑῶ; καὶ ἀκούσεται Σαουλ καὶ ἀποκτενεῖ με. καὶ εἶπεν κύριος Δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς Θῦσαι τῷ κυρίῳ ἥκω· 3 καὶ καλέσεις τὸν Ιεσσαι εἰς τὴν ϑυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἐὰν εἴπω πρὸς σέ. 4 καὶ ἐποίησεν Σαμουηλ πάντα, ἃ ἐλάλησεν αὐτῷ κύριος, καὶ ἦλϑεν εἰς Βηϑλεεμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν Εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων; 5 καὶ εἶπεν Εἰρήνη· ϑῦσαι τῷ κυρίῳ ἥκω, ἁγιάσϑητε καὶ εὐϕράνϑητε μετ᾽ ἐμοῦ σήμερον. καὶ ἡγίασεν τὸν Ιεσσαι καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν ϑυσίαν. 6 καὶ ἐγενήϑη ἐν τῷ αὐτοὺς εἰσιέναι καὶ εἶδεν τὸν Ελιαβ καὶ εἶπεν Ἀλλὰ καὶ ἐνώπιον κυρίου χριστὸς αὐτοῦ. 7 καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέϑους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνϑρωπος, ὄψεται ὁ ϑεός, ὅτι ἄνϑρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ ϑεὸς ὄψεται εἰς καρδίαν. 8 καὶ ἐκάλεσεν Ιεσσαι τὸν Αμιναδαβ, καὶ παρῆλϑεν κατὰ πρόσωπον Σαμουηλ· καὶ εἶπεν Οὐδὲ τοῦτον ἐξελέξατο κύριος. 9 καὶ παρήγαγεν Ιεσσαι τὸν Σαμα· καὶ εἶπεν Καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο κύριος. 10 καὶ παρήγαγεν Ιεσσαι τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουηλ· καὶ εἶπεν Σαμουηλ Οὐκ ἐξελέξατο κύριος ἐν τούτοις. 11 καὶ εἶπεν Σαμουηλ πρὸς Ιεσσαι Ἐκλελοίπασιν τὰ παιδάρια; καὶ εἶπεν Ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπεν Σαμουηλ πρὸς Ιεσσαι Ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιϑῶμεν ἕως τοῦ ἐλϑεῖν αὐτόν. 12 καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν· καὶ οὗτος πυρράκης μετὰ κάλλους ὀϕϑαλμῶν καὶ ἀγαϑὸς ὁράσει κυρίῳ· καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἀνάστα καὶ χρῖσον τὸν Δαυιδ, ὅτι οὗτος ἀγαϑός ἐστιν. 13 καὶ ἔλαβεν Σαμουηλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελϕῶν αὐτοῦ, καὶ ἐϕήλατο πνεῦμα κυρίου ἐπὶ Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουηλ καὶ ἀπῆλϑεν εἰς Αρμαϑαιμ. 14 Καὶ πνεῦμα κυρίου ἀπέστη ἀπὸ Σαουλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ κυρίου. 15 καὶ εἶπαν οἱ παῖδες Σαουλ πρὸς αὐτόν Ἰδοὺ δὴ πνεῦμα κυρίου πονηρὸν πνίγει σε· 16 εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου καὶ ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ σοὶ καὶ ψαλεῖ ἐν τῇ κινύρᾳ αὐτοῦ, καὶ ἀγαϑόν σοι ἔσται, καὶ ἀναπαύσει σε. 17 καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ Ἴδετε δή μοι ἄνδρα ὀρϑῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρὸς ἐμέ. 18 καὶ ἀπεκρίϑη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Ἰδοὺ ἑόρακα υἱὸν τῷ Ιεσσαι Βηϑλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετός, καὶ ὁ ἀνὴρ πολεμιστὴς καὶ σοϕὸς λόγῳ καὶ ἀνὴρ ἀγαϑὸς τῷ εἴδει, καὶ κύριος μετ᾽ αὐτοῦ. 19 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους πρὸς Ιεσσαι λέγων Ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυιδ τὸν ἐν τῷ ποιμνίῳ σου. 20 καὶ ἔλαβεν Ιεσσαι γομορ ἄρτων καὶ ἀσκὸν οἴνου καὶ ἔριϕον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυιδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαουλ. 21 καὶ εἰσῆλϑεν Δαυιδ πρὸς Σαουλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σϕόδρα, καὶ ἐγενήϑη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ. 22 καὶ ἀπέστειλεν Σαουλ πρὸς Ιεσσαι λέγων Παριστάσϑω δὴ Δαυιδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρεν χάριν ἐν ὀϕϑαλμοῖς μου. 23 καὶ ἐγενήϑη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαουλ καὶ ἐλάμβανεν Δαυιδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἀνέψυχεν Σαουλ, καὶ ἀγαϑὸν αὐτῷ, καὶ ἀϕίστατο ἀπ᾽ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.

Liber Regum primus - Βασιλείων αʹ caput 17

1 Καὶ συνάγουσιν ἀλλόϕυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχωϑ τῆς Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχωϑ καὶ ἀνὰ μέσον Αζηκα ἐν Εϕερμεμ. 2 καὶ Σαουλ καὶ οἱ ἄνδρες Ισραηλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι· αὐτοὶ παρατάσσονται εἰς πόλεμον ἐξ ἐναντίας ἀλλοϕύλων. 3 καὶ ἀλλόϕυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦϑα, καὶ Ισραηλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦϑα, καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτῶν. 4 καὶ ἐξῆλϑεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοϕύλων, Γολιαϑ ὄνομα αὐτῷ ἐκ Γεϑ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιϑαμῆς· 5 καὶ περικεϕαλαία ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ, καὶ ϑώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ ὁ σταϑμὸς τοῦ ϑώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου· 6 καὶ κνημῖδες χαλκαῖ ἐπάνω τῶν σκελῶν αὐτοῦ, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ· 7 καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑϕαινόντων, καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου· καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ. 8 καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν Ισραηλ καὶ εἶπεν αὐτοῖς Τί ἐκπορεύεσϑε παρατάξασϑαι πολέμῳ ἐξ ἐναντίας ἡμῶν; οὐκ ἐγώ εἰμι ἀλλόϕυλος καὶ ὑμεῖς Εβραῖοι τοῦ Σαουλ; ἐκλέξασϑε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με, 9 καὶ ἐὰν δυνηϑῇ πρὸς ἐμὲ πολεμῆσαι καὶ ἐὰν πατάξῃ με, καὶ ἐσόμεϑα ὑμῖν εἰς δούλους, ἐὰν δὲ ἐγὼ δυνηϑῶ καὶ πατάξω αὐτόν, ἔσεσϑε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν. 10 καὶ εἶπεν ὁ ἀλλόϕυλος Ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν Ισραηλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμϕότεροι. 11 καὶ ἤκουσεν Σαουλ καὶ πᾶς Ισραηλ τὰ ῥήματα τοῦ ἀλλοϕύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐϕοβήϑησαν σϕόδρα. 32 Καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Μὴ δὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ᾽ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοϕύλου τούτου. 33 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Οὐ μὴ δυνήσῃ πορευϑῆναι πρὸς τὸν ἀλλόϕυλον τοῦ πολεμεῖν μετ᾽ αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ. 34 καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανεν πρόβατον ἐκ τῆς ἀγέλης, 35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ᾽ ἐμέ, καὶ ἐκράτησα τοῦ ϕάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐϑανάτωσα αὐτόν· 36 καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου καὶ τὸν λέοντα, καὶ ἔσται ὁ ἀλλόϕυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτὸν καὶ ἀϕελῶ σήμερον ὄνειδος ἐξ Ισραηλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισεν παράταξιν ϑεοῦ ζῶντος; 37 κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοϕύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Πορεύου, καὶ ἔσται κύριος μετὰ σοῦ. 38 καὶ ἐνέδυσεν Σαουλ τὸν Δαυιδ μανδύαν καὶ περικεϕαλαίαν χαλκῆν περὶ τὴν κεϕαλὴν αὐτοῦ 39 καὶ ἔζωσεν τὸν Δαυιδ τὴν ῥομϕαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ. καὶ ἐκοπίασεν περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Οὐ μὴ δύνωμαι πορευϑῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀϕαιροῦσιν αὐτὰ ἀπ᾽ αὐτοῦ. 40 καὶ ἔλαβεν τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίϑους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔϑετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴν καὶ σϕενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλϑεν πρὸς τὸν ἄνδρα τὸν ἀλλόϕυλον. 42 καὶ εἶδεν Γολιαδ τὸν Δαυιδ καὶ ἠτίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀϕϑαλμῶν. 43 καὶ εἶπεν ὁ ἀλλόϕυλος πρὸς Δαυιδ Ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ᾽ ἐμὲ ἐν ῥάβδῳ καὶ λίϑοις; καὶ εἶπεν Δαυιδ Οὐχί, ἀλλ᾽ ἢ χείρω κυνός. καὶ κατηράσατο ὁ ἀλλόϕυλος τὸν Δαυιδ ἐν τοῖς ϑεοῖς αὐτοῦ. 44 καὶ εἶπεν ὁ ἀλλόϕυλος πρὸς Δαυιδ Δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσιν τῆς γῆς. 45 καὶ εἰπεν Δαυιδ πρὸς τὸν ἀλλόϕυλον Σὺ ἔρχῃ πρός με ἐν ῥομϕαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι κυρίου σαβαωϑ ϑεοῦ παρατάξεως Ισραηλ, ἣν ὠνείδισας σήμερον· 46 καὶ ἀποκλείσει σε κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀϕελῶ τὴν κεϕαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοϕύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα ἡ γῆ ὅτι ἔστιν ϑεὸς ἐν Ισραηλ· 47 καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ῥομϕαίᾳ καὶ δόρατι σῴζει κύριος, ὅτι τοῦ κυρίου ὁ πόλεμος, καὶ παραδώσει κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν. 48 καὶ ἀνέστη ὁ ἀλλόϕυλος καὶ ἐπορεύϑη εἰς συνάντησιν Δαυιδ. 49 καὶ ἐξέτεινεν Δαυιδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖϑεν λίϑον ἕνα καὶ ἐσϕενδόνησεν καὶ ἐπάταξεν τὸν ἀλλόϕυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέδυ ὁ λίϑος διὰ τῆς περικεϕαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 51 καὶ ἔδραμεν Δαυιδ καὶ ἐπέστη ἐπ᾽ αὐτὸν καὶ ἔλαβεν τὴν ῥομϕαίαν αὐτοῦ καὶ ἐϑανάτωσεν αὐτὸν καὶ ἀϕεῖλεν τὴν κεϕαλὴν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόϕυλοι ὅτι τέϑνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔϕυγον. 52 καὶ ἀνίστανται ἄνδρες Ισραηλ καὶ Ιουδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γεϑ καὶ ἕως τῆς πύλης Ἀσκαλῶνος, καὶ ἔπεσαν τραυματίαι τῶν ἀλλοϕύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γεϑ καὶ ἕως Ακκαρων. 53 καὶ ἀνέστρεψαν ἄνδρες Ισραηλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοϕύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν. 54 καὶ ἔλαβεν Δαυιδ τὴν κεϕαλὴν τοῦ ἀλλοϕύλου καὶ ἤνεγκεν αὐτὴν εἰς Ιερουσαλημ καὶ τὰ σκεύη αὐτοῦ ἔϑηκεν ἐν τῷ σκηνώματι αὐτοῦ.

Liber Regum primus - Βασιλείων αʹ caput 18

6 Καὶ ἐξῆλϑον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυιδ ἐκ πασῶν πόλεων Ισραηλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις, 7 καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ. 8 καὶ πονηρὸν ἐϕάνη τὸ ῥῆμα ἐν ὀϕϑαλμοῖς Σαουλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπεν Τῷ Δαυιδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας. 9 καὶ ἦν Σαουλ ὑποβλεπόμενος τὸν Δαυιδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα. 12 καὶ ἐϕοβήϑη Σαουλ ἀπὸ προσώπου Δαυιδ 13 καὶ ἀπέστησεν αὐτὸν ἀπ᾽ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον, καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσϑεν τοῦ λαοῦ. 14 καὶ ἦν Δαυιδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων, καὶ κύριος μετ᾽ αὐτοῦ. 15 καὶ εἶδεν Σαουλ ὡς αὐτὸς συνίει σϕόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ. 16 καὶ πᾶς Ισραηλ καὶ Ιουδας ἠγάπα τὸν Δαυιδ, ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ. 20 Καὶ ἠγάπησεν Μελχολ ἡ ϑυγάτηρ Σαουλ τὸν Δαυιδ, καὶ ἀπηγγέλη Σαουλ, καὶ ηὐϑύνϑη ἐν ὀϕϑαλμοῖς αὐτοῦ. 21 καὶ εἶπεν Σαουλ Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαουλ χεὶρ ἀλλοϕύλων· 22 καὶ ἐνετείλατο Σαουλ τοῖς παισὶν αὐτοῦ λέγων Λαλήσατε ὑμεῖς λάϑρᾳ τῷ Δαυιδ λέγοντες Ἰδοὺ ὁ βασιλεὺς ϑέλει ἐν σοί, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ. 23 καὶ ἐλάλησαν οἱ παῖδες Σαουλ εἰς τὰ ὦτα Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εἶπεν Δαυιδ Εἰ κοῦϕον ἐν ὀϕϑαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος. 24 καὶ ἀπήγγειλαν οἱ παῖδες Σαουλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησεν Δαυιδ. 25 καὶ εἶπεν Σαουλ Τάδε ἐρεῖτε τῷ Δαυιδ Οὐ βούλεται ὁ βασιλεὺς ἐν δόματι ἀλλ᾽ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοϕύλων ἐκδικῆσαι εἰς ἐχϑροὺς τοῦ βασιλέως· καὶ Σαουλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοϕύλων. 26 καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαουλ τῷ Δαυιδ τὰ ῥήματα ταῦτα, καὶ εὐϑύνϑη ὁ λόγος ἐν ὀϕϑαλμοῖς Δαυιδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ. 27 καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύϑη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοϕύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχολ ϑυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα. 28 καὶ εἶδεν Σαουλ ὅτι κύριος μετὰ Δαυιδ καὶ πᾶς Ισραηλ ἠγάπα αὐτόν, 29 καὶ προσέϑετο εὐλαβεῖσϑαι ἀπὸ Δαυιδ ἔτι.

Liber Regum primus - Βασιλείων αʹ caput 19

1 Καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναϑαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ ϑανατῶσαι τὸν Δαυιδ. καὶ Ιωναϑαν υἱὸς Σαουλ ᾑρεῖτο τὸν Δαυιδ σϕόδρα, 2 καὶ ἀπήγγειλεν Ιωναϑαν τῷ Δαυιδ λέγων Σαουλ ζητεῖ ϑανατῶσαί σε· ϕύλαξαι οὖν αὔριον πρωῒ καὶ κρύβηϑι καὶ κάϑισον κρυβῇ, 3 καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ, οὗ ἐὰν ᾖς ἐκεῖ, καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι ὅ τι ἐὰν ᾖ, καὶ ἀπαγγελῶ σοι. 4 καὶ ἐλάλησεν Ιωναϑαν περὶ Δαυιδ ἀγαϑὰ πρὸς Σαουλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν Μὴ ἁμαρτησάτω ὁ βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυιδ, ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ, καὶ τὰ ποιήματα αὐτοῦ ἀγαϑὰ σϕόδρα, 5 καὶ ἔϑετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόϕυλον, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ισραηλ εἶδον καὶ ἐχάρησαν· καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀϑῷον ϑανατῶσαι τὸν Δαυιδ δωρεάν; 6 καὶ ἤκουσεν Σαουλ τῆς ϕωνῆς Ιωναϑαν, καὶ ὤμοσεν Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀποϑανεῖται. 7 καὶ ἐκάλεσεν Ιωναϑαν τὸν Δαυιδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα, καὶ εἰσήγαγεν Ιωναϑαν τὸν Δαυιδ πρὸς Σαουλ, καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχϑὲς καὶ τρίτην ἡμέραν. – 8 καὶ προσέϑετο ὁ πόλεμος γενέσϑαι πρὸς Σαουλ, καὶ κατίσχυσεν Δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοϕύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σϕόδρα, καὶ ἔϕυγον ἐκ προσώπου αὐτοῦ. 9 Καὶ ἐγένετο πνεῦμα ϑεοῦ πονηρὸν ἐπὶ Σαουλ, καὶ αὐτὸς ἐν οἴκῳ καϑεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυιδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ· 10 καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ, καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ, καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον, καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώϑη. 11 καὶ ἐγενήϑη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους εἰς οἶκον Δαυιδ ϕυλάξαι αὐτὸν τοῦ ϑανατῶσαι αὐτὸν πρωί. καὶ ἀπήγγειλεν τῷ Δαυιδ Μελχολ ἡ γυνὴ αὐτοῦ λέγουσα Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην, αὔριον ϑανατωϑήσῃ. 12 καὶ κατάγει ἡ Μελχολ τὸν Δαυιδ διὰ τῆς ϑυρίδος, καὶ ἀπῆλϑεν καὶ ἔϕυγεν καὶ σῴζεται. 13 καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάϕια καὶ ἔϑετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔϑετο πρὸς κεϕαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ. 14 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ, καὶ λέγουσιν ἐνοχλεῖσϑαι αὐτόν. 15 καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυιδ λέγων Ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ ϑανατῶσαι αὐτόν. 16 καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάϕια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεϕαλῆς αὐτοῦ. 17 καὶ εἶπεν Σαουλ τῇ Μελχολ Ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχϑρόν μου καὶ διεσώϑη; καὶ εἶπεν Μελχολ τῷ Σαουλ Αὐτὸς εἶπεν Ἐξαπόστειλόν με· εἰ δὲ μή, ϑανατώσω σε. 18 Καὶ Δαυιδ ἔϕυγεν καὶ διεσώϑη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαϑαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ Σαουλ, καὶ ἐπορεύϑη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάϑισαν ἐν Ναυαϑ ἐν Ραμα. 19 καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες Ἰδοὺ Δαυιδ ἐν Ναυαϑ ἐν Ραμα. 20 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προϕητῶν, καὶ Σαμουηλ εἱστήκει καϑεστηκὼς ἐπ᾽ αὐτῶν, καὶ ἐγενήϑη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαουλ πνεῦμα ϑεοῦ, καὶ προϕητεύουσιν. 21 καὶ ἀπηγγέλη τῷ Σαουλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροϕήτευσαν καὶ αὐτοί. καὶ προσέϑετο Σαουλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἐπροϕήτευσαν καὶ αὐτοί. 22 καὶ ἐϑυμώϑη ὀργῇ Σαουλ καὶ ἐπορεύϑη καὶ αὐτὸς εἰς Αρμαϑαιμ καὶ ἔρχεται ἕως τοῦ ϕρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεϕι καὶ ἠρώτησεν καὶ εἶπεν Ποῦ Σαμουηλ καὶ Δαυιδ; καὶ εἶπαν Ἰδοὺ ἐν Ναυαϑ ἐν Ραμα. 23 καὶ ἐπορεύϑη ἐκεῖϑεν εἰς Ναυαϑ ἐν Ραμα, καὶ ἐγενήϑη καὶ ἐπ᾽ αὐτῷ πνεῦμα ϑεοῦ, καὶ ἐπορεύετο προϕητεύων ἕως τοῦ ἐλϑεῖν αὐτὸν εἰς Ναυαϑ ἐν Ραμα. 24 καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροϕήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον Εἰ καὶ Σαουλ ἐν προϕήταις;

Liber Regum primus - Βασιλείων αʹ caput 20

1 Καὶ ἀπέδρα Δαυιδ ἐκ Ναυαϑ ἐν Ραμα καὶ ἔρχεται ἐνώπιον Ιωναϑαν καὶ εἶπεν Τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου; 2 καὶ εἶπεν αὐτῷ Ιωναϑαν Μηδαμῶς σοι, οὐ μὴ ἀποϑάνῃς· ἰδοὺ οὐ μὴ ποιήσῃ ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου τὸ ῥῆμα τοῦτο; οὐκ ἔστιν τοῦτο. 3 καὶ ἀπεκρίϑη Δαυιδ τῷ Ιωναϑαν καὶ εἶπεν Γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀϕϑαλμοῖς σου, καὶ εἶπεν Μὴ γνώτω τοῦτο Ιωναϑαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι, καϑὼς εἶπον, ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ ϑανάτου. 4 καὶ εἶπεν Ιωναϑαν πρὸς Δαυιδ Τί ἐπιϑυμεῖ ἡ ψυχή σου καὶ τί ποιήσω σοι; 5 καὶ εἶπεν Δαυιδ πρὸς Ιωναϑαν Ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καϑίσας οὐ καϑήσομαι μετὰ τοῦ βασιλέως ϕαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης. 6 ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς Παραιτούμενος παρῃτήσατο ἀπ᾽ ἐμοῦ Δαυιδ δραμεῖν ἕως εἰς Βηϑλεεμ τὴν πόλιν αὐτοῦ, ὅτι ϑυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ ϕυλῇ. 7 ἐὰν τάδε εἴπῃ Ἀγαϑῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριϑῇ σοι, γνῶϑι ὅτι συντετέλεσται ἡ κακία παρ᾽ αὐτοῦ. 8 καὶ ποιήσεις ἔλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαϑήκην κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, ϑανάτωσόν με σύ· καὶ ἕως τοῦ πατρός σου ἵνα τί οὕτως εἰσάγεις με; 9 καὶ εἶπεν Ιωναϑαν Μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλϑεῖν ἐπὶ σέ· καὶ ἐὰν μή, εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελῶ σοι. 10 καὶ εἶπεν Δαυιδ πρὸς Ιωναϑαν Τίς ἀπαγγελεῖ μοι, ἐὰν ἀποκριϑῇ ὁ πατήρ σου σκληρῶς; 11 καὶ εἶπεν Ιωναϑαν πρὸς Δαυιδ Πορεύου καὶ μένε εἰς ἀγρόν. καὶ ἐκπορεύονται ἀμϕότεροι εἰς ἀγρόν. – 12 καὶ εἶπεν Ιωναϑαν πρὸς Δαυιδ Κύριος ὁ ϑεὸς Ισραηλ οἶδεν ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαϑὸν ᾖ περὶ Δαυιδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν· 13 τάδε ποιήσαι ὁ ϑεὸς τῷ Ιωναϑαν καὶ τάδε προσϑείη, ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε, καὶ ἀπελεύσῃ εἰς εἰρήνην· καὶ ἔσται κύριος μετὰ σοῦ, καϑὼς ἦν μετὰ τοῦ πατρός μου. 14 καὶ μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ᾽ ἐμοῦ, καὶ ἐὰν ϑανάτῳ ἀποϑάνω, 15 οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μὴ ἐν τῷ ἐξαίρειν κύριον τοὺς ἐχϑροὺς Δαυιδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς 16 ἐξαρϑῆναι τὸ ὄνομα τοῦ Ιωναϑαν ἀπὸ τοῦ οἴκου Δαυιδ, καὶ ἐκζητήσαι κύριος ἐχϑροὺς τοῦ Δαυιδ. 17 καὶ προσέϑετο ἔτι Ιωναϑαν ὀμόσαι τῷ Δαυιδ, ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν. 18 καὶ εἶπεν Ιωναϑαν Αὔριον νουμηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καϑέδρα σου. 19 καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου, οὗ ἐκρύβης ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καϑήσῃ παρὰ τὸ εργαβ ἐκεῖνο. 20 καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων ἐκπέμπων εἰς τὴν αματταρι· 21 καὶ ἰδοὺ ἀποστελῶ τὸ παιδάριον λέγων Δεῦρο εὑρέ μοι τὴν σχίζαν· ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ Ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λαβὲ αὐτήν, παραγίνου, ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος, ζῇ κύριος· 22 ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ Ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου, ὅτι ἐξαπέσταλκέν σε κύριος. 23 καὶ τὸ ῥῆμα, ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος. 24 Καὶ κρύπτεται Δαυιδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μήν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ ϕαγεῖν. 25 καὶ ἐκάϑισεν ὁ βασιλεὺς ἐπὶ τὴν καϑέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ, ἐπὶ τῆς καϑέδρας παρὰ τοῖχον, καὶ προέϕϑασεν τὸν Ιωναϑαν, καὶ ἐκάϑισεν Αβεννηρ ἐκ πλαγίων Σαουλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυιδ. 26 καὶ οὐκ ἐλάλησεν Σαουλ οὐδὲν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἶπεν Σύμπτωμα ϕαίνεται μὴ καϑαρὸς εἶναι, ὅτι οὐ κεκαϑάρισται. 27 καὶ ἐγενήϑη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυιδ, καὶ εἶπεν Σαουλ πρὸς Ιωναϑαν τὸν υἱὸν αὐτοῦ Τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ιεσσαι καὶ ἐχϑὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν; 28 καὶ ἀπεκρίϑη Ιωναϑαν τῷ Σαουλ καὶ εἶπεν αὐτῷ Παρῄτηται Δαυιδ παρ᾽ ἐμοῦ ἕως εἰς Βηϑλεεμ τὴν πόλιν αὐτοῦ πορευϑῆναι 29 καὶ εἶπεν Ἐξαπόστειλον δή με, ὅτι ϑυσία τῆς ϕυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρός με οἱ ἀδελϕοί μου, καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀϕϑαλμοῖς σου, διασωϑήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελϕούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως. 30 καὶ ἐϑυμώϑη ὀργῇ Σαουλ ἐπὶ Ιωναϑαν σϕόδρα καὶ εἶπεν αὐτῷ Υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ιεσσαι εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου; 31 ὅτι πάσας τὰς ἡμέρας, ἃς ὁ υἱὸς Ιεσσαι ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασϑήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λαβὲ τὸν νεανίαν, ὅτι υἱὸς ϑανάτου οὗτος. 32 καὶ ἀπεκρίϑη Ιωναϑαν τῷ Σαουλ Ἵνα τί ἀποϑνῄσκει; τί πεποίηκεν; 33 καὶ ἐπῆρεν Σαουλ τὸ δόρυ ἐπὶ Ιωναϑαν τοῦ ϑανατῶσαι αὐτόν. καὶ ἔγνω Ιωναϑαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ ϑανατῶσαι τὸν Δαυιδ, 34 καὶ ἀνεπήδησεν Ιωναϑαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ ϑυμοῦ καὶ οὐκ ἔϕαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐϑραύσϑη ἐπὶ τὸν Δαυιδ, ὅτι συνετέλεσεν ἐπ᾽ αὐτὸν ὁ πατὴρ αὐτοῦ. 35 Καὶ ἐγενήϑη πρωῒ καὶ ἐξῆλϑεν Ιωναϑαν εἰς ἀγρόν, καϑὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυιδ, καὶ παιδάριον μικρὸν μετ᾽ αὐτοῦ. 36 καὶ εἶπεν τῷ παιδαρίῳ Δράμε, εὑρέ μοι τὰς σχίζας, ἐν αἷς ἐγὼ ἀκοντίζω· καὶ τὸ παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν. 37 καὶ ἦλϑεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης, οὗ ἠκόντιζεν Ιωναϑαν, καὶ ἀνεβόησεν Ιωναϑαν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν Ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· 38 καὶ ἀνεβόησεν Ιωναϑαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων Ταχύνας σπεῦσον καὶ μὴ στῇς· καὶ ἀνέλεξεν τὸ παιδάριον Ιωναϑαν τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ. 39 καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐϑέν, πάρεξ Ιωναϑαν καὶ Δαυιδ ἔγνωσαν τὸ ῥῆμα. 40 καὶ Ιωναϑαν ἔδωκεν τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ Πορεύου εἴσελϑε εἰς τὴν πόλιν. 41 καὶ ὡς εἰσῆλϑεν τὸ παιδάριον, καὶ Δαυιδ ἀνέστη ἀπὸ τοῦ εργαβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεϕίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης. 42 καὶ εἶπεν Ιωναϑαν Πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμϕότεροι ἐν ὀνόματι κυρίου λέγοντες Κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός μου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.

Liber Regum primus - Βασιλείων αʹ caput 21

1 καὶ ἀνέστη Δαυιδ καὶ ἀπῆλϑεν, καὶ Ιωναϑαν εἰσῆλϑεν εἰς τὴν πόλιν. 2 Καὶ ἔρχεται Δαυιδ εἰς Νομβα πρὸς Αβιμελεχ τὸν ἱερέα. καὶ ἐξέστη Αβιμελεχ τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπεν αὐτῷ Τί ὅτι σὺ μόνος καὶ οὐϑεὶς μετὰ σοῦ; 3 καὶ εἶπεν Δαυιδ τῷ ἱερεῖ Ὁ βασιλεὺς ἐντέταλταί μοι ῥῆμα σήμερον καὶ εἶπέν μοι Μηδεὶς γνώτω τὸ ῥῆμα, περὶ οὗ ἐγὼ ἀποστέλλω σε καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι· καὶ τοῖς παιδαρίοις διαμεμαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πίστις, Φελλανι Αλεμωνι· 4 καὶ νῦν εἰ εἰσὶν ὑπὸ τὴν χεῖρά σου πέντε ἄρτοι, δὸς εἰς χεῖρά μου τὸ εὑρεϑέν. 5 καὶ ἀπεκρίϑη ὁ ἱερεὺς τῷ Δαυιδ καὶ εἶπεν Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ᾽ ἢ ἄρτοι ἅγιοι εἰσίν· εἰ πεϕυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ γυναικός, καὶ ϕάγεται. 6 καὶ ἀπεκρίϑη Δαυιδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ Ἀλλὰ ἀπὸ γυναικὸς ἀπεσχήμεϑα ἐχϑὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελϑεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα, καὶ αὐτὴ ἡ ὁδὸς βέβηλος, διότι ἁγιασϑήσεται σήμερον διὰ τὰ σκεύη μου. 7 καὶ ἔδωκεν αὐτῷ Αβιμελεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προϑέσεως, ὅτι οὐκ ἦν ἐκεῖ ἄρτος ὅτι ἀλλ᾽ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀϕῃρημένοι ἐκ προσώπου κυρίου παρατεϑῆναι ἄρτον ϑερμὸν ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. 8 καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαουλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαραν ἐνώπιον κυρίου, καὶ ὄνομα αὐτῷ Δωηκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαουλ. 9 καὶ εἶπεν Δαυιδ πρὸς Αβιμελεχ Ἰδὲ εἰ ἔστιν ἐνταῦϑα ὑπὸ τὴν χεῖρά σου δόρυ ἢ ῥομϕαία, ὅτι τὴν ῥομϕαίαν μου καὶ τὰ σκεύη οὐκ εἴληϕα ἐν τῇ χειρί μου, ὅτι ἦν τὸ ῥῆμα τοῦ βασιλέως κατὰ σπουδήν. 10 καὶ εἶπεν ὁ ἱερεύς Ἰδοὺ ἡ ῥομϕαία Γολιαϑ τοῦ ἀλλοϕύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ηλα, καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ σεαυτῷ, λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦϑα. καὶ εἶπεν Δαυιδ Ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν. 11 καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυιδ καὶ ἔϕυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαουλ. Καὶ ἦλϑεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεϑ. 12 καὶ εἶπαν οἱ παῖδες Αγχους πρὸς αὐτόν Οὐχὶ οὗτος Δαυιδ ὁ βασιλεὺς τῆς γῆς; οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ; 13 καὶ ἔϑετο Δαυιδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐϕοβήϑη σϕόδρα ἀπὸ προσώπου Αγχους βασιλέως Γεϑ. 14 καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς ϑύραις τῆς πόλεως καὶ παρεϕέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς ϑύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ. 15 καὶ εἶπεν Αγχους πρὸς τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρός με; 16 ἦ ἐλαττοῦμαι ἐπιλήμπτων ἐγώ, ὅτι εἰσαγειόχατε αὐτὸν ἐπιλημπτεύεσϑαι πρός με; οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν.

Liber Regum primus - Βασιλείων αʹ caput 22

1 Καὶ ἀπῆλϑεν ἐκεῖϑεν Δαυιδ καὶ διεσώϑη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Οδολλαμ. καὶ ἀκούουσιν οἱ ἀδελϕοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ. 2 καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ᾽ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ᾽ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες. 3 καὶ ἀπῆλϑεν Δαυιδ ἐκεῖϑεν εἰς Μασσηϕα τῆς Μωαβ καὶ εἶπεν πρὸς βασιλέα Μωαβ Γινέσϑωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ ϑεός. 4 καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωαβ, καὶ κατῴκουν μετ᾽ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυιδ ἐν τῇ περιοχῇ. 5 καὶ εἶπεν Γαδ ὁ προϕήτης πρὸς Δαυιδ Μὴ κάϑου ἐν τῇ περιοχῇ, πορεύου καὶ ἥξεις εἰς γῆν Ιουδα. καὶ ἐπορεύϑη Δαυιδ καὶ ἦλϑεν καὶ ἐκάϑισεν ἐν πόλει Σαριχ. 6 Καὶ ἤκουσεν Σαουλ ὅτι ἔγνωσται Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ· καὶ Σαουλ ἐκάϑητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμα, καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ. 7 καὶ εἶπεν Σαουλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ καὶ εἶπεν αὐτοῖς Ἀκούσατε δή, υἱοὶ Βενιαμιν· εἰ ἀληϑῶς πᾶσιν ὑμῖν δώσει ὁ υἱὸς Ιεσσαι ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους; 8 ὅτι σύγκεισϑε πάντες ὑμεῖς ἐπ᾽ ἐμέ, καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαϑέσϑαι τὸν υἱόν μου διαϑήκην μετὰ τοῦ υἱοῦ Ιεσσαι, καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δοῦλόν μου ἐπ᾽ ἐμὲ εἰς ἐχϑρὸν ὡς ἡ ἡμέρα αὕτη. 9 καὶ ἀποκρίνεται Δωηκ ὁ Σύρος ὁ καϑεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαουλ καὶ εἶπεν Ἑόρακα τὸν υἱὸν Ιεσσαι παραγινόμενον εἰς Νομβα πρὸς Αβιμελεχ υἱὸν Αχιτωβ τὸν ἱερέα, 10 καὶ ἠρώτα αὐτῷ διὰ τοῦ ϑεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ῥομϕαίαν Γολιαδ τοῦ ἀλλοϕύλου ἔδωκεν αὐτῷ. 11 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Αβιμελεχ υἱὸν Αχιτωβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβα, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα. 12 καὶ εἶπεν Σαουλ Ἄκουε δή, υἱὲ Αχιτωβ. καὶ εἶπεν Ἰδοὺ ἐγώ· λάλει, κύριε. 13 καὶ εἶπεν αὐτῷ Σαουλ Ἵνα τί συνέϑου κατ᾽ ἐμοῦ σὺ καὶ ὁ υἱὸς Ιεσσαι δοῦναί σε αὐτῷ ἄρτον καὶ ῥομϕαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ ϑεοῦ ϑέσϑαι αὐτὸν ἐπ᾽ ἐμὲ εἰς ἐχϑρὸν ὡς ἡ ἡμέρα αὕτη; 14 καὶ ἀπεκρίϑη τῷ βασιλεῖ καὶ εἶπεν Καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυιδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου; 15 ἦ σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ ϑεοῦ; μηδαμῶς. μὴ δότω ὁ βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐϕ᾽ ὅλον τὸν οἶκον τοῦ πατρός μου, ὅτι οὐκ ᾔδει ὁ δοῦλος ὁ σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν ἢ μέγα. 16 καὶ εἶπεν ὁ βασιλεὺς Σαουλ Θανάτῳ ἀποϑανῇ, Αβιμελεχ, σὺ καὶ πᾶς ὁ οἶκος τοῦ πατρός σου. 17 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐϕεστηκόσιν ἐπ᾽ αὐτόν Προσαγάγετε καὶ ϑανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυιδ, καὶ ὅτι ἔγνωσαν ὅτι ϕεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήϑησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς κυρίου. 18 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωηκ Ἐπιστρέϕου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράϕη Δωηκ ὁ Σύρος καὶ ἐϑανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας εϕουδ. 19 καὶ τὴν Νομβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομϕαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως ϑηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. – 20 καὶ διασῴζεται υἱὸς εἷς τῷ Αβιμελεχ υἱῷ Αχιτωβ, καὶ ὄνομα αὐτῷ Αβιαϑαρ, καὶ ἔϕυγεν ὀπίσω Δαυιδ. 21 καὶ ἀπήγγειλεν Αβιαϑαρ τῷ Δαυιδ ὅτι ἐϑανάτωσεν Σαουλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου. 22 καὶ εἶπεν Δαυιδ τῷ Αβιαϑαρ Ἤιδειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαουλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου· 23 κάϑου μετ᾽ ἐμοῦ, μὴ ϕοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεϕύλαξαι σὺ παρ᾽ ἐμοί.

Liber Regum primus - Βασιλείων αʹ caput 23

1 Καὶ ἀπηγγέλη τῷ Δαυιδ λέγοντες Ἰδοὺ οἱ ἀλλόϕυλοι πολεμοῦσιν ἐν τῇ Κειλα, καὶ αὐτοὶ διαρπάζουσιν, καταπατοῦσιν τοὺς ἅλω. 2 καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων Εἰ πορευϑῶ καὶ πατάξω τοὺς ἀλλοϕύλους τούτους; καὶ εἶπεν κύριος Πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοϕύλοις τούτοις καὶ σώσεις τὴν Κειλα. 3 καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυιδ πρὸς αὐτόν Ἰδοὺ ἡμεῖς ἐνταῦϑα ἐν τῇ Ιουδαίᾳ ϕοβούμεϑα, καὶ πῶς ἔσται ἐὰν πορευϑῶμεν εἰς Κειλα; εἰς τὰ σκῦλα τῶν ἀλλοϕύλων εἰσπορευσόμεϑα. 4 καὶ προσέϑετο Δαυιδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου, καὶ ἀπεκρίϑη αὐτῷ κύριος καὶ εἶπεν πρὸς αὐτόν Ἀνάστηϑι καὶ κατάβηϑι εἰς Κειλα, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοϕύλους εἰς χεῖράς σου. 5 καὶ ἐπορεύϑη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ εἰς Κειλα καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοϕύλοις, καὶ ἔϕυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικοῦντας Κειλα. 6 Καὶ ἐγένετο ἐν τῷ ϕυγεῖν Αβιαϑαρ υἱὸν Αβιμελεχ πρὸς Δαυιδ καὶ αὐτὸς μετὰ Δαυιδ εἰς Κειλα κατέβη ἔχων εϕουδ ἐν τῇ χειρὶ αὐτοῦ. 7 καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κειλα, καὶ εἶπεν Σαουλ Πέπρακεν αὐτὸν ὁ ϑεὸς εἰς χεῖράς μου, ὅτι ἀποκέκλεισται εἰσελϑὼν εἰς πόλιν ϑυρῶν καὶ μοχλῶν. 8 καὶ παρήγγειλεν Σαουλ παντὶ τῷ λαῷ εἰς πόλεμον καταβαίνειν εἰς Κειλα συνέχειν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ. 9 καὶ ἔγνω Δαυιδ ὅτι οὐ παρασιωπᾷ Σαουλ περὶ αὐτοῦ τὴν κακίαν, καὶ εἶπεν Δαυιδ πρὸς Αβιαϑαρ τὸν ἱερέα Προσάγαγε τὸ εϕουδ κυρίου. 10 καὶ εἶπεν Δαυιδ Κύριε ὁ ϑεὸς Ισραηλ, ἀκούων ἀκήκοεν ὁ δοῦλός σου ὅτι ζητεῖ Σαουλ ἐλϑεῖν ἐπὶ Κειλα διαϕϑεῖραι τὴν πόλιν δι᾽ ἐμέ. 11 εἰ ἀποκλεισϑήσεται; καὶ νῦν εἰ καταβήσεται Σαουλ, καϑὼς ἤκουσεν ὁ δοῦλός σου; κύριε ὁ ϑεὸς Ισραηλ, ἀπάγγειλον τῷ δούλῳ σου. καὶ εἶπεν κύριος Ἀποκλεισϑήσεται. 13 καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλϑον ἐκ Κειλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύϑησαν· καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κειλα, καὶ ἀνῆκεν τοῦ ἐξελϑεῖν. 14 Καὶ ἐκάϑισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάϑητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιϕ ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ. 15 καὶ εἶδεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ τοῦ ζητεῖν τὸν Δαυιδ· καὶ Δαυιδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζιϕ. 16 καὶ ἀνέστη Ιωναϑαν υἱὸς Σαουλ καὶ ἐπορεύϑη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ. 17 καὶ εἶπεν πρὸς αὐτόν Μὴ ϕοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαουλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαουλ ὁ πατήρ μου οἶδεν οὕτως. 18 καὶ διέϑεντο ἀμϕότεροι διαϑήκην ἐνώπιον κυρίου. καὶ ἐκάϑητο Δαυιδ ἐν Καινῇ, καὶ Ιωναϑαν ἀπῆλϑεν εἰς οἶκον αὐτοῦ. 19 Καὶ ἀνέβησαν οἱ Ζιϕαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ᾽ ἡμῖν ἐν Μεσσαρα ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν; 20 καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως. 21 καὶ εἶπεν αὐτοῖς Σαουλ Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ· 22 πορεύϑητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ, ἐν τάχει ἐκεῖ οὗ εἴπατε, μήποτε πανουργεύσηται· 23 καὶ ἴδετε καὶ γνῶτε, καὶ πορευσόμεϑα μεϑ᾽ ὑμῶν, καὶ ἔσται εἰ ἔστιν ἐπὶ τῆς γῆς, καὶ ἐξερευνήσω αὐτὸν ἐν πάσαις χιλιάσιν Ιουδα. 24 καὶ ἀνέστησαν οἱ Ζιϕαῖοι καὶ ἐπορεύϑησαν ἔμπροσϑεν Σαουλ· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ἐρήμῳ τῇ Μααν καϑ᾽ ἑσπέραν ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν. 25 καὶ ἐπορεύϑη Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ζητεῖν αὐτόν· καὶ ἀπήγγειλαν τῷ Δαυιδ, καὶ κατέβη εἰς τὴν πέτραν τὴν ἐν τῇ ἐρήμῳ Μααν· καὶ ἤκουσεν Σαουλ καὶ κατεδίωξεν ὀπίσω Δαυιδ εἰς τὴν ἔρημον Μααν. 26 καὶ πορεύονται Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου, καὶ ἦν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ ὄρους τούτου· καὶ ἦν Δαυιδ σκεπαζόμενος πορεύεσϑαι ἀπὸ προσώπου Σαουλ, καὶ Σαουλ καὶ οἱ ἄνδρες αὐτοῦ παρενέβαλον ἐπὶ Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ συλλαβεῖν αὐτούς. 27 καὶ ἄγγελος πρὸς Σαουλ ἦλϑεν λέγων Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέϑεντο οἱ ἀλλόϕυλοι ἐπὶ τὴν γῆν. 28 καὶ ἀνέστρεψεν Σαουλ μὴ καταδιώκειν ὀπίσω Δαυιδ καὶ ἐπορεύϑη εἰς συνάντησιν τῶν ἀλλοϕύλων· διὰ τοῦτο ἐπεκλήϑη ὁ τόπος ἐκεῖνος Πέτρα ἡ μερισϑεῖσα.

Liber Regum primus - Βασιλείων αʹ caput 24

1 Καὶ ἀνέβη Δαυιδ ἐκεῖϑεν καὶ ἐκάϑισεν ἐν τοῖς στενοῖς Εγγαδδι. 2 καὶ ἐγενήϑη ὡς ἀνέστρεψεν Σαουλ ἀπὸ ὄπισϑεν τῶν ἀλλοϕύλων, καὶ ἀπηγγέλη αὐτῷ λεγόντων ὅτι Δαυιδ ἐν τῇ ἐρήμῳ Εγγαδδι. 3 καὶ ἔλαβεν μεϑ᾽ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτοὺς ἐκ παντὸς Ισραηλ καὶ ἐπορεύϑη ζητεῖν τὸν Δαυιδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Σαδαιεμ. 4 καὶ ἦλϑεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ Σαουλ εἰσῆλϑεν παρασκευάσασϑαι· καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάϑηντο. 5 καὶ εἶπον οἱ ἄνδρες Δαυιδ πρὸς αὐτόν Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπεν κύριος πρὸς σὲ παραδοῦναι τὸν ἐχϑρόν σου εἰς τὰς χεῖράς σου καὶ ποιήσεις αὐτῷ ὡς ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου. καὶ ἀνέστη Δαυιδ καὶ ἀϕεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος τῆς Σαουλ λαϑραίως. 6 καὶ ἐγενήϑη μετὰ ταῦτα καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτόν, ὅτι ἀϕεῖλεν τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ, 7 καὶ εἶπεν Δαυιδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ χριστῷ κυρίου ἐπενέγκαι χεῖρά μου ἐπ᾽ αὐτόν, ὅτι χριστὸς κυρίου ἐστὶν οὗτος· 8 καὶ ἔπεισεν Δαυιδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας ϑανατῶσαι τὸν Σαουλ. καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ὁδόν. 9 καὶ ἀνέστη Δαυιδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου, καὶ ἐβόησεν Δαυιδ ὀπίσω Σαουλ λέγων Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαουλ εἰς τὰ ὀπίσω αὐτοῦ, καὶ ἔκυψεν Δαυιδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 10 καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων Ἰδοὺ Δαυιδ ζητεῖ τὴν ψυχήν σου; 11 ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀϕϑαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήϑην ἀποκτεῖναί σε καὶ ἐϕεισάμην σου καὶ εἶπα Οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς κυρίου οὗτός ἐστιν. 12 καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοίδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀϕῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶϑι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀϑέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν. 13 δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί, 14 καϑὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. 15 καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ Ισραηλ; ὀπίσω τίνος καταδιώκεις σύ; ὀπίσω κυνὸς τεϑνηκότος καὶ ὀπίσω ψύλλου ἑνός. 16 γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου. 17 καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαουλ, καὶ εἶπεν Σαουλ Ἦ ϕωνή σου αὕτη, τέκνον Δαυιδ; καὶ ἦρεν τὴν ϕωνὴν αὐτοῦ Σαουλ καὶ ἔκλαυσεν. 18 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαϑά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά. 19 καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαϑά, ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με· 20 καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχϑρὸν αὐτοῦ ἐν ϑλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαϑῇ, καὶ κύριος ἀνταποτείσει αὐτῷ ἀγαϑά, καϑὼς πεποίηκας σήμερον. 21 καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ. 22 καὶ νῦν ὄμοσόν μοι ἐν κυρίῳ ὅτι οὐκ ἐξολεϑρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀϕανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. 23 καὶ ὤμοσεν Δαυιδ τῷ Σαουλ. καὶ ἀπῆλϑεν Σαουλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν.

Liber Regum primus - Βασιλείων αʹ caput 25

1 Καὶ ἀπέϑανεν Σαμουηλ, καὶ συναϑροίζονται πᾶς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ ϑάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Αρμαϑαιμ. – καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν. 2 καὶ ἦν ἄνϑρωπος ἐν τῇ Μααν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνϑρωπος μέγας σϕόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήϑη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ. 3 καὶ ὄνομα τῷ ἀνϑρώπῳ Ναβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αβιγαια· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαϑὴ συνέσει καὶ καλὴ τῷ εἴδει σϕόδρα, καὶ ὁ ἄνϑρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν, καὶ ὁ ἄνϑρωπος κυνικός. 4 καὶ ἤκουσεν Δαυιδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ, 5 καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἶπεν τοῖς παιδαρίοις Ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλϑατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην 6 καὶ ἐρεῖτε τάδε Εἰς ὥρας· καὶ σὺ ὑγιαίνων, καὶ ὁ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα. 7 καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοι· νῦν οἱ ποιμένες σου, οἳ ἦσαν μεϑ᾽ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεϑα αὐτοῖς οὐϑὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ· 8 ἐρώτησον τὰ παιδάριά σου, καὶ ἀπαγγελοῦσίν σοι. καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀϕϑαλμοῖς σου, ὅτι ἐϕ᾽ ἡμέραν ἀγαϑὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυιδ. 9 καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσιν τοὺς λόγους τούτους πρὸς Ναβαλ κατὰ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυιδ. καὶ ἀνεπήδησεν 10 καὶ ἀπεκρίϑη Ναβαλ τοῖς παισὶν Δαυιδ καὶ εἶπεν Τίς ὁ Δαυιδ καὶ τίς ὁ υἱὸς Ιεσσαι; σήμερον πεπληϑυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ. 11 καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ ϑύματά μου, ἃ τέϑυκα τοῖς κείρουσίν μου, τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν, οἷς οὐκ οἶδα πόϑεν εἰσίν; 12 καὶ ἀπεστράϕησαν τὰ παιδάρια Δαυιδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλϑον καὶ ἀνήγγειλαν τῷ Δαυιδ κατὰ τὰ ῥήματα ταῦτα. 13 καὶ εἶπεν Δαυιδ τοῖς ἀνδράσιν αὐτοῦ Ζώσασϑε ἕκαστος τὴν ῥομϕαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυιδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάϑισαν μετὰ τῶν σκευῶν. 14 καὶ τῇ Αβιγαια γυναικὶ Ναβαλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων Ἰδοὺ Δαυιδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ᾽ αὐτῶν. 15 καὶ οἱ ἄνδρες ἀγαϑοὶ ἡμῖν σϕόδρα· οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν πάσας τὰς ἡμέρας, ἃς ἦμεν παρ᾽ αὐτοῖς· καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ 16 ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας, ἃς ἤμεϑα παρ᾽ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον. 17 καὶ νῦν γνῶϑι καὶ ἰδὲ τί σὺ ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμός, καὶ οὐκ ἔστιν λαλῆσαι πρὸς αὐτόν. 18 καὶ ἔσπευσεν Αβιγαια καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οιϕι ἀλϕίτου καὶ γομορ ἓν σταϕίδος καὶ διακοσίας παλάϑας καὶ ἔϑετο ἐπὶ τοὺς ὄνους 19 καὶ εἶπεν τοῖς παιδαρίοις αὐτῆς Προπορεύεσϑε ἔμπροσϑέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλεν. 20 καὶ ἐγενήϑη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς, καὶ ἀπήντησεν αὐτοῖς. 21 καὶ Δαυιδ εἶπεν Ἴσως εἰς ἄδικον πεϕύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεϑα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐϑέν, καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαϑῶν· 22 τάδε ποιήσαι ὁ ϑεὸς τῷ Δαυιδ καὶ τάδε προσϑείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Ναβαλ ἕως πρωῒ οὐροῦντα πρὸς τοῖχον. 23 καὶ εἶδεν Αβιγαια τὸν Δαυιδ καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυιδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν 24 ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν Ἐν ἐμοί, κύριέ μου, ἡ ἀδικία· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον τῆς δούλης σου λόγον. 25 μὴ δὴ ϑέσϑω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνϑρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὕτως ἐστίν· Ναβαλ ὄνομα αὐτῷ, καὶ ἀϕροσύνη μετ᾽ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάριά σου, ἃ ἀπέστειλας. 26 καὶ νῦν, κύριε, ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, καϑὼς ἐκώλυσέν σε κύριος τοῦ μὴ ἐλϑεῖν εἰς αἷμα ἀϑῷον καὶ σῴζειν τὴν χεῖρά σού σοι, καὶ νῦν γένοιντο ὡς Ναβαλ οἱ ἐχϑροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά. 27 καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσιν τῷ κυρίῳ μου. 28 ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου ὁ κύριός μου πολεμεῖ, καὶ κακία οὐχ εὑρεϑήσεται ἐν σοὶ πώποτε. 29 καὶ ἀναστήσεται ἄνϑρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ἡ ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ κυρίῳ τῷ ϑεῷ, καὶ ψυχὴν ἐχϑρῶν σου σϕενδονήσεις ἐν μέσῳ τῆς σϕενδόνης. 30 καὶ ἔσται ὅτι ποιήσει κύριος τῷ κυρίῳ μου πάντα, ὅσα ἐλάλησεν ἀγαϑὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι κύριος εἰς ἡγούμενον ἐπὶ Ισραηλ, 31 καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀϑῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίου μου αὐτῷ. καὶ ἀγαϑώσει κύριος τῷ κυρίῳ μου, καὶ μνησϑήσῃ τῆς δούλης σου ἀγαϑῶσαι αὐτῇ. 32 καὶ εἶπεν Δαυιδ τῇ Αβιγαια Εὐλογητὸς κύριος ὁ ϑεὸς Ισραηλ, ὃς ἀπέστειλέν σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μου, 33 καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλϑεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί. 34 πλὴν ὅτι ζῇ κύριος ὁ ϑεὸς Ισραηλ, ὃς ἀπεκώλυσέν με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα Εἰ ὑπολειϕϑήσεται τῷ Ναβαλ ἕως ϕωτὸς τοῦ πρωῒ οὐρῶν πρὸς τοῖχον. 35 καὶ ἔλαβεν Δαυιδ ἐκ χειρὸς αὐτῆς πάντα, ἃ ἔϕερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ Ἀνάβηϑι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε ἤκουσα τῆς ϕωνῆς σου καὶ ᾑρέτισα τὸ πρόσωπόν σου. 36 καὶ παρεγενήϑη Αβιγαια πρὸς Ναβαλ, καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως, καὶ ἡ καρδία Ναβαλ ἀγαϑὴ ἐπ᾽ αὐτόν, καὶ αὐτὸς μεϑύων ἕως σϕόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως ϕωτὸς τοῦ πρωί. 37 καὶ ἐγένετο πρωί, ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Ναβαλ, ἀπήγγειλεν αὐτῷ ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα, καὶ ἐναπέϑανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίϑος. 38 καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξεν κύριος τὸν Ναβαλ, καὶ ἀπέϑανεν. 39 καὶ ἤκουσεν Δαυιδ καὶ εἶπεν Εὐλογητὸς κύριος, ὃς ἔκρινεν τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Ναβαλ καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν, καὶ τὴν κακίαν Ναβαλ ἀπέστρεψεν κύριος εἰς κεϕαλὴν αὐτοῦ. καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐλάλησεν περὶ Αβιγαιας λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα. 40 καὶ ἦλϑον οἱ παῖδες Δαυιδ πρὸς Αβιγαιαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες Δαυιδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λαβεῖν σε αὐτῷ εἰς γυναῖκα. 41 καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν Ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου. 42 καὶ ἀνέστη Αβιγαια καὶ ἐπέβη ἐπὶ τὴν ὄνον, καὶ πέντε κοράσια ἠκολούϑουν αὐτῇ, καὶ ἐπορεύϑη ὀπίσω τῶν παίδων Δαυιδ καὶ γίνεται αὐτῷ εἰς γυναῖκα. 43 καὶ τὴν Αχινααμ ἔλαβεν Δαυιδ ἐξ Ιεζραελ, καὶ ἀμϕότεραι ἦσαν αὐτῷ γυναῖκες. 44 καὶ Σαουλ ἔδωκεν Μελχολ τὴν ϑυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυιδ τῷ Φαλτι υἱῷ Λαις τῷ ἐκ Ρομμα.

Liber Regum primus - Βασιλείων αʹ caput 26

1 Καὶ ἔρχονται οἱ Ζιϕαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαουλ εἰς τὸν βουνὸν λέγοντες Ἰδοὺ Δαυιδ σκεπάζεται μεϑ᾽ ἡμῶν ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ κατὰ πρόσωπον τοῦ Ιεσσαιμουν. 2 καὶ ἀνέστη Σαουλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζιϕ καὶ μετ᾽ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ισραηλ ζητεῖν τὸν Δαυιδ ἐν τῇ ἐρήμῳ Ζιϕ. 3 καὶ παρενέβαλεν Σαουλ ἐν τῷ βουνῷ τοῦ Εχελα ἐπὶ προσώπου τοῦ Ιεσσαιμουν ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυιδ ἐκάϑισεν ἐν τῇ ἐρήμῳ. καὶ εἶδεν Δαυιδ ὅτι ἥκει Σαουλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον, 4 καὶ ἀπέστειλεν Δαυιδ κατασκόπους καὶ ἔγνω ὅτι ἥκει Σαουλ ἕτοιμος ἐκ Κειλα. 5 καὶ ἀνέστη Δαυιδ λάϑρᾳ καὶ εἰσπορεύεται εἰς τὸν τόπον, οὗ ἐκάϑευδεν ἐκεῖ Σαουλ, καὶ ἐκεῖ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος αὐτοῦ, καὶ Σαουλ ἐκάϑευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ. 6 καὶ ἀπεκρίϑη Δαυιδ καὶ εἶπεν πρὸς Αχιμελεχ τὸν Χετταῖον καὶ πρὸς Αβεσσα υἱὸν Σαρουιας ἀδελϕὸν Ιωαβ λέγων Τίς εἰσελεύσεται μετ᾽ ἐμοῦ πρὸς Σαουλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Αβεσσα Ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ. 7 καὶ εἰσπορεύεται Δαυιδ καὶ Αβεσσα εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαουλ καϑεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ ἐμπεπηγὸς εἰς τὴν γῆν πρὸς κεϕαλῆς αὐτοῦ, καὶ Αβεννηρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάϑευδεν κύκλῳ αὐτοῦ. 8 καὶ εἶπεν Αβεσσα πρὸς Δαυιδ Ἀπέκλεισεν σήμερον κύριος τὸν ἐχϑρόν σου εἰς τὰς χεῖράς σου, καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ. 9 καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα Μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν κυρίου καὶ ἀϑῳωϑήσεται; 10 καὶ εἶπεν Δαυιδ Ζῇ κύριος, ἐὰν μὴ κύριος παίσῃ αὐτόν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλϑῃ καὶ ἀποϑάνῃ, ἢ εἰς πόλεμον καταβῇ καὶ προστεϑῇ· 11 μηδαμῶς μοι παρὰ κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου· καὶ νῦν λαβὲ δὴ τὸ δόρυ ἀπὸ πρὸς κεϕαλῆς αὐτοῦ καὶ τὸν ϕακὸν τοῦ ὕδατος, καὶ ἀπέλϑωμεν καϑ᾽ ἑαυτούς. 12 καὶ ἔλαβεν Δαυιδ τὸ δόρυ καὶ τὸν ϕακὸν τοῦ ὕδατος ἀπὸ πρὸς κεϕαλῆς αὐτοῦ, καὶ ἀπῆλϑον καϑ᾽ ἑαυτούς· καὶ οὐκ ἦν ὁ βλέπων καὶ οὐκ ἦν ὁ γινώσκων καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος, πάντες ὑπνοῦντες, ὅτι ϑάμβος κυρίου ἐπέπεσεν ἐπ᾽ αὐτούς. 13 καὶ διέβη Δαυιδ εἰς τὸ πέραν καὶ ἔστη ἐπὶ τὴν κορυϕὴν τοῦ ὄρους μακρόϑεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν. 14 καὶ προσεκαλέσατο Δαυιδ τὸν λαὸν καὶ τῷ Αβεννηρ ἐλάλησεν λέγων Οὐκ ἀποκριϑήσει, Αβεννηρ; καὶ ἀπεκρίϑη Αβεννηρ καὶ εἶπεν Τίς εἶ σὺ ὁ καλῶν με; 15 καὶ εἶπεν Δαυιδ πρὸς Αβεννηρ Οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν Ισραηλ; καὶ διὰ τί οὐ ϕυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλϑεν εἷς ἐκ τοῦ λαοῦ διαϕϑεῖραι τὸν βασιλέα κύριόν σου. 16 καὶ οὐκ ἀγαϑὸν τὸ ῥῆμα τοῦτο, ὃ πεποίηκας· ζῇ κύριος, ὅτι υἱοὶ ϑανατώσεως ὑμεῖς οἱ ϕυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν κυρίου. καὶ νῦν ἰδὲ δή· τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ ϕακὸς τοῦ ὕδατος ποῦ ἐστιν τὰ πρὸς κεϕαλῆς αὐτοῦ; 17 καὶ ἐπέγνω Σαουλ τὴν ϕωνὴν τοῦ Δαυιδ καὶ εἶπεν Ἦ ϕωνή σου αὕτη, τέκνον Δαυιδ; καὶ εἶπεν Δαυιδ Δοῦλός σου, κύριε βασιλεῦ. 18 καὶ εἶπεν Ἵνα τί τοῦτο καταδιώκει ὁ κύριός μου ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα καὶ τί εὑρέϑη ἐν ἐμοὶ ἀδίκημα; 19 καὶ νῦν ἀκουσάτω δὴ ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ ϑεὸς ἐπισείει σε ἐπ᾽ ἐμέ, ὀσϕρανϑείη ϑυσίας σου· καὶ εἰ υἱοὶ ἀνϑρώπων, ἐπικατάρατοι οὗτοι ἐνώπιον κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσϑαι ἐν κληρονομίᾳ κυρίου λέγοντες Πορεύου δούλευε ϑεοῖς ἑτέροις. 20 καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ ἐναντίας προσώπου κυρίου, ὅτι ἐξελήλυϑεν ὁ βασιλεὺς Ισραηλ ζητεῖν τὴν ψυχήν μου, καϑὼς καταδιώκει ὁ νυκτικόραξ ἐν τοῖς ὄρεσιν. 21 καὶ εἶπεν Σαουλ Ἡμάρτηκα· ἐπίστρεϕε, τέκνον Δαυιδ, ὅτι οὐ κακοποιήσω σε ἀνϑ᾽ ὧν ἔντιμος ψυχή μου ἐν ὀϕϑαλμοῖς σου ἐν τῇ σήμερον· μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σϕόδρα. 22 καὶ ἀπεκρίϑη Δαυιδ καὶ εἶπεν Ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως· διελϑέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό. 23 καὶ κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ, ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖράς μου καὶ οὐκ ἠϑέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου· 24 καὶ ἰδοὺ καϑὼς ἐμεγαλύνϑη ἡ ψυχή σου σήμερον ἐν ταύτῃ ἐν ὀϕϑαλμοῖς μου, οὕτως μεγαλυνϑείη ἡ ψυχή μου ἐνώπιον κυρίου καὶ σκεπάσαι με καὶ ἐξελεῖταί με ἐκ πάσης ϑλίψεως. 25 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν ποιήσεις καὶ δυνάμενος δυνήσει. καὶ ἀπῆλϑεν Δαυιδ εἰς τὴν ὁδὸν αὐτοῦ, καὶ Σαουλ ἀνέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.

Liber Regum primus - Βασιλείων αʹ caput 27

1 Καὶ εἶπεν Δαυιδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Νῦν προστεϑήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαουλ, καὶ οὐκ ἔστιν μοι ἀγαϑόν, ἐὰν μὴ σωϑῶ εἰς γῆν ἀλλοϕύλων καὶ ἀνῇ Σαουλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ισραηλ, καὶ σωϑήσομαι ἐκ χειρὸς αὐτοῦ. 2 καὶ ἀνέστη Δαυιδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ καὶ ἐπορεύϑη πρὸς Αγχους υἱὸν Αμμαχ βασιλέα Γεϑ. 3 καὶ ἐκάϑισεν Δαυιδ μετὰ Αγχους ἐν Γεϑ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυιδ καὶ ἀμϕότεραι αἱ γυναῖκες αὐτοῦ Αχινααμ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου. 4 καὶ ἀνηγγέλη τῷ Σαουλ ὅτι πέϕευγεν Δαυιδ εἰς Γεϑ, καὶ οὐ προσέϑετο ἔτι ζητεῖν αὐτόν. 5 καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀϕϑαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾽ ἀγρὸν καὶ καϑήσομαι ἐκεῖ· καὶ ἵνα τί κάϑηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ; 6 καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελακ· διὰ τοῦτο ἐγενήϑη Σεκελακ τῷ βασιλεῖ τῆς Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης. 7 καὶ ἐγενήϑη ὁ ἀριϑμὸς τῶν ἡμερῶν, ὧν ἐκάϑισεν Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοϕύλων, τέσσαρας μῆνας. 8 καὶ ἀνέβαινεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίϑεντο ἐπὶ πάντα τὸν Γεσιρι καὶ ἐπὶ τὸν Αμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψουρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. 9 καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναῖκα καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Αγχους. 10 καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Ἐπὶ τίνα ἐπέϑεσϑε σήμερον; καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Κατὰ νότον τῆς Ιουδαίας καὶ κατὰ νότον Ιεσμεγα καὶ κατὰ νότον τοῦ Κενεζι. 11 καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησεν τοῦ εἰσαγαγεῖν εἰς Γεϑ λέγων Μὴ ἀναγγείλωσιν εἰς Γεϑ καϑ᾽ ἡμῶν λέγοντες Τάδε Δαυιδ ποιεῖ. καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάϑητο Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοϕύλων. 12 καὶ ἐπιστεύϑη Δαυιδ ἐν τῷ Αγχους σϕόδρα λέγων Ἤισχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ισραηλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

Liber Regum primus - Βασιλείων αʹ caput 28

1 Καὶ ἐγενήϑη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναϑροίζονται ἀλλόϕυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελϑεῖν πολεμεῖν μετὰ Ισραηλ, καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Γινώσκων γνώσει ὅτι μετ᾽ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου. 2 καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Οὕτω νῦν γνώσει ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Οὕτως ἀρχισωματοϕύλακα ϑήσομαί σε πάσας τὰς ἡμέρας. 3 Καὶ Σαμουηλ ἀπέϑανεν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ καὶ ϑάπτουσιν αὐτὸν ἐν Αρμαϑαιμ ἐν πόλει αὐτοῦ. καὶ Σαουλ περιεῖλεν τοὺς ἐγγαστριμύϑους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. 4 καὶ συναϑροίζονται οἱ ἀλλόϕυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν, καὶ συναϑροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε. 5 καὶ εἶδεν Σαουλ τὴν παρεμβολὴν τῶν ἀλλοϕύλων καὶ ἐϕοβήϑη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σϕόδρα. 6 καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου, καὶ οὐκ ἀπεκρίϑη αὐτῷ κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προϕήταις. 7 καὶ εἶπεν Σαουλ τοῖς παισὶν αὐτοῦ Ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυϑον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Ἰδοὺ γυνὴ ἐγγαστρίμυϑος ἐν Αενδωρ. 8 καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾽ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ Μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύϑῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. 9 καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν Ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ, ὡς ἐξωλέϑρευσεν τοὺς ἐγγαστριμύϑους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου ϑανατῶσαι αὐτήν; 10 καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. 11 καὶ εἶπεν ἡ γυνή Τίνα ἀναγάγω σοι; καὶ εἶπεν Τὸν Σαμουηλ ἀνάγαγέ μοι. 12 καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν ϕωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαουλ Ἵνα τί παρελογίσω με; καὶ σὺ εἶ Σαουλ. 13 καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Μὴ ϕοβοῦ, εἰπὸν τίνα ἑόρακας. καὶ εἶπεν αὐτῷ Θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς. 14 καὶ εἶπεν αὐτῇ Τί ἔγνως; καὶ εἶπεν αὐτῷ Ἄνδρα ὄρϑιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοίδα ἀναβεβλημένος. καὶ ἔγνω Σαουλ ὅτι Σαμουηλ οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 15 καὶ εἶπεν Σαμουηλ Ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπεν Σαουλ Θλίβομαι σϕόδρα, καὶ οἱ ἀλλόϕυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ ϑεὸς ἀϕέστηκεν ἀπ᾽ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προϕητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω. 16 καὶ εἶπεν Σαμουηλ Ἵνα τί ἐπερωτᾷς με; καὶ κύριος ἀϕέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου· 17 καὶ πεποίηκεν κύριός σοι καϑὼς ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυιδ. 18 διότι οὐκ ἤκουσας ϕωνῆς κυρίου καὶ οὐκ ἐποίησας ϑυμὸν ὀργῆς αὐτοῦ ἐν Αμαληκ, διὰ τοῦτο τὸ ῥῆμα ἐποίησεν κύριός σοι τῇ ἡμέρᾳ ταύτῃ. 19 καὶ παραδώσει κύριος τὸν Ισραηλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοϕύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ισραηλ δώσει κύριος εἰς χεῖρας ἀλλοϕύλων. 20 καὶ ἔσπευσεν Σαουλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐϕοβήϑη σϕόδρα ἀπὸ τῶν λόγων Σαμουηλ· καὶ ἰσχὺς ἐν αὐτῷ οὐκ ἦν ἔτι, οὐ γὰρ ἔϕαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην. 21 καὶ εἰσῆλϑεν ἡ γυνὴ πρὸς Σαουλ καὶ εἶδεν ὅτι ἔσπευσεν σϕόδρα, καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς ϕωνῆς σου καὶ ἐϑέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι· 22 καὶ νῦν ἄκουσον δὴ ϕωνῆς τῆς δούλης σου, καὶ παραϑήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ ϕάγε, καὶ ἔσται ἐν σοὶ ἰσχύς, ὅτι πορεύσῃ ἐν ὁδῷ. 23 καὶ οὐκ ἐβουλήϑη ϕαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσεν τῆς ϕωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καὶ ἐκάϑισεν ἐπὶ τὸν δίϕρον. 24 καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσεν καὶ ἔϑυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐϕύρασεν καὶ ἔπεψεν ἄζυμα 25 καὶ προσήγαγεν ἐνώπιον Σαουλ καὶ ἐνώπιον τῶν παίδων αὐτοῦ, καὶ ἔϕαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλϑον τὴν νύκτα ἐκείνην.

Liber Regum primus - Βασιλείων αʹ caput 29

1 Καὶ συναϑροίζουσιν ἀλλόϕυλοι πάσας τὰς παρεμβολὰς αὐτῶν εἰς Αϕεκ, καὶ Ισραηλ παρενέβαλεν ἐν Αενδωρ τῇ ἐν Ιεζραελ. 2 καὶ σατράπαι ἀλλοϕύλων παρεπορεύοντο εἰς ἑκατοντάδας καὶ χιλιάδας, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ παρεπορεύοντο ἐπ᾽ ἐσχάτων μετὰ Αγχους. 3 καὶ εἶπον οἱ σατράπαι τῶν ἀλλοϕύλων Τίνες οἱ διαπορευόμενοι οὗτοι; καὶ εἶπεν Αγχους πρὸς τοὺς στρατηγοὺς τῶν ἀλλοϕύλων Οὐχ οὗτος Δαυιδ ὁ δοῦλος Σαουλ βασιλέως Ισραηλ; γέγονεν μεϑ᾽ ἡμῶν ἡμέρας τοῦτο δεύτερον ἔτος, καὶ οὐχ εὕρηκα ἐν αὐτῷ οὐϑὲν ἀϕ᾽ ἧς ἡμέρας ἐνέπεσεν πρός με καὶ ἕως τῆς ἡμέρας ταύτης. 4 καὶ ἐλυπήϑησαν ἐπ᾽ αὐτῷ οἱ στρατηγοὶ τῶν ἀλλοϕύλων καὶ λέγουσιν αὐτῷ Ἀπόστρεψον τὸν ἄνδρα εἰς τὸν τόπον αὐτοῦ, οὗ κατέστησας αὐτὸν ἐκεῖ, καὶ μὴ ἐρχέσϑω μεϑ᾽ ἡμῶν εἰς τὸν πόλεμον καὶ μὴ γινέσϑω ἐπίβουλος τῆς παρεμβολῆς· καὶ ἐν τίνι διαλλαγήσεται οὗτος τῷ κυρίῳ αὐτοῦ; οὐχὶ ἐν ταῖς κεϕαλαῖς τῶν ἀνδρῶν ἐκείνων; 5 οὐχ οὗτος Δαυιδ, ᾧ ἐξῆρχον ἐν χοροῖς λέγοντες Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ; 6 καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ Ζῇ κύριος ὅτι εὐϑὴς σὺ καὶ ἀγαϑὸς ἐν ὀϕϑαλμοῖς μου, καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ᾽ ἐμοῦ ἐν τῇ παρεμβολῇ, καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀϕ᾽ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας· καὶ ἐν ὀϕϑαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαϑὸς σύ· 7 καὶ νῦν ἀνάστρεϕε καὶ πορεύου εἰς εἰρήνην, καὶ οὐ μὴ ποιήσεις κακίαν ἐν ὀϕϑαλμοῖς τῶν σατραπῶν τῶν ἀλλοϕύλων. 8 καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Τί πεποίηκά σοι καὶ τί εὗρες ἐν τῷ δούλῳ σου ἀϕ᾽ ἧς ἡμέρας ἤμην ἐνώπιόν σου καὶ ἕως τῆς ἡμέρας ταύτης, ὅτι οὐ μὴ ἔλϑω πολεμῆσαι τοὺς ἐχϑροὺς τοῦ κυρίου μου τοῦ βασιλέως; 9 καὶ ἀπεκρίϑη Αγχους πρὸς Δαυιδ Οἶδα ὅτι ἀγαϑὸς σὺ ἐν ὀϕϑαλμοῖς μου, ἀλλ᾽ οἱ σατράπαι τῶν ἀλλοϕύλων λέγουσιν Οὐχ ἥξει μεϑ᾽ ἡμῶν εἰς πόλεμον. 10 καὶ νῦν ὄρϑρισον τὸ πρωί, σὺ καὶ οἱ παῖδες τοῦ κυρίου σου οἱ ἥκοντες μετὰ σοῦ, καὶ πορεύεσϑε εἰς τὸν τόπον, οὗ κατέστησα ὑμᾶς ἐκεῖ, καὶ λόγον λοιμὸν μὴ ϑῇς ἐν καρδίᾳ σου, ὅτι ἀγαϑὸς σὺ ἐνώπιόν μου· καὶ ὀρϑρίσατε ἐν τῇ ὁδῷ, καὶ ϕωτισάτω ὑμῖν, καὶ πορεύϑητε. 11 καὶ ὤρϑρισεν Δαυιδ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἀπελϑεῖν καὶ ϕυλάσσειν τὴν γῆν τῶν ἀλλοϕύλων, καὶ οἱ ἀλλόϕυλοι ἀνέβησαν πολεμεῖν ἐπὶ Ισραηλ.

Liber Regum primus - Βασιλείων αʹ caput 30

1 Καὶ ἐγενήϑη εἰσελϑόντος Δαυιδ καὶ τῶν ἀνδρῶν αὐτοῦ εἰς Σεκελακ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Αμαληκ ἐπέϑετο ἐπὶ τὸν νότον καὶ ἐπὶ Σεκελακ καὶ ἐπάταξεν τὴν Σεκελακ καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί· 2 καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐϑανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλ᾽ ᾐχμαλώτευσαν καὶ ἀπῆλϑον εἰς τὴν ὁδὸν αὐτῶν. 3 καὶ ἦλϑεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρί, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ ϑυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι. 4 καὶ ἦρεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν ϕωνὴν αὐτῶν καὶ ἔκλαυσαν, ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι κλαίειν. 5 καὶ ἀμϕότεραι αἱ γυναῖκες Δαυιδ ᾐχμαλωτεύϑησαν, Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου. 6 καὶ ἐϑλίβη Δαυιδ σϕόδρα, ὅτι εἶπεν ὁ λαὸς λιϑοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς ϑυγατέρας αὐτοῦ· καὶ ἐκραταιώϑη Δαυιδ ἐν κυρίῳ ϑεῷ αὐτοῦ. 7 καὶ εἶπεν Δαυιδ πρὸς Αβιαϑαρ τὸν ἱερέα υἱὸν Αχιμελεχ Προσάγαγε τὸ εϕουδ. 8 καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων Εἰ καταδιώξω ὀπίσω τοῦ γεδδουρ τούτου; εἰ καταλήμψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ Καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ καὶ ἐξαιρούμενος ἐξελῇ. 9 καὶ ἐπορεύϑη Δαυιδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσορ, καὶ οἱ περισσοὶ ἔστησαν. 10 καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάϑισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσορ. 11 καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυιδ ἐν ἀγρῷ· καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔϕαγεν, καὶ ἐπότισαν αὐτὸν ὕδωρ· 12 καὶ διδόασιν αὐτῷ κλάσμα παλάϑης, καὶ ἔϕαγεν, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 13 καὶ εἶπεν αὐτῷ Δαυιδ Τίνος σὺ εἶ καὶ πόϑεν εἶ; καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον Ἐγώ εἰμι δοῦλος ἀνδρὸς Αμαληκίτου, καὶ κατέλιπέν με ὁ κύριός μου, ὅτι ἠνωχλήϑην ἐγὼ σήμερον τριταῖος. 14 καὶ ἡμεῖς ἐπεϑέμεϑα ἐπὶ νότον τοῦ Χολϑι καὶ ἐπὶ τὰ τῆς Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελουβ καὶ τὴν Σεκελακ ἐνεπυρίσαμεν ἐν πυρί. 15 καὶ εἶπεν πρὸς αὐτὸν Δαυιδ Εἰ κατάξεις με ἐπὶ τὸ γεδδουρ τοῦτο; καὶ εἶπεν Ὄμοσον δή μοι κατὰ τοῦ ϑεοῦ μὴ ϑανατώσειν με καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδουρ τοῦτο. 16 καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς ἐσϑίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοϕύλων καὶ ἐκ γῆς Ιουδα. 17 καὶ ἦλϑεν ἐπ᾽ αὐτοὺς Δαυιδ καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσϕόρου ἕως δείλης καὶ τῇ ἐπαύριον, καὶ οὐκ ἐσώϑη ἐξ αὐτῶν ἀνὴρ ὅτι ἀλλ᾽ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους καὶ ἔϕυγον. 18 καὶ ἀϕείλατο Δαυιδ πάντα, ἃ ἔλαβον οἱ Αμαληκῖται, καὶ ἀμϕοτέρας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο. 19 καὶ οὐ διεϕώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἀπὸ τῶν σκύλων καὶ ἕως υἱῶν καὶ ϑυγατέρων καὶ ἕως πάντων, ὧν ἔλαβον αὐτῶν· τὰ πάντα ἐπέστρεψεν Δαυιδ. 20 καὶ ἔλαβεν Δαυιδ πάντα τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ ἀπήγαγεν ἔμπροσϑεν τῶν σκύλων, καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο Ταῦτα τὰ σκῦλα Δαυιδ. – 21 καὶ παραγίνεται Δαυιδ πρὸς τοὺς διακοσίους ἄνδρας τοὺς ἐκλυϑέντας τοῦ πορεύεσϑαι ὀπίσω Δαυιδ καὶ ἐκάϑισεν αὐτοὺς ἐν τῷ χειμάρρῳ τῷ Βοσορ, καὶ ἐξῆλϑον εἰς ἀπάντησιν Δαυιδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετ᾽ αὐτοῦ, καὶ προσήγαγεν Δαυιδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην. 22 καὶ ἀπεκρίϑη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευϑέντων μετὰ Δαυιδ καὶ εἶπαν Ὅτι οὐ κατεδίωξαν μεϑ᾽ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων, ὧν ἐξειλάμεϑα, ὅτι ἀλλ᾽ ἢ ἕκαστος τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσϑωσαν καὶ ἀποστρεϕέτωσαν. 23 καὶ εἶπεν Δαυιδ Οὐ ποιήσετε οὕτως μετὰ τὸ παραδοῦναι τὸν κύριον ἡμῖν καὶ ϕυλάξαι ἡμᾶς καὶ παρέδωκεν κύριος τὸν γεδδουρ τὸν ἐπερχόμενον ἐϕ᾽ ἡμᾶς εἰς χεῖρας ἡμῶν. 24 καὶ τίς ὑπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτι οὐχ ἧττον ὑμῶν εἰσιν· διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς πόλεμον οὕτως ἔσται ἡ μερὶς τοῦ καϑημένου ἐπὶ τὰ σκεύη· κατὰ τὸ αὐτὸ μεριοῦνται. 25 καὶ ἐγενήϑη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω καὶ ἐγένετο εἰς πρόσταγμα καὶ εἰς δικαίωμα τῷ Ισραηλ ἕως τῆς σήμερον. 26 Καὶ ἦλϑεν Δαυιδ εἰς Σεκελακ καὶ ἀπέστειλεν τοῖς πρεσβυτέροις Ιουδα τῶν σκύλων καὶ τοῖς πλησίον αὐτοῦ λέγων Ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχϑρῶν κυρίου· 27 τοῖς ἐν Βαιϑσουρ καὶ τοῖς ἐν Ραμα νότου καὶ τοῖς ἐν Ιεϑϑορ 28 καὶ τοῖς ἐν Αροηρ καὶ τοῖς Αμμαδι καὶ τοῖς ἐν Σαϕι καὶ τοῖς ἐν Εσϑιε 28 a καὶ τοῖς ἐν Γεϑ καὶ τοῖς ἐν Κιναν καὶ τοῖς ἐν Σαϕεκ καὶ τοῖς ἐν Θιμαϑ 29 καὶ τοῖς ἐν Καρμήλῳ καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Ιεραμηλι καὶ τοῖς ἐν ταῖς πόλεσιν τοῦ Κενεζι 30 καὶ τοῖς ἐν Ιεριμουϑ καὶ τοῖς ἐν Βηρσαβεε καὶ τοῖς ἐν Νοο 31 καὶ τοῖς ἐν Χεβρων καὶ εἰς πάντας τοὺς τόπους, οὓς διῆλϑεν Δαυιδ ἐκεῖ, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.

Liber Regum primus - Βασιλείων αʹ caput 31

1 Καὶ οἱ ἀλλόϕυλοι ἐπολέμουν ἐπὶ Ισραηλ, καὶ ἔϕυγον οἱ ἄνδρες Ισραηλ ἐκ προσώπου τῶν ἀλλοϕύλων, καὶ πίπτουσιν τραυματίαι ἐν τῷ ὄρει τῷ Γελβουε. 2 καὶ συνάπτουσιν ἀλλόϕυλοι τῷ Σαουλ καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τύπτουσιν ἀλλόϕυλοι τὸν Ιωναϑαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισα υἱοὺς Σαουλ. 3 καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαουλ, καὶ εὑρίσκουσιν αὐτὸν οἱ ἀκοντισταί, ἄνδρες τοξόται, καὶ ἐτραυματίσϑη εἰς τὰ ὑποχόνδρια. 4 καὶ εἶπεν Σαουλ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ Σπάσαι τὴν ῥομϕαίαν σου καὶ ἀποκέντησόν με ἐν αὐτῇ, μὴ ἔλϑωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἀποκεντήσωσίν με καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐϕοβήϑη σϕόδρα· καὶ ἔλαβεν Σαουλ τὴν ῥομϕαίαν καὶ ἐπέπεσεν ἐπ᾽ αὐτήν. 5 καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι τέϑνηκεν Σαουλ, καὶ ἐπέπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομϕαίαν αὐτοῦ καὶ ἀπέϑανεν μετ᾽ αὐτοῦ. 6 καὶ ἀπέϑανεν Σαουλ καὶ οἱ τρεῖς υἱοὶ αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ τὸ αὐτό. 7 καὶ εἶδον οἱ ἄνδρες Ισραηλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου ὅτι ἔϕυγον οἱ ἄνδρες Ισραηλ καὶ ὅτι τέϑνηκεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ ϕεύγουσιν· καὶ ἔρχονται οἱ ἀλλόϕυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς. – 8 καὶ ἐγενήϑη τῇ ἐπαύριον καὶ ἔρχονται οἱ ἀλλόϕυλοι ἐκδιδύσκειν τοὺς νεκροὺς καὶ εὑρίσκουσιν τὸν Σαουλ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ πεπτωκότας ἐπὶ τὰ ὄρη Γελβουε. 9 καὶ ἀποστρέϕουσιν αὐτὸν καὶ ἐξέδυσαν τὰ σκεύη αὐτοῦ καὶ ἀποστέλλουσιν αὐτὰ εἰς γῆν ἀλλοϕύλων κύκλῳ εὐαγγελίζοντες τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ αὐτῶν· 10 καὶ ἀνέϑηκαν τὰ σκεύη αὐτοῦ εἰς τὸ Ἀσταρτεῖον καὶ τὸ σῶμα αὐτοῦ κατέπηξαν ἐν τῷ τείχει Βαιϑσαν. 11 καὶ ἀκούουσιν οἱ κατοικοῦντες Ιαβις τῆς Γαλααδίτιδος ἃ ἐποίησαν οἱ ἀλλόϕυλοι τῷ Σαουλ. 12 καὶ ἀνέστησαν πᾶς ἀνὴρ δυνάμεως καὶ ἐπορεύϑησαν ὅλην τὴν νύκτα καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα Ιωναϑαν τοῦ υἱοῦ αὐτοῦ ἀπὸ τείχους Βαιϑσαν καὶ ϕέρουσιν αὐτοὺς εἰς Ιαβις καὶ κατακαίουσιν αὐτοὺς ἐκεῖ. 13 καὶ λαμβάνουσιν τὰ ὀστᾶ αὐτῶν καὶ ϑάπτουσιν ὑπὸ τὴν ἄρουραν τὴν Ιαβις καὶ νηστεύουσιν ἑπτὰ ἡμέρας.

Liber Regum alter Βασιλείων βʹ

Liber Regum alter Βασιλείων βʹ caput 2

1 Καὶ ἐγένετο μετὰ τὸ ἀποϑανεῖν Σαουλ καὶ Δαυιδ ἀνέστρεψεν τύπτων τὸν Αμαληκ, καὶ ἐκάϑισεν Δαυιδ ἐν Σεκελακ ἡμέρας δύο. 2 καὶ ἐγενήϑη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλϑεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαουλ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα, καὶ γῆ ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ, καὶ ἐγένετο ἐν τῷ εἰσελϑεῖν αὐτὸν πρὸς Δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ. 3 καὶ εἶπεν αὐτῷ Δαυιδ Πόϑεν σὺ παραγίνῃ; καὶ εἶπεν πρὸς αὐτόν Ἐκ τῆς παρεμβολῆς Ισραηλ ἐγὼ διασέσῳσμαι. 4 καὶ εἶπεν αὐτῷ Δαυιδ Τίς ὁ λόγος οὗτος; ἀπάγγειλόν μοι. καὶ εἶπεν ὅτι Ἔϕυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου, καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέϑανον· καὶ ἀπέϑανεν καὶ Σαουλ, καὶ Ιωναϑαν ὁ υἱὸς αὐτοῦ ἀπέϑανεν. 5 καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πῶς οἶδας ὅτι τέϑνηκεν Σαουλ καὶ Ιωναϑαν ὁ υἱὸς αὐτοῦ; 6 καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ Περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουε, καὶ ἰδοὺ Σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ. 7 καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με, καὶ εἶπα Ἰδοὺ ἐγώ. 8 καὶ εἶπέν μοι Τίς εἶ σύ; καὶ εἶπα Αμαληκίτης ἐγώ εἰμι. 9 καὶ εἶπεν πρός με Στῆϑι δὴ ἐπάνω μου καὶ ϑανάτωσόν με, ὅτι κατέσχεν με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί. 10 καὶ ἐπέστην ἐπ᾽ αὐτὸν καὶ ἐϑανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε. 11 καὶ ἐκράτησεν Δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. 12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναϑαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἶκον Ισραηλ, ὅτι ἐπλήγησαν ἐν ῥομϕαίᾳ. 13 καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόϑεν εἶ σύ; καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι. 14 καὶ εἶπεν αὐτῷ Δαυιδ Πῶς οὐκ ἐϕοβήϑης ἐπενεγκεῖν χεῖρά σου διαϕϑεῖραι τὸν χριστὸν κυρίου; 15 καὶ ἐκάλεσεν Δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Προσελϑὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέϑανεν. 16 καὶ εἶπεν Δαυιδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεϕαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίϑη κατὰ σοῦ λέγων ὅτι Ἐγὼ ἐϑανάτωσα τὸν χριστὸν κυρίου. 17 Καὶ ἐϑρήνησεν Δαυιδ τὸν ϑρῆνον τοῦτον ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναϑαν τὸν υἱὸν αὐτοῦ 18 καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ιουδα – ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐϑοῦς – 19 Στήλωσον, Ισραηλ, ὑπὲρ τῶν τεϑνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί. 20 μὴ ἀναγγείλητε ἐν Γεϑ καὶ μὴ εὐαγγελίσησϑε ἐν ταῖς ἐξόδοις Ἀσκαλῶνος, μήποτε εὐϕρανϑῶσιν ϑυγατέρες ἀλλοϕύλων, μήποτε ἀγαλλιάσωνται ϑυγατέρες τῶν ἀπεριτμήτων. 21 ὄρη τὰ ἐν Γελβουε, μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐϕ᾽ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχϑίσϑη ϑυρεὸς δυνατῶν, ϑυρεὸς Σαουλ οὐκ ἐχρίσϑη ἐν ἐλαίῳ. 22 ἀϕ᾽ αἵματος τραυματιῶν, ἀπὸ στέατος δυνατῶν τόξον Ιωναϑαν οὐκ ἀπεστράϕη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομϕαία Σαουλ οὐκ ἀνέκαμψεν κενή. 23 Σαουλ καὶ Ιωναϑαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχω ρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ ϑανάτῳ αὐτῶν οὐ διεχωρίσϑησαν, ὑπὲρ ἀετοὺς κοῦϕοι καὶ ὑπὲρ λέοντας ἐκραταιώϑησαν. 24 ϑυγατέρες Ισραηλ, ἐπὶ Σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναϕέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν. 25 πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· Ιωναϑαν ἐπὶ τὰ ὕψη σου τραυματίας. 26 ἀλγῶ ἐπὶ σοί, ἄδελϕέ μου Ιωναϑαν· ὡραιώϑης μοι σϕόδρα, ἐϑαυμαστώϑη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν. 27 πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά.

Liber Regum alter Βασιλείων βʹ caput 2

1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυιδ ἐν κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ιουδα; καὶ εἶπεν κύριος πρὸς αὐτόν Ἀνάβηϑι. καὶ εἶπεν Δαυιδ Ποῦ ἀναβῶ; καὶ εἶπεν Εἰς Χεβρων. 2 καὶ ἀνέβη ἐκεῖ Δαυιδ εἰς Χεβρων καὶ ἀμϕότεραι αἱ γυναῖκες αὐτοῦ, Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου, 3 καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρων. 4 καὶ ἔρχονται ἄνδρες τῆς Ιουδαίας καὶ χρίουσιν τὸν Δαυιδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ιουδα. Καὶ ἀπήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι Οἱ ἄνδρες Ιαβις τῆς Γαλααδίτιδος ἔϑαψαν τὸν Σαουλ. 5 καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ιαβις τῆς Γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ Σαουλ τὸν χριστὸν κυρίου καὶ ἐϑάψατε αὐτὸν καὶ Ιωναϑαν τὸν υἱὸν αὐτοῦ· 6 καὶ νῦν ποιήσαι κύριος μεϑ᾽ ὑμῶν ἔλεος καὶ ἀλήϑειαν, καί γε ἐγὼ ποιήσω μεϑ᾽ ὑμῶν τὰ ἀγαϑὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο· 7 καὶ νῦν κραταιούσϑωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσϑε εἰς υἱοὺς δυνατούς, ὅτι τέϑνηκεν ὁ κύριος ὑμῶν Σαουλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ιουδα ἐϕ᾽ ἑαυτοὺς εἰς βασιλέα. 8 Καὶ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος τοῦ Σαουλ ἔλαβεν τὸν Ιεβοσϑε υἱὸν Σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναεμ 9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρι καὶ ἐπὶ τὸν Ιεζραελ καὶ ἐπὶ τὸν Εϕραιμ καὶ ἐπὶ τὸν Βενιαμιν καὶ ἐπὶ πάντα Ισραηλ. 10 τεσσαράκοντα ἐτῶν Ιεβοσϑε υἱὸς Σαουλ, ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ισραηλ, καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου Ιουδα, οἳ ἦσαν ὀπίσω Δαυιδ· 11 καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυιδ ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν οἶκον Ιουδα, ἑπτὰ ἔτη καὶ ἓξ μῆνας. 12 Καὶ ἐξῆλϑεν Αβεννηρ υἱὸς Νηρ καὶ οἱ παῖδες Ιεβοσϑε υἱοῦ Σαουλ ἐκ Μαναεμ εἰς Γαβαων· 13 καὶ Ιωαβ υἱὸς Σαρουιας καὶ οἱ παῖδες Δαυιδ ἐξήλϑοσαν ἐκ Χεβρων καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐπὶ τὸ αὐτό, καὶ ἐκάϑισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐντεῦϑεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦϑεν. 14 καὶ εἶπεν Αβεννερ πρὸς Ιωαβ Ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν Ιωαβ Ἀναστήτωσαν. 15 καὶ ἀνέστησαν καὶ παρῆλϑον ἐν ἀριϑμῷ τῶν παίδων Βενιαμιν δώδεκα τῶν Ιεβοσϑε υἱοῦ Σαουλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυιδ. 16 καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεϕαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσιν κατὰ τὸ αὐτό· καὶ ἐκλήϑη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαων. 17 καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔπταισεν Αβεννηρ καὶ ἄνδρες Ισραηλ ἐνώπιον παίδων Δαυιδ. – 18 καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουιας, Ιωαβ καὶ Αβεσσα καὶ Ασαηλ, καὶ Ασαηλ κοῦϕος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ. 19 καὶ κατεδίωξεν Ασαηλ ὀπίσω Αβεννηρ καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσϑαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισϑεν Αβεννηρ. 20 καὶ ἐπέβλεψεν Αβεννηρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτὸς Ασαηλ; καὶ εἶπεν Ἐγώ εἰμι. 21 καὶ εἶπεν αὐτῷ Αβεννηρ Ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ· καὶ οὐκ ἠϑέλησεν Ασαηλ ἐκκλῖναι ἐκ τῶν ὄπισϑεν αὐτοῦ. 22 καὶ προσέϑετο ἔτι Αβεννηρ λέγων τῷ Ασαηλ Ἀπόστηϑι ἀπ᾽ ἐμοῦ, ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν· καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ιωαβ; καὶ ποῦ ἐστιν ταῦτα; ἐπίστρεϕε πρὸς Ιωαβ τὸν ἀδελϕόν σου. 23 καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι. καὶ τύπτει αὐτὸν Αβεννηρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν, καὶ διεξῆλϑεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ πίπτει ἐκεῖ καὶ ἀποϑνῄσκει ὑποκάτω αὐτοῦ. καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου, οὗ ἔπεσεν ἐκεῖ Ασαηλ καὶ ἀπέϑανεν, καὶ ὑϕίστατο. – 24 καὶ κατεδίωξεν Ιωαβ καὶ Αβεσσα ὀπίσω Αβεννηρ· καὶ ὁ ἥλιος ἔδυνεν, καὶ αὐτοὶ εἰσῆλϑον ἕως τοῦ βουνοῦ Αμμαν, ὅ ἐστιν ἐπὶ προσώπου Γαι ὁδὸν ἔρημον Γαβαων. 25 καὶ συναϑροίζονται υἱοὶ Βενιαμιν οἱ ὀπίσω Αβεννηρ καὶ ἐγενήϑησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεϕαλὴν βουνοῦ ἑνός. 26 καὶ ἐκάλεσεν Αβεννηρ Ιωαβ καὶ εἶπεν Μὴ εἰς νῖκος καταϕάγεται ἡ ῥομϕαία; ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα; καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέϕειν ἀπὸ ὄπισϑεν τῶν ἀδελϕῶν ἡμῶν; 27 καὶ εἶπεν Ιωαβ Ζῇ κύριος ὅτι εἰ μὴ ἐλάλησας, διότι τότε ἐκ πρωίϑεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισϑεν τοῦ ἀδελϕοῦ αὐτοῦ. 28 καὶ ἐσάλπισεν Ιωαβ τῇ σάλπιγγι, καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ισραηλ καὶ οὐ προσέϑεντο ἔτι τοῦ πολεμεῖν. 29 καὶ Αβεννηρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλϑον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύϑησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν. 30 καὶ Ιωαβ ἀνέστρεψεν ὄπισϑεν ἀπὸ τοῦ Αβεννηρ καὶ συνήϑροισεν πάντα τὸν λαόν, καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ Ασαηλ. 31 καὶ οἱ παῖδες Δαυιδ ἐπάταξαν τῶν υἱῶν Βενιαμιν τῶν ἀνδρῶν Αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ᾽ αὐτοῦ. 32 καὶ αἴρουσιν τὸν Ασαηλ καὶ ϑάπτουσιν αὐτὸν ἐν τῷ τάϕῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιϑλεεμ. καὶ ἐπορεύϑη Ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ ὅλην τὴν νύκτα, καὶ διέϕαυσεν αὐτοῖς ἐν Χεβρων.

Liber Regum alter Βασιλείων βʹ caput 3

1 Καὶ ἐγένετο ὁ πόλεμος ἐπὶ πολὺ ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ· καὶ ὁ οἶκος Δαυιδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, καὶ ὁ οἶκος Σαουλ ἐπορεύετο καὶ ἠσϑένει. 2 Καὶ ἐτέχϑησαν τῷ Δαυιδ υἱοὶ ἐν Χεβρων, καὶ ἦν ὁ πρωτότοκος αὐτοῦ Αμνων τῆς Αχινοομ τῆς Ιεζραηλίτιδος, 3 καὶ ὁ δεύτερος αὐτοῦ Δαλουια τῆς Αβιγαιας τῆς Καρμηλίας, καὶ ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μααχα ϑυγατρὸς Θολμι βασιλέως Γεσιρ, 4 καὶ ὁ τέταρτος Ορνια υἱὸς Φεγγιϑ, καὶ ὁ πέμπτος Σαβατια τῆς Αβιταλ, 5 καὶ ὁ ἕκτος Ιεϑερααμ τῆς Αιγλα γυναικὸς Δαυιδ· οὗτοι ἐτέχϑησαν τῷ Δαυιδ ἐν Χεβρων. 6 Καὶ ἐγένετο ἐν τῷ εἶναι τὸν πόλεμον ἀνὰ μέσον τοῦ οἴκου Σαουλ καὶ ἀνὰ μέσον τοῦ οἴκου Δαυιδ καὶ Αβεννηρ ἦν κρατῶν τοῦ οἴκου Σαουλ. 7 καὶ τῷ Σαουλ παλλακὴ Ρεσϕα ϑυγάτηρ Ιαλ· καὶ εἶπεν Μεμϕιβοσϑε υἱὸς Σαουλ πρὸς Αβεννηρ Τί ὅτι εἰσῆλϑες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου; 8 καὶ ἐϑυμώϑη σϕόδρα Αβεννηρ περὶ τοῦ λόγου Μεμϕιβοσϑε, καὶ εἶπεν Αβεννηρ πρὸς αὐτόν Μὴ κεϕαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα ἔλεος σήμερον μετὰ τοῦ οἴκου Σαουλ τοῦ πατρός σου καὶ περὶ ἀδελϕῶν καὶ γνωρίμων καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυιδ· καὶ ἐπιζητεῖς ἐπ᾽ ἐμὲ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον; 9 τάδε ποιήσαι ὁ ϑεὸς τῷ Αβεννηρ καὶ τάδε προσϑείη αὐτῷ, ὅτι καϑὼς ὤμοσεν κύριος τῷ Δαυιδ, ὅτι οὕτως ποιήσω αὐτῷ ἐν τῇ ἡμέρᾳ ταύτῃ 10 περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαουλ καὶ τοῦ ἀναστῆσαι τὸν ϑρόνον Δαυιδ ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸν Ιουδαν ἀπὸ Δαν ἕως Βηρσαβεε. 11 καὶ οὐκ ἠδυνάσϑη ἔτι Μεμϕιβοσϑε ἀποκριϑῆναι τῷ Αβεννηρ ῥῆμα ἀπὸ τοῦ ϕοβεῖσϑαι αὐτόν. 12 Καὶ ἀπέστειλεν Αβεννηρ ἀγγέλους πρὸς Δαυιδ εἰς Θαιλαμ, οὗ ἦν παραχρῆμα, λέγων Διάϑου διαϑήκην σου μετ᾽ ἐμοῦ, καὶ ἰδοὺ ἡ χείρ μου μετὰ σοῦ τοῦ ἐπιστρέψαι πρὸς σὲ πάντα τὸν οἶκον Ισραηλ. 13 καὶ εἶπεν Δαυιδ Ἐγὼ καλῶς διαϑήσομαι πρὸς σὲ διαϑήκην, πλὴν λόγον ἕνα ἐγὼ αἰτοῦμαι παρὰ σοῦ λέγων Οὐκ ὄψει τὸ πρόσωπόν μου, ἐὰν μὴ ἀγάγῃς τὴν Μελχολ ϑυγατέρα Σαουλ παραγινομένου σου ἰδεῖν τὸ πρόσωπόν μου. 14 καὶ ἐξαπέστειλεν Δαυιδ πρὸς Μεμϕιβοσϑε υἱὸν Σαουλ ἀγγέλους λέγων Ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχολ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοϕύλων. 15 καὶ ἀπέστειλεν Μεμϕιβοσϑε καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιηλ υἱοῦ Σελλης. 16 καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ᾽ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακιμ· καὶ εἶπεν πρὸς αὐτὸν Αβεννηρ Πορεύου ἀνάστρεϕε· καὶ ἀνέστρεψεν. – 17 καὶ εἶπεν Αβεννηρ πρὸς τοὺς πρεσβυτέρους Ισραηλ λέγων Ἐχϑὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυιδ βασιλεύειν ἐϕ᾽ ὑμῶν· 18 καὶ νῦν ποιήσατε, ὅτι κύριος ἐλάλησεν περὶ Δαυιδ λέγων Ἐν χειρὶ τοῦ δούλου μου Δαυιδ σώσω τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοϕύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχϑρῶν αὐτῶν. 19 καὶ ἐλάλησεν Αβεννηρ ἐν τοῖς ὠσὶν Βενιαμιν. καὶ ἐπορεύϑη Αβεννηρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυιδ εἰς Χεβρων πάντα, ὅσα ἤρεσεν ἐν ὀϕϑαλμοῖς Ισραηλ καὶ ἐν ὀϕϑαλμοῖς παντὸς οἴκου Βενιαμιν. 20 Καὶ ἦλϑεν Αβεννηρ πρὸς Δαυιδ εἰς Χεβρων καὶ μετ᾽ αὐτοῦ εἴκοσι ἄνδρες. καὶ ἐποίησεν Δαυιδ τῷ Αβεννηρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ πότον. 21 καὶ εἶπεν Αβεννηρ πρὸς Δαυιδ Ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναϑροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ισραηλ καὶ διαϑήσομαι μετὰ σοῦ διαϑήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιϑυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλεν Δαυιδ τὸν Αβεννηρ, καὶ ἐπορεύϑη ἐν εἰρήνῃ. – 22 καὶ ἰδοὺ οἱ παῖδες Δαυιδ καὶ Ιωαβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας καὶ σκῦλα πολλὰ ἔϕερον μετ᾽ αὐτῶν· καὶ Αβεννηρ οὐκ ἦν μετὰ Δαυιδ εἰς Χεβρων, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύϑει ἐν εἰρήνῃ. 23 καὶ Ιωαβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤχϑησαν, καὶ ἀπηγγέλη τῷ Ιωαβ λέγοντες Ἥκει Αβεννηρ υἱὸς Νηρ πρὸς Δαυιδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλϑεν ἐν εἰρήνῃ. 24 καὶ εἰσῆλϑεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ εἶπεν Τί τοῦτο ἐποίησας; ἰδοὺ ἦλϑεν Αβεννηρ πρὸς σέ, καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυϑεν ἐν εἰρήνῃ; 25 ἦ οὐκ οἶδας τὴν κακίαν Αβεννηρ υἱοῦ Νηρ, ὅτι ἀπατῆσαί σε παρεγένετο καὶ γνῶναι τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου καὶ γνῶναι ἅπαντα, ὅσα σὺ ποιεῖς; 26 καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τοῦ Δαυιδ καὶ ἀπέστειλεν ἀγγέλους ὀπίσω Αβεννηρ, καὶ ἐπιστρέϕουσιν αὐτὸν ἀπὸ τοῦ ϕρέατος τοῦ Σειραμ· καὶ Δαυιδ οὐκ ᾔδει. 27 καὶ ἐπέστρεψεν Αβεννηρ εἰς Χεβρων, καὶ ἐξέκλινεν αὐτὸν Ιωαβ ἐκ πλαγίων τῆς πύλης λαλῆσαι πρὸς αὐτὸν ἐνεδρεύων καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ ἐπὶ τὴν ψόαν, καὶ ἀπέϑανεν ἐν τῷ αἵματι Ασαηλ τοῦ ἀδελϕοῦ Ιωαβ. 28 Καὶ ἤκουσεν Δαυιδ μετὰ ταῦτα καὶ εἶπεν Ἀϑῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ κυρίου ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Αβεννηρ υἱοῦ Νηρ· 29 καταντησάτωσαν ἐπὶ κεϕαλὴν Ιωαβ καὶ ἐπὶ πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, καὶ μὴ ἐκλίποι ἐκ τοῦ οἴκου Ιωαβ γονορρυὴς καὶ λεπρὸς καὶ κρατῶν σκυτάλης καὶ πίπτων ἐν ῥομϕαίᾳ καὶ ἐλασσούμενος ἄρτοις. 30 Ιωαβ δὲ καὶ Αβεσσα ὁ ἀδελϕὸς αὐτοῦ διεπαρετηροῦντο τὸν Αβεννηρ ἀνϑ᾽ ὧν ἐϑανάτωσεν τὸν Ασαηλ τὸν ἀδελϕὸν αὐτῶν ἐν Γαβαων ἐν τῷ πολέμῳ. – 31 καὶ εἶπεν Δαυιδ πρὸς Ιωαβ καὶ πρὸς πάντα τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ Διαρρήξατε τὰ ἱμάτια ὑμῶν καὶ περιζώσασϑε σάκκους καὶ κόπτεσϑε ἔμπροσϑεν Αβεννηρ· καὶ ὁ βασιλεὺς Δαυιδ ἐπορεύετο ὀπίσω τῆς κλίνης. 32 καὶ ϑάπτουσιν τὸν Αβεννηρ εἰς Χεβρων· καὶ ἦρεν ὁ βασιλεὺς τὴν ϕωνὴν αὐτοῦ καὶ ἔκλαυσεν ἐπὶ τοῦ τάϕου αὐτοῦ, καὶ ἔκλαυσεν πᾶς ὁ λαὸς ἐπὶ Αβεννηρ. 33 καὶ ἐϑρήνησεν ὁ βασιλεὺς ἐπὶ Αβεννηρ καὶ εἶπεν Εἰ κατὰ τὸν ϑάνατον Ναβαλ ἀποϑανεῖται Αβεννηρ; 34 αἱ χεῖρές σου οὐκ ἐδέϑησαν, οἱ πόδες σου οὐκ ἐν πέδαις· οὐ προσήγαγεν ὡς Ναβαλ, ἐνώπιον υἱῶν ἀδικίας ἔπεσας. καὶ συνήχϑη πᾶς ὁ λαὸς τοῦ κλαῦσαι αὐτόν. 35 καὶ ἦλϑεν πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας, καὶ ὤμοσεν Δαυιδ λέγων Τάδε ποιήσαι μοι ὁ ϑεὸς καὶ τάδε προσϑείη, ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος, οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος. 36 καὶ ἔγνω πᾶς ὁ λαός, καὶ ἤρεσεν ἐνώπιον αὐτῶν πάντα, ὅσα ἐποίησεν ὁ βασιλεὺς ἐνώπιον τοῦ λαοῦ. 37 καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως ϑανατῶσαι τὸν Αβεννηρ υἱὸν Νηρ. 38 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ Οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ισραηλ; 39 καὶ ὅτι ἐγώ εἰμι σήμερον συγγενὴς καὶ καϑεσταμένος ὑπὸ βασιλέως, οἱ δὲ ἄνδρες οὗτοι υἱοὶ Σαρουιας σκληρότεροί μού εἰσιν· ἀνταποδῷ κύριος τῷ ποιοῦντι πονηρὰ κατὰ τὴν κακίαν αὐτοῦ.

Liber Regum alter Βασιλείων βʹ caput 4

1 Καὶ ἤκουσεν Μεμϕιβοσϑε υἱὸς Σαουλ ὅτι τέϑνηκεν Αβεννηρ ἐν Χεβρων, καὶ ἐξελύϑησαν αἱ χεῖρες αὐτοῦ, καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείϑησαν. 2 καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμϕιβοσϑε υἱῷ Σαουλ, ὄνομα τῷ ἑνὶ Βαανα καὶ ὄνομα τῷ δευτέρῳ Ρηχαβ, υἱοὶ Ρεμμων τοῦ Βηρωϑαίου ἐκ τῶν υἱῶν Βενιαμιν· ὅτι Βηρωϑ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμιν, 3 καὶ ἀπέδρασαν οἱ Βηρωϑαῖοι εἰς Γεϑϑαιμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης. – 4 καὶ τῷ Ιωναϑαν υἱῷ Σαουλ υἱὸς πεπληγὼς τοὺς πόδας· υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλϑεῖν τὴν ἀγγελίαν Σαουλ καὶ Ιωναϑαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ιεζραελ, καὶ ἦρεν αὐτὸν ἡ τιϑηνὸς αὐτοῦ καὶ ἔϕυγεν, καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνϑη, καὶ ὄνομα αὐτῷ Μεμϕιβοσϑε. – 5 καὶ ἐπορεύϑησαν υἱοὶ Ρεμμων τοῦ Βηρωϑαίου Ρεκχα καὶ Βαανα καὶ εἰσῆλϑον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμϕιβοσϑε, καὶ αὐτὸς ἐκάϑευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας, 6 καὶ ἰδοὺ ἡ ϑυρωρὸς τοῦ οἴκου ἐκάϑαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάϑευδεν, καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελϕοὶ διέλαϑον 7 καὶ εἰσῆλϑον εἰς τὸν οἶκον, καὶ Μεμϕιβοσϑε ἐκάϑευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ τύπτουσιν αὐτὸν καὶ ϑανατοῦσιν καὶ ἀϕαιροῦσιν τὴν κεϕαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεϕαλὴν αὐτοῦ καὶ ἀπῆλϑον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα. 8 καὶ ἤνεγκαν τὴν κεϕαλὴν Μεμϕιβοσϑε τῷ Δαυιδ εἰς Χεβρων καὶ εἶπαν πρὸς τὸν βασιλέα Ἰδοὺ ἡ κεϕαλὴ Μεμϕιβοσϑε υἱοῦ Σαουλ τοῦ ἐχϑροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχϑρῶν αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαουλ τοῦ ἐχϑροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ. 9 καὶ ἀπεκρίϑη Δαυιδ τῷ Ρεκχα καὶ τῷ Βαανα ἀδελϕῷ αὐτοῦ υἱοῖς Ρεμμων τοῦ Βηρωϑαίου καὶ εἶπεν αὐτοῖς Ζῇ κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης ϑλίψεως, 10 ὅτι ὁ ἀπαγγείλας μοι ὅτι τέϑνηκεν Σαουλ – καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου – καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελακ, ᾧ ἔδει με δοῦναι εὐαγγέλια· 11 καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ· καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεϑρεύσω ὑμᾶς ἐκ τῆς γῆς. 12 καὶ ἐνετείλατο Δαυιδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρων· καὶ τὴν κεϕαλὴν Μεμϕιβοσϑε ἔϑαψαν ἐν τῷ τάϕῳ Αβεννηρ υἱοῦ Νηρ.

Liber Regum alter Βασιλείων βʹ caput 5

1 Καὶ παραγίνονται πᾶσαι αἱ ϕυλαὶ Ισραηλ πρὸς Δαυιδ εἰς Χεβρων καὶ εἶπαν αὐτῷ Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς· 2 καὶ ἐχϑὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως ἐϕ᾽ ἡμῖν σὺ ἦσϑα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ, καὶ εἶπεν κύριος πρὸς σέ Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ, καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν Ισραηλ. 3 καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων, καὶ διέϑετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαϑήκην ἐν Χεβρων ἐνώπιον κυρίου, καὶ χρίουσιν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ. – 4 υἱὸς τριάκοντα ἐτῶν Δαυιδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν, 5 ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν Ιουδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν ἐν Ιερουσαλημ. 6 Καὶ ἀπῆλϑεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ιερουσαλημ πρὸς τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. καὶ ἐρρέϑη τῷ Δαυιδ Οὐκ εἰσελεύσει ὧδε, ὅτι ἀντέστησαν οἱ τυϕλοὶ καὶ οἱ χωλοί, λέγοντες ὅτι Οὐκ εἰσελεύσεται Δαυιδ ὧδε. 7 καὶ κατελάβετο Δαυιδ τὴν περιοχὴν Σιων [αὕτη ἡ πόλις τοῦ Δαυιδ]. 8 καὶ εἶπεν Δαυιδ τῇ ἡμέρᾳ ἐκείνῃ Πᾶς τύπτων Ιεβουσαῖον ἁπτέσϑω ἐν παραξιϕίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυϕλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυιδ· διὰ τοῦτο ἐροῦσιν Τυϕλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου. 9 καὶ ἐκάϑισεν Δαυιδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήϑη αὕτη ἡ πόλις Δαυιδ· καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ. 10 καὶ ἐπορεύετο Δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ᾽ αὐτοῦ. – 11 καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίϑων, καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυιδ. 12 καὶ ἔγνω Δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ ὅτι ἐπήρϑη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ισραηλ. – 13 καὶ ἔλαβεν Δαυιδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ιερουσαλημ μετὰ τὸ ἐλϑεῖν αὐτὸν ἐκ Χεβρων, καὶ ἐγένοντο τῷ Δαυιδ ἔτι υἱοὶ καὶ ϑυγατέρες. 14 καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηϑέντων αὐτῷ ἐν Ιερουσαλημ· Σαμμους καὶ Σωβαβ καὶ Ναϑαν καὶ Σαλωμων 15 καὶ Εβεαρ καὶ Ελισους καὶ Ναϕεκ καὶ Ιεϕιες 16 καὶ Ελισαμα καὶ Ελιδαε καὶ Ελιϕαλαϑ, 16 a Σαμαε, Ιεσσιβαϑ, Ναϑαν, Γαλαμααν, Ιεβααρ, Θεησους, Ελϕαλατ, Ναγεδ, Ναϕεκ, Ιαναϑα, Λεασαμυς, Βααλιμαϑ, Ελιϕαλαϑ. 17 Καὶ ἤκουσαν ἀλλόϕυλοι ὅτι κέχρισται Δαυιδ βασιλεὺς ἐπὶ Ισραηλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόϕυλοι ζητεῖν τὸν Δαυιδ· καὶ ἤκουσεν Δαυιδ καὶ κατέβη εἰς τὴν περιοχήν. 18 καὶ οἱ ἀλλόϕυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν τιτάνων. 19 καὶ ἠρώτησεν Δαυιδ διὰ κυρίου λέγων Εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοϕύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν κύριος πρὸς Δαυιδ Ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοϕύλους εἰς τὰς χεῖράς σου. 20 καὶ ἦλϑεν Δαυιδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψεν τοὺς ἀλλοϕύλους ἐκεῖ, καὶ εἶπεν Δαυιδ Διέκοψεν κύριος τοὺς ἐχϑρούς μου τοὺς ἀλλοϕύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήϑη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐπάνω διακοπῶν. 21 καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς ϑεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ᾽ αὐτοῦ. – 22 καὶ προσέϑεντο ἔτι ἀλλόϕυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν τιτάνων. 23 καὶ ἐπηρώτησεν Δαυιδ διὰ κυρίου, καὶ εἶπεν κύριος Οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτῶν, ἀποστρέϕου ἀπ᾽ αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυϑμῶνος· 24 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν ϕωνὴν τοῦ συγκλεισμοῦ τοῦ ἄλσους τοῦ κλαυϑμῶνος, τότε καταβήσει πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσϑέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοϕύλων. 25 καὶ ἐποίησεν Δαυιδ καϑὼς ἐνετείλατο αὐτῷ κύριος, καὶ ἐπάταξεν τοὺς ἀλλοϕύλους ἀπὸ Γαβαων ἕως τῆς γῆς Γαζηρα.

Liber Regum alter Βασιλείων βʹ caput 6

1 Καὶ συνήγαγεν ἔτι Δαυιδ πάντα νεανίαν ἐξ Ισραηλ ὡς ἑβδομήκοντα χιλιάδας. 2 καὶ ἀνέστη καὶ ἐπορεύϑη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἀπὸ τῶν ἀρχόντων Ιουδα ἐν ἀναβάσει τοῦ ἀναγαγεῖν ἐκεῖϑεν τὴν κιβωτὸν τοῦ ϑεοῦ, ἐϕ᾽ ἣν ἐπεκλήϑη τὸ ὄνομα κυρίου τῶν δυνάμεων καϑημένου ἐπὶ τῶν χερουβιν ἐπ᾽ αὐτῆς. 3 καὶ ἐπεβίβασεν τὴν κιβωτὸν κυρίου ἐϕ᾽ ἅμαξαν καινὴν καὶ ἦρεν αὐτὴν ἐξ οἴκου Αμιναδαβ τοῦ ἐν τῷ βουνῷ· καὶ Οζα καὶ οἱ ἀδελϕοὶ αὐτοῦ υἱοὶ Αμιναδαβ ἦγον τὴν ἅμαξαν 4 σὺν τῇ κιβωτῷ, καὶ οἱ ἀδελϕοὶ αὐτοῦ ἐπορεύοντο ἔμπροσϑεν τῆς κιβωτοῦ. 5 καὶ Δαυιδ καὶ οἱ υἱοὶ Ισραηλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς. 6 καὶ παραγίνονται ἕως ἅλω Νωδαβ, καὶ ἐξέτεινεν Οζα τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτὸν τοῦ ϑεοῦ κατασχεῖν αὐτὴν καὶ ἐκράτησεν αὐτήν, ὅτι περιέσπασεν αὐτὴν ὁ μόσχος, τοῦ κατασχεῖν αὐτήν. 7 καὶ ἐϑυμώϑη κύριος τῷ Οζα, καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ ϑεός, καὶ ἀπέϑανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ κυρίου ἐνώπιον τοῦ ϑεοῦ. 8 καὶ ἠϑύμησεν Δαυιδ ὑπὲρ οὗ διέκοψεν κύριος διακοπὴν ἐν τῷ Οζα· καὶ ἐκλήϑη ὁ τόπος ἐκεῖνος Διακοπὴ Οζα ἕως τῆς ἡμέρας ταύτης. 9 καὶ ἐϕοβήϑη Δαυιδ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσελεύσεται πρός με ἡ κιβωτὸς κυρίου; 10 καὶ οὐκ ἐβούλετο Δαυιδ τοῦ ἐκκλῖναι πρὸς αὑτὸν τὴν κιβωτὸν διαϑήκης κυρίου εἰς τὴν πόλιν Δαυιδ, καὶ ἀπέκλινεν αὐτὴν Δαυιδ εἰς οἶκον Αβεδδαρα τοῦ Γεϑϑαίου. 11 καὶ ἐκάϑισεν ἡ κιβωτὸς τοῦ κυρίου εἰς οἶκον Αβεδδαρα τοῦ Γεϑϑαίου μῆνας τρεῖς· καὶ εὐλόγησεν κύριος ὅλον τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ. 12 Καὶ ἀπηγγέλη τῷ βασιλεῖ Δαυιδ λέγοντες Ηὐλόγησεν κύριος τὸν οἶκον Αβεδδαρα καὶ πάντα τὰ αὐτοῦ ἕνεκεν τῆς κιβωτοῦ τοῦ ϑεοῦ. καὶ ἐπορεύϑη Δαυιδ καὶ ἀνήγαγεν τὴν κιβωτὸν τοῦ κυρίου ἐκ τοῦ οἴκου Αβεδδαρα εἰς τὴν πόλιν Δαυιδ ἐν εὐϕροσύνῃ. 13 καὶ ἦσαν μετ᾽ αὐτῶν αἴροντες τὴν κιβωτὸν ἑπτὰ χοροὶ καὶ ϑῦμα μόσχος καὶ ἄρνα. 14 καὶ Δαυιδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον κυρίου, καὶ ὁ Δαυιδ ἐνδεδυκὼς στολὴν ἔξαλλον. 15 καὶ Δαυιδ καὶ πᾶς ὁ οἶκος Ισραηλ ἀνήγαγον τὴν κιβωτὸν κυρίου μετὰ κραυγῆς καὶ μετὰ ϕωνῆς σάλπιγγος. 16 καὶ ἐγένετο τῆς κιβωτοῦ παραγινομένης ἕως πόλεως Δαυιδ καὶ Μελχολ ἡ ϑυγάτηρ Σαουλ διέκυπτεν διὰ τῆς ϑυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ ἀνακρουόμενον ἐνώπιον κυρίου καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ καρδίᾳ αὐτῆς. 17 καὶ ϕέρουσιν τὴν κιβωτὸν τοῦ κυρίου καὶ ἀνέϑηκαν αὐτὴν εἰς τὸν τόπον αὐτῆς εἰς μέσον τῆς σκηνῆς, ἧς ἔπηξεν αὐτῇ Δαυιδ· καὶ ἀνήνεγκεν Δαυιδ ὁλοκαυτώματα ἐνώπιον κυρίου καὶ εἰρηνικάς. 18 καὶ συνετέλεσεν Δαυιδ συναναϕέρων τὰς ὁλοκαυτώσεις καὶ τὰς εἰρηνικὰς καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου τῶν δυνάμεων. 19 καὶ διεμέρισεν παντὶ τῷ λαῷ εἰς πᾶσαν τὴν δύναμιν τοῦ Ισραηλ ἀπὸ Δαν ἕως Βηρσαβεε ἀπὸ ἀνδρὸς ἕως γυναικὸς ἑκάστῳ κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον ἀπὸ τηγάνου· καὶ ἀπῆλϑεν πᾶς ὁ λαὸς ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ. – 20 καὶ ἐπέστρεψεν Δαυιδ εὐλογῆσαι τὸν οἶκον αὐτοῦ, καὶ ἐξῆλϑεν Μελχολ ἡ ϑυγάτηρ Σαουλ εἰς ἀπάντησιν Δαυιδ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν Τί δεδόξασται σήμερον ὁ βασιλεὺς Ισραηλ, ὃς ἀπεκαλύϕϑη σήμερον ἐν ὀϕϑαλμοῖς παιδισκῶν τῶν δούλων ἑαυτοῦ, καϑὼς ἀποκαλύπτεται ἀποκαλυϕϑεὶς εἷς τῶν ὀρχουμένων. 21 καὶ εἶπεν Δαυιδ πρὸς Μελχολ Ἐνώπιον κυρίου ὀρχήσομαι· εὐλογητὸς κύριος, ὃς ἐξελέξατό με ὑπὲρ τὸν πατέρα σου καὶ ὑπὲρ πάντα τὸν οἶκον αὐτοῦ τοῦ καταστῆσαί με εἰς ἡγούμενον ἐπὶ τὸν λαὸν αὐτοῦ ἐπὶ τὸν Ισραηλ· καὶ παίξομαι καὶ ὀρχήσομαι ἐνώπιον κυρίου 22 καὶ ἀποκαλυϕϑήσομαι ἔτι οὕτως καὶ ἔσομαι ἀχρεῖος ἐν ὀϕϑαλμοῖς σου καὶ μετὰ τῶν παιδισκῶν, ὧν εἶπάς με δοξασϑῆναι. 23 καὶ τῇ Μελχολ ϑυγατρὶ Σαουλ οὐκ ἐγένετο παιδίον ἕως τῆς ἡμέρας τοῦ ἀποϑανεῖν αὐτήν.

Liber Regum alter Βασιλείων βʹ caput 7

1 Καὶ ἐγένετο ὅτε ἐκάϑισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ καὶ κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχϑρῶν αὐτοῦ τῶν κύκλῳ, 2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναϑαν τὸν προϕήτην Ἰδοὺ δὴ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ ϑεοῦ κάϑηται ἐν μέσῳ τῆς σκηνῆς. 3 καὶ εἶπεν Ναϑαν πρὸς τὸν βασιλέα Πάντα, ὅσα ἂν ἐν τῇ καρδίᾳ σου, βάδιζε καὶ ποίει, ὅτι κύριος μετὰ σοῦ. – 4 καὶ ἐγένετο τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ναϑαν λέγων 5 Πορεύου καὶ εἰπὸν πρὸς τὸν δοῦλόν μου Δαυιδ Τάδε λέγει κύριος Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με· 6 ὅτι οὐ κατῴκηκα ἐν οἴκῳ ἀϕ᾽ ἧς ἡμέρας ἀνήγαγον ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ισραηλ ἕως τῆς ἡμέρας ταύτης καὶ ἤμην ἐμπεριπατῶν ἐν καταλύματι καὶ ἐν σκηνῇ. 7 ἐν πᾶσιν, οἷς διῆλϑον ἐν παντὶ Ισραηλ, εἰ λαλῶν ἐλάλησα πρὸς μίαν ϕυλὴν τοῦ Ισραηλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν λαόν μου Ισραηλ, λέγων Τί ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; 8 καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυιδ Τάδε λέγει κύριος παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας τῶν προβάτων τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου ἐπὶ τὸν Ισραηλ 9 καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐπορεύου, καὶ ἐξωλέϑρευσα πάντας τοὺς ἐχϑρούς σου ἀπὸ προσώπου σου καὶ ἐποίησά σε ὀνομαστὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. 10 καὶ ϑήσομαι τόπον τῷ λαῷ μου τῷ Ισραηλ καὶ καταϕυτεύσω αὐτόν, καὶ κατασκηνώσει καϑ᾽ ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσϑήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καϑὼς ἀπ᾽ ἀρχῆς 11 ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχϑρῶν σου, καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ. 12 καὶ ἔσται ἐὰν πληρωϑῶσιν αἱ ἡμέραι σου καὶ κοιμηϑήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· 13 αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορϑώσω τὸν ϑρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. 14 ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλϑῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁϕαῖς υἱῶν ἀνϑρώπων· 15 τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾽ αὐτοῦ, καϑὼς ἀπέστησα ἀϕ᾽ ὧν ἀπέστησα ἐκ προσώπου μου. 16 καὶ πιστωϑήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ὁ ϑρόνος αὐτοῦ ἔσται ἀνωρϑωμένος εἰς τὸν αἰῶνα. 17 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναϑαν πρὸς Δαυιδ. – 18 καὶ εἰσῆλϑεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάϑισεν ἐνώπιον κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, κύριέ μου κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων; 19 καὶ κατεσμικρύνϑη μικρὸν ἐνώπιόν σου, κύριέ μου κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνϑρώπου, κύριέ μου κύριε. 20 καὶ τί προσϑήσει Δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ; καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριέ μου κύριε. 21 διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου 22 ἕνεκεν τοῦ μεγαλῦναί σε, κύριέ μου κύριε, ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν ϑεὸς πλὴν σοῦ ἐν πᾶσιν, οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν. 23 καὶ τίς ὡς ὁ λαός σου Ισραηλ ἔϑνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ ϑεὸς τοῦ λυτρώσασϑαι αὐτῷ λαὸν τοῦ ϑέσϑαι σε ὄνομα τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιϕάνειαν τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔϑνη καὶ σκηνώματα. 24 καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ισραηλ λαὸν ἕως αἰῶνος, καὶ σύ, κύριε, ἐγένου αὐτοῖς εἰς ϑεόν. 25 καὶ νῦν, κύριέ μου κύριε, τὸ ῥῆμα, ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως αἰῶνος, κύριε παντοκράτωρ ϑεὲ τοῦ Ισραηλ· καὶ νῦν καϑὼς ἐλάλησας, 26 μεγαλυνϑείη τὸ ὄνομά σου ἕως αἰῶνος. 27 κύριε παντοκράτωρ ϑεὸς Ισραηλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων Οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασϑαι πρὸς σὲ τὴν προσευχὴν ταύτην. 28 καὶ νῦν, κύριέ μου κύριε, σὺ εἶ ὁ ϑεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληϑινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαϑὰ ταῦτα· 29 καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου, ὅτι σὺ εἶ, κύριέ μου κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηϑήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα.

Liber Regum alter Βασιλείων βʹ caput 8

1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοϕύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυιδ τὴν ἀϕωρισμένην ἐκ χειρὸς τῶν ἀλλοϕύλων. 2 καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ ϑανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν, καὶ ἐγένετο Μωαβ τῷ Δαυιδ εἰς δούλους ϕέροντας ξένια. 3 καὶ ἐπάταξεν Δαυιδ τὸν Αδρααζαρ υἱὸν Ρααβ βασιλέα Σουβα πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐϕράτην. 4 καὶ προκατελάβετο Δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν, καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. 5 καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηϑῆσαι τῷ Αδρααζαρ βασιλεῖ Σουβα, καὶ ἐπάταξεν Δαυιδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. 6 καὶ ἔϑετο Δαυιδ ϕρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύρος τῷ Δαυιδ εἰς δούλους ϕέροντας ξένια. καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. – 7 καὶ ἔλαβεν Δαυιδ τοὺς χλιδῶνας τοὺς χρυσοῦς, οἳ ἦσαν ἐπὶ τῶν παίδων τῶν Αδρααζαρ βασιλέως Σουβα, καὶ ἤνεγκεν αὐτὰ εἰς Ιερουσαλημ· καὶ ἔλαβεν αὐτὰ Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ιερουσαλημ ἐν ἡμέραις Ροβοαμ υἱοῦ Σολομῶντος. 8 καὶ ἐκ τῆς Μασβακ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Αδρααζαρ ἔλαβεν ὁ βασιλεὺς Δαυιδ χαλκὸν πολὺν σϕόδρα· ἐν αὐτῷ ἐποίησεν Σαλωμων τὴν ϑάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη. – 9 καὶ ἤκουσεν Θοου ὁ βασιλεὺς Ημαϑ ὅτι ἐπάταξεν Δαυιδ πᾶσαν τὴν δύναμιν Αδρααζαρ, 10 καὶ ἀπέστειλεν Θοου Ιεδδουραν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυιδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὗ ἐπολέμησεν τὸν Αδρααζαρ καὶ ἐπάταξεν αὐτόν, ὅτι ἀντικείμενος ἦν τῷ Αδρααζαρ, καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυσᾶ καὶ σκεύη χαλκᾶ. 11 καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς Δαυιδ τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου, οὗ ἡγίασεν ἐκ πασῶν τῶν πόλεων, ὧν κατεδυνάστευσεν, 12 ἐκ τῆς Ιδουμαίας καὶ ἐκ τῆς γῆς Μωαβ καὶ ἐκ τῶν υἱῶν Αμμων καὶ ἐκ τῶν ἀλλοϕύλων καὶ ἐξ Αμαληκ καὶ ἐκ τῶν σκύλων Αδρααζαρ υἱοῦ Ρααβ βασιλέως Σουβα. – 13 καὶ ἐποίησεν Δαυιδ ὄνομα· καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ιδουμαίαν ἐν Γαιμελε εἰς ὀκτωκαίδεκα χιλιάδας. 14 καὶ ἔϑετο ἐν τῇ Ιδουμαίᾳ ϕρουράν, ἐν πάσῃ τῇ Ιδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. 15 Καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ, καὶ ἦν Δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. 16 καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τῆς στρατιᾶς, καὶ Ιωσαϕατ υἱὸς Αχια ἐπὶ τῶν ὑπομνημάτων, 17 καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαϑαρ ἱερεῖς, καὶ Ασα ὁ γραμματεύς, 18 καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος, καὶ ὁ χελεϑϑι καὶ ὁ ϕελεττι· καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἦσαν.

Liber Regum alter Βασιλείων βʹ caput 9

1 Καὶ εἶπεν Δαυιδ Εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ᾽ αὐτοῦ ἔλεος ἕνεκεν Ιωναϑαν; 2 καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς Εἰ σὺ εἶ Σιβα; καὶ εἶπεν Ἐγὼ δοῦλος σός. 3 καὶ εἶπεν ὁ βασιλεύς Εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ᾽ αὐτοῦ ἔλεος ϑεοῦ; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἔτι ἔστιν υἱὸς τῷ Ιωναϑαν πεπληγὼς τοὺς πόδας. 4 καὶ εἶπεν ὁ βασιλεύς Ποῦ οὗτος; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἰδοὺ ἐν οἴκῳ Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ. 5 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ. 6 καὶ παραγίνεται Μεμϕιβοσϑε υἱὸς Ιωναϑαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμϕιβοσϑε· καὶ εἶπεν Ἰδοὺ ὁ δοῦλός σου. 7 καὶ εἶπεν αὐτῷ Δαυιδ Μὴ ϕοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ιωναϑαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαουλ πατρὸς τοῦ πατρός σου, καὶ σὺ ϕάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός. 8 καὶ προσεκύνησεν Μεμϕιβοσϑε καὶ εἶπεν Τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεϑνηκότα τὸν ὅμοιον ἐμοί; 9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σιβα τὸ παιδάριον Σαουλ καὶ εἶπεν πρὸς αὐτόν Πάντα, ὅσα ἐστὶν τῷ Σαουλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ, δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου· 10 καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους, καὶ ἔδεται αὐτούς· καὶ Μεμϕιβοσϑε υἱὸς τοῦ κυρίου σου ϕάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. [καὶ τῷ Σιβα ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι.] 11 καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει ὁ δοῦλός σου. καὶ Μεμϕιβοσϑε ἤσϑιεν ἐπὶ τῆς τραπέζης Δαυιδ καϑὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως. 12 καὶ τῷ Μεμϕιβοσϑε υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχα. καὶ πᾶσα ἡ κατοίκησις τοῦ οἴκου Σιβα δοῦλοι τοῦ Μεμϕιβοσϑε. 13 καὶ Μεμϕιβοσϑε κατῴκει ἐν Ιερουσαλημ, ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσϑιεν· καὶ αὐτὸς ἦν χωλὸς ἀμϕοτέροις τοῖς ποσὶν αὐτοῦ.

Liber Regum alter Βασιλείων βʹ caput 10

1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέϑανεν βασιλεὺς υἱῶν Αμμων, καὶ ἐβασίλευσεν Αννων υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 2 καὶ εἶπεν Δαυιδ Ποιήσω ἔλεος μετὰ Αννων υἱοῦ Ναας, ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ᾽ ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν Δαυιδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παῖδες Δαυιδ εἰς τὴν γῆν υἱῶν Αμμων. 3 καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Αμμων πρὸς Αννων τὸν κύριον αὐτῶν Μὴ παρὰ τὸ δοξάζειν Δαυιδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας; ἀλλ᾽ οὐχὶ ὅπως ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασϑαι αὐτὴν ἀπέστειλεν Δαυιδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ; 4 καὶ ἔλαβεν Αννων τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς. 5 καὶ ἀνήγγειλαν τῷ Δαυιδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σϕόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καϑίσατε ἐν Ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραϕήσεσϑε. – 6 καὶ εἶδαν οἱ υἱοὶ Αμμων ὅτι κατῃσχύνϑησαν ὁ λαὸς Δαυιδ, καὶ ἀπέστειλαν οἱ υἱοὶ Αμμων καὶ ἐμισϑώσαντο τὴν Συρίαν Βαιϑροωβ, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μααχα, χιλίους ἄνδρας, καὶ Ιστωβ, δώδεκα χιλιάδας ἀνδρῶν. 7 καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πᾶσαν τὴν δύναμιν, τοὺς δυνατούς. 8 καὶ ἐξῆλϑαν οἱ υἱοὶ Αμμων καὶ παρετάξαντο πόλεμον παρὰ τῇ ϑύρᾳ τῆς πύλης, καὶ Συρία Σουβα καὶ Ροωβ καὶ Ιστωβ καὶ Μααχα μόνοι ἐν ἀγρῷ. 9 καὶ εἶδεν Ιωαβ ὅτι ἐγενήϑη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, ἐκ τοῦ κατὰ πρόσωπον ἐξ ἐναντίας καὶ ἐκ τοῦ ὄπισϑεν, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ισραηλ, καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας. 10 καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Αβεσσα τοῦ ἀδελϕοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Αμμων. 11 καὶ εἶπεν Ἐὰν κραταιωϑῇ Συρία ὑπὲρ ἐμέ, καὶ ἔσεσϑέ μοι εἰς σωτηρίαν, καὶ ἐὰν υἱοὶ Αμμων κραταιωϑῶσιν ὑπὲρ σέ, καὶ ἐσόμεϑα τοῦ σῶσαί σε· 12 ἀνδρίζου καὶ κραταιωϑῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ ϑεοῦ ἡμῶν, καὶ κύριος ποιήσει τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς αὐτοῦ. 13 καὶ προσῆλϑεν Ιωαβ καὶ ὁ λαὸς αὐτοῦ μετ᾽ αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν, καὶ ἔϕυγαν ἀπὸ προσώπου αὐτοῦ. 14 καὶ οἱ υἱοὶ Αμμων εἶδαν ὅτι ἔϕυγεν Συρία, καὶ ἔϕυγαν ἀπὸ προσώπου Αβεσσα καὶ εἰσῆλϑαν εἰς τὴν πόλιν. καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τῶν υἱῶν Αμμων καὶ παρεγένοντο εἰς Ιερουσαλημ. – 15 καὶ εἶδεν Συρία ὅτι ἔπταισεν ἔμπροσϑεν Ισραηλ, καὶ συνήχϑησαν ἐπὶ τὸ αὐτό. 16 καὶ ἀπέστειλεν Αδρααζαρ καὶ συνήγαγεν τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμακ, καὶ παρεγένοντο Αιλαμ, καὶ Σωβακ ἄρχων τῆς δυνάμεως Αδρααζαρ ἔμπροσϑεν αὐτῶν. 17 καὶ ἀνηγγέλη τῷ Δαυιδ, καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ παρεγένοντο εἰς Αιλαμ· καὶ παρετάξατο Συρία ἀπέναντι Δαυιδ καὶ ἐπολέμησαν μετ᾽ αὐτοῦ. 18 καὶ ἔϕυγεν Συρία ἀπὸ προσώπου Ισραηλ, καὶ ἀνεῖλεν Δαυιδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων· καὶ τὸν Σωβακ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξεν, καὶ ἀπέϑανεν ἐκεῖ. 19 καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Αδρααζαρ ὅτι ἔπταισαν ἔμπροσϑεν Ισραηλ, καὶ ηὐτομόλησαν μετὰ Ισραηλ καὶ ἐδούλευσαν αὐτοῖς. καὶ ἐϕοβήϑη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Αμμων.

Liber Regum alter Βασιλείων βʹ caput 11

1 Καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων καὶ ἀπέστειλεν Δαυιδ τὸν Ιωαβ καὶ τοὺς παῖδας αὐτοῦ μετ᾽ αὐτοῦ καὶ τὸν πάντα Ισραηλ, καὶ διέϕϑειραν τοὺς υἱοὺς Αμμων καὶ διεκάϑισαν ἐπὶ Ραββαϑ· καὶ Δαυιδ ἐκάϑισεν ἐν Ιερουσαλημ. 2 Καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σϕόδρα. 3 καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐζήτησεν τὴν γυναῖκα, καὶ εἶπεν Οὐχὶ αὕτη Βηρσαβεε ϑυγάτηρ Ελιαβ γυνὴ Ουριου τοῦ Χετταίου; 4 καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλϑεν πρὸς αὐτόν, καὶ ἐκοιμήϑη μετ᾽ αὐτῆς, καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαϑαρσίας αὐτῆς καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς. 5 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ Δαυιδ καὶ εἶπεν Ἐγώ εἰμι ἐν γαστρὶ ἔχω. 6 καὶ ἀπέστειλεν Δαυιδ πρὸς Ιωαβ λέγων Ἀπόστειλον πρός με τὸν Ουριαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς Δαυιδ. 7 καὶ παραγίνεται Ουριας καὶ εἰσῆλϑεν πρὸς αὐτόν, καὶ ἐπηρώτησεν Δαυιδ εἰς εἰρήνην Ιωαβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου. 8 καὶ εἶπεν Δαυιδ τῷ Ουρια Κατάβηϑι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλϑεν Ουριας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλϑεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως. 9 καὶ ἐκοιμήϑη Ουριας παρὰ τῇ ϑύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ. 10 καὶ ἀνήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι Οὐ κατέβη Ουριας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου; 11 καὶ εἶπεν Ουριας πρὸς Δαυιδ Ἡ κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ ὁ κύριός μου Ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν· καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου ϕαγεῖν καὶ πιεῖν καὶ κοιμηϑῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ἡ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο. 12 καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Κάϑισον ἐνταῦϑα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε· καὶ ἐκάϑισεν Ουριας ἐν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον. 13 καὶ ἐκάλεσεν αὐτὸν Δαυιδ, καὶ ἔϕαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν, καὶ ἐμέϑυσεν αὐτόν· καὶ ἐξῆλϑεν ἑσπέρας τοῦ κοιμηϑῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη. 14 καὶ ἐγένετο πρωῒ καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου. 15 καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων Εἰσάγαγε τὸν Ουριαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραϕήσεσϑε ἀπὸ ὄπισϑεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποϑανεῖται. 16 καὶ ἐγενήϑη ἐν τῷ ϕυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔϑηκεν τὸν Ουριαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ. 17 καὶ ἐξῆλϑον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ιωαβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυιδ, καὶ ἀπέϑανεν καί γε Ουριας ὁ Χετταῖος. 18 καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ πάντας τοὺς λόγους τοῦ πολέμου 19 καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων Ἐν τῷ συντελέσαι σε πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα 20 καὶ ἔσται ἐὰν ἀναβῇ ὁ ϑυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωϑεν τοῦ τείχους; 21 τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ᾽ αὐτὸν κλάσμα μύλου ἐπάνωϑεν τοῦ τείχους καὶ ἀπέϑανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς Καί γε Ουριας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέϑανεν. 22 καὶ ἐπορεύϑη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ, πάντα τὰ ῥήματα τοῦ πολέμου. καὶ ἐϑυμώϑη Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον Ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσϑε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ᾽ αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέϑανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; 23 καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυιδ Ὅτι ἐκραταίωσαν ἐϕ᾽ ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλϑαν ἐϕ᾽ ἡμᾶς εἰς τὸν ἀγρόν, καὶ ἐγενήϑημεν ἐπ᾽ αὐτοὺς ἕως τῆς ϑύρας τῆς πύλης, 24 καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωϑεν τοῦ τείχους, καὶ ἀπέϑαναν τῶν παίδων τοῦ βασιλέως, καί γε ὁ δοῦλός σου Ουριας ὁ Χετταῖος ἀπέϑανεν. 25 καὶ εἶπεν Δαυιδ πρὸς τὸν ἄγγελον Τάδε ἐρεῖς πρὸς Ιωαβ Μὴ πονηρὸν ἔστω ἐν ὀϕϑαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως ϕάγεται ἡ μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν. 26 καὶ ἤκουσεν ἡ γυνὴ Ουριου ὅτι ἀπέϑανεν Ουριας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς. 27 καὶ διῆλϑεν τὸ πένϑος, καὶ ἀπέστειλεν Δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήϑη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν. Καὶ πονηρὸν ἐϕάνη τὸ ῥῆμα, ὃ ἐποίησεν Δαυιδ, ἐν ὀϕϑαλμοῖς κυρίου.

Liber Regum alter Βασιλείων βʹ caput 12

1 καὶ ἀπέστειλεν κύριος τὸν Ναϑαν τὸν προϕήτην πρὸς Δαυιδ, καὶ εἰσῆλϑεν πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ Δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος καὶ εἷς πένης· 2 καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σϕόδρα, 3 καὶ τῷ πένητι οὐδὲν ἀλλ᾽ ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέϑρεψεν αὐτήν, καὶ ἡδρύνϑη μετ᾽ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσϑιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάϑευδεν καὶ ἦν αὐτῷ ὡς ϑυγάτηρ· 4 καὶ ἦλϑεν πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐϕείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ καὶ ἐκ τῶν βουκολίων αὐτοῦ τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ ἐλϑόντι πρὸς αὐτὸν καὶ ἔλαβεν τὴν ἀμνάδα τοῦ πένητος καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλϑόντι πρὸς αὐτόν. 5 καὶ ἐϑυμώϑη ὀργῇ Δαυιδ σϕόδρα τῷ ἀνδρί, καὶ εἶπεν Δαυιδ πρὸς Ναϑαν Ζῇ κύριος, ὅτι υἱὸς ϑανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο 6 καὶ τὴν ἀμνάδα ἀποτείσει ἑπταπλασίονα ἀνϑ᾽ ὧν ὅτι ἐποίησεν τὸ ῥῆμα τοῦτο καὶ περὶ οὗ οὐκ ἐϕείσατο. 7 καὶ εἶπεν Ναϑαν πρὸς Δαυιδ Σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἐγώ εἰμι ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ ἐγώ εἰμι ἐρρυσάμην σε ἐκ χειρὸς Σαουλ 8 καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου καὶ ἔδωκά σοι τὸν οἶκον Ισραηλ καὶ Ιουδα· καὶ εἰ μικρόν ἐστιν, προσϑήσω σοι κατὰ ταῦτα. 9 τί ὅτι ἐϕαύλισας τὸν λόγον κυρίου τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς αὐτοῦ; τὸν Ουριαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομϕαίᾳ καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομϕαίᾳ υἱῶν Αμμων. 10 καὶ νῦν οὐκ ἀποστήσεται ῥομϕαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνϑ᾽ ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Ουριου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα. 11 τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου καὶ λήμψομαι τὰς γυναῖκάς σου κατ᾽ ὀϕϑαλμούς σου καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηϑήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου· 12 ὅτι σὺ ἐποίησας κρυβῇ, κἀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ισραηλ καὶ ἀπέναντι τούτου τοῦ ἡλίου. 13 καὶ εἶπεν Δαυιδ τῷ Ναϑαν Ἡμάρτηκα τῷ κυρίῳ. καὶ εἶπεν Ναϑαν πρὸς Δαυιδ Καὶ κύριος παρεβίβασεν τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποϑάνῃς· 14 πλὴν ὅτι παροξύνων παρώξυνας τοὺς ἐχϑροὺς κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχϑείς σοι ϑανάτῳ ἀποϑανεῖται. 15 καὶ ἀπῆλϑεν Ναϑαν εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἔϑραυσεν κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Ουριου τῷ Δαυιδ, καὶ ἠρρώστησεν. 16 καὶ ἐζήτησεν Δαυιδ τὸν ϑεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσεν Δαυιδ νηστείαν καὶ εἰσῆλϑεν καὶ ηὐλίσϑη ἐν σάκκῳ ἐπὶ τῆς γῆς. 17 καὶ ἀνέστησαν ἐπ᾽ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ τοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠϑέλησεν καὶ οὐ συνέϕαγεν αὐτοῖς ἄρτον. 18 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέϑανε τὸ παιδάριον· καὶ ἐϕοβήϑησαν οἱ δοῦλοι Δαυιδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέϑνηκεν τὸ παιδάριον, ὅτι εἶπαν Ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσεν τῆς ϕωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέϑνηκεν τὸ παιδάριον; καὶ ποιήσει κακά. 19 καὶ συνῆκεν Δαυιδ ὅτι οἱ παῖδες αὐτοῦ ψιϑυρίζουσιν, καὶ ἐνόησεν Δαυιδ ὅτι τέϑνηκεν τὸ παιδάριον· καὶ εἶπεν Δαυιδ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ τέϑνηκεν τὸ παιδάριον; καὶ εἶπαν Τέϑνηκεν. 20 καὶ ἀνέστη Δαυιδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον τοῦ ϑεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον ϕαγεῖν, καὶ παρέϑηκαν αὐτῷ ἄρτον, καὶ ἔϕαγεν. 21 καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο, ὃ ἐποίησας; ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέϑανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔϕαγες ἄρτον καὶ πέπωκας. 22 καὶ εἶπεν Δαυιδ Ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα Τίς οἶδεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον; 23 καὶ νῦν τέϑνηκεν· ἵνα τί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με. 24 καὶ παρεκάλεσεν Δαυιδ Βηρσαβεε τὴν γυναῖκα αὐτοῦ καὶ εἰσῆλϑεν πρὸς αὐτὴν καὶ ἐκοιμήϑη μετ᾽ αὐτῆς, καὶ συνέλαβεν καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σαλωμων, καὶ κύριος ἠγάπησεν αὐτόν. 25 καὶ ἀπέστειλεν ἐν χειρὶ Ναϑαν τοῦ προϕήτου, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιδεδι ἕνεκεν κυρίου. 26 Καὶ ἐπολέμησεν Ιωαβ ἐν Ραββαϑ υἱῶν Αμμων καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας. 27 καὶ ἀπέστειλεν Ιωαβ ἀγγέλους πρὸς Δαυιδ καὶ εἶπεν Ἐπολέμησα ἐν Ραββαϑ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων· 28 καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληϑῇ τὸ ὄνομά μου ἐπ᾽ αὐτήν. 29 καὶ συνήγαγεν Δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύϑη εἰς Ραββαϑ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν. 30 καὶ ἔλαβεν τὸν στέϕανον Μελχολ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεϕαλῆς αὐτοῦ, καὶ ὁ σταϑμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίϑου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεϕαλῆς Δαυιδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σϕόδρα. 31 καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔϑηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινϑείου· καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν υἱῶν Αμμων. καὶ ἐπέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς εἰς Ιερουσαλημ.

Liber Regum alter Βασιλείων βʹ caput 13

1 Καὶ ἐγενήϑη μετὰ ταῦτα καὶ τῷ Αβεσσαλωμ υἱῷ Δαυιδ ἀδελϕὴ καλὴ τῷ εἴδει σϕόδρα, καὶ ὄνομα αὐτῇ Θημαρ, καὶ ἠγάπησεν αὐτὴν Αμνων υἱὸς Δαυιδ. 2 καὶ ἐϑλίβετο Αμνων ὥστε ἀρρωστεῖν διὰ Θημαρ τὴν ἀδελϕὴν αὐτοῦ, ὅτι παρϑένος ἦν αὐτή, καὶ ὑπέρογκον ἐν ὀϕϑαλμοῖς Αμνων τοῦ ποιῆσαί τι αὐτῇ. 3 καὶ ἦν τῷ Αμνων ἑταῖρος, καὶ ὄνομα αὐτῷ Ιωναδαβ υἱὸς Σαμαα τοῦ ἀδελϕοῦ Δαυιδ· καὶ Ιωναδαβ ἀνὴρ σοϕὸς σϕόδρα. 4 καὶ εἶπεν αὐτῷ Τί σοι ὅτι σὺ οὕτως ἀσϑενής, υἱὲ τοῦ βασιλέως, τὸ πρωῒ πρωί; οὐκ ἀπαγγελεῖς μοι; καὶ εἶπεν αὐτῷ Αμνων Θημαρ τὴν ἀδελϕὴν Αβεσσαλωμ τοῦ ἀδελϕοῦ μου ἐγὼ ἀγαπῶ. 5 καὶ εἶπεν αὐτῷ Ιωναδαβ Κοιμήϑητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσϑητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτόν Ἐλϑέτω δὴ Θημαρ ἡ ἀδελϕή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ᾽ ὀϕϑαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ ϕάγω ἐκ τῶν χειρῶν αὐτῆς. 6 καὶ ἐκοιμήϑη Αμνων καὶ ἠρρώστησεν, καὶ εἰσῆλϑεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν, καὶ εἶπεν Αμνων πρὸς τὸν βασιλέα Ἐλϑέτω δὴ Θημαρ ἡ ἀδελϕή μου πρός με καὶ κολλυρισάτω ἐν ὀϕϑαλμοῖς μου δύο κολλυρίδας, καὶ ϕάγομαι ἐκ τῆς χειρὸς αὐτῆς. 7 καὶ ἀπέστειλεν Δαυιδ πρὸς Θημαρ εἰς τὸν οἶκον λέγων Πορεύϑητι δὴ εἰς τὸν οἶκον Αμνων τοῦ ἀδελϕοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα. 8 καὶ ἐπορεύϑη Θημαρ εἰς τὸν οἶκον Αμνων ἀδελϕοῦ αὐτῆς, καὶ αὐτὸς κοιμώμενος. καὶ ἔλαβεν τὸ σταῖς καὶ ἐϕύρασεν καὶ ἐκολλύρισεν κατ᾽ ὀϕϑαλμοὺς αὐτοῦ καὶ ἥψησεν τὰς κολλυρίδας· 9 καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἠϑέλησεν ϕαγεῖν. καὶ εἶπεν Αμνων Ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωϑέν μου· καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωϑεν αὐτοῦ. 10 καὶ εἶπεν Αμνων πρὸς Θημαρ Εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμίειον, καὶ ϕάγομαι ἐκ τῆς χειρός σου. καὶ ἔλαβεν Θημαρ τὰς κολλυρίδας, ἃς ἐποίησεν, καὶ εἰσήνεγκεν τῷ Αμνων ἀδελϕῷ αὐτῆς εἰς τὸν κοιτῶνα 11 καὶ προσήγαγεν αὐτῷ τοῦ ϕαγεῖν, καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ Δεῦρο κοιμήϑητι μετ᾽ ἐμοῦ, ἀδελϕή μου. 12 καὶ εἶπεν αὐτῷ Μή, ἄδελϕέ μου, μὴ ταπεινώσῃς με, διότι οὐ ποιηϑήσεται οὕτως ἐν Ισραηλ· μὴ ποιήσῃς τὴν ἀϕροσύνην ταύτην· 13 καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου; καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀϕρόνων ἐν Ισραηλ· καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα, ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ. 14 καὶ οὐκ ἠϑέλησεν Αμνων τοῦ ἀκοῦσαι τῆς ϕωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήϑη μετ᾽ αὐτῆς. 15 καὶ ἐμίσησεν αὐτὴν Αμνων μῖσος μέγα σϕόδρα, ὅτι μέγα τὸ μῖσος, ὃ ἐμίσησεν αὐτήν, ὑπὲρ τὴν ἀγάπην, ἣν ἠγάπησεν αὐτήν. καὶ εἶπεν αὐτῇ Αμνων Ἀνάστηϑι καὶ πορεύου. 16 καὶ εἶπεν αὐτῷ Θημαρ Μή, ἄδελϕε, ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, ἣν ἐποίησας μετ᾽ ἐμοῦ, τοῦ ἐξαποστεῖλαί με. καὶ οὐκ ἠϑέλησεν Αμνων ἀκοῦσαι τῆς ϕωνῆς αὐτῆς. 17 καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἐξαποστείλατε δὴ ταύτην ἀπ᾽ ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν ϑύραν ὀπίσω αὐτῆς. 18 καὶ ἐπ᾽ αὐτῆς ἦν χιτὼν καρπωτός, ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ ϑυγατέρες τοῦ βασιλέως αἱ παρϑένοι τοὺς ἐπενδύτας αὐτῶν· καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισεν τὴν ϑύραν ὀπίσω αὐτῆς· 19 καὶ ἔλαβεν Θημαρ σποδὸν καὶ ἐπέϑηκεν ἐπὶ τὴν κεϕαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ᾽ αὐτῆς διέρρηξεν καὶ ἐπέϑηκεν τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεϕαλὴν αὐτῆς καὶ ἐπορεύϑη πορευομένη καὶ κράζουσα. 20 καὶ εἶπεν πρὸς αὐτὴν Αβεσσαλωμ ὁ ἀδελϕὸς αὐτῆς Μὴ Αμνων ὁ ἀδελϕός σου ἐγένετο μετὰ σοῦ; καὶ νῦν, ἀδελϕή μου, κώϕευσον, ὅτι ἀδελϕός σού ἐστιν· μὴ ϑῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι εἰς τὸ ῥῆμα τοῦτο. καὶ ἐκάϑισεν Θημαρ χηρεύουσα ἐν οἴκῳ Αβεσσαλωμ τοῦ ἀδελϕοῦ αὐτῆς. 21 καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐϑυμώϑη σϕόδρα· καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα Αμνων τοῦ υἱοῦ αὐτοῦ, ὅτι ἠγάπα αὐτόν, ὅτι πρωτότοκος αὐτοῦ ἦν. 22 καὶ οὐκ ἐλάλησεν Αβεσσαλωμ μετὰ Αμνων ἀπὸ πονηροῦ ἕως ἀγαϑοῦ, ὅτι ἐμίσει Αβεσσαλωμ τὸν Αμνων ἐπὶ λόγου οὗ ἐταπείνωσεν Θημαρ τὴν ἀδελϕὴν αὐτοῦ. 23 Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ Αβεσσαλωμ ἐν Βελασωρ τῇ ἐχόμενα Εϕραιμ, καὶ ἐκάλεσεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως. 24 καὶ ἦλϑεν Αβεσσαλωμ πρὸς τὸν βασιλέα καὶ εἶπεν Ἰδοὺ δὴ κείρουσιν τῷ δούλῳ σου, πορευϑήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου. 25 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αβεσσαλωμ Μὴ δή, υἱέ μου, μὴ πορευϑῶμεν πάντες ἡμεῖς, καὶ οὐ μὴ καταβαρυνϑῶμεν ἐπὶ σέ. καὶ ἐβιάσατο αὐτόν, καὶ οὐκ ἠϑέλησεν τοῦ πορευϑῆναι καὶ εὐλόγησεν αὐτόν. 26 καὶ εἶπεν Αβεσσαλωμ Καὶ εἰ μή, πορευϑήτω δὴ μεϑ᾽ ἡμῶν Αμνων ὁ ἀδελϕός μου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἵνα τί πορευϑῇ μετὰ σοῦ; 27 καὶ ἐβιάσατο αὐτὸν Αβεσσαλωμ, καὶ ἀπέστειλεν μετ᾽ αὐτοῦ τὸν Αμνων καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως. καὶ ἐποίησεν Αβεσσαλωμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως. 28 καὶ ἐνετείλατο Αβεσσαλωμ τοῖς παιδαρίοις αὐτοῦ λέγων Ἴδετε ὡς ἂν ἀγαϑυνϑῇ ἡ καρδία Αμνων ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς Πατάξατε τὸν Αμνων, καὶ ϑανατώσατε αὐτόν· μὴ ϕοβηϑῆτε, ὅτι οὐχὶ ἐγώ εἰμι ἐντέλλομαι ὑμῖν; ἀνδρίζεσϑε καὶ γίνεσϑε εἰς υἱοὺς δυνάμεως. 29 καὶ ἐποίησαν τὰ παιδάρια Αβεσσαλωμ τῷ Αμνων καϑὰ ἐνετείλατο αὐτοῖς Αβεσσαλωμ. καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάϑισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔϕυγαν. 30 καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῇ ὁδῷ καὶ ἡ ἀκοὴ ἦλϑεν πρὸς Δαυιδ λέγων Ἐπάταξεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως, καὶ οὐ κατελείϕϑη ἐξ αὐτῶν οὐδὲ εἷς. 31 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήϑη ἐπὶ τὴν γῆν, καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. 32 καὶ ἀπεκρίϑη Ιωναδαβ υἱὸς Σαμαα ἀδελϕοῦ Δαυιδ καὶ εἶπεν Μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐϑανάτωσεν, ὅτι Αμνων μονώτατος ἀπέϑανεν· ὅτι ἐπὶ στόματος Αβεσσαλωμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας, ἧς ἐταπείνωσεν Θημαρ τὴν ἀδελϕὴν αὐτοῦ· 33 καὶ νῦν μὴ ϑέσϑω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων Πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέϑαναν, ὅτι ἀλλ᾽ ἢ Αμνων μονώτατος ἀπέϑανεν. 34 καὶ ἀπέδρα Αβεσσαλωμ. καὶ ἦρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀϕϑαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισϑεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει· καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν Ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ωρωνην ἐκ μέρους τοῦ ὄρους. 35 καὶ εἶπεν Ιωναδαβ πρὸς τὸν βασιλέα Ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισιν· κατὰ τὸν λόγον τοῦ δούλου σου, οὕτως ἐγένετο. 36 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν, καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλϑαν καὶ ἐπῆραν τὴν ϕωνὴν αὐτῶν καὶ ἔκλαυσαν, καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυϑμὸν μέγαν σϕόδρα. 37 καὶ Αβεσσαλωμ ἔϕυγεν καὶ ἐπορεύϑη πρὸς Θολμαι υἱὸν Εμιουδ βασιλέα Γεδσουρ εἰς γῆν Μαχαδ. καὶ ἐπένϑησεν ὁ βασιλεὺς Δαυιδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας. 38 Καὶ Αβεσσαλωμ ἀπέδρα καὶ ἐπορεύϑη εἰς Γεδσουρ καὶ ἦν ἐκεῖ ἔτη τρία. 39 καὶ ἐκόπασεν τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελϑεῖν ὀπίσω Αβεσσαλωμ, ὅτι παρεκλήϑη ἐπὶ Αμνων ὅτι ἀπέϑανεν.

Liber Regum alter Βασιλείων βʹ caput 14

1 καὶ ἔγνω Ιωαβ υἱὸς Σαρουιας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ Αβεσσαλωμ. 2 καὶ ἀπέστειλεν Ιωαβ εἰς Θεκωε καὶ ἔλαβεν ἐκεῖϑεν γυναῖκα σοϕὴν καὶ εἶπεν πρὸς αὐτήν Πένϑησον δὴ καὶ ἔνδυσαι ἱμάτια πενϑικὰ καὶ μὴ ἀλείψῃ ἔλαιον καὶ ἔσῃ ὡς γυνὴ πενϑοῦσα ἐπὶ τεϑνηκότι τοῦτο ἡμέρας πολλὰς 3 καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο· καὶ ἔϑηκεν Ιωαβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς. 4 καὶ εἰσῆλϑεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτῆς εἰς τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν Σῶσον, βασιλεῦ, σῶσον. 5 καὶ εἶπεν πρὸς αὐτὴν ὁ βασιλεύς Τί ἐστίν σοι; ἡ δὲ εἶπεν Καὶ μάλα γυνὴ χήρα ἐγώ εἰμι, καὶ ἀπέϑανεν ὁ ἀνήρ μου. 6 καί γε τῇ δούλῃ σου δύο υἱοί, καὶ ἐμαχέσαντο ἀμϕότεροι ἐν τῷ ἀγρῷ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἀνὰ μέσον αὐτῶν, καὶ ἔπαισεν ὁ εἷς τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἐϑανάτωσεν αὐτόν. 7 καὶ ἰδοὺ ἐπανέστη ὅλη ἡ πατριὰ πρὸς τὴν δούλην σου καὶ εἶπαν Δὸς τὸν παίσαντα τὸν ἀδελϕὸν αὐτοῦ καὶ ϑανατώσομεν αὐτὸν ἀντὶ τῆς ψυχῆς τοῦ ἀδελϕοῦ αὐτοῦ, οὗ ἀπέκτεινεν, καὶ ἐξαροῦμεν καί γε τὸν κληρονόμον ὑμῶν· καὶ σβέσουσιν τὸν ἄνϑρακά μου τὸν καταλειϕϑέντα ὥστε μὴ ϑέσϑαι τῷ ἀνδρί μου κατάλειμμα καὶ ὄνομα ἐπὶ προσώπου τῆς γῆς. 8 καὶ εἶπεν ὁ βασιλεύς Ὑγιαίνουσα βάδιζε εἰς τὸν οἶκόν σου, κἀγὼ ἐντελοῦμαι περὶ σοῦ. 9 καὶ εἶπεν ἡ γυνὴ ἡ Θεκωῖτις πρὸς τὸν βασιλέα Ἐπ᾽ ἐμέ, κύριέ μου βασιλεῦ, ἡ ἀνομία καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου, καὶ ὁ βασιλεὺς καὶ ὁ ϑρόνος αὐτοῦ ἀϑῷος. 10 καὶ εἶπεν ὁ βασιλεύς Τίς ὁ λαλῶν πρὸς σέ; καὶ ἄξεις αὐτὸν πρὸς ἐμέ, καὶ οὐ προσϑήσει ἔτι ἅψασϑαι αὐτοῦ. 11 καὶ εἶπεν Μνημονευσάτω δὴ ὁ βασιλεὺς τὸν κύριον ϑεὸν αὐτοῦ πληϑυνϑῆναι ἀγχιστέα τοῦ αἵματος τοῦ διαϕϑεῖραι καὶ οὐ μὴ ἐξάρωσιν τὸν υἱόν μου· καὶ εἶπεν Ζῇ κύριος, εἰ πεσεῖται ἀπὸ τῆς τριχὸς τοῦ υἱοῦ σου ἐπὶ τὴν γῆν. 12 καὶ εἶπεν ἡ γυνή Λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα ῥῆμα· καὶ εἶπεν Λάλησον. 13 καὶ εἶπεν ἡ γυνή Ἵνα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν ϑεοῦ; ἦ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ. 14 ὅτι ϑανάτῳ ἀποϑανούμεϑα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταϕερόμενον ἐπὶ τῆς γῆς, ὃ οὐ συναχϑήσεται· καὶ λήμψεται ὁ ϑεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ᾽ αὐτοῦ ἐξωσμένον. 15 καὶ νῦν ὃ ἦλϑον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥῆμα τοῦτο, ὅτι ὄψεταί με ὁ λαός, καὶ ἐρεῖ ἡ δούλη σου Λαλησάτω δὴ πρὸς τὸν βασιλέα, εἴ πως ποιήσει ὁ βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ· 16 ὅτι ἀκούσει ὁ βασιλεὺς ῥύσασϑαι τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας ϑεοῦ. 17 καὶ εἶπεν ἡ γυνή Εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς ϑυσίαν, ὅτι καϑὼς ἄγγελος ϑεοῦ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαϑὸν καὶ τὸ πονηρόν, καὶ κύριος ὁ ϑεός σου ἔσται μετὰ σοῦ. 18 καὶ ἀπεκρίϑη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὴν γυναῖκα Μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα, ὃ ἐγὼ ἐπερωτῶ σε. καὶ εἶπεν ἡ γυνή Λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς. 19 καὶ εἶπεν ὁ βασιλεύς Μὴ ἡ χεὶρ Ιωαβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ Ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων, ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ὁ δοῦλός σου Ιωαβ αὐτὸς ἐνετείλατό μοι καὶ αὐτὸς ἔϑετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους· 20 ἕνεκεν τοῦ περιελϑεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ἐποίησεν ὁ δοῦλός σου Ιωαβ τὸν λόγον τοῦτον, καὶ ὁ κύριός μου σοϕὸς καϑὼς σοϕία ἀγγέλου τοῦ ϑεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ. 21 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ Ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον· πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν Αβεσσαλωμ. 22 καὶ ἔπεσεν Ιωαβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ιωαβ Σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀϕϑαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ. 23 καὶ ἀνέστη Ιωαβ καὶ ἐπορεύϑη εἰς Γεδσουρ καὶ ἤγαγεν τὸν Αβεσσαλωμ εἰς Ιερουσαλημ. 24 καὶ εἶπεν ὁ βασιλεύς Ἀποστραϕήτω εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπόν μου μὴ βλεπέτω. καὶ ἀπέστρεψεν Αβεσσαλωμ εἰς τὸν οἶκον αὐτοῦ καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν. – 25 καὶ ὡς Αβεσσαλωμ οὐκ ἦν ἀνὴρ ἐν παντὶ Ισραηλ αἰνετὸς σϕόδρα, ἀπὸ ἴχνους ποδὸς αὐτοῦ καὶ ἕως κορυϕῆς αὐτοῦ οὐκ ἦν ἐν αὐτῷ μῶμος. 26 καὶ ἐν τῷ κείρεσϑαι αὐτὸν τὴν κεϕαλὴν αὐτοῦ – καὶ ἐγένετο ἀπ᾽ ἀρχῆς ἡμερῶν εἰς ἡμέρας, ὡς ἂν ἐκείρετο, ὅτι κατεβαρύνετο ἐπ᾽ αὐτόν – καὶ κειρόμενος αὐτὴν ἔστησεν τὴν τρίχα τῆς κεϕαλῆς αὐτοῦ διακοσίους σίκλους ἐν τῷ σίκλῳ τῷ βασιλικῷ. 27 καὶ ἐτέχϑησαν τῷ Αβεσσαλωμ τρεῖς υἱοὶ καὶ ϑυγάτηρ μία, καὶ ὄνομα αὐτῇ Θημαρ· αὕτη ἦν γυνὴ καλὴ σϕόδρα καὶ γίνεται γυνὴ τῷ Ροβοαμ υἱῷ Σαλωμων καὶ τίκτει αὐτῷ τὸν Αβια. 28 Καὶ ἐκάϑισεν Αβεσσαλωμ ἐν Ιερουσαλημ δύο ἔτη ἡμερῶν καὶ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδεν. 29 καὶ ἀπέστειλεν Αβεσσαλωμ πρὸς Ιωαβ τοῦ ἀποστεῖλαι αὐτὸν πρὸς τὸν βασιλέα, καὶ οὐκ ἠϑέλησεν ἐλϑεῖν πρὸς αὐτόν· καὶ ἀπέστειλεν ἐκ δευτέρου πρὸς αὐτόν, καὶ οὐκ ἠϑέλησεν παραγενέσϑαι. 30 καὶ εἶπεν Αβεσσαλωμ πρὸς τοὺς παῖδας αὐτοῦ Ἴδετε ἡ μερὶς ἐν ἀγρῷ τοῦ Ιωαβ ἐχόμενά μου, καὶ αὐτῷ κριϑαὶ ἐκεῖ, πορεύεσϑε καὶ ἐμπρήσατε αὐτὴν ἐν πυρί· καὶ ἐνέπρησαν αὐτὰς οἱ παῖδες Αβεσσαλωμ. καὶ παραγίνονται οἱ δοῦλοι Ιωαβ πρὸς αὐτὸν διερρηχότες τὰ ἱμάτια αὐτῶν καὶ εἶπαν Ἐνεπύρισαν οἱ δοῦλοι Αβεσσαλωμ τὴν μερίδα ἐν πυρί. 31 καὶ ἀνέστη Ιωαβ καὶ ἦλϑεν πρὸς Αβεσσαλωμ εἰς τὸν οἶκον καὶ εἶπεν πρὸς αὐτόν Ἵνα τί οἱ παῖδές σου ἐνεπύρισαν τὴν μερίδα τὴν ἐμὴν ἐν πυρί; 32 καὶ εἶπεν Αβεσσαλωμ πρὸς Ιωαβ Ἰδοὺ ἀπέστειλα πρὸς σὲ λέγων Ἧκε ὧδε καὶ ἀποστελῶ σε πρὸς τὸν βασιλέα λέγων Ἵνα τί ἦλϑον ἐκ Γεδσουρ; ἀγαϑόν μοι ἦν τοῦ ἔτι εἶναί με ἐκεῖ· καὶ νῦν ἰδοὺ τὸ πρόσωπον τοῦ βασιλέως οὐκ εἶδον· εἰ δέ ἐστιν ἐν ἐμοὶ ἀδικία, καὶ ϑανάτωσόν με. 33 καὶ εἰσῆλϑεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ, καὶ ἐκάλεσεν τὸν Αβεσσαλωμ, καὶ εἰσῆλϑεν πρὸς τὸν βασιλέα καὶ προσεκύνησεν αὐτῷ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ κατεϕίλησεν ὁ βασιλεὺς τὸν Αβεσσαλωμ.

Liber Regum alter Βασιλείων βʹ caput 15

1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Αβεσσαλωμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσϑεν αὐτοῦ. 2 καὶ ὤρϑρισεν Αβεσσαλωμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης, καὶ ἐγένετο πᾶς ἀνήρ, ᾧ ἐγένετο κρίσις, ἦλϑεν πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησεν πρὸς αὐτὸν Αβεσσαλωμ καὶ ἔλεγεν αὐτῷ Ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν ὁ ἀνήρ Ἐκ μιᾶς ϕυλῶν Ισραηλ ὁ δοῦλός σου. 3 καὶ εἶπεν πρὸς αὐτὸν Αβεσσαλωμ Ἰδοὺ οἱ λόγοι σου ἀγαϑοὶ καὶ εὔκολοι, καὶ ἀκούων οὐκ ἔστιν σοι παρὰ τοῦ βασιλέως· 4 καὶ εἶπεν Αβεσσαλωμ Τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ᾽ ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ, ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις, καὶ δικαιώσω αὐτόν; 5 καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεϕίλησεν αὐτόν. 6 καὶ ἐποίησεν Αβεσσαλωμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ισραηλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Αβεσσαλωμ τὴν καρδίαν ἀνδρῶν Ισραηλ. 7 Καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ Πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου, ἃς ηὐξάμην τῷ κυρίῳ, ἐν Χεβρων· 8 ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσουρ ἐν Συρίᾳ λέγων Ἐὰν ἐπιστρέϕων ἐπιστρέψῃ με κύριος εἰς Ιερουσαλημ, καὶ λατρεύσω τῷ κυρίῳ. 9 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐπορεύϑη εἰς Χεβρων. 10 καὶ ἀπέστειλεν Αβεσσαλωμ κατασκόπους ἐν πάσαις ϕυλαῖς Ισραηλ λέγων Ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν ϕωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε Βεβασίλευκεν βασιλεὺς Αβεσσαλωμ ἐν Χεβρων. 11 καὶ μετὰ Αβεσσαλωμ ἐπορεύϑησαν διακόσιοι ἄνδρες ἐξ Ιερουσαλημ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα. 12 καὶ ἀπέστειλεν Αβεσσαλωμ καὶ ἐκάλεσεν τὸν Αχιτοϕελ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυιδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλα ἐν τῷ ϑυσιάζειν αὐτόν. καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν, καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Αβεσσαλωμ. 13 Καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυιδ λέγων Ἐγενήϑη ἡ καρδία ἀνδρῶν Ισραηλ ὀπίσω Αβεσσαλωμ. 14 καὶ εἶπεν Δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ᾽ αὐτοῦ τοῖς ἐν Ιερουσαλημ Ἀνάστητε καὶ ϕύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ· ταχύνατε τοῦ πορευϑῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐϕ᾽ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης. 15 καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοὺ οἱ παῖδές σου. 16 καὶ ἐξῆλϑεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀϕῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ ϕυλάσσειν τὸν οἶκον. 17 καὶ ἐξῆλϑεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν. 18 καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ χεττι καὶ πᾶς ὁ ϕελετϑι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ χερεϑϑι καὶ πᾶς ὁ ϕελεϑϑι καὶ πάντες οἱ Γεϑϑαῖοι, ἑξακόσιοι ἄνδρες οἱ ἐλϑόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γεϑ, πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως. 19 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εϑϑι τὸν Γεϑϑαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεϑ᾽ ἡμῶν; ἐπίστρεϕε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου. 20 εἰ ἐχϑὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεϑ᾽ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου; ἐχϑὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεϑ᾽ ἡμῶν τοῦ πορευϑῆναι; καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευϑῶ. ἐπιστρέϕου καὶ ἐπίστρεψον τοὺς ἀδελϕούς σου μετὰ σοῦ, καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήϑειαν. 21 καὶ ἀπεκρίϑη Εϑϑι τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς ϑάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου. 22 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εϑϑι Δεῦρο καὶ διάβαινε μετ᾽ ἐμοῦ· καὶ παρῆλϑεν Εϑϑι ὁ Γεϑϑαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾽ αὐτοῦ. 23 καὶ πᾶσα ἡ γῆ ἔκλαιεν ϕωνῇ μεγάλῃ. καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον. – 24 καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ᾽ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαϑήκης κυρίου ἀπὸ Βαιϑαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ ϑεοῦ, καὶ ἀνέβη Αβιαϑαρ, ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελϑεῖν ἐκ τῆς πόλεως. 25 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ ϑεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀϕϑαλμοῖς κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς· 26 καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠϑέληκα ἐν σοί, ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς αὐτοῦ. 27 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδωκ τῷ ἱερεῖ Ἴδετε σὺ ἐπιστρέϕεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Αχιμαας ὁ υἱός σου καὶ Ιωναϑαν ὁ υἱὸς Αβιαϑαρ οἱ δύο υἱοὶ ὑμῶν μεϑ᾽ ὑμῶν· 28 ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν αραβωϑ τῆς ἐρήμου ἕως τοῦ ἐλϑεῖν ῥῆμα παρ᾽ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι. 29 καὶ ἀπέστρεψεν Σαδωκ καὶ Αβιαϑαρ τὴν κιβωτὸν εἰς Ιερουσαλημ καὶ ἐκάϑισεν ἐκεῖ. 30 καὶ Δαυιδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεϕαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος, καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεϕαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες. – 31 καὶ ἀνηγγέλη Δαυιδ λέγοντες Καὶ Αχιτοϕελ ἐν τοῖς συστρεϕομένοις μετὰ Αβεσσαλωμ· καὶ εἶπεν Δαυιδ Διασκέδασον δὴ τὴν βουλὴν Αχιτοϕελ, κύριε ὁ ϑεός μου. 32 καὶ ἦν Δαυιδ ἐρχόμενος ἕως τοῦ Ροως, οὗ προσεκύνησεν ἐκεῖ τῷ ϑεῷ, καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ. 33 καὶ εἶπεν αὐτῷ Δαυιδ Ἐὰν μὲν διαβῇς μετ᾽ ἐμοῦ, καὶ ἔσῃ ἐπ᾽ ἐμὲ εἴς βάσταγμα· 34 καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς, καὶ ἐρεῖς τῷ Αβεσσαλωμ Διεληλύϑασιν οἱ ἀδελϕοί σου, καὶ ὁ βασιλεὺς κατόπισϑέν μου διελήλυϑεν ὁ πατήρ σου, καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι, παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν Αχιτοϕελ. 35 καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδωκ καὶ Αβιαϑαρ οἱ ἱερεῖς, καὶ ἔσται πᾶν ῥῆμα, ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀναγγελεῖς τῷ Σαδωκ καὶ τῷ Αβιαϑαρ τοῖς ἱερεῦσιν· 36 ἰδοὺ ἐκεῖ μετ᾽ αὐτῶν δύο υἱοὶ αὐτῶν, Αχιμαας υἱὸς τῷ Σαδωκ καὶ Ιωναϑαν υἱὸς τῷ Αβιαϑαρ, καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα, ὃ ἐὰν ἀκούσητε. 37 καὶ εἰσῆλϑεν Χουσι ὁ ἑταῖρος Δαυιδ εἰς τὴν πόλιν, καὶ Αβεσσαλωμ εἰσεπορεύετο εἰς Ιερουσαλημ. –

Liber Regum alter Βασιλείων βʹ caput 16

1 καὶ Δαυιδ παρῆλϑεν βραχύ τι ἀπὸ τῆς Ροως, καὶ ἰδοὺ Σιβα τὸ παιδάριον Μεμϕιβοσϑε εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπ᾽ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταϕίδες καὶ ἑκατὸν ϕοίνικες καὶ νεβελ οἴνου. 2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβα Τί ταῦτά σοι; καὶ εἶπεν Σιβα Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαϑῆσϑαι, καὶ οἱ ἄρτοι καὶ οἱ ϕοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ. 3 καὶ εἶπεν ὁ βασιλεύς Καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἰδοὺ κάϑηται ἐν Ιερουσαλημ, ὅτι εἶπεν Σήμερον ἐπιστρέψουσίν μοι ὁ οἶκος Ισραηλ τὴν βασιλείαν τοῦ πατρός μου. 4 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβα Ἰδοὺ σοὶ πάντα, ὅσα ἐστὶν τῷ Μεμϕιβοσϑε. καὶ εἶπεν Σιβα προσκυνήσας Εὕροιμι χάριν ἐν ὀϕϑαλμοῖς σου, κύριέ μου βασιλεῦ. – 5 καὶ ἦλϑεν ὁ βασιλεὺς Δαυιδ ἕως Βαουριμ· καὶ ἰδοὺ ἐκεῖϑεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαουλ, καὶ ὄνομα αὐτῷ Σεμει υἱὸς Γηρα· ἐξῆλϑεν ἐκπορευόμενος καὶ καταρώμενος 6 καὶ λιϑάζων ἐν λίϑοις τὸν Δαυιδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυιδ, καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως. 7 καὶ οὕτως ἔλεγεν Σεμει ἐν τῷ καταρᾶσϑαι αὐτόν Ἔξελϑε ἔξελϑε, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος· 8 ἐπέστρεψεν ἐπὶ σὲ κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαουλ, ὅτι ἐβασίλευσας ἀντ αὐτοῦ, καὶ ἔδωκεν κύριος τὴν βασιλείαν ἐν χειρὶ Αβεσσαλωμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ. 9 καὶ εἶπεν Αβεσσα υἱὸς Σαρουιας πρὸς τὸν βασιλέα Ἵνα τί καταρᾶται ὁ κύων ὁ τεϑνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀϕελῶ τὴν κεϕαλὴν αὐτοῦ. 10 καὶ εἶπεν ὁ βασιλεύς Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουιας; ἄϕετε αὐτὸν καὶ οὕτως καταράσϑω, ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσϑαι τὸν Δαυιδ, καὶ τίς ἐρεῖ Ὡς τί ἐποίησας οὕτως; 11 καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ὁ ἐξελϑὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ιεμινι· ἄϕετε αὐτὸν καταρᾶσϑαι, ὅτι εἶπεν αὐτῷ κύριος· 12 εἴ πως ἴδοι κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαϑὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ. 13 καὶ ἐπορεύϑη Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμει ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιϑάζων ἐν λίϑοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοὶ πάσσων. 14 καὶ ἦλϑεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ. 15 Καὶ Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ εἰσῆλϑον εἰς Ιερουσαλημ καὶ Αχιτοϕελ μετ᾽ αὐτοῦ. 16 καὶ ἐγενήϑη ἡνίκα ἦλϑεν Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ πρὸς Αβεσσαλωμ, καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Ζήτω ὁ βασιλεύς. 17 καὶ εἶπεν Αβεσσαλωμ πρὸς Χουσι Τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἵνα τί οὐκ ἀπῆλϑες μετὰ τοῦ ἑταίρου σου; 18 καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Οὐχί, ἀλλὰ κατόπισϑεν οὗ ἐξελέξατο κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ισραηλ, αὐτῷ ἔσομαι καὶ μετ᾽ αὐτοῦ καϑήσομαι· 19 καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καϑάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου. 20 καὶ εἶπεν Αβεσσαλωμ πρὸς Αχιτοϕελ Φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν. 21 καὶ εἶπεν Αχιτοϕελ πρὸς Αβεσσαλωμ Εἴσελϑε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπεν ϕυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ισραηλ ὅτι κατῄσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ. 22 καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Αβεσσαλωμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλϑεν Αβεσσαλωμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ᾽ ὀϕϑαλμοὺς παντὸς Ισραηλ. 23 καὶ ἡ βουλὴ Αχιτοϕελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ ϑεοῦ, οὕτως πᾶσα ἡ βουλὴ τοῦ Αχιτοϕελ καί γε τῷ Δαυιδ καί γε τῷ Αβεσσαλωμ. –

Liber Regum alter Βασιλείων βʹ caput 17

1 καὶ εἶπεν Αχιτοϕελ πρὸς Αβεσσαλωμ Ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυιδ τὴν νύκτα· 2 καὶ ἐπελεύσομαι ἐπ᾽ αὐτόν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν, καὶ ἐκστήσω αὐτόν, καὶ ϕεύξεται πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ, καὶ πατάξω τὸν βασιλέα μονώτατον· 3 καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ, ὃν τρόπον ἐπιστρέϕει ἡ νύμϕη πρὸς τὸν ἄνδρα αὐτῆς· πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητεῖς, καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη. 4 καὶ εὐϑὴς ὁ λόγος ἐν ὀϕϑαλμοῖς Αβεσσαλωμ καὶ ἐν ὀϕϑαλμοῖς πάντων τῶν πρεσβυτέρων Ισραηλ. 5 καὶ εἶπεν Αβεσσαλωμ Καλέσατε δὴ καί γε τὸν Χουσι τὸν Αραχι, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ. 6 καὶ εἰσῆλϑεν Χουσι πρὸς Αβεσσαλωμ· καὶ εἶπεν Αβεσσαλωμ πρὸς αὐτὸν λέγων Κατὰ τὸ ῥῆμα τοῦτο ἐλάλησεν Αχιτοϕελ· εἰ ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μή, σὺ λάλησον. 7 καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Οὐκ ἀγαϑὴ αὕτη ἡ βουλή, ἣν ἐβουλεύσατο Αχιτοϕελ τὸ ἅπαξ τοῦτο. 8 καὶ εἶπεν Χουσι Σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σϕόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ, καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν· 9 ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων, καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ὁ ἀκούων καὶ εἴπῃ Ἐγενήϑη ϑραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Αβεσσαλωμ, 10 καί γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καϑὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακήσεται, ὅτι οἶδεν πᾶς Ισραηλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ᾽ αὐτοῦ. 11 ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα, καὶ συναγόμενος συναχϑήσεται ἐπὶ σὲ πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς ϑαλάσσης εἰς πλῆϑος, καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν, 12 καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων, οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπ᾽ αὐτόν, ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεϑα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ καί γε ἕνα· 13 καὶ ἐὰν εἰς πόλιν συναχϑῇ, καὶ λήμψεται πᾶς Ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν, ὅπως μὴ καταλειϕϑῇ ἐκεῖ μηδὲ λίϑος. 14 καὶ εἶπεν Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ Ἀγαϑὴ ἡ βουλὴ Χουσι τοῦ Αραχι ὑπὲρ τὴν βουλὴν Αχιτοϕελ· καὶ κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Αχιτοϕελ τὴν ἀγαϑήν, ὅπως ἂν ἐπαγάγῃ κύριος ἐπὶ Αβεσσαλωμ τὰ κακὰ πάντα. – 15 καὶ εἶπεν Χουσι ὁ τοῦ Αραχι πρὸς Σαδωκ καὶ Αβιαϑαρ τοὺς ἱερεῖς Οὕτως καὶ οὕτως συνεβούλευσεν Αχιτοϕελ τῷ Αβεσσαλωμ καὶ τοῖς πρεσβυτέροις Ισραηλ, καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ· 16 καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυιδ λέγοντες Μὴ αὐλισϑῇς τὴν νύκτα ἐν αραβωϑ τῆς ἐρήμου καί γε διαβαίνων σπεῦσον, μήποτε καταπίῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ. 17 καὶ Ιωναϑαν καὶ Αχιμαας εἱστήκεισαν ἐν τῇ πηγῇ Ρωγηλ, καὶ ἐπορεύϑη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς, καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ Δαυιδ, ὅτι οὐκ ἐδύναντο ὀϕϑῆναι τοῦ εἰσελϑεῖν εἰς τὴν πόλιν. 18 καὶ εἶδεν αὐτοὺς παιδάριον καὶ ἀπήγγειλεν τῷ Αβεσσαλωμ, καὶ ἐπορεύϑησαν οἱ δύο ταχέως καὶ εἰσῆλϑαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαουριμ, καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ. 19 καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ᾽ αὐτῷ αραϕωϑ, καὶ οὐκ ἐγνώσϑη ῥῆμα. 20 καὶ ἦλϑαν οἱ παῖδες Αβεσσαλωμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν Ποῦ Αχιμαας καὶ Ιωναϑαν; καὶ εἶπεν αὐτοῖς ἡ γυνή Παρῆλϑαν μικρὸν τοῦ ὕδατος· καὶ ἐζήτησαν καὶ οὐχ εὗραν καὶ ἀνέστρεψαν εἰς Ιερουσαλημ. 21 ἐγένετο δὲ μετὰ τὸ ἀπελϑεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου καὶ ἐπορεύϑησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυιδ καὶ εἶπαν πρὸς Δαυιδ Ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Αχιτοϕελ. 22 καὶ ἀνέστη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ καὶ διέβησαν τὸν Ιορδάνην ἕως τοῦ ϕωτὸς τοῦ πρωί, ἕως ἑνὸς οὐκ ἔλαϑεν ὃς οὐ διῆλϑεν τὸν Ιορδάνην. 23 καὶ Αχιτοϕελ εἶδεν ὅτι οὐκ ἐγενήϑη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλϑεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέϑανεν καὶ ἐτάϕη ἐν τῷ τάϕῳ τοῦ πατρὸς αὐτοῦ. 24 Καὶ Δαυιδ διῆλϑεν εἰς Μαναιμ, καὶ Αβεσσαλωμ διέβη τὸν Ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ισραηλ μετ᾽ αὐτοῦ. 25 καὶ τὸν Αμεσσαι κατέστησεν Αβεσσαλωμ ἀντὶ Ιωαβ ἐπὶ τῆς δυνάμεως· καὶ Αμεσσαι υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ιοϑορ ὁ Ισραηλίτης, οὗτος εἰσῆλϑεν πρὸς Αβιγαιαν ϑυγατέρα Ναας ἀδελϕὴν Σαρουιας μητρὸς Ιωαβ. 26 καὶ παρενέβαλεν πᾶς Ισραηλ καὶ Αβεσσαλωμ εἰς τὴν γῆν Γαλααδ. 27 καὶ ἐγένετο ἡνίκα ἦλϑεν Δαυιδ εἰς Μαναιμ, Ουεσβι υἱὸς Ναας ἐκ Ραββαϑ υἱῶν Αμμων καὶ Μαχιρ υἱὸς Αμιηλ ἐκ Λωδαβαρ καὶ Βερζελλι ὁ Γαλααδίτης ἐκ Ρωγελλιμ 28 ἤνεγκαν δέκα κοίτας καὶ ἀμϕιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριϑὰς καὶ ἄλευρον καὶ ἄλϕιτον καὶ κύαμον καὶ ϕακὸν 29 καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαϕϕωϑ βοῶν καὶ προσήνεγκαν τῷ Δαυιδ καὶ τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ ϕαγεῖν, ὅτι εἶπαν Ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.

Liber Regum alter Βασιλείων βʹ caput 18

1 Καὶ ἐπεσκέψατο Δαυιδ τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ καὶ κατέστησεν ἐπ᾽ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους, 2 καὶ ἀπέστειλεν Δαυιδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Αβεσσα υἱοῦ Σαρουιας ἀδελϕοῦ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Εϑϑι τοῦ Γεϑϑαίου. καὶ εἶπεν Δαυιδ πρὸς τὸν λαόν Ἐξελϑὼν ἐξελεύσομαι καί γε ἐγὼ μεϑ᾽ ὑμῶν. 3 καὶ εἶπαν Οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν ϕυγῇ ϕύγωμεν, οὐ ϑήσουσιν ἐϕ᾽ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποϑάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ ϑήσουσιν ἐϕ᾽ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαϑὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήϑεια τοῦ βοηϑεῖν. 4 καὶ εἶπεν πρὸς αὐτοὺς ὁ βασιλεύς Ὃ ἐὰν ἀρέσῃ ἐν ὀϕϑαλμοῖς ὑμῶν, ποιήσω. καὶ ἔστη ὁ βασιλεὺς ἀνὰ χεῖρα τῆς πύλης, καὶ πᾶς ὁ λαὸς ἐξεπορεύετο εἰς ἑκατοντάδας καὶ εἰς χιλιάδας. 5 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ιωαβ καὶ τῷ Αβεσσα καὶ τῷ Εϑϑι λέγων Φείσασϑέ μοι τοῦ παιδαρίου τοῦ Αβεσσαλωμ· καὶ πᾶς ὁ λαὸς ἤκουσεν ἐντελλομένου τοῦ βασιλέως πᾶσιν τοῖς ἄρχουσιν ὑπὲρ Αβεσσαλωμ. 6 καὶ ἐξῆλϑεν πᾶς ὁ λαὸς εἰς τὸν δρυμὸν ἐξ ἐναντίας Ισραηλ, καὶ ἐγένετο ὁ πόλεμος ἐν τῷ δρυμῷ Εϕραιμ. 7 καὶ ἔπταισεν ἐκεῖ ὁ λαὸς Ισραηλ ἐνώπιον τῶν παίδων Δαυιδ, καὶ ἐγένετο ἡ ϑραῦσις μεγάλη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἴκοσι χιλιάδες ἀνδρῶν. 8 καὶ ἐγένετο ἐκεῖ ὁ πόλεμος διεσπαρμένος ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπλεόνασεν ὁ δρυμὸς τοῦ καταϕαγεῖν ἐκ τοῦ λαοῦ ὑπὲρ οὓς κατέϕαγεν ἐν τῷ λαῷ ἡ μάχαιρα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 9 καὶ συνήντησεν Αβεσσαλωμ ἐνώπιον τῶν παίδων Δαυιδ, καὶ Αβεσσαλωμ ἐπιβεβηκὼς ἐπὶ τοῦ ἡμιόνου αὐτοῦ, καὶ εἰσῆλϑεν ὁ ἡμίονος ὑπὸ τὸ δάσος τῆς δρυὸς τῆς μεγάλης, καὶ ἐκρεμάσϑη ἡ κεϕαλὴ αὐτοῦ ἐν τῇ δρυί, καὶ ἐκρεμάσϑη ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἀνὰ μέσον τῆς γῆς, καὶ ὁ ἡμίονος ὑποκάτω αὐτοῦ παρῆλϑεν. 10 καὶ εἶδεν ἀνὴρ εἷς καὶ ἀνήγγειλεν Ιωαβ καὶ εἶπεν Ἰδοὺ ἑώρακα τὸν Αβεσσαλωμ κρεμάμενον ἐν τῇ δρυί. 11 καὶ εἶπεν Ιωαβ τῷ ἀνδρὶ τῷ ἀπαγγέλλοντι Καὶ ἰδοὺ ἑόρακας· τί ὅτι οὐκ ἐπάταξας αὐτὸν εἰς τὴν γῆν; καὶ ἐγὼ ἂν δεδώκειν σοι δέκα ἀργυρίου καὶ παραζώνην μίαν. 12 εἶπεν δὲ ὁ ἀνὴρ πρὸς Ιωαβ Καὶ ἐγώ εἰμι ἵστημι ἐπὶ τὰς χεῖράς μου χιλίους σίκλους ἀργυρίου, οὐ μὴ ἐπιβάλω χεῖρά μου ἐπὶ τὸν υἱὸν τοῦ βασιλέως, ὅτι ἐν τοῖς ὠσὶν ἡμῶν ἐνετείλατο ὁ βασιλεὺς σοὶ καὶ Αβεσσα καὶ τῷ Εϑϑι λέγων Φυλάξατέ μοι τὸ παιδάριον τὸν Αβεσσαλωμ 13 μὴ ποιῆσαι ἐν τῇ ψυχῇ αὐτοῦ ἄδικον· καὶ πᾶς ὁ λόγος οὐ λήσεται ἀπὸ τοῦ βασιλέως, καὶ σὺ στήσῃ ἐξ ἐναντίας. 14 καὶ εἶπεν Ιωαβ Τοῦτο ἐγὼ ἄρξομαι· οὐχ οὕτως μενῶ ἐνώπιόν σου. καὶ ἔλαβεν Ιωαβ τρία βέλη ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐνέπηξεν αὐτὰ ἐν τῇ καρδίᾳ Αβεσσαλωμ. ἔτι αὐτοῦ ζῶντος ἐν τῇ καρδίᾳ τῆς δρυὸς 15 καὶ ἐκύκλωσαν δέκα παιδάρια αἴροντα τὰ σκεύη Ιωαβ καὶ ἐπάταξαν τὸν Αβεσσαλωμ καὶ ἐϑανάτωσαν αὐτόν. 16 καὶ ἐσάλπισεν Ιωαβ ἐν κερατίνῃ, καὶ ἀπέστρεψεν ὁ λαὸς τοῦ μὴ διώκειν ὀπίσω Ισραηλ, ὅτι ἐϕείδετο Ιωαβ τοῦ λαοῦ. 17 καὶ ἔλαβεν τὸν Αβεσσαλωμ καὶ ἔρριψεν αὐτὸν εἰς χάσμα μέγα ἐν τῷ δρυμῷ εἰς τὸν βόϑυνον τὸν μέγαν καὶ ἐστήλωσεν ἐπ᾽ αὐτὸν σωρὸν λίϑων μέγαν σϕόδρα. καὶ πᾶς Ισραηλ ἔϕυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ. 18 καὶ Αβεσσαλωμ ἔτι ζῶν καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην, ἐν ᾗ ἐλήμϕϑη, καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν, τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως, ὅτι εἶπεν Οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ· καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Αβεσσαλωμ ἕως τῆς ἡμέρας ταύτης. 19 Καὶ Αχιμαας υἱὸς Σαδωκ εἶπεν Δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ ὅτι ἔκρινεν αὐτῷ κύριος ἐκ χειρὸς τῶν ἐχϑρῶν αὐτοῦ. 20 καὶ εἶπεν αὐτῷ Ιωαβ Οὐκ ἀνὴρ εὐαγγελίας σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ εὐαγγελιῇ ἐν ἡμέρᾳ ἄλλῃ, ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ οὐκ εὐαγγελιῇ, οὗ εἵνεκεν ὁ υἱὸς τοῦ βασιλέως ἀπέϑανεν. 21 καὶ εἶπεν Ιωαβ τῷ Χουσι Βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησεν Χουσι τῷ Ιωαβ καὶ ἐξῆλϑεν. 22 καὶ προσέϑετο ἔτι Αχιμαας υἱὸς Σαδωκ καὶ εἶπεν πρὸς Ιωαβ Καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσι. καὶ εἶπεν Ιωαβ Ἵνα τί τοῦτο τρέχεις, υἱέ μου; δεῦρο, οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠϕέλειαν πορευομένῳ. 23 καὶ εἶπεν Τί γὰρ ἐὰν δραμοῦμαι; καὶ εἶπεν αὐτῷ Ιωαβ Δράμε. καὶ ἔδραμεν Αχιμαας ὁδὸν τὴν τοῦ Κεχαρ καὶ ὑπερέβη τὸν Χουσι. – 24 καὶ Δαυιδ ἐκάϑητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύϑη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῆρεν τοὺς ὀϕϑαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ, 25 καὶ ἀνεβόησεν ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Εἰ μόνος ἐστίν, εὐαγγελία ἐν τῷ στόματι αὐτοῦ. καὶ ἐπορεύετο πορευόμενος καὶ ἐγγίζων. 26 καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν Ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν ὁ βασιλεύς Καί γε οὗτος εὐαγγελιζόμενος. 27 καὶ εἶπεν ὁ σκοπός Ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Αχιμαας υἱοῦ Σαδωκ. καὶ εἶπεν ὁ βασιλεύς Ἀνὴρ ἀγαϑὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαϑὴν ἐλεύσεται. 28 καὶ ἐβόησεν Αχιμαας καὶ εἶπεν πρὸς τὸν βασιλέα Εἰρήνη· καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ εἶπεν Εὐλογητὸς κύριος ὁ ϑεός σου, ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ. 29 καὶ εἶπεν ὁ βασιλεύς Εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ; καὶ εἶπεν Αχιμαας Εἶδον τὸ πλῆϑος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ιωαβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ. 30 καὶ εἶπεν ὁ βασιλεύς Ἐπίστρεψον, στηλώϑητι ὧδε· καὶ ἐπεστράϕη καὶ ἔστη. 31 καὶ ἰδοὺ ὁ Χουσι παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ Εὐαγγελισϑήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ. 32 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τὸν Χουσι Εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ; καὶ εἶπεν ὁ Χουσι Γένοιντο ὡς τὸ παιδάριον οἱ ἐχϑροὶ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ πάντες, ὅσοι ἐπανέστησαν ἐπ᾽ αὐτὸν εἰς κακά.

Liber Regum alter Βασιλείων βʹ caput 19

1 καὶ ἐταράχϑη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσϑαι αὐτόν Υἱέ μου Αβεσσαλωμ, υἱέ μου υἱέ μου Αβεσσαλωμ, τίς δῴη τὸν ϑάνατόν μου ἀντὶ σοῦ, ἐγὼ ἀντὶ σοῦ; Αβεσσαλωμ υἱέ μου υἱέ μου. – 2 καὶ ἀνηγγέλη τῷ Ιωαβ λέγοντες Ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενϑεῖ ἐπὶ Αβεσσαλωμ. 3 καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένϑος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ὅτι Λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ· 4 καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελϑεῖν εἰς τὴν πόλιν, καϑὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς ϕεύγειν ἐν τῷ πολέμῳ. 5 καὶ ὁ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτοῦ, καὶ ἔκραξεν ὁ βασιλεὺς ϕωνῇ μεγάλῃ λέγων Υἱέ μου Αβεσσαλωμ, Αβεσσαλωμ υἱέ μου. 6 καὶ εἰσῆλϑεν Ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν Κατῄσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν ϑυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου 7 τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παῖδες, ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Αβεσσαλωμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐϑὲς ἦν ἐν ὀϕϑαλμοῖς σου· 8 καὶ νῦν ἀναστὰς ἔξελϑε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισϑήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωϑι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελϑόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν. 9 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάϑισεν ἐν τῇ πύλῃ, καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες Ἰδοὺ ὁ βασιλεὺς κάϑηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλϑεν πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως. Καὶ Ισραηλ ἔϕυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ. 10 καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις ϕυλαῖς Ισραηλ λέγοντες Ὁ βασιλεὺς Δαυιδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχϑρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοϕύλων, καὶ νῦν πέϕευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ ἀπὸ Αβεσσαλωμ· 11 καὶ Αβεσσαλωμ, ὃν ἐχρίσαμεν ἐϕ᾽ ἡμῶν, ἀπέϑανεν ἐν τῷ πολέμῳ, καὶ νῦν ἵνα τί ὑμεῖς κωϕεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ῥῆμα παντὸς Ισραηλ ἦλϑεν πρὸς τὸν βασιλέα. – 12 καὶ ὁ βασιλεὺς Δαυιδ ἀπέστειλεν πρὸς Σαδωκ καὶ πρὸς Αβιαϑαρ τοὺς ἱερεῖς λέγων Λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ιουδα λέγοντες Ἵνα τί γίνεσϑε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ισραηλ ἦλϑεν πρὸς τὸν βασιλέα. 13 ἀδελϕοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς, καὶ ἵνα τί γίνεσϑε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; 14 καὶ τῷ Αμεσσαι ἐρεῖτε Οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ ϑεὸς καὶ τάδε προσϑείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ιωαβ. 15 καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς Ιουδα ὡς ἀνδρὸς ἑνός, καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες Ἐπιστράϕητι σὺ καὶ πάντες οἱ δοῦλοί σου. 16 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλϑεν ἕως τοῦ Ιορδάνου, καὶ ἄνδρες Ιουδα ἦλϑαν εἰς Γαλγαλα τοῦ πορεύεσϑαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν Ιορδάνην. – 17 καὶ ἐτάχυνεν Σεμει υἱὸς Γηρα υἱοῦ τοῦ Ιεμενι ἐκ Βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς Ιουδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυιδ 18 καὶ χίλιοι ἄνδρες μετ᾽ αὐτοῦ ἐκ τοῦ Βενιαμιν καὶ Σιβα τὸ παιδάριον τοῦ οἴκου Σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ᾽ αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ᾽ αὐτοῦ καὶ κατεύϑυναν τὸν Ιορδάνην ἔμπροσϑεν τοῦ βασιλέως 19 καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα, καὶ διέβη ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς αὐτοῦ. καὶ Σεμει υἱὸς Γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ιορδάνην 20 καὶ εἶπεν πρὸς τὸν βασιλέα Μὴ διαλογισάσϑω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησϑῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ, ᾗ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ Ιερουσαλημ, τοῦ ϑέσϑαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ, 21 ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλϑον σήμερον πρότερος παντὸς οἴκου Ιωσηϕ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως. 22 καὶ ἀπεκρίϑη Αβεσσα υἱὸς Σαρουιας καὶ εἶπεν Μὴ ἀντὶ τούτου οὐ ϑανατωϑήσεται Σεμει, ὅτι κατηράσατο τὸν χριστὸν κυρίου; 23 καὶ εἶπεν Δαυιδ Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουιας, ὅτι γίνεσϑέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ ϑανατωϑήσεταί τις ἀνὴρ ἐξ Ισραηλ, ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ισραηλ. 24 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμει Οὐ μὴ ἀποϑάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς. – 25 καὶ Μεμϕιβοσϑε υἱὸς Ιωναϑαν υἱοῦ Σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως· καὶ οὐκ ἐϑεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας, ἧς ἀπῆλϑεν ὁ βασιλεύς, ἕως τῆς ἡμέρας, ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ. 26 καὶ ἐγένετο ὅτε εἰσῆλϑεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Τί ὅτι οὐκ ἐπορεύϑης μετ᾽ ἐμοῦ, Μεμϕιβοσϑε; 27 καὶ εἶπεν πρὸς αὐτὸν Μεμϕιβοσϑε Κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ Ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ᾽ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου· 28 καὶ μεϑώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ ϑεοῦ, καὶ ποίησον τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου· 29 ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου ἀλλ᾽ ἢ ὅτι ἄνδρες ϑανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔϑηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσϑίουσιν τὴν τράπεζάν σου· καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα; 30 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον Σὺ καὶ Σιβα διελεῖσϑε τὸν ἀγρόν. 31 καὶ εἶπεν Μεμϕιβοσϑε πρὸς τὸν βασιλέα Καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσϑαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ. – 32 καὶ Βερζελλι ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλιμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ιορδάνην· 33 καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σϕόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέϑρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναιμ, ὅτι ἀνὴρ μέγας ἐστὶν σϕόδρα. 34 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλι Σὺ διαβήσῃ μετ᾽ ἐμοῦ, καὶ διαϑρέψω τὸ γῆράς σου μετ᾽ ἐμοῦ ἐν Ιερουσαλημ. 35 καὶ εἶπεν Βερζελλι πρὸς τὸν βασιλέα Πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ιερουσαλημ; 36 υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαϑοῦ καὶ κακοῦ; ἢ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ ϕάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι ϕωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; ἵνα τί ἔσται ἔτι ὁ δοῦλός σου εἰς ϕορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα; 37 ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ιορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην; 38 καϑισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποϑανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάϕῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμααμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου. 39 καὶ εἶπεν ὁ βασιλεύς Μετ ἐμοῦ διαβήτω Χαμααμ, κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου καὶ πάντα, ὅσα ἐκλέξῃ ἐπ᾽ ἐμοί, ποιήσω σοι. 40 καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ιορδάνην, καὶ ὁ βασιλεὺς διέβη· καὶ κατεϕίλησεν ὁ βασιλεὺς τὸν Βερζελλι καὶ εὐλόγησεν αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. 41 καὶ διέβη ὁ βασιλεὺς εἰς Γαλγαλα, καὶ Χαμααμ διέβη μετ᾽ αὐτοῦ, καὶ πᾶς ὁ λαὸς Ιουδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ισραηλ. – 42 καὶ ἰδοὺ πᾶς ἀνὴρ Ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπον πρὸς τὸν βασιλέα Τί ὅτι ἔκλεψάν σε οἱ ἀδελϕοὶ ἡμῶν ἀνὴρ Ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ιορδάνην καὶ πάντες ἄνδρες Δαυιδ μετ᾽ αὐτοῦ; 43 καὶ ἀπεκρίϑη πᾶς ἀνὴρ Ιουδα πρὸς ἄνδρα Ισραηλ καὶ εἶπαν Διότι ἐγγίζει πρός με ὁ βασιλεύς· καὶ ἵνα τί οὕτως ἐϑυμώϑης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐϕάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ἦρεν ἡμῖν; 44 καὶ ἀπεκρίϑη ἀνὴρ Ισραηλ τῷ ἀνδρὶ Ιουδα καὶ εἶπεν Δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σύ, καί γε ἐν τῷ Δαυιδ εἰμὶ ὑπὲρ σέ· καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσϑη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνϑη ὁ λόγος ἀνδρὸς Ιουδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ισραηλ.

Liber Regum alter Βασιλείων βʹ caput 20

1 Καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ Σαβεε υἱὸς Βοχορι ἀνὴρ ὁ Ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν Οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ιεσσαι· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ισραηλ. 2 καὶ ἀνέβη πᾶς ἀνὴρ Ισραηλ ἀπὸ ὄπισϑεν Δαυιδ ὀπίσω Σαβεε υἱοῦ Βοχορι, καὶ ἀνὴρ Ιουδα ἐκολλήϑη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ιορδάνου καὶ ἕως Ιερουσαλημ. 3 καὶ εἰσῆλϑεν Δαυιδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ιερουσαλημ, καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀϕῆκεν ϕυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ ϕυλακῆς καὶ διέϑρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλϑεν, καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας ϑανάτου αὐτῶν, χῆραι ζῶσαι. – 4 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αμεσσαι Βόησόν μοι τὸν ἄνδρα Ιουδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆϑι. 5 καὶ ἐπορεύϑη Αμεσσαι τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυιδ. 6 καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα Νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ, καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀϕϑαλμοὺς ἡμῶν. 7 καὶ ἐξῆλϑον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ ὁ χερεϑϑι καὶ ὁ ϕελεϑϑι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλϑαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι. – 8 καὶ αὐτοὶ παρὰ τῷ λίϑῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαων, καὶ Αμεσσαι εἰσῆλϑεν ἔμπροσϑεν αὐτῶν. καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ᾽ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσϕύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλϑεν καὶ ἔπεσεν. 9 καὶ εἶπεν Ιωαβ τῷ Αμεσσαι Εἰ ὑγιαίνεις σύ, ἀδελϕέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ιωαβ τοῦ πώγωνος Αμεσσαι τοῦ καταϕιλῆσαι αὐτόν· 10 καὶ Αμεσσαι οὐκ ἐϕυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ιωαβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ιωαβ εἰς τὴν ψόαν, καὶ ἐξεχύϑη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέϑανεν. καὶ Ιωαβ καὶ Αβεσσα ὁ ἀδελϕὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεε υἱοῦ Βοχορι· 11 καὶ ἀνὴρ ἔστη ἐπ᾽ αὐτὸν τῶν παιδαρίων Ιωαβ καὶ εἶπεν Τίς ὁ βουλόμενος Ιωαβ καὶ τίς τοῦ Δαυιδ, ὀπίσω Ιωαβ· 12 καὶ Αμεσσαι πεϕυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ὁ ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψεν τὸν Αμεσσαι ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ᾽ αὐτὸν ἱμάτιον, καϑότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ᾽ αὐτὸν ἑστηκότα· 13 ἡνίκα δὲ ἔϕϑασεν ἐκ τῆς τρίβου, παρῆλϑεν πᾶς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ τοῦ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι. – 14 καὶ διῆλϑεν ἐν πάσαις ϕυλαῖς Ισραηλ εἰς Αβελ καὶ εἰς Βαιϑμαχα καὶ πάντες ἐν Χαρρι, καὶ ἐξεκκλησιάσϑησαν καὶ ἦλϑον κατόπισϑεν αὐτοῦ. 15 καὶ παρεγενήϑησαν καὶ ἐπολιόρκουν ἐπ᾽ αὐτὸν τὴν Αβελ καὶ τὴν Βαιϑμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος. 16 καὶ ἐβόησεν γυνὴ σοϕὴ ἐκ τοῦ τείχους καὶ εἶπεν Ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ιωαβ Ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν. 17 καὶ προσήγγισεν πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή Εἰ σὺ εἶ Ιωαβ; ὁ δὲ εἶπεν Ἐγώ. εἶπεν δὲ αὐτῷ Ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν Ιωαβ Ἀκούω ἐγώ εἰμι. 18 καὶ εἶπεν λέγουσα Λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες Ἠρωτημένος ἠρωτήϑη ἐν τῇ Αβελ καὶ ἐν Δαν εἰ ἐξέλιπον ἃ ἔϑεντο οἱ πιστοὶ τοῦ Ισραηλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Αβελ καὶ οὕτως εἰ ἐξέλιπον. 19 ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ισραηλ, σὺ δὲ ζητεῖς ϑανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ισραηλ· ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου; 20 καὶ ἀπεκρίϑη Ιωαβ καὶ εἶπεν Ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαϕϑερῶ· 21 οὐχ οὗτος ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Εϕραιμ, Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ, καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωϑεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς Ιωαβ Ἰδοὺ ἡ κεϕαλὴ αὐτοῦ ῥιϕήσεται πρὸς σὲ διὰ τοῦ τείχους. 22 καὶ εἰσῆλϑεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοϕίᾳ αὐτῆς· καὶ ἀϕεῖλεν τὴν κεϕαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ιωαβ ἀπέστρεψεν εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα. 23 Καὶ Ιωαβ πρὸς πάσῃ τῇ δυνάμει Ισραηλ, καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ χερεϑϑι καὶ ἐπὶ τοῦ ϕελεϑϑι, 24 καὶ Αδωνιραμ ἐπὶ τοῦ ϕόρου, καὶ Ιωσαϕατ υἱὸς Αχιλουϑ ἀναμιμνῄσκων, 25 καὶ Σουσα γραμματεύς, καὶ Σαδωκ καὶ Αβιαϑαρ ἱερεῖς, 26 καί γε Ιρας ὁ Ιαριν ἦν ἱερεὺς τοῦ Δαυιδ.

Liber Regum alter Βασιλείων βʹ caput 21

1 Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυιδ τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον τοῦ κυρίου. καὶ εἶπεν κύριος Ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν ϑανάτῳ αἱμάτων περὶ οὗ ἐϑανάτωσεν τοὺς Γαβαωνίτας. 2 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυιδ τοὺς Γαβαωνίτας καὶ εἶπεν πρὸς αὐτούς· καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ Ισραηλ εἰσίν, ὅτι ἀλλ᾽ ἢ ἐκ τοῦ λείμματος τοῦ Αμορραίου, καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησεν Σαουλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ισραηλ καὶ Ιουδα. 3 καὶ εἶπεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας Τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου; 4 καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται Οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ ϑανατῶσαι ἐν Ισραηλ. καὶ εἶπεν Τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν; 5 καὶ εἶπαν πρὸς τὸν βασιλέα Ὁ ἀνὴρ συνετέλεσεν ἐϕ᾽ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολεϑρεῦσαι ἡμᾶς· ἀϕανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ισραηλ· 6 δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ κυρίῳ ἐν Γαβαων Σαουλ ἐκλεκτοὺς κυρίου. καὶ εἶπεν ὁ βασιλεύς Ἐγὼ δώσω. 7 καὶ ἐϕείσατο ὁ βασιλεὺς ἐπὶ Μεμϕιβοσϑε υἱὸν Ιωναϑαν υἱοῦ Σαουλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν, ἀνὰ μέσον Δαυιδ καὶ ἀνὰ μέσον Ιωναϑαν υἱοῦ Σαουλ. 8 καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ρεσϕα ϑυγατρὸς Αια, οὓς ἔτεκεν τῷ Σαουλ, τὸν Ερμωνι καὶ τὸν Μεμϕιβοσϑε, καὶ τοὺς πέντε υἱοὺς Μιχολ ϑυγατρὸς Σαουλ, οὓς ἔτεκεν τῷ Εσριηλ υἱῷ Βερζελλι τῷ Μοουλαϑι, 9 καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν, καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι κυρίου, καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό· καὶ αὐτοὶ δὲ ἐϑανατώϑησαν ἐν ἡμέραις ϑερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ ϑερισμοῦ κριϑῶν. 10 καὶ ἔλαβεν Ρεσϕα ϑυγάτηρ Αια τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ ϑερισμοῦ κριϑῶν, ἕως ἔσταξεν ἐπ᾽ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ, καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ᾽ αὐτοὺς ἡμέρας καὶ τὰ ϑηρία τοῦ ἀγροῦ νυκτός. – 11 καὶ ἀπηγγέλη τῷ Δαυιδ ὅσα ἐποίησεν Ρεσϕα ϑυγάτηρ Αια παλλακὴ Σαουλ, καὶ ἐξελύϑησαν, καὶ κατέλαβεν αὐτοὺς Δαν υἱὸς Ιωα ἐκ τῶν ἀπογόνων τῶν γιγάντων, 12 καὶ ἐπορεύϑη Δαυιδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναϑαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ιαβις Γαλααδ, οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιϑσαν, ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόϕυλοι ἐν ἡμέρᾳ, ᾗ ἐπάταξαν οἱ ἀλλόϕυλοι τὸν Σαουλ ἐν Γελβουε, 13 καὶ ἀνήνεγκεν ἐκεῖϑεν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναϑαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων. 14 καὶ ἔϑαψαν τὰ ὀστᾶ Σαουλ καὶ τὰ ὀστᾶ Ιωναϑαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασϑέντων ἐν γῇ Βενιαμιν ἐν τῇ πλευρᾷ ἐν τῷ τάϕῳ Κις τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα, ὅσα ἐνετείλατο ὁ βασιλεύς. – καὶ ἐπήκουσεν ὁ ϑεὸς τῇ γῇ μετὰ ταῦτα. 15 Καὶ ἐγενήϑη ἔτι πόλεμος τοῖς ἀλλοϕύλοις μετὰ Ισραηλ. καὶ κατέβη Δαυιδ καὶ οἱ παῖδες αὐτοῦ μετ᾽ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοϕύλων, καὶ ἐξελύϑη Δαυιδ. 16 καὶ Ιεσβι, ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ραϕα καὶ ὁ σταϑμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην, καὶ διενοεῖτο πατάξαι τὸν Δαυιδ. 17 καὶ ἐβοήϑησεν αὐτῷ Αβεσσα υἱὸς Σαρουιας καὶ ἐπάταξεν τὸν ἀλλόϕυλον καὶ ἐϑανάτωσεν αὐτόν. τότε ὤμοσαν οἱ ἄνδρες Δαυιδ λέγοντες Οὐκ ἐξελεύσῃ ἔτι μεϑ᾽ ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ισραηλ. – 18 καὶ ἐγενήϑη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γεϑ μετὰ τῶν ἀλλοϕύλων. τότε ἐπάταξεν Σεβοχα ὁ Αστατωϑι τὸν Σεϕ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ραϕα. – 19 καὶ ἐγένετο ὁ πόλεμος ἐν Γοβ μετὰ τῶν ἀλλοϕύλων. καὶ ἐπάταξεν Ελεαναν υἱὸς Αριωργιμ ὁ Βαιϑλεεμίτης τὸν Γολιαϑ τὸν Γεϑϑαῖον, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑϕαινόντων. – 20 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεϑ. καὶ ἦν ἀνὴρ μαδων, καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ, εἴκοσι τέσσαρες ἀριϑμῷ, καί γε αὐτὸς ἐτέχϑη τῷ Ραϕα. 21 καὶ ὠνείδισεν τὸν Ισραηλ, καὶ ἐπάταξεν αὐτὸν Ιωναϑαν υἱὸς Σεμει ἀδελϕοῦ Δαυιδ. – 22 οἱ τέσσαρες οὗτοι ἐτέχϑησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γεϑ τῷ Ραϕα οἶκος, καὶ ἔπεσαν ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ.

Liber Regum alter Βασιλείων βʹ caput 22

1 Καὶ ἐλάλησεν Δαυιδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχϑρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαουλ, 2 καὶ εἶπεν Κύριε, πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί, 3 ὁ ϑεός μου ϕύλαξ ἔσται μου, πεποιϑὼς ἔσομαι ἐπ᾽ αὐτῷ, ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, ἀντιλήμπτωρ μου καὶ καταϕυγή μου σωτηρίας μου, ἐξ ἀδίκου σώσεις με. 4 αἰνετὸν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχϑρῶν μου σωϑήσομαι. 5 ὅτι περιέσχον με συντριμμοὶ ϑανάτου, χείμαρροι ἀνομίας ἐϑάμβησάν με· 6 ὠδῖνες ϑανάτου ἐκύκλωσάν με, προέϕϑασάν με σκληρότητες ϑανάτου. 7 ἐν τῷ ϑλίβεσϑαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν ϑεόν μου βοήσομαι· καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ ϕωνῆς μου, καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ. 8 καὶ ἐταράχϑη καὶ ἐσείσϑη ἡ γῆ, καὶ τὰ ϑεμέλια τοῦ οὐρανοῦ συνεταράχϑησαν καὶ ἐσπαράχϑησαν, ὅτι ἐϑυμώϑη κύριος αὐτοῖς. 9 ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται, ἄνϑρακες ἐξεκαύϑησαν ἀπ᾽ αὐτοῦ. 10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόϕος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. 11 καὶ ἐπεκάϑισεν ἐπὶ χερουβιν καὶ ἐπετάσϑη καὶ ὤϕϑη ἐπὶ πτερύγων ἀνέμου. 12 καὶ ἔϑετο σκότος ἀποκρυϕὴν αὐτοῦ κύκλῳ αὐτοῦ, ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων· ἐπάχυνεν ἐν νεϕέλαις ἀέρος. 13 ἀπὸ τοῦ ϕέγγους ἐναντίον αὐτοῦ ἐξεκαύϑησαν ἄνϑρακες πυρός. 14 ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν ϕωνὴν αὐτοῦ 15 καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς, ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς. 16 καὶ ὤϕϑησαν ἀϕέσεις ϑαλάσσης, καὶ ἀπεκαλύϕϑη ϑεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει κυρίου, ἀπὸ πνοῆς πνεύματος ϑυμοῦ αὐτοῦ. 17 ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με, εἵλκυσέν με ἐξ ὑδάτων πολλῶν· 18 ἐρρύσατό με ἐξ ἐχϑρῶν μου ἰσχύος, ἐκ τῶν μισούντων με, ὅτι ἐκραταιώϑησαν ὑπὲρ ἐμέ. 19 προέϕϑασάν με ἐν ἡμέρᾳ ϑλίψεώς μου, καὶ ἐγένετο κύριος ἐπιστήριγμά μου 20 καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ ἐξείλατό με, ὅτι εὐδόκησεν ἐν ἐμοί. 21 καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην μου, κατὰ τὴν καϑαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέν μοι, 22 ὅτι ἐϕύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ ϑεοῦ μου, 23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου, καὶ τὰ δικαιώματα αὐτοῦ, οὐκ ἀπέστην ἀπ᾽ αὐτῶν. 24 καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προϕυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 25 καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καϑαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀϕϑαλμῶν αὐτοῦ. 26 μετὰ ὁσίου ὁσιωϑήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωϑήσῃ 27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωϑήσῃ. 28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀϕϑαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις. 29 ὅτι σὺ ὁ λύχνος μου, κύριε, καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου. 30 ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ ϑεῷ μου ὑπερβήσομαι τεῖχος. 31 ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ῥῆμα κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιϑόσιν ἐπ᾽ αὐτῷ. 32 τίς ἰσχυρὸς πλὴν κυρίου; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ ϑεοῦ ἡμῶν; 33 ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου· 34 τιϑεὶς τοὺς πόδας μου ὡς ἐλάϕων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με· 35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου. 36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήϑυνέν με 37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύϑησαν τὰ σκέλη μου. 38 διώξω ἐχϑρούς μου καὶ ἀϕανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω, ἕως συντελέσω αὐτούς· 39 καὶ ϑλάσω αὐτούς, καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου· 41 καὶ τοὺς ἐχϑρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐϑανάτωσας αὐτούς. 42 βοήσονται, καὶ οὐκ ἔστιν βοηϑός, πρὸς κύριον, καὶ οὐχ ὑπήκουσεν αὐτῶν. 43 καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς. 44 καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, ϕυλάξεις με εἰς κεϕαλὴν ἐϑνῶν· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσάν μοι, 45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου· 46 υἱοὶ ἀλλότριοι ἀπορριϕήσονται καὶ σϕαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν. 47 ζῇ κύριος, καὶ εὐλογητὸς ὁ ϕύλαξ μου, καὶ ὑψωϑήσεται ὁ ϑεός μου, ὁ ϕύλαξ τῆς σωτηρίας μου. 48 ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λαοὺς ὑποκάτω μου 49 καὶ ἐξάγων με ἐξ ἐχϑρῶν μου, καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με, ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με. 50 διὰ τοῦτο ἐξομολογήσομαί σοι, κύριε, ἐν τοῖς ἔϑνεσιν καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ, 51 μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Liber Regum alter Βασιλείων βʹ caput 23

1 Καὶ οὗτοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι Πιστὸς Δαυιδ υἱὸς Ιεσσαι, καὶ πιστὸς ἀνήρ, ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν ϑεοῦ Ιακωβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ισραηλ. 2 πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου· 3 λέγει ὁ ϑεὸς Ισραηλ, ἐμοὶ ἐλάλησεν ϕύλαξ Ισραηλ Παραβολὴν εἰπόν Ἐν ἀνϑρώπῳ πῶς κραταιώσητε ϕόβον ϑεοῦ; 4 καὶ ἐν ϑεῷ ϕωτὶ πρωίας ἀνατείλαι ἥλιος, τὸ πρωῒ οὐ παρῆλϑεν ἐκ ϕέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς. 5 οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ; διαϑήκην γὰρ αἰώνιον ἔϑετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ, πεϕυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν ϑέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος. 6 ὥσπερ ἄκανϑα ἐξωσμένη πάντες αὐτοί, ὅτι οὐ χειρὶ λημϕϑήσονται, 7 καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυϑήσονται αἰσχύνῃ αὐτῶν. 8 Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ· Ιεβοσϑε ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν, Αδινων ὁ Ασωναῖος. οὗτος ἐσπάσατο τὴν ῥομϕαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ. – 9 καὶ μετ᾽ αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλϕου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς. οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοϕύλοις συνήχϑησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ· 10 αὐτὸς ἀνέστη καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοϕύλοις, ἕως οὗ ἐκοπίασεν ἡ χεὶρ αὐτοῦ καὶ προσεκολλήϑη ἡ χεὶρ αὐτοῦ πρὸς τὴν μάχαιραν, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ λαὸς ἐκάϑητο ὀπίσω αὐτοῦ πλὴν ἐκδιδύσκειν. – 11 καὶ μετ᾽ αὐτὸν Σαμαια υἱὸς Ασα ὁ Αρουχαῖος. καὶ συνήχϑησαν οἱ ἀλλόϕυλοι εἰς Θηρία, καὶ ἦν ἐκεῖ μερὶς τοῦ ἀγροῦ πλήρης ϕακοῦ, καὶ ὁ λαὸς ἔϕυγεν ἐκ προσώπου ἀλλοϕύλων· 12 καὶ ἐστηλώϑη ἐν μέσῳ τῆς μερίδος καὶ ἐξείλατο αὐτὴν καὶ ἐπάταξεν τοὺς ἀλλοϕύλους, καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην. – 13 καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλϑον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ, καὶ τάγμα τῶν ἀλλοϕύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραϕαιμ· 14 καὶ Δαυιδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ ὑπόστημα τῶν ἀλλοϕύλων τότε ἐν Βαιϑλεεμ. 15 καὶ ἐπεϑύμησεν Δαυιδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιϑλεεμ τοῦ ἐν τῇ πύλῃ; τὸ δὲ σύστημα τῶν ἀλλοϕύλων τότε ἐν Βαιϑλεεμ. 16 καὶ διέρρηξαν οἱ τρεῖς δυνατοὶ ἐν τῇ παρεμβολῇ τῶν ἀλλοϕύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιϑλεεμ τοῦ ἐν τῇ πύλῃ καὶ ἔλαβαν καὶ παρεγένοντο πρὸς Δαυιδ, καὶ οὐκ ἠϑέλησεν πιεῖν αὐτὸ καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ 17 καὶ εἶπεν Ἵλεώς μοι, κύριε, τοῦ ποιῆσαι τοῦτο· εἰ αἷμα τῶν ἀνδρῶν τῶν πορευϑέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι; καὶ οὐκ ἠϑέλησεν πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί. 18 Καὶ Αβεσσα ἀδελϕὸς Ιωαβ υἱὸς Σαρουιας, αὐτὸς ἄρχων ἐν τοῖς τρισίν. καὶ αὐτὸς ἐξήγειρεν τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισίν· 19 ἐκ τῶν τριῶν ἐκείνων ἔνδοξος, καὶ ἐγένετο αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἦλϑεν. – 20 καὶ Βαναιας υἱὸς Ιωδαε, ἀνὴρ αὐτὸς πολλοστὸς ἔργοις ἀπὸ Καβεσεηλ. καὶ αὐτὸς ἐπάταξεν τοὺς δύο υἱοὺς αριηλ τοῦ Μωαβ· καὶ αὐτὸς κατέβη καὶ ἐπάταξε τὸν λέοντα ἐν μέσῳ τοῦ λάκκου ἐν τῇ ἡμέρᾳ τῆς χιόνος· 21 αὐτὸς ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατόν, ἐν δὲ τῇ χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ξύλον διαβάϑρας, καὶ κατέβη πρὸς αὐτὸν ἐν ῥάβδῳ καὶ ἥρπασεν τὸ δόρυ ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ. 22 ταῦτα ἐποίησεν Βαναιας υἱὸς Ιωδαε, καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς· 23 ἐκ τῶν τριῶν ἔνδοξος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἦλϑεν· καὶ ἔταξεν αὐτὸν Δαυιδ εἰς τὰς ἀκοὰς αὐτοῦ. 24 Καὶ ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ βασιλέως· Ασαηλ ἀδελϕὸς Ιωαβ [οὗτος ἐν τοῖς τριάκοντα], Ελεαναν υἱὸς Δουδι πατραδέλϕου αὐτοῦ ἐν Βαιϑλεεμ, 25 Σαμαι ὁ Αρουδαῖος, Ελικα ὁ Αρωδαῖος, 26 Ελλης ὁ Φελωϑι, Ιρας υἱὸς Εκκας ὁ Θεκωίτης, 27 Αβιεζερ ὁ Αναϑωϑίτης ἐκ τῶν υἱῶν τοῦ Ασωϑίτου, 28 Σελμων ὁ Αωίτης, Μοορε ὁ Νετωϕαϑίτης, 29 Ελα υἱὸς Βαανα ὁ Νετωϕαϑίτης, Εϑϑι υἱὸς Ριβα ἐκ Γαβαεϑ υἱὸς Βενιαμιν, 30 Βαναιας ὁ Φαραϑωνίτης, Ουρι ἐκ Ναχαλιγαιας, 31 Αβιηλ υἱὸς τοῦ Αραβωϑίτου, Αζμωϑ ὁ Βαρσαμίτης, 32 Ελιασου ὁ Σαλαβωνίτης, υἱοὶ Ιασαν, Ιωναϑαν, 33 Σαμμα ὁ Αρωδίτης, Αχιαν υἱὸς Σαραδ ὁ Αραουρίτης, 34 Αλιϕαλεϑ υἱὸς τοῦ Ασβίτου υἱὸς τοῦ Μααχατι, Ελιαβ υἱὸς Αχιτοϕελ τοῦ Γελωνίτου, 35 Ασαραι ὁ Καρμήλιος, Φαραι ὁ Ερχι, 36 Ιγααλ υἱὸς Ναϑαν ἀπὸ δυνάμεως, υἱὸς Γαδδι, 37 Ελιε ὁ Αμμανίτης, Γελωραι ὁ Βηρωϑαῖος αἴρων τὰ σκεύη Ιωαβ υἱοῦ Σαρουιας, 38 Ιρας ὁ Ιεϑιραῖος, Γαρηβ ὁ Ιεϑιραῖος, 39 Ουριας ὁ Χετταῖος, πάντες τριάκοντα καὶ ἑπτά.

Liber Regum alter Βασιλείων βʹ caput 24

1 Καὶ προσέϑετο ὀργὴ κυρίου ἐκκαῆναι ἐν Ισραηλ, καὶ ἐπέσεισεν τὸν Δαυιδ ἐν αὐτοῖς λέγων Βάδιζε ἀρίϑμησον τὸν Ισραηλ καὶ τὸν Ιουδα. 2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ ἄρχοντα τῆς ἰσχύος τὸν μετ᾽ αὐτοῦ Δίελϑε δὴ πάσας ϕυλὰς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ ἐπίσκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριϑμὸν τοῦ λαοῦ. 3 καὶ εἶπεν Ιωαβ πρὸς τὸν βασιλέα Καὶ προσϑείη κύριος ὁ ϑεός σου πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀϕϑαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἵνα τί βούλεται ἐν τῷ λόγῳ τούτῳ; 4 καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ιωαβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως. καὶ ἐξῆλϑεν Ιωαβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασϑαι τὸν λαὸν Ισραηλ. 5 καὶ διέβησαν τὸν Ιορδάνην καὶ παρενέβαλον ἐν Αροηρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς ϕάραγγος Γαδ καὶ Ελιεζερ 6 καὶ ἦλϑον εἰς τὴν Γαλααδ καὶ εἰς γῆν Θαβασων, ἥ ἐστιν Αδασαι, καὶ παρεγένοντο εἰς Δανιδαν καὶ Ουδαν καὶ ἐκύκλωσαν εἰς Σιδῶνα 7 καὶ ἦλϑαν εἰς Μαψαρ Τύρου καὶ πάσας τὰς πόλεις τοῦ Ευαίου καὶ τοῦ Χαναναίου καὶ ἦλϑαν κατὰ νότον Ιουδα εἰς Βηρσαβεε 8 καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ιερουσαλημ. 9 καὶ ἔδωκεν Ιωαβ τὸν ἀριϑμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα, καὶ ἐγένετο Ισραηλ ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομϕαίαν καὶ ἀνὴρ Ιουδα πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν. 10 Καὶ ἐπάταξεν καρδία Δαυιδ αὐτὸν μετὰ τὸ ἀριϑμῆσαι τὸν λαόν, καὶ εἶπεν Δαυιδ πρὸς κύριον Ἥμαρτον σϕόδρα ὃ ἐποίησα· νῦν, κύριε, παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνϑην σϕόδρα. 11 καὶ ἀνέστη Δαυιδ τὸ πρωί. καὶ λόγος κυρίου ἐγένετο πρὸς Γαδ τὸν προϕήτην τὸν ὁρῶντα Δαυιδ λέγων 12 Πορεύϑητι καὶ λάλησον πρὸς Δαυιδ λέγων Τάδε λέγει κύριος Τρία ἐγώ εἰμι αἴρω ἐπὶ σέ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι. 13 καὶ εἰσῆλϑεν Γαδ πρὸς Δαυιδ καὶ ἀνήγγειλεν αὐτῷ καὶ εἶπεν αὐτῷ Ἔκλεξαι σεαυτῷ γενέσϑαι, εἰ ἔλϑῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας ϕεύγειν σε ἔμπροσϑεν τῶν ἐχϑρῶν σου καὶ ἔσονται διώκοντές σε, ἢ γενέσϑαι τρεῖς ἡμέρας ϑάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶϑι καὶ ἰδὲ τί ἀποκριϑῶ τῷ ἀποστείλαντί με ῥῆμα. 14 καὶ εἶπεν Δαυιδ πρὸς Γαδ Στενά μοι πάντοϑεν σϕόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ ἐν χειρὶ κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σϕόδρα, εἰς δὲ χεῖρας ἀνϑρώπου οὐ μὴ ἐμπέσω· καὶ ἐξελέξατο ἑαυτῷ Δαυιδ τὸν ϑάνατον. 15 καὶ ἡμέραι ϑερισμοῦ πυρῶν, καὶ ἔδωκεν κύριος ἐν Ισραηλ ϑάνατον ἀπὸ πρωίϑεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ ϑραῦσις ἐν τῷ λαῷ, καὶ ἀπέϑανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. 16 καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ ϑεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ιερουσαλημ τοῦ διαϕϑεῖραι αὐτήν, καὶ παρεκλήϑη κύριος ἐπὶ τῇ κακίᾳ καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ διαϕϑείροντι ἐν τῷ λαῷ Πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος κυρίου ἦν παρὰ τῷ ἅλῳ Ορνα τοῦ Ιεβουσαίου. 17 καὶ εἶπεν Δαυιδ πρὸς κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν Ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσϑω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. 18 καὶ ἦλϑεν Γαδ πρὸς Δαυιδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Ἀνάβηϑι καὶ στῆσον τῷ κυρίῳ ϑυσιαστήριον ἐν τῷ ἅλωνι Ορνα τοῦ Ιεβουσαίου. 19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ, καϑ᾽ ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος. 20 καὶ διέκυψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλϑεν Ορνα καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 21 καὶ εἶπεν Ορνα Τί ὅτι ἦλϑεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; καὶ εἶπεν Δαυιδ Κτήσασϑαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι ϑυσιαστήριον τῷ κυρίῳ, καὶ συσχεϑῇ ἡ ϑραῦσις ἐπάνω τοῦ λαοῦ. 22 καὶ εἶπεν Ορνα πρὸς Δαυιδ Λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα. 23 τὰ πάντα ἔδωκεν Ορνα τῷ βασιλεῖ, καὶ εἶπεν Ορνα πρὸς τὸν βασιλέα Κύριος ὁ ϑεός σου εὐλογήσαι σε. 24 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ορνα Οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τῷ κυρίῳ ϑεῷ μου ὁλοκαύτωμα δωρεάν· καὶ ἐκτήσατο Δαυιδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα. 25 καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυιδ ϑυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς· καὶ προσέϑηκεν Σαλωμων ἐπὶ τὸ ϑυσιαστήριον ἐπ᾽ ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσεν κύριος τῇ γῇ, καὶ συνεσχέϑη ἡ ϑραῦσις ἐπάνωϑεν Ισραηλ.

Liber Regum tertius Βασιλείων γʹ

Liber Regum tertius Βασιλείων γʹ caput 1

1 Καὶ ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐϑερμαίνετο. 2 καὶ εἶπον οἱ παῖδες αὐτοῦ Ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρϑένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν ϑάλπουσα καὶ κοιμηϑήσεται μετ᾽ αὐτοῦ, καὶ ϑερμανϑήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς. 3 καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ισραηλ καὶ εὗρον τὴν Αβισακ τὴν Σωμανῖτιν καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα. 4 καὶ ἡ νεᾶνις καλὴ ἕως σϕόδρα· καὶ ἦν ϑάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν. 5 Καὶ Αδωνιας υἱὸς Αγγιϑ ἐπῄρετο λέγων Ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσϑεν αὐτοῦ. 6 καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων Διὰ τί σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σϕόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Αβεσσαλωμ. 7 καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ιωαβ τοῦ υἱοῦ Σαρουιας καὶ μετὰ Αβιαϑαρ τοῦ ἱερέως, καὶ ἐβοήϑουν ὀπίσω Αδωνιου· 8 καὶ Σαδωκ ὁ ἱερεὺς καὶ Βαναιας υἱὸς Ιωδαε καὶ Ναϑαν ὁ προϕήτης καὶ Σεμει καὶ Ρηι καὶ οἱ δυνατοὶ τοῦ Δαυιδ οὐκ ἦσαν ὀπίσω Αδωνιου. 9 καὶ ἐϑυσίασεν Αδωνιας πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ λίϑου τοῦ Ζωελεϑ, ὃς ἦν ἐχόμενα τῆς πηγῆς Ρωγηλ, καὶ ἐκάλεσεν πάντας τοὺς ἀδελϕοὺς αὐτοῦ καὶ πάντας τοὺς ἁδροὺς Ιουδα, παῖδας τοῦ βασιλέως· 10 καὶ τὸν Ναϑαν τὸν προϕήτην καὶ Βαναιαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμων ἀδελϕὸν αὐτοῦ οὐκ ἐκάλεσεν. 11 Καὶ εἶπεν Ναϑαν πρὸς Βηρσαβεε μητέρα Σαλωμων λέγων Οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Αδωνιας υἱὸς Αγγιϑ; καὶ ὁ κύριος ἡμῶν Δαυιδ οὐκ ἔγνω. 12 καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμων· 13 δεῦρο εἴσελϑε πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα Οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καϑιεῖται ἐπὶ τοῦ ϑρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Αδωνιας; 14 καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω σου καὶ πληρώσω τοὺς λόγους σου. – 15 καὶ εἰσῆλϑεν Βηρσαβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμίειον, καὶ ὁ βασιλεὺς πρεσβύτης σϕόδρα, καὶ Αβισακ ἡ Σωμανῖτις ἦν λειτουργοῦσα τῷ βασιλεῖ. 16 καὶ ἔκυψεν Βηρσαβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Τί ἐστίν σοι; 17 ἡ δὲ εἶπεν Κύριέ μου βασιλεῦ, σὺ ὤμοσας ἐν κυρίῳ τῷ ϑεῷ σου τῷ δούλῃ σου λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καϑήσεται ἐπὶ τοῦ ϑρόνου μου. 18 καὶ νῦν ἰδοὺ Αδωνιας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως· 19 καὶ ἐϑυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆϑος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Αβιαϑαρ τὸν ἱερέα καὶ Ιωαβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. 20 καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀϕϑαλμοὶ παντὸς Ισραηλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καϑήσεται ἐπὶ τοῦ ϑρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾽ αὐτόν. 21 καὶ ἔσται ὡς ἂν κοιμηϑῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ ὁ υἱός μου Σαλωμων ἁμαρτωλοί. – 22 καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναϑαν ὁ προϕήτης ἦλϑεν. 23 καὶ ἀνηγγέλη τῷ βασιλεῖ Ἰδοὺ Ναϑαν ὁ προϕήτης· καὶ εἰσῆλϑεν κατὰ πρόσωπον τοῦ βασιλέως καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 24 καὶ εἶπεν Ναϑαν Κύριέ μου βασιλεῦ, σὺ εἶπας Αδωνιας βασιλεύσει ὀπίσω μου καὶ αὐτὸς καϑήσεται ἐπὶ τοῦ ϑρόνου μου· 25 ὅτι κατέβη σήμερον καὶ ἐϑυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆϑος καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Αβιαϑαρ τὸν ἱερέα, καὶ ἰδού εἰσιν ἐσϑίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ καὶ εἶπαν Ζήτω ὁ βασιλεὺς Αδωνιας. 26 καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδωκ τὸν ἱερέα καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ Σαλωμων τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. 27 εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καϑήσεται ἐπὶ τὸν ϑρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾽ αὐτόν; – 28 καὶ ἀπεκρίϑη Δαυιδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσαβεε· καὶ εἰσῆλϑεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ. 29 καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπεν Ζῇ κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης ϑλίψεως, 30 ὅτι καϑὼς ὤμοσά σοι ἐν κυρίῳ τῷ ϑεῷ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καϑήσεται ἐπὶ τοῦ ϑρόνου μου ἀντ ἐμοῦ, ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ. 31 καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν Ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰῶνα. 32 καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ Καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναϑαν τὸν προϕήτην καὶ Βαναιαν υἱὸν Ιωδαε· καὶ εἰσῆλϑον ἐνώπιον τοῦ βασιλέως. 33 καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς Λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεϑ᾽ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων, 34 καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδωκ ὁ ἱερεὺς καὶ Ναϑαν ὁ προϕήτης εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε Ζήτω ὁ βασιλεὺς Σαλωμων. 35 καὶ καϑήσεται ἐπὶ τοῦ ϑρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα. 36 καὶ ἀπεκρίϑη Βαναιας υἱὸς Ιωδαε τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο· οὕτως πιστώσαι κύριος ὁ ϑεὸς τοῦ κυρίου μου τοῦ βασιλέως· 37 καϑὼς ἦν κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν ϑρόνον αὐτοῦ ὑπὲρ τὸν ϑρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυιδ. – 38 καὶ κατέβη Σαδωκ ὁ ἱερεὺς καὶ Ναϑαν ὁ προϕήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ ὁ χερεϑϑι καὶ ὁ ϕελεϑϑι καὶ ἐπεκάϑισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων. 39 καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τῇ κερατίνῃ, καὶ εἶπεν πᾶς ὁ λαός Ζήτω ὁ βασιλεὺς Σαλωμων. 40 καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐϕραινόμενοι εὐϕροσύνην μεγάλην, καὶ ἐρράγη ἡ γῆ ἐν τῇ ϕωνῇ αὐτῶν. 41 Καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν ϕαγεῖν· καὶ ἤκουσεν Ιωαβ τὴν ϕωνὴν τῆς κερατίνης καὶ εἶπεν Τίς ἡ ϕωνὴ τῆς πόλεως ἠχούσης; 42 ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ιωναϑαν υἱὸς Αβιαϑαρ τοῦ ἱερέως ἦλϑεν, καὶ εἶπεν Αδωνιας Εἴσελϑε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαϑὰ εὐαγγέλισαι. 43 καὶ ἀπεκρίϑη Ιωναϑαν καὶ εἶπεν Καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων· 44 καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ᾽ αὐτοῦ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναϑαν τὸν προϕήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεϑϑι καὶ τὸν ϕελεϑϑι, καὶ ἐπεκάϑισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως· 45 καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναϑαν ὁ προϕήτης εἰς βασιλέα ἐν τῷ Γιων, καὶ ἀνέβησαν ἐκεῖϑεν εὐϕραινόμενοι, καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ ϕωνή, ἣν ἠκούσατε. 46 καὶ ἐκάϑισεν Σαλωμων ἐπὶ ϑρόνον τῆς βασιλείας, 47 καὶ εἰσῆλϑον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυιδ λέγοντες Ἀγαϑύναι ὁ ϑεὸς τὸ ὄνομα Σαλωμων τοῦ υἱοῦ σου ὑπὲρ τὸ ὄνομά σου καὶ μεγαλύναι τὸν ϑρόνον αὐτοῦ ὑπὲρ τὸν ϑρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην αὐτοῦ, 48 καί γε οὕτως εἶπεν ὁ βασιλεύς Εὐλογητὸς κύριος ὁ ϑεὸς Ισραηλ, ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καϑήμενον ἐπὶ τοῦ ϑρόνου μου, καὶ οἱ ὀϕϑαλμοί μου βλέπουσιν. 49 Καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ τοῦ Αδωνιου καὶ ἀπῆλϑον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ. 50 καὶ Αδωνιας ἐϕοβήϑη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπῆλϑεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ ϑυσιαστηρίου. 51 καὶ ἀνηγγέλη τῷ Σαλωμων λέγοντες Ἰδοὺ Αδωνιας ἐϕοβήϑη τὸν βασιλέα Σαλωμων καὶ κατέχει τῶν κεράτων τοῦ ϑυσιαστηρίου λέγων Ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμων εἰ οὐ ϑανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομϕαίᾳ. 52 καὶ εἶπεν Σαλωμων Ἐὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεϑῇ ἐν αὐτῷ, ϑανατωϑήσεται. 53 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωϑεν τοῦ ϑυσιαστηρίου· καὶ εἰσῆλϑεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμων, καὶ εἶπεν αὐτῷ Σαλωμων Δεῦρο εἰς τὸν οἶκόν σου.

Liber Regum tertius Βασιλείων γʹ caput 2

1 Καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποϑανεῖν αὐτόν, καὶ ἐνετείλατο τῷ Σαλωμων υἱῷ αὐτοῦ λέγων 2 Ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα 3 καὶ ϕυλάξεις τὴν ϕυλακὴν κυρίου τοῦ ϑεοῦ σου τοῦ πορεύεσϑαι ἐν ταῖς ὁδοῖς αὐτοῦ ϕυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμῳ Μωυσέως, ἵνα συνίῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, 4 ἵνα στήσῃ κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν λέγων Ἐὰν ϕυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσϑαι ἐνώπιον ἐμοῦ ἐν ἀληϑείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν, λέγων Οὐκ ἐξολεϑρευϑήσεταί σοι ἀνὴρ ἐπάνωϑεν ϑρόνου Ισραηλ. 5 καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ιωαβ υἱὸς Σαρουιας, ὅσα ἐποίησεν τοῖς δυσὶν ἄρχουσιν τῶν δυνάμεων Ισραηλ, τῷ Αβεννηρ υἱῷ Νηρ καὶ τῷ Αμεσσαι υἱῷ Ιεϑερ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀϑῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσϕύι αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ· 6 καὶ ποιήσεις κατὰ τὴν σοϕίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου. 7 καὶ τοῖς υἱοῖς Βερζελλι τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσϑίουσιν τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ ἀδελϕοῦ σου. 8 καὶ ἰδοὺ μετὰ σοῦ Σεμει υἱὸς Γηρα υἱὸς τοῦ Ιεμενι ἐκ Βαουριμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ιορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν κυρίῳ λέγων Εἰ ϑανατώσω σε ἐν ῥομϕαίᾳ· 9 καὶ οὐ μὴ ἀϑῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοϕὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου. 10 καὶ ἐκοιμήϑη Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν πόλει Δαυιδ. 11 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Δαυιδ ἐπὶ τὸν Ισραηλ, τεσσαράκοντα ἔτη· ἐν Χεβρων ἐβασίλευσεν ἔτη ἑπτὰ καὶ ἐν Ιερουσαλημ τριάκοντα τρία ἔτη. 12 Καὶ Σαλωμων ἐκάϑισεν ἐπὶ τοῦ ϑρόνου Δαυιδ τοῦ πατρὸς αὐτοῦ υἱὸς ἐτῶν δώδεκα, καὶ ἡτοιμάσϑη ἡ βασιλεία αὐτοῦ σϕόδρα. 13 καὶ εἰσῆλϑεν Αδωνιας υἱὸς Αγγιϑ πρὸς Βηρσαβεε μητέρα Σαλωμων καὶ προσεκύνησεν αὐτῇ. ἡ δὲ εἶπεν Εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν Εἰρήνη· 14 λόγος μοι πρὸς σέ. καὶ εἶπεν αὐτῷ Λάλησον. 15 καὶ εἶπεν αὐτῇ Σὺ οἶδας ὅτι ἐμοὶ ἦν ἡ βασιλεία καὶ ἐπ᾽ ἐμὲ ἔϑετο πᾶς Ισραηλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα, καὶ ἐστράϕη ἡ βασιλεία καὶ ἐγενήϑη τῷ ἀδελϕῷ μου, ὅτι παρὰ κυρίου ἐγένετο αὐτῷ· 16 καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσαβεε Λάλει. 17 καὶ εἶπεν αὐτῇ Εἰπὸν δὴ πρὸς Σαλωμων τὸν βασιλέα – ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ – καὶ δώσει μοι τὴν Αβισακ τὴν Σωμανῖτιν εἰς γυναῖκα. 18 καὶ εἶπεν Βηρσαβεε Καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ. 19 καὶ εἰσῆλϑεν Βηρσαβεε πρὸς τὸν βασιλέα Σαλωμων λαλῆσαι αὐτῷ περὶ Αδωνιου. καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεϕίλησεν αὐτὴν καὶ ἐκάϑισεν ἐπὶ τοῦ ϑρόνου αὐτοῦ, καὶ ἐτέϑη ϑρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάϑισεν ἐκ δεξιῶν αὐτοῦ. 20 καὶ εἶπεν αὐτῷ Αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Αἴτησαι, μῆτερ ἐμή, ὅτι οὐκ ἀποστρέψω σε. 21 καὶ εἶπεν Δοϑήτω δὲ Αβισακ ἡ Σωμανῖτις τῷ Αδωνια τῷ ἀδελϕῷ σου εἰς γυναῖκα. 22 καὶ ἀπεκρίϑη Σαλωμων ὁ βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Αβισακ τῷ Αδωνια; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελϕός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Αβιαϑαρ ὁ ἱερεὺς καὶ αὐτῷ Ιωαβ ὁ υἱὸς Σαρουιας ὁ ἀρχιστράτηγος ἑταῖρος. 23 καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμων κατὰ τοῦ κυρίου λέγων Τάδε ποιήσαι μοι ὁ ϑεὸς καὶ τάδε προσϑείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Αδωνιας τὸν λόγον τοῦτον· 24 καὶ νῦν ζῇ κύριος, ὃς ἡτοίμασέν με καὶ ἔϑετό με ἐπὶ τὸν ϑρόνον Δαυιδ τοῦ πατρός μου καὶ αὐτὸς ἐποίησέν μοι οἶκον, καϑὼς ἐλάλησεν κύριος, ὅτι σήμερον ϑανατωϑήσεται Αδωνιας. 25 καὶ ἐξαπέστειλεν Σαλωμων ὁ βασιλεὺς ἐν χειρὶ Βαναιου υἱοῦ Ιωδαε καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέϑανεν Αδωνιας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 26 Καὶ τῷ Αβιαϑαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς Ἀπότρεχε σὺ εἰς Αναϑωϑ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ ϑανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ οὐ ϑανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαϑήκης κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήϑης ἐν ἅπασιν, οἷς ἐκακουχήϑη ὁ πατήρ μου. 27 καὶ ἐξέβαλεν Σαλωμων τὸν Αβιαϑαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ κυρίου, πληρωϑῆναι τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ηλι ἐν Σηλωμ. – 28 καὶ ἡ ἀκοὴ ἦλϑεν ἕως Ιωαβ τοῦ υἱοῦ Σαρουιας [ὅτι Ιωαβ ἦν κεκλικὼς ὀπίσω Αδωνιου, καὶ ὀπίσω Σαλωμων οὐκ ἔκλινεν], καὶ ἔϕυγεν Ιωαβ εἰς τὸ σκήνωμα τοῦ κυρίου καὶ κατέσχεν τῶν κεράτων τοῦ ϑυσιαστηρίου. 29 καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι Ἔϕυγεν Ιωαβ εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ ϑυσιαστηρίου. καὶ ἀπέστειλεν Σαλωμων πρὸς Ιωαβ λέγων Τί γέγονέν σοι, ὅτι πέϕευγας εἰς τὸ ϑυσιαστήριον; καὶ εἶπεν Ιωαβ Ὅτι ἐϕοβήϑην ἀπὸ προσώπου σου, καὶ ἔϕυγον πρὸς κύριον. καὶ ἀπέστειλεν Σαλωμων ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε λέγων Πορεύου καὶ ἄνελε αὐτὸν καὶ ϑάψον αὐτόν. 30 καὶ ἦλϑεν Βαναιου υἱὸς Ιωδαε πρὸς Ιωαβ εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ εἶπεν αὐτῷ Τάδε λέγει ὁ βασιλεύς Ἔξελϑε. καὶ εἶπεν Ιωαβ Οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποϑανοῦμαι. καὶ ἀπέστρεψεν Βαναιας υἱὸς Ιωδαε καὶ εἶπεν τῷ βασιλεῖ λέγων Τάδε λελάληκεν Ιωαβ καὶ τάδε ἀποκέκριταί μοι. 31 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πορεύου καὶ ποίησον αὐτῷ καϑὼς εἴρηκεν, καὶ ἄνελε αὐτὸν καὶ ϑάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα, ὃ δωρεὰν ἐξέχεεν Ιωαβ, ἀπ᾽ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου· 32 καὶ ἀπέστρεψεν κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεϕαλὴν αὐτοῦ, ὡς ἀπήντησεν τοῖς δυσὶν ἀνϑρώποις τοῖς δικαίοις καὶ ἀγαϑοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομϕαίᾳ, καὶ ὁ πατήρ μου Δαυιδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Αβεννηρ υἱὸν Νηρ ἀρχιστράτηγον Ισραηλ καὶ τὸν Αμεσσα υἱὸν Ιεϑερ ἀρχιστράτηγον Ιουδα· 33 καὶ ἐπεστράϕη τὰ αἵματα αὐτῶν εἰς κεϕαλὴν αὐτοῦ καὶ εἰς κεϕαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ ϑρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ κυρίου. 34 καὶ ἀπήντησεν Βαναιου υἱὸς Ιωδαε τῷ Ιωαβ καὶ ἐϑανάτωσεν αὐτὸν καὶ ἔϑαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ. – 35 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιου υἱὸν Ιωδαε ἀντ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρϑοῦτο ἐν Ιερουσαλημ· καὶ τὸν Σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Αβιαϑαρ. 35 a Καὶ ἔδωκεν κύριος ϕρόνησιν τῷ Σαλωμων καὶ σοϕίαν πολλὴν σϕόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν ϑάλασσαν, 36 καὶ ἐπληϑύνϑη ἡ ϕρόνησις Σαλωμων σϕόδρα ὑπὲρ τὴν ϕρόνησιν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας ϕρονίμους Αἰγύπτου. 37 καὶ ἔλαβεν τὴν ϑυγατέρα Φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον αὐτοῦ καὶ τὸν οἶκον κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ιερουσαλημ κυκλόϑεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν. 36 καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει. 37 καὶ ἐποίησεν Σαλωμων τὴν ϑάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν ϑάλασσαν τὴν χαλκῆν. 38 καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν Δαυιδ· οὕτως ϑυγάτηρ Φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυιδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησεν τὴν ἄκραν. 39 καὶ Σαλωμων ἀνέϕερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ ϑυσιαστήριον, ὃ ᾠκοδόμησεν τῷ κυρίῳ, καὶ ἐϑυμία ἐνώπιον κυρίου. καὶ συνετέλεσεν τὸν οἶκον. 40 καὶ οὗτοι οἱ ἄρχοντες οἱ καϑεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμων· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. 41 καὶ ᾠκοδόμησεν τὴν Ασσουρ καὶ τὴν Μαγδω καὶ τὴν Γαζερ καὶ τὴν Βαιϑωρων τὴν ἐπάνω καὶ τὰ Βααλαϑ· 35 k πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ιερουσαλημ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας. 36 Καὶ ἐν τῷ ἔτι Δαυιδ ζῆν ἐνετείλατο τῷ Σαλωμων λέγων Ἰδοὺ μετὰ σοῦ Σεμει υἱὸς Γηρα υἱὸς σπέρματος τοῦ Ιεμινι ἐκ Χεβρων· 37 οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς, 38 καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ιορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων Εἰ ϑανατωϑήσεται ἐν ῥομϕαίᾳ· 39 καὶ νῦν μὴ ἀϑῳώσῃς αὐτόν, ὅτι ἀνὴρ ϕρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου. 36 καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμει καὶ εἶπεν αὐτῷ Οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ιερουσαλημ καὶ κάϑου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖϑεν οὐδαμοῦ· 37 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρων, γινώσκων γνώσῃ ὅτι ϑανάτῳ ἀποϑανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεϕαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 38 καὶ εἶπεν Σεμει πρὸς τὸν βασιλέα Ἀγαϑὸν τὸ ῥῆμα, ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάϑισεν Σεμει ἐν Ιερουσαλημ τρία ἔτη. 39 καὶ ἐγενήϑη μετὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμει πρὸς Αγχους υἱὸν Μααχα βασιλέα Γεϑ, καὶ ἀπηγγέλη τῷ Σεμει λέγοντες Ἰδοὺ οἱ δοῦλοί σου ἐν Γεϑ· 40 καὶ ἀνέστη Σεμει καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύϑη εἰς Γεϑ πρὸς Αγχους τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ, καὶ ἐπορεύϑη Σεμει καὶ ἤγαγεν τοὺς δούλους αὐτοῦ ἐκ Γεϑ. 41 καὶ ἀπηγγέλη τῷ Σαλωμων λέγοντες ὅτι Ἐπορεύϑη Σεμει ἐξ Ιερουσαλημ εἰς Γεϑ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτοῦ. 42 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμει καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ὥρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων Ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλϑῃς ἐξ Ιερουσαλημ καὶ πορευϑῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά, γινώσκων γνώσῃ ὅτι ϑανάτῳ ἀποϑανῇ; 43 καὶ τί ὅτι οὐκ ἐϕύλαξας τὸν ὅρκον κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ; 44 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμει Σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν ἔγνω ἡ καρδία σου, ἃ ἐποίησας τῷ Δαυιδ τῷ πατρί μου, καὶ ἀνταπέδωκεν κύριος τὴν κακίαν σου εἰς κεϕαλήν σου· 45 καὶ ὁ βασιλεὺς Σαλωμων ηὐλογημένος, καὶ ὁ ϑρόνος Δαυιδ ἔσται ἕτοιμος ἐνώπιον κυρίου εἰς τὸν αἰῶνα. 46 καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε, καὶ ἐξῆλϑεν καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέϑανεν. 46 a Καὶ ἦν ὁ βασιλεὺς Σαλωμων ϕρόνιμος σϕόδρα καὶ σοϕός, καὶ Ιουδα καὶ Ισραηλ πολλοὶ σϕόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς ϑαλάσσης εἰς πλῆϑος, ἐσϑίοντες καὶ πίνοντες καὶ χαίροντες· 47 καὶ Σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσϕέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 48 καὶ Σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου, 49 καὶ αὐτὸς ᾠκοδόμησεν τὴν Θερμαι ἐν τῇ ἐρήμῳ. 50 καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμων· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάϕων καὶ δορκάδων καὶ ὀρνίϑων ἐκλεκτῶν νομάδων. 51 ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραϕι ἕως Γάζης, ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ· 52 καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόϑεν, καὶ κατῴκει Ιουδα καὶ Ισραηλ πεποιϑότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσϑίοντες καὶ πίνοντες, ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε πάσας τὰς ἡμέρας Σαλωμων. – 53 καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμων· Αζαριον υἱὸς Σαδωκ τοῦ ἱερέως καὶ Ορνιου υἱὸς Ναϑαν ἄρχων τῶν ἐϕεστηκότων καὶ Εδραμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβα γραμματεὺς καὶ Βασα υἱὸς Αχιϑαλαμ ἀναμιμνῄσκων καὶ Αβι υἱὸς Ιωαβ ἀρχιστράτηγος καὶ Αχιρε υἱὸς Εδραι ἐπὶ τὰς ἄρσεις καὶ Βαναια υἱὸς Ιωδαε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινϑείου καὶ Ζαχουρ υἱὸς Ναϑαν ὁ σύμβουλος. – 54 καὶ ἦσαν τῷ Σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων. 46 k καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοϕύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

Liber Regum tertius Βασιλείων γʹ caput 3

1 Σαλωμων υἱὸς Δαυιδ ἐβασίλευσεν ἐπὶ Ισραηλ καὶ Ιουδα ἐν Ιερουσαλημ. πλὴν ὁ λαὸς ἦσαν ϑυμιῶντες ἐπὶ τοῖς ὑψηλοῖς, ὅτι οὐκ ᾠκοδομήϑη οἶκος τῷ ὀνόματι κυρίου ἕως νῦν. 3 καὶ ἠγάπησεν Σαλωμων τὸν κύριον πορεύεσϑαι ἐν τοῖς προστάγμασιν Δαυιδ τοῦ πατρὸς αὐτοῦ, πλὴν ἐν τοῖς ὑψηλοῖς ἔϑυεν καὶ ἐϑυμία. 4 καὶ ἀνέστη καὶ ἐπορεύϑη εἰς Γαβαων ϑῦσαι ἐκεῖ, ὅτι αὐτὴ ὑψηλοτάτη καὶ μεγάλη· χιλίαν ὁλοκαύτωσιν ἀνήνεγκεν Σαλωμων ἐπὶ τὸ ϑυσιαστήριον ἐν Γαβαων. 5 καὶ ὤϕϑη κύριος τῷ Σαλωμων ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν κύριος πρὸς Σαλωμων Αἴτησαί τι αἴτημα σαυτῷ. 6 καὶ εἶπεν Σαλωμων Σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυιδ τοῦ πατρός μου ἔλεος μέγα, καϑὼς διῆλϑεν ἐνώπιόν σου ἐν ἀληϑείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐϑύτητι καρδίας μετὰ σοῦ, καὶ ἐϕύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ ϑρόνου αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη· 7 καὶ νῦν, κύριε ὁ ϑεός μου, σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαυιδ τοῦ πατρός μου, καὶ ἐγώ εἰμι παιδάριον μικρὸν καὶ οὐκ οἶδα τὴν ἔξοδόν μου καὶ τὴν εἴσοδόν μου, 8 ὁ δὲ δοῦλός σου ἐν μέσῳ τοῦ λαοῦ σου, ὃν ἐξελέξω, λαὸν πολύν, ὃς οὐκ ἀριϑμηϑήσεται, 9 καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ τοῦ συνίειν ἀνὰ μέσον ἀγαϑοῦ καὶ κακοῦ· ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον; 10 καὶ ἤρεσεν ἐνώπιον κυρίου ὅτι ᾐτήσατο Σαλωμων τὸ ῥῆμα τοῦτο, 11 καὶ εἶπεν κύριος πρὸς αὐτόν Ἀνϑ ὧν ᾐτήσω παρ᾽ ἐμοῦ τὸ ῥῆμα τοῦτο καὶ οὐκ ᾐτήσω σαυτῷ ἡμέρας πολλὰς καὶ οὐκ ᾐτήσω πλοῦτον οὐδὲ ᾐτήσω ψυχὰς ἐχϑρῶν σου, ἀλλ᾽ ᾐτήσω σαυτῷ σύνεσιν τοῦ εἰσακούειν κρίμα, 12 ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου· ἰδοὺ δέδωκά σοι καρδίαν ϕρονίμην καὶ σοϕήν, ὡς σὺ οὐ γέγονεν ἔμπροσϑέν σου καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι. 13 καὶ ἃ οὐκ ᾐτήσω, δέδωκά σοι, καὶ πλοῦτον καὶ δόξαν, ὡς οὐ γέγονεν ἀνὴρ ὅμοιός σοι ἐν βασιλεῦσιν· 14 καὶ ἐὰν πορευϑῇς ἐν τῇ ὁδῷ μου ϕυλάσσειν τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ὡς ἐπορεύϑη Δαυιδ ὁ πατήρ σου, καὶ πληϑυνῶ τὰς ἡμέρας σου. 15 καὶ ἐξυπνίσϑη Σαλωμων, καὶ ἰδοὺ ἐνύπνιον· καὶ ἀνέστη καὶ παραγίνεται εἰς Ιερουσαλημ καὶ ἔστη κατὰ πρόσωπον τοῦ ϑυσιαστηρίου τοῦ κατὰ πρόσωπον κιβωτοῦ διαϑήκης κυρίου ἐν Σιων καὶ ἀνήγαγεν ὁλοκαυτώσεις καὶ ἐποίησεν εἰρηνικὰς καὶ ἐποίησεν πότον μέγαν ἑαυτῷ καὶ πᾶσιν τοῖς παισὶν αὐτοῦ. 16 Τότε ὤϕϑησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ καὶ ἔστησαν ἐνώπιον αὐτοῦ. 17 καὶ εἶπεν ἡ γυνὴ ἡ μία Ἐν ἐμοί, κύριε· ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἴκῳ ἑνὶ καὶ ἐτέκομεν ἐν τῷ οἴκῳ. 18 καὶ ἐγενήϑη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου καὶ ἔτεκεν καὶ ἡ γυνὴ αὕτη· καὶ ἡμεῖς κατὰ τὸ αὐτό, καὶ οὐκ ἔστιν οὐϑεὶς μεϑ᾽ ἡμῶν πάρεξ ἀμϕοτέρων ἡμῶν ἐν τῷ οἴκῳ. 19 καὶ ἀπέϑανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήϑη ἐπ᾽ αὐτόν· 20 καὶ ἀνέστη μέσης τῆς νυκτὸς καὶ ἔλαβεν τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν αὐτῆς τὸν τεϑνηκότα ἐκοίμισεν ἐν τῷ κόλπῳ μου. 21 καὶ ἀνέστην τὸ πρωῒ ϑηλάσαι τὸν υἱόν μου, καὶ ἐκεῖνος ἦν τεϑνηκώς· καὶ ἰδοὺ κατενόησα αὐτὸν πρωί, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου, ὃν ἔτεκον. 22 καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, ὁ δὲ υἱός σου ὁ τεϑνηκώς. καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως. 23 καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς Σὺ λέγεις Οὗτος ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεϑνηκώς· καὶ σὺ λέγεις Οὐχί, ἀλλὰ ὁ υἱός μου ὁ ζῶν, καὶ ὁ υἱός σου ὁ τεϑνηκώς. 24 καὶ εἶπεν ὁ βασιλεύς Λάβετέ μοι μάχαιραν· καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. 25 καὶ εἶπεν ὁ βασιλεύς Διέλετε τὸ παιδίον τὸ ϑηλάζον τὸ ζῶν εἰς δύο καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ καὶ τὸ ἥμισυ αὐτοῦ ταύτῃ. 26 καὶ ἀπεκρίϑη ἡ γυνή, ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπεν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχϑη ἡ μήτρα αὐτῆς ἐπὶ τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν Ἐν ἐμοί, κύριε, δότε αὐτῇ τὸ παιδίον καὶ ϑανάτῳ μὴ ϑανατώσητε αὐτόν· καὶ αὕτη εἶπεν Μήτε ἐμοὶ μήτε αὐτῇ ἔστω· διέλετε. 27 καὶ ἀπεκρίϑη ὁ βασιλεὺς καὶ εἶπεν Δότε τὸ παιδίον τῇ εἰπούσῃ Δότε αὐτῇ αὐτὸ καὶ ϑανάτῳ μὴ ϑανατώσητε αὐτόν· αὐτὴ ἡ μήτηρ αὐτοῦ. 28 καὶ ἤκουσαν πᾶς Ισραηλ τὸ κρίμα τοῦτο, ὃ ἔκρινεν ὁ βασιλεύς, καὶ ἐϕοβήϑησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι ϕρόνησις ϑεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.

Liber Regum tertius Βασιλείων γʹ caput 4

1 Καὶ ἦν ὁ βασιλεὺς Σαλωμων βασιλεύων ἐπὶ Ισραηλ. 2 καὶ οὗτοι οἱ ἄρχοντες, οἳ ἦσαν αὐτοῦ· Αζαριου υἱὸς Σαδωκ 3 καὶ Ελιαρεϕ καὶ Αχια υἱὸς Σαβα γραμματεῖς καὶ Ιωσαϕατ υἱὸς Αχιλιδ ὑπομιμνῄσκων 4 καὶ Σαδουχ καὶ Αβιαϑαρ ἱερεῖς 5 καὶ Ορνια υἱὸς Ναϑαν ἐπὶ τῶν καϑεσταμένων καὶ Ζαβουϑ υἱὸς Ναϑαν ἑταῖρος τοῦ βασιλέως 6 καὶ Αχιηλ οἰκονόμος καὶ Ελιαβ υἱὸς Σαϕ ἐπὶ τῆς πατριᾶς καὶ Αδωνιραμ υἱὸς Εϕρα ἐπὶ τῶν ϕόρων. 7 Καὶ τῷ Σαλωμων δώδεκα καϑεσταμένοι ἐπὶ πάντα Ισραηλ χορηγεῖν τῷ βασιλεῖ καὶ τῷ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν. 8 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βενωρ ἐν ὄρει Εϕραιμ, εἷς· 9 υἱὸς Ρηχαβ ἐν Μαχεμας καὶ Βηϑαλαμιν καὶ Βαιϑσαμυς καὶ Αιλων ἕως Βαιϑαναν, εἷς· 10 υἱὸς Εσωϑ Βηρβηϑνεμα, Λουσαμηνχα καὶ Ρησϕαρα· 11 Χιναναδαβ καὶ Αναϕαϑι, ἀνὴρ Ταβληϑ, ϑυγάτηρ Σαλωμων ἦν αὐτῷ εἰς γυναῖκα, εἷς· 12 Βακχα υἱὸς Αχιλιδ Θααναχ καὶ Μεκεδω καὶ πᾶς ὁ οἶκος Σαν ὁ παρὰ Σεσαϑαν ὑποκάτω τοῦ Εσραε καὶ ἐκ Βαισαϕουδ Εβελμαωλα ἕως Μαεβερ Λουκαμ, εἷς· 13 υἱὸς Γαβερ ἐν Ρεμαϑ Γαλααδ, τούτῳ σχοίνισμα Ερεγαβα, ἣ ἐν τῇ Βασαν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς· 14 Αχιναδαβ υἱὸς Αχελ Μααναιν, εἷς· 15 Αχιμαας ἐν Νεϕϑαλι, καὶ οὗτος ἔλαβεν τὴν Βασεμμαϑ ϑυγατέρα Σαλωμων εἰς γυναῖκα, εἷς· 16 Βαανα υἱὸς Χουσι ἐν τῇ Μααλαϑ, εἷς· 17 Σαμαα υἱὸς Ηλα ἐν τῷ Βενιαμιν· 18 Γαβερ υἱὸς Αδαι ἐν τῇ γῇ Γαδ, γῇ Σηων βασιλέως τοῦ Εσεβων καὶ Ωγ βασιλέως τοῦ Βασαν· καὶ νασιϕ εἷς ἐν γῇ Ιουδα· 19 Ιωσαϕατ υἱὸς Φουασουδ ἐν Ισσαχαρ.

Liber Regum tertius Βασιλείων γʹ caput 5

1 Καὶ ἐχορήγουν οἱ καϑεσταμένοι οὕτως τῷ βασιλεῖ Σαλωμων καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσιν λόγον· καὶ τὰς κριϑὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον, οὗ ἂν ᾖ ὁ βασιλεύς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ. 2 καὶ ταῦτα τὰ δέοντα τῷ Σαλωμων ἐν ἡμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου 3 καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάϕων καὶ δορκάδων καὶ ὀρνίϑων ἐκλεκτῶν, σιτευτά. 4 ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόϑεν. 9 Καὶ ἔδωκεν κύριος ϕρόνησιν τῷ Σαλωμων καὶ σοϕίαν πολλὴν σϕόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν ϑάλασσαν, 10 καὶ ἐπληϑύνϑη Σαλωμων σϕόδρα ὑπὲρ τὴν ϕρόνησιν πάντων ἀρχαίων ἀνϑρώπων καὶ ὑπὲρ πάντας ϕρονίμους Αἰγύπτου 11 καὶ ἐσοϕίσατο ὑπὲρ πάντας τοὺς ἀνϑρώπους καὶ ἐσοϕίσατο ὑπὲρ Γαιϑαν τὸν Εζραίτην καὶ τὸν Αιμαν καὶ τὸν Χαλκαλ καὶ Δαρδα υἱοὺς Μαλ. 12 καὶ ἐλάλησεν Σαλωμων τρισχιλίας παραβολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι. 13 καὶ ἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν ἰχϑύων. 14 καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοϕίας Σαλωμων, καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς, ὅσοι ἤκουον τῆς σοϕίας αὐτοῦ. 14 a Καὶ ἔλαβεν Σαλωμων τὴν ϑυγατέρα Φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ιερουσαλημ. 15 τότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργαβ, καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς ϑυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων, καὶ Σαλωμων ᾠκοδόμησεν τὴν Γαζερ. Καὶ ἀπέστειλεν Χιραμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρῖσαι τὸν Σαλωμων ἀντὶ Δαυιδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χιραμ τὸν Δαυιδ πάσας τὰς ἡμέρας. 16 καὶ ἀπέστειλεν Σαλωμων πρὸς Χιραμ λέγων 17 Σὺ οἶδας Δαυιδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτὸν ἕως τοῦ δοῦναι κύριον αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ. 18 καὶ νῦν ἀνέπαυσε κύριος ὁ ϑεός μου ἐμοὶ κυκλόϑεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἀπάντημα πονηρόν. 19 καὶ ἰδοὺ ἐγὼ λέγω οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ μου, καϑὼς ἐλάλησεν κύριος ὁ ϑεὸς πρὸς Δαυιδ τὸν πατέρα μου λέγων Ὁ υἱός σου, ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν ϑρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. 20 καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου, καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου· καὶ τὸν μισϑὸν δουλείας σου δώσω σοι κατὰ πάντα, ὅσα ἐὰν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν εἰδὼς ξύλα κόπτειν καϑὼς οἱ Σιδώνιοι. 21 καὶ ἐγενήϑη καϑὼς ἤκουσεν Χιραμ τῶν λόγων Σαλωμων, ἐχάρη σϕόδρα καὶ εἶπεν Εὐλογητὸς ὁ ϑεὸς σήμερον, ὃς ἔδωκεν τῷ Δαυιδ υἱὸν ϕρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον. 22 καὶ ἀπέστειλεν πρὸς Σαλωμων λέγων Ἀκήκοα περὶ πάντων, ὧν ἀπέσταλκας πρός με· ἐγὼ ποιήσω πᾶν ϑέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα· 23 οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν ϑάλασσαν, ἐγὼ ϑήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου, οὗ ἐὰν ἀποστείλῃς πρός με, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ, καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ ϑέλημά μου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου. 24 καὶ ἦν Χιραμ διδοὺς τῷ Σαλωμων κέδρους καὶ πᾶν ϑέλημα αὐτοῦ. 25 καὶ Σαλωμων ἔδωκεν τῷ Χιραμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχιρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βεϑ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμων τῷ Χιραμ κατ᾽ ἐνιαυτόν. 26 καὶ κύριος ἔδωκεν σοϕίαν τῷ Σαλωμων, καϑὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χιραμ καὶ ἀνὰ μέσον Σαλωμων, καὶ διέϑεντο διαϑήκην ἀνὰ μέσον ἑαυτῶν. – 27 καὶ ἀνήνεγκεν ὁ βασιλεὺς ϕόρον ἐκ παντὸς Ισραηλ, καὶ ἦν ὁ ϕόρος τριάκοντα χιλιάδες ἀνδρῶν. 28 καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι, μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Αδωνιραμ ἐπὶ τοῦ ϕόρου. 29 καὶ ἦν τῷ Σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει 30 χωρὶς ἀρχόντων τῶν καϑεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμων, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται οἱ ποιοῦντες τὰ ἔργα. 32 καὶ ἡτοίμασαν τοὺς λίϑους καὶ τὰ ξύλα τρία ἔτη.

Liber Regum tertius Βασιλείων γʹ caput 6

1 Καὶ ἐγενήϑη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ισραηλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμων ἐπὶ Ισραηλ, 1 a καὶ ἐνετείλατο ὁ βασιλεὺς καὶ αἴρουσιν λίϑους μεγάλους τιμίους εἰς τὸν ϑεμέλιον τοῦ οἴκου καὶ λίϑους ἀπελεκήτους· 2 καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμων καὶ οἱ υἱοὶ Χιραμ καὶ ἔβαλαν αὐτούς. 3 ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐϑεμελίωσεν τὸν οἶκον κυρίου ἐν μηνὶ Νισω τῷ δευτέρῳ μηνί· 4 ἐν ἑνδεκάτῳ ἐνιαυτῷ ἐν μηνὶ Βααλ [οὗτος ὁ μὴν ὁ ὄγδοος] συνετελέσϑη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ. 2 καὶ ὁ οἶκος, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς Σαλωμων τῷ κυρίῳ, τεσσαράκοντα πήχεων μῆκος αὐτοῦ καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτοῦ καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτοῦ. 3 καὶ τὸ αιλαμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσι ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου καὶ δέκα ἐν πήχει τὸ πλάτος αὐτοῦ κατὰ πρόσωπον τοῦ οἴκου. καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν. 4 καὶ ἐποίησεν τῷ οἴκῳ ϑυρίδας παρακυπτομένας κρυπτάς. 5 καὶ ἔδωκεν ἐπὶ τὸν τοῖχον τοῦ οἴκου μέλαϑρα κυκλόϑεν τῷ ναῷ καὶ τῷ δαβιρ καὶ ἐποίησεν πλευρὰς κυκλόϑεν. 6 ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἕξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκεν τῷ οἴκῳ κυκλόϑεν ἔξωϑεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου. 7 καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσϑαι αὐτὸν λίϑοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήϑη, καὶ σϕῦρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσϑη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσϑαι αὐτόν. 8 καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωϑεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροϕα. 9 καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάϑμησεν τὸν οἶκον κέδροις. 10 καὶ ᾠκοδόμησεν τοὺς ἐνδέσμους δι᾽ ὅλου τοῦ οἴκου, πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχεν τὸν ἔνδεσμον ἐν ξύλοις κεδρίνοις. 15 Καὶ ᾠκοδόμησεν τοὺς τοίχους τοῦ οἴκου διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάϕους τοῦ οἴκου καὶ ἕως τῶν δοκῶν καὶ ἕως τῶν τοίχων· ἐκοιλοστάϑμησεν συνεχόμενα ξύλοις ἔσωϑεν καὶ περιέσχεν τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις. 16 καὶ ᾠκοδόμησεν τοὺς εἴκοσι πήχεις ἀπ᾽ ἄκρου τοῦ οἴκου, τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάϕους ἕως τῶν δοκῶν, καὶ ἐποίησεν ἐκ τοῦ δαβιρ εἰς τὸ ἅγιον τῶν ἁγίων. 17 καὶ τεσσαράκοντα πηχῶν ἦν ὁ ναὸς κατὰ πρόσωπον 19 τοῦ δαβιρ ἐν μέσῳ τοῦ οἴκου ἔσωϑεν δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαϑήκης κυρίου. 20 εἴκοσι πήχεις μῆκος καὶ εἴκοσι πήχεις πλάτος καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ, καὶ περιέσχεν αὐτὸν χρυσίῳ συγκεκλεισμένῳ. καὶ ἐποίησεν ϑυσιαστήριον 21 κατὰ πρόσωπον τοῦ δαβιρ καὶ περιέσχεν αὐτὸ χρυσίῳ. 22 καὶ ὅλον τὸν οἶκον περιέσχεν χρυσίῳ ἕως συντελείας παντὸς τοῦ οἴκου. 23 Καὶ ἐποίησεν ἐν τῷ δαβιρ δύο χερουβιν δέκα πήχεων μέγεϑος ἐσταϑμωμένον. 24 καὶ πέντε πήχεων πτερύγιον τοῦ χερουβ τοῦ ἑνός, καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ τὸ δεύτερον, ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ εἰς μέρος πτερυγίου αὐτοῦ· 25 οὕτως τῷ χερουβ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία ἀμϕοτέροις. 26 καὶ τὸ ὕψος τοῦ χερουβ τοῦ ἑνὸς δέκα ἐν πήχει, καὶ οὕτως τὸ χερουβ τὸ δεύτερον. 27 καὶ ἀμϕότερα τὰ χερουβιν ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασεν τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου, καὶ αἱ πτέρυγες αὐτῶν αἱ ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος. 28 καὶ περιέσχεν τὰ χερουβιν χρυσίῳ. 29 καὶ πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐγκολαπτὰ ἔγραψεν γραϕίδι χερουβιν, καὶ ϕοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ. 30 καὶ τὸ ἔδαϕος τοῦ οἴκου περιέσχεν χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου. 31 Καὶ τῷ ϑυρώματι τοῦ δαβιρ ἐποίησεν ϑύρας ξύλων ἀρκευϑίνων καὶ ϕλιὰς πενταπλᾶς 32 καὶ δύο ϑύρας ξύλων πευκίνων καὶ ἐγκολαπτὰ ἐπ᾽ αὐτῶν ἐγκεκολαμμένα χερουβιν καὶ ϕοίνικας καὶ πέταλα διαπεπετασμένα· καὶ περιέσχεν χρυσίῳ, καὶ κατέβαινεν ἐπὶ τὰ χερουβιν καὶ ἐπὶ τοὺς ϕοίνικας τὸ χρυσίον. 33 καὶ οὕτως ἐποίησεν τῷ πυλῶνι τοῦ ναοῦ, ϕλιαὶ ξύλων ἀρκευϑίνων, στοαὶ τετραπλῶς. 34 καὶ ἐν ἀμϕοτέραις ταῖς ϑύραις ξύλα πεύκινα· δύο πτυχαὶ ἡ ϑύρα ἡ μία καὶ στροϕεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ ϑύρα ἡ δευτέρα, στρεϕόμενα· 35 ἐγκεκολαμμένα χερουβιν καὶ ϕοίνικες καὶ διαπεπετασμένα πέταλα καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν. 36 καὶ ᾠκοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην, τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόϑεν. 36 a καὶ ᾠκοδόμησε καταπέτασμα τῆς αὐλῆς τοῦ αιλαμ τοῦ οἴκου τοῦ κατὰ πρόσωπον τοῦ ναοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 7

1 a Καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ ἔλαβεν τὸν Χιραμ ἐκ Τύρου, 2 υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς ϕυλῆς Νεϕϑαλι, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσήχϑη πρὸς τὸν βασιλέα Σαλωμων καὶ ἐποίησεν πάντα τὰ ἔργα. 3 καὶ ἐχώνευσεν τοὺς δύο στύλους τῷ αιλαμ τοῦ οἴκου, ὀκτωκαίδεκα πήχεις ὕψος τοῦ στύλου, καὶ περίμετρον τέσσαρες καὶ δέκα πήχεις ἐκύκλου αὐτόν, καὶ τὸ πάχος τοῦ στύλου τεσσάρων δακτύλων τὰ κοιλώματα, καὶ οὕτως ὁ στῦλος ὁ δεύτερος. 4 καὶ δύο ἐπιϑέματα ἐποίησεν δοῦναι ἐπὶ τὰς κεϕαλὰς τῶν στύλων, χωνευτὰ χαλκᾶ· πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιϑέματος τοῦ ἑνός, καὶ πέντε πήχεις τὸ ὕψος τοῦ ἐπιϑέματος τοῦ δευτέρου. 5 καὶ ἐποίησεν δύο δίκτυα περικαλύψαι τὸ ἐπίϑεμα τῶν στύλων, καὶ δίκτυον τῷ ἐπιϑέματι τῷ ἑνί, καὶ δίκτυον τῷ ἐπιϑέματι τῷ δευτέρῳ. 6 καὶ ἔργον κρεμαστόν, δύο στίχοι ῥοῶν χαλκῶν δεδικτυωμένοι, ἔργον κρεμαστόν, στίχος ἐπὶ στίχον· καὶ οὕτως ἐποίησεν τῷ ἐπιϑέματι τῷ δευτέρῳ. 7 καὶ ἔστησεν τοὺς στύλους τοῦ αιλαμ τοῦ ναοῦ· καὶ ἔστησεν τὸν στῦλον τὸν ἕνα καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιαχουμ· καὶ ἔστησεν τὸν στῦλον τὸν δεύτερον καὶ ἐπεκάλεσεν τὸ ὄνομα αὐτοῦ Βααζ. 8 καὶ ἐπὶ τῶν κεϕαλῶν τῶν στύλων ἔργον κρίνου κατὰ τὸ αιλαμ τεσσάρων πηχῶν. 9 καὶ μέλαϑρον ἐπ᾽ ἀμϕοτέρων τῶν στύλων, καὶ ἐπάνωϑεν τῶν πλευρῶν ἐπίϑεμα τὸ μέλαϑρον τῷ πάχει. 10 Καὶ ἐποίησεν τὴν ϑάλασσαν δέκα ἐν πήχει ἀπὸ τοῦ χείλους αὐτῆς ἕως τοῦ χείλους αὐτῆς, στρογγύλον κύκλῳ τὸ αὐτό· πέντε ἐν πήχει τὸ ὕψος αὐτῆς, καὶ συνηγμένοι τρεῖς καὶ τριάκοντα ἐν πήχει ἐκύκλουν αὐτήν. 11 καὶ ὑποστηρίγματα ὑποκάτωϑεν τοῦ χείλους αὐτῆς κυκλόϑεν ἐκύκλουν αὐτήν, δέκα ἐν πήχει κυκλόϑεν, ἀνιστᾶν τὴν ϑάλασσαν. 12 καὶ τὸ χεῖλος αὐτῆς ὡς ἔργον χείλους ποτηρίου, βλαστὸς κρίνου, καὶ τὸ πάχος αὐτοῦ παλαιστής. 13 καὶ δώδεκα βόες ὑποκάτω τῆς ϑαλάσσης, οἱ τρεῖς ἐπιβλέποντες βορρᾶν καὶ οἱ τρεῖς ἐπιβλέποντες ϑάλασσαν καὶ οἱ τρεῖς ἐπιβλέποντες νότον καὶ οἱ τρεῖς ἐπιβλέποντες ἀνατολήν, καὶ πάντα τὰ ὀπίσϑια εἰς τὸν οἶκον, καὶ ἡ ϑάλασσα ἐπ᾽ αὐτῶν ἐπάνωϑεν. 14 Καὶ ἐποίησεν δέκα μεχωνωϑ χαλκᾶς· πέντε πήχεις μῆκος τῆς μεχωνωϑ τῆς μιᾶς, καὶ τέσσαρες πήχεις πλάτος αὐτῆς, καὶ ἓξ ἐν πήχει ὕψος αὐτῆς. 15 καὶ τοῦτο τὸ ἔργον τῶν μεχωνωϑ· σύγκλειστον αὐτοῖς, καὶ σύγκλειστον ἀνὰ μέσον τῶν ἐξεχομένων. 16 καὶ ἐπὶ τὰ συγκλείσματα αὐτῶν ἀνὰ μέσον τῶν ἐξεχομένων λέοντες καὶ βόες καὶ χερουβιν, καὶ ἐπὶ τῶν ἐξεχομένων οὕτως· καὶ ἐπάνωϑεν καὶ ὑποκάτωϑεν τῶν λεόντων καὶ τῶν βοῶν χῶραι, ἔργον καταβάσεως. 17 καὶ τέσσαρες τροχοὶ χαλκοῖ τῇ μεχωνωϑ τῇ μιᾷ, καὶ τὰ προσέχοντα χαλκᾶ, καὶ τέσσαρα μέρη αὐτῶν, ὠμίαι ὑποκάτω τῶν λουτήρων. 18 καὶ χεῖρες ἐν τοῖς τροχοῖς ἐν τῇ μεχωνωϑ, καὶ τὸ ὕψος τοῦ τροχοῦ τοῦ ἑνὸς πήχεος καὶ ἡμίσους. 19 καὶ τὸ ἔργον τῶν τροχῶν ἔργον τροχῶν ἅρματος· αἱ χεῖρες αὐτῶν καὶ οἱ νῶτοι αὐτῶν καὶ ἡ πραγματεία αὐτῶν, τὰ πάντα χωνευτά. 20 αἱ τέσσαρες ὠμίαι ἐπὶ τῶν τεσσάρων γωνιῶν τῆς μεχωνωϑ τῆς μιᾶς, ἐκ τῆς μεχωνωϑ οἱ ὦμοι αὐτῆς. 21 καὶ ἐπὶ τῆς κεϕαλῆς τῆς μεχωνωϑ ἥμισυ τοῦ πήχεος μέγεϑος στρογγύλον κύκλῳ ἐπὶ τῆς κεϕαλῆς τῆς μεχωνωϑ, καὶ ἀρχὴ χειρῶν αὐτῆς καὶ τὰ συγκλείσματα αὐτῆς, καὶ ἠνοίγετο ἐπὶ τὰς ἀρχὰς τῶν χειρῶν αὐτῆς. 22 καὶ τὰ συγκλείσματα αὐτῆς χερουβιν καὶ λέοντες καὶ ϕοίνικες ἑστῶτα, ἐχόμενον ἕκαστον κατὰ πρόσωπον αὐτοῦ ἔσω καὶ τὰ κυκλόϑεν. 23 κατ᾽ αὐτὴν ἐποίησεν πάσας τὰς δέκα μεχωνωϑ, τάξιν μίαν καὶ μέτρον ἓν πάσαις. 24 καὶ ἐποίησεν δέκα χυτροκαύλους χαλκοῦς, τεσσαράκοντα χοεῖς χωροῦντα τὸν χυτρόκαυλον τὸν ἕνα μετρήσει· ὁ χυτρόκαυλος ὁ εἷς ἐπὶ τῆς μεχωνωϑ τῆς μιᾶς ταῖς δέκα μεχωνωϑ. 25 καὶ ἔϑετο τὰς δέκα μεχωνωϑ, πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν καὶ πέντε ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐξ ἀριστερῶν· καὶ ἡ ϑάλασσα ἀπὸ τῆς ὠμίας τοῦ οἴκου ἐκ δεξιῶν κατ᾽ ἀνατολὰς ἀπὸ τοῦ κλίτους τοῦ νότου. 26 Καὶ ἐποίησεν Χιραμ τοὺς λέβητας καὶ τὰς ϑερμάστρεις καὶ τὰς ϕιάλας, καὶ συνετέλεσεν Χιραμ ποιῶν πάντα τὰ ἔργα, ἃ ἐποίησεν τῷ βασιλεῖ Σαλωμων ἐν οἴκῳ κυρίου, 27 στύλους δύο καὶ τὰ στρεπτὰ τῶν στύλων ἐπὶ τῶν κεϕαλῶν τῶν στύλων δύο καὶ τὰ δίκτυα δύο τοῦ καλύπτειν ἀμϕότερα τὰ στρεπτὰ τῶν γλυϕῶν τὰ ὄντα ἐπὶ τῶν στύλων, 28 τὰς ῥόας τετρακοσίας ἀμϕοτέροις τοῖς δικτύοις, δύο στίχοι ῥοῶν τῷ δικτύῳ τῷ ἑνὶ περικαλύπτειν ἀμϕότερα τὰ στρεπτὰ ἐπ᾽ ἀμϕοτέροις τοῖς στύλοις, 29 καὶ τὰς μεχωνωϑ δέκα καὶ τοὺς χυτροκαύλους δέκα ἐπὶ τῶν μεχωνωϑ 30 καὶ τὴν ϑάλασσαν μίαν καὶ τοὺς βόας δώδεκα ὑποκάτω τῆς ϑαλάσσης 31 καὶ τοὺς λέβητας καὶ τὰς ϑερμάστρεις καὶ τὰς ϕιάλας καὶ πάντα τὰ σκεύη, ἃ ἐποίησεν Χιραμ τῷ βασιλεῖ Σαλωμων τῷ οἴκῳ κυρίου· καὶ οἱ στῦλοι τεσσαράκοντα καὶ ὀκτὼ τοῦ οἴκου τοῦ βασιλέως καὶ τοῦ οἴκου κυρίου. πάντα τὰ ἔργα τοῦ βασιλέως, ἃ ἐποίησεν Χιραμ, χαλκᾶ ἄρδην· 32 οὐκ ἦν σταϑμὸς τοῦ χαλκοῦ, οὗ ἐποίησεν πάντα τὰ ἔργα ταῦτα, ἐκ πλήϑους σϕόδρα· οὐκ ἦν τέρμα τῷ σταϑμῷ τοῦ χαλκοῦ. 33 ἐν τῷ περιοίκῳ τοῦ Ιορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς ἀνὰ μέσον Σοκχωϑ καὶ ἀνὰ μέσον Σιρα. 34 Καὶ ἔδωκεν ὁ βασιλεὺς Σαλωμων τὰ σκεύη, ἃ ἐποίησεν, ἐν οἴκῳ κυρίου, τὸ ϑυσιαστήριον τὸ χρυσοῦν καὶ τὴν τράπεζαν, ἐϕ᾽ ἧς οἱ ἄρτοι τῆς προσϕορᾶς, χρυσῆν, 35 καὶ τὰς λυχνίας, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν κατὰ πρόσωπον τοῦ δαβιρ, χρυσᾶς συγκλειομένας, καὶ τὰ λαμπάδια καὶ τοὺς λύχνους καὶ τὰς ἐπαρυστρίδας χρυσᾶς 36 καὶ τὰ πρόϑυρα καὶ οἱ ἧλοι καὶ αἱ ϕιάλαι καὶ τὰ τρύβλια καὶ αἱ ϑυίσκαι χρυσαῖ, σύγκλειστα, καὶ τὰ ϑυρώματα τῶν ϑυρῶν τοῦ οἴκου τοῦ ἐσωτάτου, ἁγίου τῶν ἁγίων, καὶ τὰς ϑύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς. 37 καὶ ἀνεπληρώϑη πᾶν τὸ ἔργον, ὃ ἐποίησεν Σαλωμων οἴκου κυρίου, καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ πάντα τὰ ἅγια Σαλωμων, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη, ἔδωκεν εἰς τοὺς ϑησαυροὺς οἴκου κυρίου. 38 Καὶ τὸν οἶκον αὐτοῦ ᾠκοδόμησεν Σαλωμων τρισκαίδεκα ἔτεσιν. 39 καὶ ᾠκοδόμησεν τὸν οἶκον δρυμῷ τοῦ Λιβάνου· ἑκατὸν πήχεις μῆκος αὐτοῦ, καὶ πεντήκοντα πήχεις πλάτος αὐτοῦ, καὶ τριάκοντα πηχῶν ὕψος αὐτοῦ· καὶ τριῶν στίχων στύλων κεδρίνων, καὶ ὠμίαι κέδριναι τοῖς στύλοις. 40 καὶ ἐϕάτνωσεν τὸν οἶκον ἄνωϑεν ἐπὶ τῶν πλευρῶν τῶν στύλων, καὶ ἀριϑμὸς τῶν στύλων τεσσαράκοντα καὶ πέντε, δέκα καὶ πέντε ὁ στίχος· 41 καὶ μέλαϑρα τρία καὶ χώρα ἐπὶ χώραν τρισσῶς· 42 καὶ πάντα τὰ ϑυρώματα καὶ αἱ χῶραι τετράγωνοι μεμελαϑρωμέναι καὶ ἀπὸ τοῦ ϑυρώματος ἐπὶ ϑύραν τρισσῶς. 43 καὶ τὸ αιλαμ τῶν στύλων πεντήκοντα πηχῶν μῆκος καὶ τριάκοντα ἐν πλάτει, ἐζυγωμένα, αιλαμ ἐπὶ πρόσωπον αὐτῶν, καὶ στῦλοι καὶ πάχος ἐπὶ πρόσωπον αὐτῆς τοῖς αιλαμμιν. 44 καὶ τὸ αιλαμ τῶν ϑρόνων, οὗ κρινεῖ ἐκεῖ, αιλαμ τοῦ κριτηρίου. 45 καὶ οἶκος αὐτῷ, ἐν ᾧ καϑήσεται ἐκεῖ, αὐλὴ μία ἐξελισσομένη τούτοις κατὰ τὸ ἔργον τοῦτο· καὶ οἶκον τῇ ϑυγατρὶ Φαραω, ἣν ἔλαβεν Σαλωμων, κατὰ τὸ αιλαμ τοῦτο. 46 πάντα ταῦτα ἐκ λίϑων τιμίων κεκολαμμένα ἐκ διαστήματος ἔσωϑεν καὶ ἐκ τοῦ ϑεμελίου ἕως τῶν γεισῶν καὶ ἔξωϑεν εἰς τὴν αὐλὴν τὴν μεγάλην 47 τὴν τεϑεμελιωμένην ἐν τιμίοις λίϑοις μεγάλοις, λίϑοις δεκαπήχεσιν καὶ τοῖς ὀκταπήχεσιν, 48 καὶ ἐπάνωϑεν τιμίοις κατὰ τὸ μέτρον ἀπελεκήτων καὶ κέδροις. 49 τῆς αὐλῆς τῆς μεγάλης κύκλῳ τρεῖς στίχοι ἀπελεκήτων καὶ στίχος κεκολαμμένης κέδρου. 50 καὶ συνετέλεσεν Σαλωμων ὅλον τὸν οἶκον αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 8

1 Καὶ ἐγένετο ἐν τῷ συντελέσαι Σαλωμων τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ μετὰ εἴκοσι ἔτη, τότε ἐξεκκλησίασεν ὁ βασιλεὺς Σαλωμων πάντας τοὺς πρεσβυτέρους Ισραηλ ἐν Σιων τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαϑήκης κυρίου ἐκ πόλεως Δαυιδ [αὕτη ἐστὶν Σιων] 2 ἐν μηνὶ Αϑανιν. 3 καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν 4 καὶ τὸ σκήνωμα τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ σκηνώματι τοῦ μαρτυρίου, 5 καὶ ὁ βασιλεὺς καὶ πᾶς Ισραηλ ἔμπροσϑεν τῆς κιβωτοῦ ϑύοντες πρόβατα καὶ βόας ἀναρίϑμητα. 6 καὶ εἰσϕέρουσιν οἱ ἱερεῖς τὴν κιβωτὸν εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑπὸ τὰς πτέρυγας τῶν χερουβιν· 7 ὅτι τὰ χερουβιν διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνωϑεν, 8 καὶ ὑπερεῖχον τὰ ἡγιασμένα, καὶ ἐνεβλέποντο αἱ κεϕαλαὶ τῶν ἡγιασμένων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ καὶ οὐκ ὠπτάνοντο ἔξω. 9 οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες λίϑιναι, πλάκες τῆς διαϑήκης, ἃς ἔϑηκεν ἐκεῖ Μωϋσῆς ἐν Χωρηβ, ἃ διέϑετο κύριος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἐκπορεύεσϑαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 10 καὶ ἐγένετο ὡς ἐξῆλϑον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεϕέλη ἔπλησεν τὸν οἶκον· 11 καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεϕέλης, ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον. 14 Καὶ ἀπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησεν ὁ βασιλεὺς πάντα Ισραηλ, καὶ πᾶσα ἐκκλησία Ισραηλ εἱστήκει. 15 καὶ εἶπεν Εὐλογητὸς κύριος ὁ ϑεὸς Ισραηλ σήμερον, ὃς ἐλάλησεν ἐν τῷ στόματι αὐτοῦ περὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐν ταῖς χερσὶν αὐτοῦ ἐπλήρωσεν λέγων 16 Ἀϕ ἧς ἡμέρας ἐξήγαγον τὸν λαόν μου τὸν Ισραηλ ἐξ Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἐν ἑνὶ σκήπτρῳ Ισραηλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ· καὶ ἐξελεξάμην ἐν Ιερουσαλημ εἶναι τὸ ὄνομά μου ἐκεῖ καὶ ἐξελεξάμην τὸν Δαυιδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου τὸν Ισραηλ. 17 καὶ ἐγένετο ἐπὶ τῆς καρδίας Δαυιδ τοῦ πατρός μου οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ Ισραηλ. 18 καὶ εἶπεν κύριος πρὸς Δαυιδ τὸν πατέρα μου Ἀνϑ ὧν ἦλϑεν ἐπὶ τὴν καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας ὅτι ἐγενήϑη ἐπὶ τὴν καρδίαν σου· 19 πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ἀλλ᾽ ἣ ὁ υἱός σου ὁ ἐξελϑὼν ἐκ τῶν πλευρῶν σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. 20 καὶ ἀνέστησεν κύριος τὸ ῥῆμα αὐτοῦ, ὃ ἐλάλησεν, καὶ ἀνέστην ἀντὶ Δαυιδ τοῦ πατρός μου καὶ ἐκάϑισα ἐπὶ τοῦ ϑρόνου Ισραηλ, καϑὼς ἐλάλησεν κύριος, καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι κυρίου ϑεοῦ Ισραηλ. 21 καὶ ἐϑέμην ἐκεῖ τόπον τῇ κιβωτῷ, ἐν ᾗ ἐστιν ἐκεῖ διαϑήκη κυρίου, ἣν διέϑετο κύριος μετὰ τῶν πατέρων ἡμῶν ἐν τῷ ἐξαγαγεῖν αὐτὸν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 22 Καὶ ἔστη Σαλωμων κατὰ πρόσωπον τοῦ ϑυσιαστηρίου κυρίου ἐνώπιον πάσης ἐκκλησίας Ισραηλ καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν 23 καὶ εἶπεν Κύριε ὁ ϑεὸς Ισραηλ, οὐκ ἔστιν ὡς σὺ ϑεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω ϕυλάσσων διαϑήκην καὶ ἔλεος τῷ δούλῳ σου τῷ πορευομένῳ ἐνώπιόν σου ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ, 24 ἃ ἐϕύλαξας τῷ δούλῳ σου Δαυιδ τῷ πατρί μου καὶ ἐλάλησας ἐν τῷ στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη. 25 καὶ νῦν, κύριε ὁ ϑεὸς Ισραηλ, ϕύλαξον τῷ δούλῳ σου τῷ Δαυιδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων Οὐκ ἐξαρϑήσεταί σου ἀνὴρ ἐκ προσώπου μου καϑήμενος ἐπὶ ϑρόνου Ισραηλ, πλὴν ἐὰν ϕυλάξωνται τὰ τέκνα σου τὰς ὁδοὺς αὐτῶν τοῦ πορεύεσϑαι ἐνώπιον ἐμοῦ, καϑὼς ἐπορεύϑης ἐνώπιον ἐμοῦ. 26 καὶ νῦν, κύριε ὁ ϑεὸς Ισραηλ, πιστωϑήτω δὴ τὸ ῥῆμά σου τῷ Δαυιδ τῷ πατρί μου. 27 ὅτι εἰ ἀληϑῶς κατοικήσει ὁ ϑεὸς μετὰ ἀνϑρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι, πλὴν καὶ ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα τῷ ὀνόματί σου; 28 καὶ ἐπιβλέψῃ ἐπὶ τὴν δέησίν μου, κύριε ὁ ϑεὸς Ισραηλ, ἀκούειν τῆς τέρψεως, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου πρὸς σὲ σήμερον, 29 τοῦ εἶναι ὀϕϑαλμούς σου ἠνεῳγμένους εἰς τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον, ὃν εἶπας Ἔσται τὸ ὄνομά μου ἐκεῖ, τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. 30 καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ισραηλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐν οὐρανῷ καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ. – 31 ὅσα ἂν ἁμάρτῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐὰν λάβῃ ἐπ᾽ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσϑαι αὐτόν, καὶ ἔλϑῃ καὶ ἐξαγορεύσῃ κατὰ πρόσωπον τοῦ ϑυσιαστηρίου σου ἐν τῷ οἴκῳ τούτῳ, 32 καὶ σὺ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις καὶ κρινεῖς τὸν λαόν σου Ισραηλ ἀνομηϑῆναι ἄνομον δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεϕαλὴν αὐτοῦ καὶ τοῦ δικαιῶσαι δίκαιον δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ. – 33 ἐν τῷ πταῖσαι τὸν λαόν σου Ισραηλ ἐνώπιον ἐχϑρῶν, ὅτι ἁμαρτήσονταί σοι, καὶ ἐπιστρέψουσιν καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ προσεύξονται καὶ δεηϑήσονται ἐν τῷ οἴκῳ τούτῳ, 34 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου Ισραηλ καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκας τοῖς πατράσιν αὐτῶν. – 35 ἐν τῷ συσχεϑῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσϑαι ὑετόν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν, ὅταν ταπεινώσῃς αὐτούς, 36 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ισραηλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαϑὴν πορεύεσϑαι ἐν αὐτῇ καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν, ἣν ἔδωκας τῷ λαῷ σου ἐν κληρονομίᾳ. – 37 λιμὸς ἐὰν γένηται, ϑάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐμπυρισμός, βροῦχος, ἐρυσίβη ἐὰν γένηται, καὶ ἐὰν ϑλίψῃ αὐτὸν ἐχϑρὸς αὐτοῦ ἐν μιᾷ τῶν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πᾶν πόνον, 38 πᾶσαν προσευχήν, πᾶσαν δέησιν, ἐὰν γένηται παντὶ ἀνϑρώπῳ, ὡς ἂν γνῶσιν ἕκαστος ἁϕὴν καρδίας αὐτοῦ καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον, 39 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καϑὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶδας τὴν καρδίαν πάντων υἱῶν ἀνϑρώπων, 40 ὅπως ϕοβῶνταί σε πάσας τὰς ἡμέρας, ἃς αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν. – 41 καὶ τῷ ἀλλοτρίῳ, ὃς οὐκ ἔστιν ἀπὸ λαοῦ σου οὗτος, 42 καὶ ἥξουσιν καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον, 43 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσιν πάντες οἱ λαοὶ τὸ ὄνομά σου καὶ ϕοβῶνταί σε καϑὼς ὁ λαός σου Ισραηλ καὶ γνῶσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα. – 44 ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχϑροὺς αὐτοῦ ἐν ὁδῷ, ᾗ ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι κυρίου ὁδὸν τῆς πόλεως, ἧς ἐξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου, 45 καὶ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν καὶ ποιήσεις τὸ δικαίωμα αὐτοῖς. – 46 ὅτι ἁμαρτήσονταί σοι – ὅτι οὐκ ἔστιν ἄνϑρωπος, ὃς οὐχ ἁμαρτήσεται – καὶ ἐπάξεις ἐπ᾽ αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχϑρῶν καὶ αἰχμαλωτιοῦσιν αὐτοὺς οἱ αἰχμαλωτίζοντες εἰς γῆν μακρὰν καὶ ἐγγύς, 47 καὶ ἐπιστρέψουσιν καρδίας αὐτῶν ἐν τῇ γῇ, οὗ μετήχϑησαν ἐκεῖ, καὶ ἐπιστρέψωσιν καὶ δεηϑῶσίν σου ἐν γῇ μετοικίας αὐτῶν λέγοντες Ἡμάρτομεν ἠνομήσαμεν ἠδικήσαμεν, 48 καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχϑρῶν αὐτῶν, οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν, ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, τῆς πόλεως, ἧς ἐξελέξω, καὶ τοῦ οἴκου, οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου, 49 καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου 50 καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν, αἷς ἥμαρτόν σοι, καὶ κατὰ πάντα τὰ ἀϑετήματα αὐτῶν, ἃ ἠϑέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτιρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτούς, καὶ οἰκτιρήσουσιν αὐτούς· 51 ὅτι λαός σου καὶ κληρονομία σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐκ μέσου χωνευτηρίου σιδήρου. 52 καὶ ἔστωσαν οἱ ὀϕϑαλμοί σου καὶ τὰ ὦτά σου ἠνεῳγμένα εἰς τὴν δέησιν τοῦ δούλου σου καὶ εἰς τὴν δέησιν τοῦ λαοῦ σου Ισραηλ εἰσακούειν αὐτῶν ἐν πᾶσιν, οἷς ἂν ἐπικαλέσωνταί σε, 53 ὅτι σὺ διέστειλας αὐτοὺς σαυτῷ εἰς κληρονομίαν ἐκ πάντων τῶν λαῶν τῆς γῆς, καϑὼς ἐλάλησας ἐν χειρὶ δούλου σου Μωυσῆ ἐν τῷ ἐξαγαγεῖν σε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, κύριε κύριε. 53 a Τότε ἐλάλησεν Σαλωμων ὑπὲρ τοῦ οἴκου, ὡς συνετέλεσεν τοῦ οἰκοδομῆσαι αὐτόν Ἥλιον ἐγνώρισεν ἐν οὐρανῷ κύριος, εἶπεν τοῦ κατοικεῖν ἐν γνόϕῳ Οἰκοδόμησον οἶκόν μου, οἶκον ἐκπρεπῆ σαυτῷ, τοῦ κατοικεῖν ἐπὶ καινότητος. οὐκ ἰδοὺ αὕτη γέγραπται ἐν βιβλίῳ τῆς ᾠδῆς; 54 Καὶ ἐγένετο ὡς συνετέλεσεν Σαλωμων προσευχόμενος πρὸς κύριον ὅλην τὴν προσευχὴν καὶ τὴν δέησιν ταύτην, καὶ ἀνέστη ἀπὸ προσώπου τοῦ ϑυσιαστηρίου κυρίου ὀκλακὼς ἐπὶ τὰ γόνατα αὐτοῦ καὶ αἱ χεῖρες αὐτοῦ διαπεπετασμέναι εἰς τὸν οὐρανόν. 55 καὶ ἔστη καὶ εὐλόγησεν πᾶσαν ἐκκλησίαν Ισραηλ ϕωνῇ μεγάλῃ λέγων 56 Εὐλογητὸς κύριος σήμερον, ὃς ἔδωκεν κατάπαυσιν τῷ λαῷ αὐτοῦ Ισραηλ κατὰ πάντα, ὅσα ἐλάλησεν· οὐ διεϕώνησεν λόγος εἷς ἐν πᾶσιν τοῖς λόγοις αὐτοῦ τοῖς ἀγαϑοῖς, οἷς ἐλάλησεν ἐν χειρὶ Μωυσῆ δούλου αὐτοῦ. 57 γένοιτο κύριος ὁ ϑεὸς ἡμῶν μεϑ᾽ ἡμῶν, καϑὼς ἦν μετὰ τῶν πατέρων ἡμῶν· μὴ ἐγκαταλίποιτο ἡμᾶς μηδὲ ἀποστρέψοιτο ἡμᾶς 58 ἐπικλῖναι καρδίας ἡμῶν πρὸς αὐτὸν τοῦ πορεύεσϑαι ἐν πάσαις ὁδοῖς αὐτοῦ καὶ ϕυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ προστάγματα αὐτοῦ, ἃ ἐνετείλατο τοῖς πατράσιν ἡμῶν. 59 καὶ ἔστωσαν οἱ λόγοι οὗτοι, οὓς δεδέημαι ἐνώπιον κυρίου ϑεοῦ ἡμῶν, ἐγγίζοντες πρὸς κύριον ϑεὸν ἡμῶν ἡμέρας καὶ νυκτὸς τοῦ ποιεῖν τὸ δικαίωμα τοῦ δούλου σου καὶ τὸ δικαίωμα λαοῦ σου Ισραηλ ῥῆμα ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ, 60 ὅπως γνῶσιν πάντες οἱ λαοὶ τῆς γῆς ὅτι κύριος ὁ ϑεός, αὐτὸς ϑεὸς καὶ οὐκ ἔστιν ἔτι. 61 καὶ ἔστωσαν αἱ καρδίαι ἡμῶν τέλειαι πρὸς κύριον ϑεὸν ἡμῶν καὶ ὁσίως πορεύεσϑαι ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ϕυλάσσειν ἐντολὰς αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη. 62 Καὶ ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ ἔϑυσαν ϑυσίαν ἐνώπιον κυρίου. 63 καὶ ἔϑυσεν ὁ βασιλεὺς Σαλωμων τὰς ϑυσίας τῶν εἰρηνικῶν, ἃς ἔϑυσεν τῷ κυρίῳ, βοῶν δύο καὶ εἴκοσι χιλιάδας καὶ προβάτων ἑκατὸν εἴκοσι χιλιάδας· καὶ ἐνεκαίνισεν τὸν οἶκον κυρίου ὁ βασιλεὺς καὶ πάντες οἱ υἱοὶ Ισραηλ. 64 τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς ϑυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν, ὅτι τὸ ϑυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον κυρίου μικρὸν τοῦ μὴ δύνασϑαι τὴν ὁλοκαύτωσιν καὶ τὰς ϑυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν. 65 καὶ ἐποίησεν Σαλωμων τὴν ἑορτὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ, ἐκκλησία μεγάλη ἀπὸ τῆς εἰσόδου Ημαϑ ἕως ποταμοῦ Αἰγύπτου, ἐνώπιον κυρίου ϑεοῦ ἡμῶν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν, ἐσϑίων καὶ πίνων καὶ εὐϕραινόμενος ἐνώπιον κυρίου ϑεοῦ ἡμῶν ἑπτὰ ἡμέρας. 66 καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλεν τὸν λαὸν καὶ εὐλόγησεν αὐτόν, καὶ ἀπῆλϑον ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες καὶ ἀγαϑῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαϑοῖς, οἷς ἐποίησεν κύριος τῷ Δαυιδ δούλῳ αὐτοῦ καὶ τῷ Ισραηλ λαῷ αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 9

1 Καὶ ἐγενήϑη ὡς συνετέλεσεν Σαλωμων οἰκοδομεῖν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμων, ὅσα ἠϑέλησεν ποιῆσαι, 2 καὶ ὤϕϑη κύριος τῷ Σαλωμων δεύτερον, καϑὼς ὤϕϑη ἐν Γαβαων, 3 καὶ εἶπεν πρὸς αὐτὸν κύριος Ἤκουσα τῆς ϕωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου, ἧς ἐδεήϑης ἐνώπιον ἐμοῦ· πεποίηκά σοι κατὰ πᾶσαν τὴν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας, τοῦ ϑέσϑαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ ἔσονται οἱ ὀϕϑαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. 4 καὶ σὺ ἐὰν πορευϑῇς ἐνώπιον ἐμοῦ, καϑὼς ἐπορεύϑη Δαυιδ ὁ πατήρ σου, ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐϑύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου ϕυλάξῃς, 5 καὶ ἀναστήσω τὸν ϑρόνον τῆς βασιλείας σου ἐπὶ Ισραηλ εἰς τὸν αἰῶνα, καϑὼς ἐλάλησα τῷ Δαυιδ πατρί σου λέγων Οὐκ ἐξαρϑήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ισραηλ. 6 ἐὰν δὲ ἀποστραϕέντες ἀποστραϕῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ᾽ ἐμοῦ καὶ μὴ ϕυλάξητε τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἔδωκεν Μωϋσῆς ἐνώπιον ὑμῶν, καὶ πορευϑῆτε καὶ δουλεύσητε ϑεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς, 7 καὶ ἐξαρῶ τὸν Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου, καὶ ἔσται Ισραηλ εἰς ἀϕανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς. 8 καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος δι᾽ αὐτοῦ ἐκστήσεται καὶ συριεῖ καὶ ἐροῦσιν Ἕνεκα τίνος ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτῳ; 9 καὶ ἐροῦσιν Ἀνϑ ὧν ἐγκατέλιπον κύριον ϑεὸν αὐτῶν, ὃς ἐξήγαγεν τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου ἐξ οἴκου δουλείας, καὶ ἀντελάβοντο ϑεῶν ἀλλοτρίων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς, διὰ τοῦτο ἐπήγαγεν κύριος ἐπ᾽ αὐτοὺς τὴν κακίαν ταύτην. 9 a Τότε ἀνήγαγεν Σαλωμων τὴν ϑυγατέρα Φαραω ἐκ πόλεως Δαυιδ εἰς οἶκον αὐτοῦ, ὃν ᾠκοδόμησεν ἑαυτῷ ἐν ταῖς ἡμέραις ἐκείναις. 10 Εἴκοσι ἔτη, ἐν οἷς ᾠκοδόμησεν Σαλωμων τοὺς δύο οἴκους, τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, 11 Χιραμ βασιλεὺς Τύρου ἀντελάβετο τοῦ Σαλωμων ἐν ξύλοις κεδρίνοις καὶ ἐν ξύλοις πευκίνοις καὶ ἐν χρυσίῳ καὶ ἐν παντὶ ϑελήματι αὐτοῦ. τότε ἔδωκεν ὁ βασιλεὺς τῷ Χιραμ εἴκοσι πόλεις ἐν τῇ γῇ τῇ Γαλιλαίᾳ. 12 καὶ ἐξῆλϑεν Χιραμ ἐκ Τύρου καὶ ἐπορεύϑη εἰς τὴν Γαλιλαίαν τοῦ ἰδεῖν τὰς πόλεις, ἃς ἔδωκεν αὐτῷ Σαλωμων, καὶ οὐκ ἤρεσαν αὐτῷ· 13 καὶ εἶπεν Τί αἱ πόλεις αὗται, ἃς ἔδωκάς μοι, ἀδελϕέ; καὶ ἐκάλεσεν αὐτάς Ὅριον ἕως τῆς ἡμέρας ταύτης. 14 καὶ ἤνεγκεν Χιραμ τῷ Σαλωμων ἑκατὸν καὶ εἴκοσι τάλαντα χρυσίου 26 καὶ ναῦν ὑπὲρ οὗ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων ἐν Γασιωνγαβερ τὴν οὖσαν ἐχομένην Αιλαϑ ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης ϑαλάσσης ἐν γῇ Εδωμ. 27 καὶ ἀπέστειλεν Χιραμ ἐν τῇ νηὶ τῶν παίδων αὐτοῦ ἄνδρας ναυτικοὺς ἐλαύνειν εἰδότας ϑάλασσαν μετὰ τῶν παίδων Σαλωμων. 28 καὶ ἦλϑον εἰς Σωϕηρα καὶ ἔλαβον ἐκεῖϑεν χρυσίου ἑκατὸν καὶ εἴκοσι τάλαντα καὶ ἤνεγκαν τῷ βασιλεῖ Σαλωμων.

Liber Regum tertius Βασιλείων γʹ caput 10

1 Καὶ βασίλισσα Σαβα ἤκουσεν τὸ ὄνομα Σαλωμων καὶ τὸ ὄνομα κυρίου καὶ ἦλϑεν πειράσαι αὐτὸν ἐν αἰνίγμασιν· 2 καὶ ἦλϑεν εἰς Ιερουσαλημ ἐν δυνάμει βαρείᾳ σϕόδρα, καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σϕόδρα καὶ λίϑον τίμιον, καὶ εἰσῆλϑεν πρὸς Σαλωμων καὶ ἐλάλησεν αὐτῷ πάντα, ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς. 3 καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμων πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. 4 καὶ εἶδεν βασίλισσα Σαβα πᾶσαν ϕρόνησιν Σαλωμων καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησεν, 5 καὶ τὰ βρώματα Σαλωμων καὶ τὴν καϑέδραν παίδων αὐτοῦ καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν αὐτοῦ καὶ τοὺς οἰνοχόους αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ, ἣν ἀνέϕερεν ἐν οἴκῳ κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο. 6 καὶ εἶπεν πρὸς τὸν βασιλέα Σαλωμων Ἀληϑινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς ϕρονήσεώς σου, 7 καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσίν μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀϕϑαλμοί μου, καὶ ἰδοὺ οὐκ ἔστιν τὸ ἥμισυ καϑὼς ἀπήγγειλάν μοι, προστέϑεικας ἀγαϑὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοήν, ἣν ἤκουσα ἐν τῇ γῇ μου· 8 μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου δι᾽ ὅλου οἱ ἀκούοντες πᾶσαν τὴν ϕρόνησίν σου· 9 γένοιτο κύριος ὁ ϑεός σου εὐλογημένος, ὃς ἠϑέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ ϑρόνου Ισραηλ· διὰ τὸ ἀγαπᾶν κύριον τὸν Ισραηλ στῆσαι εἰς τὸν αἰῶνα καὶ ἔϑετό σε βασιλέα ἐπ᾽ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν. 10 καὶ ἔδωκεν τῷ Σαλωμων ἑκατὸν εἴκοσι τάλαντα χρυσίου καὶ ἡδύσματα πολλὰ σϕόδρα καὶ λίϑον τίμιον· οὐκ ἐληλύϑει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆϑος, ἃ ἔδωκεν βασίλισσα Σαβα τῷ βασιλεῖ Σαλωμων. 11 [καὶ ἡ ναῦς Χιραμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουϕιρ ἤνεγκεν ξύλα ἀπελέκητα πολλὰ σϕόδρα καὶ λίϑον τίμιον· 12 καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ ἀπελέκητα ὑποστηρίγματα τοῦ οἴκου κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύϑει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς οὐδὲ ὤϕϑησάν που ἕως τῆς ἡμέρας ταύτης.] 13 καὶ ὁ βασιλεὺς Σαλωμων ἔδωκεν τῇ βασιλίσσῃ Σαβα πάντα, ὅσα ἠϑέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων, ὧν δεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμων· καὶ ἀπεστράϕη καὶ ἦλϑεν εἰς τὴν γῆν αὐτῆς, αὐτὴ καὶ πάντες οἱ παῖδες αὐτῆς. 14 Καὶ ἦν ὁ σταϑμὸς τοῦ χρυσίου τοῦ ἐληλυϑότος τῷ Σαλωμων ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια καὶ ἑξήκοντα ἓξ τάλαντα χρυσίου 15 χωρὶς τῶν ϕόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς. 16 καὶ ἐποίησεν Σαλωμων τριακόσια δόρατα χρυσᾶ ἐλατά – τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν – 17 καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατά – τρεῖς μναῖ χρυσίου ἐνῆσαν εἰς τὸ ὅπλον τὸ ἕν – καὶ ἔδωκεν αὐτὰ εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου. 18 καὶ ἐποίησεν ὁ βασιλεὺς ϑρόνον ἐλεϕάντινον μέγαν καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ· 19 ἓξ ἀναβαϑμοὶ τῷ ϑρόνῳ, καὶ προτομαὶ μόσχων τῷ ϑρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ χεῖρες ἔνϑεν καὶ ἔνϑεν ἐπὶ τοῦ τόπου τῆς καϑέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας, 20 καὶ δώδεκα λέοντες ἑστῶτες ἐπὶ τῶν ἓξ ἀναβαϑμῶν ἔνϑεν καὶ ἔνϑεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ. 21 καὶ πάντα τὰ σκεύη τοῦ πότου Σαλωμων χρυσᾶ καὶ λουτῆρες χρυσοῖ, πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα, οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμων· 22 ὅτι ναῦς Θαρσις τῷ βασιλεῖ ἐν τῇ ϑαλάσσῃ μετὰ τῶν νηῶν Χιραμ, μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσις χρυσίου καὶ ἀργυρίου καὶ λίϑων τορευτῶν καὶ πελεκητῶν. 22 a Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς, ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμων οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ιερουσαλημ καὶ τὴν ἄκραν τοῦ περιϕράξαι τὸν ϕραγμὸν τῆς πόλεως Δαυιδ καὶ τὴν Ασσουρ καὶ τὴν Μαγδαν καὶ τὴν Γαζερ καὶ τὴν Βαιϑωρων τὴν ἀνωτέρω καὶ τὴν Ιεϑερμαϑ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμων, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ μὴ κατάρξαι αὐτοῦ. 23 πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου τῶν μὴ ἐκ τῶν υἱῶν Ισραηλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾽ αὐτοὺς ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ισραηλ ἐξολεϑρεῦσαι αὐτούς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς ϕόρον ἕως τῆς ἡμέρας ταύτης. 24 καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκε Σαλωμων εἰς πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ. 23 Καὶ ἐμεγαλύνϑη Σαλωμων ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ ϕρονήσει. 24 καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμων τοῦ ἀκοῦσαι τῆς ϕρονήσεως αὐτοῦ, ἧς ἔδωκεν κύριος ἐν τῇ καρδίᾳ αὐτοῦ. 25 καὶ αὐτοὶ ἔϕερον ἕκαστος τὰ δῶρα αὐτοῦ, σκεύη χρυσᾶ καὶ ἱματισμόν, στακτὴν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους, τὸ κατ᾽ ἐνιαυτὸν ἐνιαυτόν. 26 καὶ ἦσαν τῷ Σαλωμων τέσσαρες χιλιάδες ϑήλειαι ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων, καὶ ἔϑετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ιερουσαλημ. 26 a καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοϕύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 27 καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ιερουσαλημ ὡς λίϑους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆϑος. 28 καὶ ἡ ἔξοδος τῶν ἵππων Σαλωμων ἐξ Αἰγύπτου καὶ ἐκ Θεκουε, ἔμποροι τοῦ βασιλέως ἐλάμβανον ἐκ Θεκουε ἐν ἀλλάγματι· 29 καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου, ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτω πᾶσιν τοῖς βασιλεῦσιν Χεττιιν καὶ βασιλεῦσιν Συρίας κατὰ ϑάλασσαν ἐξεπορεύοντο.

Liber Regum tertius Βασιλείων γʹ caput 11

1 Καὶ ὁ βασιλεὺς Σαλωμων ἦν ϕιλογύναιος. καὶ ἦσαν αὐτῷ ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τριακόσιαι. καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας καὶ τὴν ϑυγατέρα Φαραω, Μωαβίτιδας, Αμμανίτιδας, Σύρας καὶ Ιδουμαίας, Χετταίας καὶ Αμορραίας, 2 ἐκ τῶν ἐϑνῶν, ὧν ἀπεῖπεν κύριος τοῖς υἱοῖς Ισραηλ Οὐκ εἰσελεύσεσϑε εἰς αὐτούς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσιν τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν, εἰς αὐτοὺς ἐκολλήϑη Σαλωμων τοῦ ἀγαπῆσαι. 4 καὶ ἐγενήϑη ἐν καιρῷ γήρους Σαλωμων καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ κυρίου ϑεοῦ αὐτοῦ καϑὼς ἡ καρδία Δαυιδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω ϑεῶν αὐτῶν. 5 τότε ᾠκοδόμησεν Σαλωμων ὑψηλὸν τῷ Χαμως εἰδώλῳ Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Αμμων 6 καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, 7 καὶ οὕτως ἐποίησεν πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, ἐϑυμίων καὶ ἔϑυον τοῖς εἰδώλοις αὐτῶν· 8 καὶ ἐποίησεν Σαλωμων τὸ πονηρὸν ἐνώπιον κυρίου, οὐκ ἐπορεύϑη ὀπίσω κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ. – 9 καὶ ὠργίσϑη κύριος ἐπὶ Σαλωμων, ὅτι ἐξέκλινεν καρδίαν αὐτοῦ ἀπὸ κυρίου ϑεοῦ Ισραηλ τοῦ ὀϕϑέντος αὐτῷ δὶς 10 καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου τὸ παράπαν μὴ πορευϑῆναι ὀπίσω ϑεῶν ἑτέρων καὶ ϕυλάξασϑαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ κύριος ὁ ϑεός, 11 καὶ εἶπεν κύριος πρὸς Σαλωμων Ἀνϑ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ καὶ οὐκ ἐϕύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. 12 πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυιδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήμψομαι αὐτήν. 13 πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυιδ τὸν δοῦλόν μου καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην. 14 Καὶ ἤγειρεν κύριος σαταν τῷ Σαλωμων τὸν Αδερ τὸν Ιδουμαῖον καὶ τὸν Εσρωμ υἱὸν Ελιαδαε τὸν ἐν Ραεμμαϑ Αδραζαρ βασιλέα Σουβα κύριον αὐτοῦ· καὶ συνηϑροίσϑησαν ἐπ᾽ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασεκ· καὶ ἦσαν σαταν τῷ Ισραηλ πάσας τὰς ἡμέρας Σαλωμων. καὶ Αδερ ὁ Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ιδουμαίᾳ· 15 καὶ ἐγένετο ἐν τῷ ἐξολεϑρεῦσαι Δαυιδ τὸν Εδωμ ἐν τῷ πορευϑῆναι Ιωαβ ἄρχοντα τῆς στρατιᾶς ϑάπτειν τοὺς τραυματίας ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ιδουμαίᾳ – 16 ὅτι ἓξ μῆνας ἐνεκάϑητο ἐκεῖ Ιωαβ καὶ πᾶς Ισραηλ ἐν τῇ Ιδουμαίᾳ, ἕως ὅτου ἐξωλέϑρευσεν πᾶν ἀρσενικὸν ἐκ τῆς Ιδουμαίας – 17 καὶ ἀπέδρα Αδερ, αὐτὸς καὶ πάντες ἄνδρες Ιδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ εἰσῆλϑον εἰς Αἴγυπτον, καὶ Αδερ παιδάριον μικρόν· 18 καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιαμ καὶ ἔρχονται εἰς Φαραν καὶ λαμβάνουσιν ἄνδρας μετ᾽ αὐτῶν καὶ ἔρχονται πρὸς Φαραω βασιλέα Αἰγύπτου, καὶ εἰσῆλϑεν Αδερ πρὸς Φαραω, καὶ ἔδωκεν αὐτῷ οἶκον καὶ ἄρτους διέταξεν αὐτῷ. 19 καὶ εὗρεν Αδερ χάριν ἐναντίον Φαραω σϕόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελϕὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελϕὴν Θεκεμινας τὴν μείζω· 20 καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελϕὴ Θεκεμινας τῷ Αδερ τὸν Γανηβαϑ υἱὸν αὐτῆς, καὶ ἐξέϑρεψεν αὐτὸν Θεκεμινα ἐν μέσῳ υἱῶν Φαραω, καὶ ἦν Γανηβαϑ ἐν μέσῳ υἱῶν Φαραω. 21 καὶ Αδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέϑνηκεν Ιωαβ ὁ ἄρχων τῆς στρατιᾶς· καὶ εἶπεν Αδερ πρὸς Φαραω Ἐξαπόστειλόν με καὶ ἀποστρέψω εἰς τὴν γῆν μου. 22 καὶ εἶπεν Φαραω τῷ Αδερ Τίνι σὺ ἐλαττονῇ μετ᾽ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελϑεῖν εἰς τὴν γῆν σου. καὶ εἶπεν αὐτῷ Αδερ Ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με. καὶ ἀνέστρεψεν Αδερ εἰς τὴν γῆν αὐτοῦ. 25 αὕτη ἡ κακία, ἣν ἐποίησεν Αδερ· καὶ ἐβαρυϑύμησεν ἐν Ισραηλ καὶ ἐβασίλευσεν ἐν γῇ Εδωμ. 26 Καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὁ Εϕραϑι ἐκ τῆς Σαριρα υἱὸς γυναικὸς χήρας δοῦλος Σαλωμων, 27 καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμων· ᾠκοδόμησεν τὴν ἄκραν, συνέκλεισεν τὸν ϕραγμὸν τῆς πόλεως Δαυιδ τοῦ πατρὸς αὐτοῦ, 28 καὶ ὁ ἄνϑρωπος Ιεροβοαμ ἰσχυρὸς δυνάμει, καὶ εἶδεν Σαλωμων τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηϕ. 29 καὶ ἐγενήϑη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ιεροβοαμ ἐξῆλϑεν ἐξ Ιερουσαλημ, καὶ εὗρεν αὐτὸν Αχιας ὁ Σηλωνίτης ὁ προϕήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ ὁ Αχιας περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμϕότεροι ἐν τῷ πεδίῳ. 30 καὶ ἐπελάβετο Αχια τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ᾽ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα 31 καὶ εἶπεν τῷ Ιεροβοαμ Λαβὲ σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμων καὶ δώσω σοι δέκα σκῆπτρα, 32 καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυιδ καὶ διὰ Ιερουσαλημ τὴν πόλιν, ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν ϕυλῶν Ισραηλ, 33 ἀνϑ᾽ ὧν κατέλιπέν με καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμως καὶ τοῖς εἰδώλοις Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχϑίσματι υἱῶν Αμμων καὶ οὐκ ἐπορεύϑη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐϑὲς ἐνώπιον ἐμοῦ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ. 34 καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ Δαυιδ τὸν δοῦλόν μου, ὃν ἐξελεξάμην αὐτόν. 35 καὶ λήμψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, 36 τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ ϑέσις τῷ δούλῳ μου Δαυιδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ιερουσαλημ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ ϑέσϑαι ὄνομά μου ἐκεῖ. 37 καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιϑυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ισραηλ. 38 καὶ ἔσται ἐὰν ϕυλάξῃς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευϑῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐϑὲς ἐνώπιον ἐμοῦ τοῦ ϕυλάξασϑαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου, καϑὼς ἐποίησεν Δαυιδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν, καϑὼς ᾠκοδόμησα τῷ Δαυιδ. 40 καὶ ἐζήτησεν Σαλωμων ϑανατῶσαι τὸν Ιεροβοαμ, καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν ἐν Αἰγύπτῳ, ἕως οὗ ἀπέϑανεν Σαλωμων. 41 Καὶ τὰ λοιπὰ τῶν ῥημάτων Σαλωμων καὶ πάντα, ὅσα ἐποίησεν, καὶ πᾶσαν τὴν ϕρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμων; 42 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Σαλωμων ἐν Ιερουσαλημ, τεσσαράκοντα ἔτη. 43 καὶ ἐκοιμήϑη Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐγενήϑη ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ – καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, ὡς ἔϕυγεν ἐκ προσώπου Σαλωμων καὶ ἐκάϑητο ἐν Αἰγύπτῳ – , κατευϑύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρα τὴν ἐν ὄρει Εϕραιμ. καὶ ὁ βασιλεὺς Σαλωμων ἐκοιμήϑη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 12

1 Καὶ πορεύεται βασιλεὺς Ροβοαμ εἰς Σικιμα, ὅτι εἰς Σικιμα ἤρχοντο πᾶς Ισραηλ βασιλεῦσαι αὐτόν. 3 καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοαμ λέγοντες 4 Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούϕισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέος, οὗ ἔδωκεν ἐϕ᾽ ἡμᾶς, καὶ δουλεύσομέν σοι. 5 καὶ εἶπεν πρὸς αὐτούς Ἀπέλϑετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλϑον. 6 καὶ παρήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμων τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων Πῶς ὑμεῖς βουλεύεσϑε καὶ ἀποκριϑῶ τῷ λαῷ τούτῳ λόγον; 7 καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες Εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσῃς αὐτοῖς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαϑούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας. 8 καὶ ἐγκατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραϕέντων μετ᾽ αὐτοῦ τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ 9 καὶ εἶπεν αὐτοῖς Τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριϑῶ τῷ λαῷ τούτῳ τοῖς λαλήσασιν πρός με λεγόντων Κούϕισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐϕ᾽ ἡμᾶς; 10 καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραϕέντα μετ᾽ αὐτοῦ οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες Τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ λέγοντες Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούϕισον ἀϕ᾽ ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς Ἡ μικρότης μου παχυτέρα τῆς ὀσϕύος τοῦ πατρός μου· 11 καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ κἀγὼ προσϑήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 12 καὶ παρεγένοντο πᾶς Ισραηλ πρὸς τὸν βασιλέα Ροβοαμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καϑότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων Ἀναστράϕητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ. 13 καὶ ἀπεκρίϑη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπεν Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, 14 καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων Ὁ πατήρ μου ἐβάρυνεν τὸν κλοιὸν ὑμῶν κἀγὼ προσϑήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν, ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 15 καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροϕὴ παρὰ κυρίου, ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ, ὃ ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ. 16 καὶ εἶδον πᾶς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν, καὶ ἀπεκρίϑη ὁ λαὸς τῷ βασιλεῖ λέγων Τίς ἡμῖν μερὶς ἐν Δαυιδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ιεσσαι· ἀπότρεχε, Ισραηλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυιδ. καὶ ἀπῆλϑεν Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ. 18 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Αδωνιραμ τὸν ἐπὶ τοῦ ϕόρου, καὶ ἐλιϑοβόλησαν αὐτὸν πᾶς Ισραηλ ἐν λίϑοις καὶ ἀπέϑανεν· καὶ ὁ βασιλεὺς Ροβοαμ ἔϕϑασεν ἀναβῆναι τοῦ ϕυγεῖν εἰς Ιερουσαλημ. 19 καὶ ἠϑέτησεν Ισραηλ εἰς τὸν οἶκον Δαυιδ ἕως τῆς ἡμέρας ταύτης. 20 καὶ ἐγένετο ὡς ἤκουσεν πᾶς Ισραηλ ὅτι ἀνέκαμψεν Ιεροβοαμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ισραηλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυιδ πάρεξ σκήπτρου Ιουδα καὶ Βενιαμιν μόνοι. – 21 καὶ Ροβοαμ εἰσῆλϑεν εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὴν συναγωγὴν Ιουδα καὶ σκῆπτρον Βενιαμιν, ἑκατὸν καὶ εἴκοσι χιλιάδες νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ισραηλ ἐπιστρέψαι τὴν βασιλείαν Ροβοαμ υἱῷ Σαλωμων. 22 καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνϑρωπον τοῦ ϑεοῦ λέγων 23 Εἰπὸν τῷ Ροβοαμ υἱῷ Σαλωμων βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων 24 Τάδε λέγει κύριος Οὐκ ἀναβήσεσϑε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελϕῶν ὑμῶν υἱῶν Ισραηλ· ἀναστρεϕέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρ᾽ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ κατέπαυσαν τοῦ πορευϑῆναι κατὰ τὸ ῥῆμα κυρίου. 24 a Καὶ ὁ βασιλεὺς Σαλωμων κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ ϑάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ. καὶ ἐβασίλευσεν Ροβοαμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ ἐν Ιερουσαλημ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααναν ϑυγάτηρ Αναν υἱοῦ Ναας βασιλέως υἱῶν Αμμων· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐπορεύϑη ἐν ὁδῷ Δαυιδ τοῦ πατρὸς αὐτοῦ. – 25 καὶ ἦν ἄνϑρωπος ἐξ ὄρους Εϕραιμ δοῦλος τῷ Σαλωμων, καὶ ὄνομα αὐτῷ Ιεροβοαμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρα γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμων εἰς ἄρχοντα σκυτάλης ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηϕ, καὶ ᾠκοδόμησεν τῷ Σαλωμων τὴν Σαριρα τὴν ἐν ὄρει Εϕραιμ, καὶ ἦσαν αὐτῷ ἅρματα τριακόσια ἵππων· οὗτος ᾠκοδόμησεν τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Εϕραιμ, οὗτος συνέκλεισεν τὴν πόλιν Δαυιδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν. 26 καὶ ἐζήτει Σαλωμων ϑανατῶσαι αὐτόν, καὶ ἐϕοβήϑη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακιμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ᾽ αὐτοῦ, ἕως ἀπέϑανεν Σαλωμων. 27 καὶ ἤκουσεν Ιεροβοαμ ἐν Αἰγύπτῳ ὅτι τέϑνηκεν Σαλωμων, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακιμ βασιλέως Αἰγύπτου λέγων Ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακιμ Αἴτησαί τι αἴτημα καὶ δώσω σοι. 28 καὶ Σουσακιμ ἔδωκεν τῷ Ιεροβοαμ τὴν Ανω ἀδελϕὴν Θεκεμινας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν ϑυγατέρων τοῦ βασιλέως καὶ ἔτεκεν τῷ Ιεροβοαμ τὸν Αβια υἱὸν αὐτοῦ. 29 καὶ εἶπεν Ιεροβοαμ πρὸς Σουσακιμ Ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι. καὶ ἐξῆλϑεν Ιεροβοαμ ἐξ Αἰγύπτου καὶ ἦλϑεν εἰς γῆν Σαριρα τὴν ἐν ὄρει Εϕραιμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Εϕραιμ· καὶ ᾠκοδόμησεν Ιεροβοαμ ἐκεῖ χάρακα. 30 Καὶ ἠρρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σϕόδρα· καὶ ἐπορεύϑη Ιεροβοαμ ἐπερωτῆσαι ὑπὲρ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ανω τὴν γυναῖκα αὐτοῦ Ἀνάστηϑι καὶ πορεύου, ἐπερώτησον τὸν ϑεὸν ὑπὲρ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. 31 καὶ ἄνϑρωπος ἦν ἐν Σηλω καὶ ὄνομα αὐτῷ Αχια, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ῥῆμα κυρίου μετ᾽ αὐτοῦ. καὶ εἶπεν Ιεροβοαμ πρὸς τὴν γυναῖκα αὐτοῦ Ἀνάστηϑι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταϕυλὴν καὶ στάμνον μέλιτος. 32 καὶ ἀνέστη ἡ γυνὴ καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταϕυλὴν καὶ στάμνον μέλιτος τῷ Αχια· καὶ ὁ ἄνϑρωπος πρεσβύτερος, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ βλέπειν. 24 k καὶ ἀνέστη ἐκ Σαριρα καὶ πορεύεται, καὶ ἐγένετο εἰσελϑούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Αχια τὸν Σηλωνίτην καὶ εἶπεν Αχια τῷ παιδαρίῳ αὐτοῦ Ἔξελϑε δὴ εἰς ἀπαντὴν Ανω τῇ γυναικὶ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῇ Εἴσελϑε καὶ μὴ στῇς, ὅτι τάδε λέγει κύριος Σκληρὰ ἐγὼ ἐπαποστελῶ ἐπὶ σέ. 25 καὶ εἰσῆλϑεν Ανω πρὸς τὸν ἄνϑρωπον τοῦ ϑεοῦ, καὶ εἶπεν αὐτῇ Αχια Ἵνα τί μοι ἐνήνοχας ἄρτους καὶ σταϕυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος; τάδε λέγει κύριος Ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ᾽ ἐμοῦ, καὶ ἔσται εἰσελϑούσης σου τὴν πύλην εἰς Σαριρα καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσίν σοι Τὸ παιδάριον τέϑνηκεν. 26 ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξολεϑρεύσω τοῦ Ιεροβοαμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεϑνηκότες τοῦ Ιεροβοαμ ἐν τῇ πόλει καταϕάγονται οἱ κύνες, καὶ τὸν τεϑνηκότα ἐν τῷ ἀγρῷ καταϕάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ τὸ παιδάριον κόψονται Οὐαὶ κύριε, ὅτι εὑρέϑη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ κυρίου. 27 καὶ ἀπῆλϑεν ἡ γυνή, ὡς ἤκουσεν, καὶ ἐγένετο ὡς εἰσῆλϑεν εἰς τὴν Σαριρα, καὶ τὸ παιδάριον ἀπέϑανεν, καὶ ἐξῆλϑεν ἡ κραυγὴ εἰς ἀπαντήν. 28 Καὶ ἐπορεύϑη Ιεροβοαμ εἰς Σικιμα τὴν ἐν ὄρει Εϕραιμ καὶ συνήϑροισεν ἐκεῖ τὰς ϕυλὰς τοῦ Ισραηλ, καὶ ἀνέβη ἐκεῖ Ροβοαμ υἱὸς Σαλωμων. καὶ λόγος κυρίου ἐγένετο πρὸς Σαμαιαν τὸν Ελαμι λέγων Λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυϑὸς εἰς ὕδωρ καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τῷ Ιεροβοαμ καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει κύριος Λαβὲ σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσϑαι σε. καὶ ἔλαβεν Ιεροβοαμ· καὶ εἶπεν Σαμαιας Τάδε λέγει κύριος ἐπὶ τὰς δέκα ϕυλὰς τοῦ Ισραηλ. 29 Καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοαμ υἱὸν Σαλωμων Ὁ πατήρ σου ἐβάρυνεν τὸν κλοιὸν αὐτοῦ ἐϕ᾽ ἡμᾶς καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν εἰ κουϕιεῖς σὺ ἐϕ᾽ ἡμᾶς, καὶ δουλεύσομέν σοι. καὶ εἶπεν Ροβοαμ πρὸς τὸν λαόν Ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριϑήσομαι ὑμῖν ῥῆμα. 30 καὶ εἶπεν Ροβοαμ Εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετ᾽ αὐτῶν τί ἀποκριϑῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησεν Ροβοαμ εἰς τὰ ὦτα αὐτῶν καϑὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτόν, καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ Οὕτως ἐλάλησεν πρὸς σὲ ὁ λαός. 25 καὶ διεσκέδασεν Ροβοαμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόϕους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά Καὶ ταῦτα ἀπέστειλεν πρός με λέγων ὁ λαός. καὶ εἶπαν οἱ σύντροϕοι αὐτοῦ Οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων Ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσϕὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν, ἐγὼ δὲ κατάρξω ὑμῶν ἐν σκορπίοις. 26 καὶ ἤρεσεν τὸ ῥῆμα ἐνώπιον Ροβοαμ, καὶ ἀπεκρίϑη τῷ λαῷ καϑὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροϕοι αὐτοῦ τὰ παιδάρια. 27 καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες Οὐ μερὶς ἡμῖν ἐν Δαυιδ οὐδὲ κληρονομία ἐν υἱῷ Ιεσσαι· εἰς τὰ σκηνώματά σου, Ισραηλ, ὅτι οὗτος ὁ ἄνϑρωπος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον. 28 καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικιμων, καὶ ἀπῆλϑεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησεν Ροβοαμ καὶ ἀπῆλϑεν καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλϑεν εἰς Ιερουσαλημ, καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ιουδα καὶ πᾶν σκῆπτρον Βενιαμιν. – 24 x καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήϑροισεν Ροβοαμ πάντα ἄνδρα Ιουδα καὶ Βενιαμιν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ιεροβοαμ εἰς Σικιμα. 25 καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Σαμαιαν ἄνϑρωπον τοῦ ϑεοῦ λέγων Εἰπὸν τῷ Ροβοαμ βασιλεῖ Ιουδα καὶ πρὸς πάντα οἶκον Ιουδα καὶ Βενιαμιν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων Τάδε λέγει κύριος Οὐκ ἀναβήσεσϑε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελϕοὺς ὑμῶν υἱοὺς Ισραηλ· ἀναστρέϕετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾽ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο. 26 καὶ ἤκουσαν τοῦ λόγου κυρίου καὶ ἀνέσχον τοῦ πορευϑῆναι, κατὰ τὸ ῥῆμα κυρίου. 25 Καὶ ᾠκοδόμησεν Ιεροβοαμ τὴν Σικιμα τὴν ἐν ὄρει Εϕραιμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλϑεν ἐκεῖϑεν καὶ ᾠκοδόμησεν τὴν Φανουηλ. 26 καὶ εἶπεν Ιεροβοαμ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυιδ· 27 ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναϕέρειν ϑυσίας ἐν οἴκῳ κυρίου εἰς Ιερουσαλημ, καὶ ἐπιστραϕήσεται καρδία τοῦ λαοῦ πρὸς κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοαμ βασιλέα Ιουδα, καὶ ἀποκτενοῦσίν με. 28 καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύϑη καὶ ἐποίησεν δύο δαμάλεις χρυσᾶς καὶ εἶπεν πρὸς τὸν λαόν Ἱκανούσϑω ὑμῖν ἀναβαίνειν εἰς Ιερουσαλημ· ἰδοὺ ϑεοί σου, Ισραηλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. 29 καὶ ἔϑετο τὴν μίαν ἐν Βαιϑηλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δαν. 30 καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δαν. 31 καὶ ἐποίησεν οἴκους ἐϕ᾽ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευι. 32 καὶ ἐποίησεν Ιεροβοαμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ιουδα καὶ ἀνέβη ἐπὶ τὸ ϑυσιαστήριον, ὃ ἐποίησεν ἐν Βαιϑηλ, τοῦ ϑύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησεν, καὶ παρέστησεν ἐν Βαιϑηλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, ὧν ἐποίησεν. 33 καὶ ἀνέβη ἐπὶ τὸ ϑυσιαστήριον, ὃ ἐποίησεν, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ, ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ισραηλ καὶ ἀνέβη ἐπὶ τὸ ϑυσιαστήριον τοῦ ἐπιϑῦσαι.

Liber Regum tertius Βασιλείων γʹ caput 13

1 Καὶ ἰδοὺ ἄνϑρωπος τοῦ ϑεοῦ ἐξ Ιουδα παρεγένετο ἐν λόγῳ κυρίου εἰς Βαιϑηλ, καὶ Ιεροβοαμ εἱστήκει ἐπὶ τὸ ϑυσιαστήριον τοῦ ἐπιϑῦσαι. 2 καὶ ἐπεκάλεσεν πρὸς τὸ ϑυσιαστήριον ἐν λόγῳ κυρίου καὶ εἶπεν Θυσιαστήριον ϑυσιαστήριον, τάδε λέγει κύριος Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυιδ, Ιωσιας ὄνομα αὐτῷ, καὶ ϑύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ἐπιϑύοντας ἐπὶ σὲ καὶ ὀστᾶ ἀνϑρώπων καύσει ἐπὶ σέ. 3 καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας λέγων Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος λέγων Ἰδοὺ τὸ ϑυσιαστήριον ῥήγνυται, καὶ ἐκχυϑήσεται ἡ πιότης ἡ ἐπ᾽ αὐτῷ. 4 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ιεροβοαμ τῶν λόγων τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ ϑυσιαστήριον τὸ ἐν Βαιϑηλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ ϑυσιαστηρίου λέγων Συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξηράνϑη ἡ χεὶρ αὐτοῦ, ἣν ἐξέτεινεν ἐπ᾽ αὐτόν, καὶ οὐκ ἠδυνήϑη ἐπιστρέψαι αὐτὴν πρὸς ἑαυτόν, 5 καὶ τὸ ϑυσιαστήριον ἐρράγη, καὶ ἐξεχύϑη ἡ πιότης ἀπὸ τοῦ ϑυσιαστηρίου κατὰ τὸ τέρας, ὃ ἔδωκεν ὁ ἄνϑρωπος τοῦ ϑεοῦ ἐν λόγῳ κυρίου. 6 καὶ εἶπεν ὁ βασιλεὺς Ιεροβοαμ τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ Δεήϑητι τοῦ προσώπου κυρίου τοῦ ϑεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρός με. καὶ ἐδεήϑη ὁ ἄνϑρωπος τοῦ ϑεοῦ τοῦ προσώπου κυρίου, καὶ ἐπέστρεψεν τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐγένετο καϑὼς τὸ πρότερον. 7 καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸς τὸν ἄνϑρωπον τοῦ ϑεοῦ Εἴσελϑε μετ᾽ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ δώσω σοι δόμα. 8 καὶ εἶπεν ὁ ἄνϑρωπος τοῦ ϑεοῦ πρὸς τὸν βασιλέα Ἐάν μοι δῷς τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ οὐδὲ μὴ ϕάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ. 9 ὅτι οὕτως ἐνετείλατό μοι ἐν λόγῳ κύριος λέγων Μὴ ϕάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύϑης ἐν αὐτῇ. 10 καὶ ἀπῆλϑεν ἐν ὁδῷ ἄλλῃ καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ, ᾗ ἦλϑεν ἐν αὐτῇ εἰς Βαιϑηλ. 11 Καὶ προϕήτης εἷς πρεσβύτης κατῴκει ἐν Βαιϑηλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ ἅπαντα τὰ ἔργα, ἃ ἐποίησεν ὁ ἄνϑρωπος τοῦ ϑεοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν Βαιϑηλ, καὶ τοὺς λόγους, οὓς ἐλάλησεν τῷ βασιλεῖ· καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν. 12 καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν λέγων Ποίᾳ ὁδῷ πεπόρευται; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδὸν, ἐν ᾗ ἀνῆλϑεν ὁ ἄνϑρωπος τοῦ ϑεοῦ ὁ ἐλϑὼν ἐξ Ιουδα. 13 καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Ἐπισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπ᾽ αὐτόν. 14 καὶ ἐπορεύϑη κατόπισϑεν τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ καὶ εὗρεν αὐτὸν καϑήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἄνϑρωπος τοῦ ϑεοῦ ὁ ἐληλυϑὼς ἐξ Ιουδα; καὶ εἶπεν αὐτῷ Ἐγώ. 15 καὶ εἶπεν αὐτῷ Δεῦρο μετ᾽ ἐμοῦ καὶ ϕάγε ἄρτον. 16 καὶ εἶπεν Οὐ μὴ δύνωμαι τοῦ ἐπιστρέψαι μετὰ σοῦ οὐδὲ μὴ ϕάγομαι ἄρτον οὐδὲ πίομαι ὕδωρ ἐν τῷ τόπῳ τούτῳ· 17 ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ κύριος λέγων Μὴ ϕάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ ἐκεῖ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύϑης ἐν αὐτῇ. 18 καὶ εἶπεν πρὸς αὐτόν Κἀγὼ προϕήτης εἰμὶ καϑὼς σύ, καὶ ἄγγελος λελάληκεν πρός με ἐν ῥήματι κυρίου λέγων Ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ ϕαγέτω ἄρτον καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ. 19 καὶ ἐπέστρεψεν αὐτόν, καὶ ἔϕαγεν ἄρτον καὶ ἔπιεν ὕδωρ ἐν τῷ οἴκῳ αὐτοῦ. 20 καὶ ἐγένετο αὐτῶν καϑημένων ἐπὶ τῆς τραπέζης καὶ ἐγένετο λόγος κυρίου πρὸς τὸν προϕήτην τὸν ἐπιστρέψαντα αὐτὸν 21 καὶ εἶπεν πρὸς τὸν ἄνϑρωπον τοῦ ϑεοῦ τὸν ἥκοντα ἐξ Ιουδα λέγων Τάδε λέγει κύριος Ἀνϑ ὧν παρεπίκρανας τὸ ῥῆμα κυρίου καὶ οὐκ ἐϕύλαξας τὴν ἐντολήν, ἣν ἐνετείλατό σοι κύριος ὁ ϑεός σου, 22 καὶ ἐπέστρεψας καὶ ἔϕαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ᾧ ἐλάλησεν πρὸς σὲ λέγων Μὴ ϕάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλϑῃ τὸ σῶμά σου εἰς τὸν τάϕον τῶν πατέρων σου. 23 καὶ ἐγένετο μετὰ τὸ ϕαγεῖν ἄρτον καὶ πιεῖν ὕδωρ καὶ ἐπέσαξεν αὐτῷ τὸν ὄνον, καὶ ἐπέστρεψεν. 24 καὶ ἀπῆλϑεν, καὶ εὗρεν αὐτὸν λέων ἐν τῇ ὁδῷ καὶ ἐϑανάτωσεν αὐτόν, καὶ ἦν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος εἱστήκει παρ᾽ αὐτό, καὶ ὁ λέων εἱστήκει παρὰ τὸ σῶμα. 25 καὶ ἰδοὺ ἄνδρες παραπορευόμενοι καὶ εἶδον τὸ ϑνησιμαῖον ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ λέων εἱστήκει ἐχόμενα τοῦ ϑνησιμαίου· καὶ εἰσῆλϑον καὶ ἐλάλησαν ἐν τῇ πόλει, οὗ ὁ προϕήτης ὁ πρεσβύτης κατῴκει ἐν αὐτῇ. 26 καὶ ἤκουσεν ὁ ἐπιστρέψας αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ εἶπεν Ὁ ἄνϑρωπος τοῦ ϑεοῦ οὗτός ἐστιν, ὃς παρεπίκρανε τὸ ῥῆμα κυρίου. 28 καὶ ἐπορεύϑη καὶ εὗρεν τὸ σῶμα αὐτοῦ ἐρριμμένον ἐν τῇ ὁδῷ, καὶ ὁ ὄνος καὶ ὁ λέων εἱστήκεισαν παρὰ τὸ σῶμα, καὶ οὐκ ἔϕαγεν ὁ λέων τὸ σῶμα τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ καὶ οὐ συνέτριψεν τὸν ὄνον. 29 καὶ ἦρεν ὁ προϕήτης τὸ σῶμα τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ καὶ ἐπέϑηκεν αὐτὸ ἐπὶ τὸν ὄνον, καὶ ἐπέστρεψεν αὐτὸν εἰς τὴν πόλιν ὁ προϕήτης τοῦ ϑάψαι αὐτὸν 30 ἐν τῷ τάϕῳ ἑαυτοῦ· καὶ ἐκόψαντο αὐτόν Οὐαὶ ἀδελϕέ. 31 καὶ ἐγένετο μετὰ τὸ κόψασϑαι αὐτὸν καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ λέγων Ἐὰν ἀποϑάνω, ϑάψατέ με ἐν τῷ τάϕῳ τούτῳ, οὗ ὁ ἄνϑρωπος τοῦ ϑεοῦ τέϑαπται ἐν αὐτῷ· παρὰ τὰ ὀστᾶ αὐτοῦ ϑέτε με, ἵνα σωϑῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ· 32 ὅτι γινόμενον ἔσται τὸ ῥῆμα, ὃ ἐλάλησεν ἐν λόγῳ κυρίου ἐπὶ τοῦ ϑυσιαστηρίου τοῦ ἐν Βαιϑηλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ. 33 Καὶ μετὰ τὸ ῥῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ιεροβοαμ ἀπὸ τῆς κακίας αὐτοῦ καὶ ἐπέστρεψεν καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν· ὁ βουλόμενος, ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά. 34 καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ιεροβοαμ καὶ εἰς ὄλεϑρον καὶ εἰς ἀϕανισμὸν ἀπὸ προσώπου τῆς γῆς. 21 Καὶ Ροβοαμ υἱὸς Σαλωμων ἐβασίλευσεν ἐπὶ Ιουδα· υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτῶν Ροβοαμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δέκα ἑπτὰ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ τῇ πόλει, ἣν ἐξελέξατο κύριος ϑέσϑαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν ϕυλῶν τοῦ Ισραηλ· καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααμα ἡ Αμμανῖτις. 22 καὶ ἐποίησεν Ροβοαμ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν, οἷς ἐποίησαν οἱ πατέρες αὐτοῦ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτῶν, αἷς ἥμαρτον, 23 καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου· 24 καὶ σύνδεσμος ἐγενήϑη ἐν τῇ γῇ, καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐϑνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ. – 25 καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ πέμπτῳ βασιλεύοντος Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ 26 καὶ ἔλαβεν πάντας τοὺς ϑησαυροὺς οἴκου κυρίου καὶ τοὺς ϑησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσᾶ, ἃ ἔλαβεν Δαυιδ ἐκ χειρὸς τῶν παίδων Αδρααζαρ βασιλέως Σουβα καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ιερουσαλημ, τὰ πάντα ἔλαβεν, ὅπλα τὰ χρυσᾶ. 27 καὶ ἐποίησεν Ροβοαμ ὁ βασιλεὺς ὅπλα χαλκᾶ ἀντ αὐτῶν. καὶ ἐπέϑεντο ἐπ᾽ αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων οἱ ϕυλάσσοντες τὸν πυλῶνα οἴκου τοῦ βασιλέως. 28 καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἶκον κυρίου, καὶ ᾖρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ ϑεε τῶν παρατρεχόντων. – 29 καὶ τὰ λοιπὰ τῶν λόγων Ροβοαμ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 30 καὶ πόλεμος ἦν ἀνὰ μέσον Ροβοαμ καὶ ἀνὰ μέσον Ιεροβοαμ πάσας τὰς ἡμέρας. 31 καὶ ἐκοιμήϑη Ροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ϑάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Αβιου υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 14

21 καὶ Ροβοαμ υἱὸς Σαλωμων ἐβασίλευσεν ἐπὶ Ιουδα υἱὸς τεσσαράκοντα καὶ ἑνὸς ἐνιαυτῶν Ροβοαμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δέκα ἑπτὰ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ τῇ πόλει ἣν ἐξελέξατο κύριος θέσθαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν τοῦ Ισραηλ καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νααμα ἡ Αμμανῖτις 22 καὶ ἐποίησεν Ροβοαμ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ παρεζήλωσεν αὐτὸν ἐν πᾶσιν οἷς ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτῶν αἷς ἥμαρτον 23 καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ καὶ στήλας καὶ ἄλση ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου συσκίου 24 καὶ σύνδεσμος ἐγενήθη ἐν τῇ γῇ καὶ ἐποίησαν ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ 25 καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ πέμπτῳ βασιλεύοντος Ροβοαμ ἀνέβη Σουσακιμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ιερουσαλημ 26 καὶ ἔλαβεν πάντας τοὺς θησαυροὺς οἴκου κυρίου καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τὰ δόρατα τὰ χρυσᾶ ἃ ἔλαβεν Δαυιδ ἐκ χειρὸς τῶν παίδων Αδρααζαρ βασιλέως Σουβα καὶ εἰσήνεγκεν αὐτὰ εἰς Ιερουσαλημ τὰ πάντα ἔλαβεν ὅπλα τὰ χρυσᾶ 27 καὶ ἐποίησεν Ροβοαμ ὁ βασιλεὺς ὅπλα χαλκᾶ ἀν{T'} αὐτῶν καὶ ἐπέθεντο ἐ{P'} αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων οἱ φυλάσσοντες τὸν πυλῶνα οἴκου τοῦ βασιλέως 28 καὶ ἐγένετο ὅτε εἰσεπορεύετο ὁ βασιλεὺς εἰς οἶκον κυρίου καὶ ᾖρον αὐτὰ οἱ παρατρέχοντες καὶ ἀπηρείδοντο αὐτὰ εἰς τὸ θεε τῶν παρατρεχόντων 29 καὶ τὰ λοιπὰ τῶν λόγων Ροβοαμ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα 30 ἐν τῷ τάφῳ ἑαυτοῦ καὶ ἐκόψαντο αὐτόν οὐαὶ ἀδελφέ 31 καὶ ἐγένετο μετὰ τὸ κόψασθαι αὐτὸν καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ λέγων ἐὰν ἀποθάνω θάψατέ με ἐν τῷ τάφῳ τούτῳ οὗ ὁ ἄνθρωπος τοῦ θεοῦ τέθαπται ἐν αὐτῷ παρὰ τὰ ὀστᾶ αὐτοῦ θέτε με ἵνα σωθῶσι τὰ ὀστᾶ μου μετὰ τῶν ὀστῶν αὐτοῦ 32 ὅτι γινόμενον ἔσται τὸ ῥῆμα ὃ ἐλάλησεν ἐν λόγῳ κυρίου ἐπὶ τοῦ θυσιαστηρίου τοῦ ἐν Βαιθηλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ. 33 καὶ μετὰ τὸ ῥῆμα τοῦτο οὐκ ἐπέστρεψεν Ιεροβοαμ ἀπὸ τῆς κακίας αὐτοῦ καὶ ἐπέστρεψεν καὶ ἐποίησεν ἐκ μέρους τοῦ λαοῦ ἱερεῖς ὑψηλῶν ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ καὶ ἐγίνετο ἱερεὺς εἰς τὰ ὑψηλά 34 καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο εἰς ἁμαρτίαν τῷ οἴκῳ Ιεροβοαμ καὶ εἰς ὄλεθρον καὶ εἰς ἀφανισμὸν ἀπὸ προσώπου τῆς γῆς.

Liber Regum tertius Βασιλείων γʹ caput 15

1 Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ιεροβοαμ υἱοῦ Ναβατ βασιλεύει Αβιου υἱὸς Ροβοαμ ἐπὶ Ιουδα 2 καὶ ἓξ ἔτη ἐβασίλευσεν, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχα ϑυγάτηρ Αβεσσαλωμ. 3 καὶ ἐπορεύϑη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ, αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ κυρίου ϑεοῦ αὐτοῦ ὡς ἡ καρδία Δαυιδ τοῦ πατρὸς αὐτοῦ. 4 ὅτι διὰ Δαυιδ ἔδωκεν αὐτῷ κύριος κατάλειμμα, ἵνα στήσῃ τέκνα αὐτοῦ μετ᾽ αὐτὸν καὶ στήσῃ τὴν Ιερουσαλημ, 5 ὡς ἐποίησεν Δαυιδ τὸ εὐϑὲς ἐνώπιον κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων, ὧν ἐνετείλατο αὐτῷ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 7 καὶ τὰ λοιπὰ τῶν λόγων Αβιου καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; καὶ πόλεμος ἦν ἀνὰ μέσον Αβιου καὶ ἀνὰ μέσον Ιεροβοαμ. 8 καὶ ἐκοιμήϑη Αβιου μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ιεροβοαμ καὶ ϑάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ βασιλεύει Ασα υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 9 Ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ιεροβοαμ βασιλέως Ισραηλ βασιλεύει Ασα ἐπὶ Ιουδαν 10 καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ανα ϑυγάτηρ Αβεσσαλωμ. 11 καὶ ἐποίησεν Ασα τὸ εὐϑὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ. 12 καὶ ἀϕεῖλεν τὰς τελετὰς ἀπὸ τῆς γῆς καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα, ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. 13 καὶ τὴν Ανα τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι ἡγουμένην, καϑὼς ἐποίησεν σύνοδον ἐν τῷ ἄλσει αὐτῆς, καὶ ἐξέκοψεν Ασα τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησεν πυρὶ ἐν τῷ χειμάρρῳ Κεδρων. 14 τὰ δὲ ὑψηλὰ οὐκ ἐξῆρεν· πλὴν ἡ καρδία Ασα ἦν τελεία μετὰ κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ. 15 καὶ εἰσήνεγκεν τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον κυρίου, ἀργυροῦς καὶ χρυσοῦς καὶ σκεύη. – 16 καὶ πόλεμος ἦν ἀνὰ μέσον Ασα καὶ ἀνὰ μέσον Βαασα βασιλέως Ισραηλ πάσας τὰς ἡμέρας. 17 καὶ ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ᾠκοδόμησεν τὴν Ραμα τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ασα βασιλεῖ Ιουδα. 18 καὶ ἔλαβεν Ασα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεϑὲν ἐν τοῖς ϑησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ασα πρὸς υἱὸν Αδερ υἱὸν Ταβερεμμαν υἱοῦ Αζιν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων 19 Διάϑου διαϑήκην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον, δεῦρο διασκέδασον τὴν διαϑήκην σου τὴν πρὸς Βαασα βασιλέα Ισραηλ, καὶ ἀναβήσεται ἀπ᾽ ἐμοῦ. 20 καὶ ἤκουσεν υἱὸς Αδερ τοῦ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῶν δυνάμεων τῶν αὐτοῦ ταῖς πόλεσιν τοῦ Ισραηλ καὶ ἐπάταξεν τὴν Αιν καὶ τὴν Δαν καὶ τὴν Αβελμαα καὶ πᾶσαν τὴν Χεζραϑ ἕως πάσης τῆς γῆς Νεϕϑαλι. 21 καὶ ἐγένετο ὡς ἤκουσεν Βαασα, καὶ διέλιπεν τοῦ οἰκοδομεῖν τὴν Ραμα καὶ ἀνέστρεψεν εἰς Θερσα. 22 καὶ ὁ βασιλεὺς Ασα παρήγγειλεν παντὶ Ιουδα εἰς Αινακιμ, καὶ αἴρουσιν τοὺς λίϑους τῆς Ραμα καὶ τὰ ξύλα αὐτῆς, ἃ ᾠκοδόμησεν Βαασα, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ασα πᾶν βουνὸν Βενιαμιν καὶ τὴν σκοπιάν. – 23 καὶ τὰ λοιπὰ τῶν λόγων Ασα καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, ἣν ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσεν τοὺς πόδας αὐτοῦ. 24 καὶ ἐκοιμήϑη Ασα καὶ ϑάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ βασιλεύει Ιωσαϕατ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 25 Καὶ Ναδαβ υἱὸς Ιεροβοαμ βασιλεύει ἐπὶ Ισραηλ ἐν ἔτει δευτέρῳ τοῦ Ασα βασιλέως Ιουδα καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἔτη δύο. 26 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύϑη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτεν τὸν Ισραηλ. 27 καὶ περιεκάϑισεν αὐτὸν Βαασα υἱὸς Αχια ἐπὶ τὸν οἶκον Βελααν καὶ ἐπάταξεν αὐτὸν ἐν Γαβαϑων τῇ τῶν ἀλλοϕύλων, καὶ Ναδαβ καὶ πᾶς Ισραηλ περιεκάϑητο ἐπὶ Γαβαϑων. 28 καὶ ἐϑανάτωσεν αὐτὸν Βαασα ἐν ἔτει τρίτῳ τοῦ Ασα υἱοῦ Αβιου βασιλέως Ιουδα καὶ ἐβασίλευσεν. 29 καὶ ἐγένετο ὡς ἐβασίλευσεν, καὶ ἐπάταξεν τὸν οἶκον Ιεροβοαμ καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ιεροβοαμ ἕως τοῦ ἐξολεϑρεῦσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Αχια τοῦ Σηλωνίτου 30 περὶ τῶν ἁμαρτιῶν Ιεροβοαμ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ, ᾧ παρώργισεν τὸν κύριον ϑεὸν τοῦ Ισραηλ. 31 καὶ τὰ λοιπὰ τῶν λόγων Ναδαβ καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ; 33 Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ Ασα βασιλέως Ιουδα βασιλεύει Βαασα υἱὸς Αχια ἐπὶ Ισραηλ ἐν Θερσα εἴκοσι καὶ τέσσαρα ἔτη. 34 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύϑη ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ. –

Liber Regum tertius Βασιλείων γʹ caput 16

1 καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Ιου υἱοῦ Ανανι πρὸς Βαασα 2 Ἀνϑ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ ἐπορεύϑης ἐν τῇ ὁδῷ Ιεροβοαμ καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ισραηλ τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, 3 ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασα καὶ ὄπισϑεν τοῦ οἴκου αὐτοῦ καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ· 4 τὸν τεϑνηκότα τοῦ Βαασα ἐν τῇ πόλει, καταϕάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεϑνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ, καταϕάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ. – 5 καὶ τὰ λοιπὰ τῶν λόγων Βαασα καὶ πάντα, ἃ ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; 6 καὶ ἐκοιμήϑη Βαασα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ϑάπτεται ἐν Θερσα, καὶ βασιλεύει Ηλα υἱὸς αὐτοῦ ἀντ αὐτοῦ ἐν τῷ εἰκοστῷ ἔτει βασιλέως Ασα. 7 καὶ ἐν χειρὶ Ιου υἱοῦ Ανανι ἐλάλησεν κύριος ἐπὶ Βαασα καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πᾶσαν τὴν κακίαν, ἣν ἐποίησεν ἐνώπιον κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ, τοῦ εἶναι κατὰ τὸν οἶκον Ιεροβοαμ καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν. 8 Καὶ Ηλα υἱὸς Βαασα ἐβασίλευσεν ἐπὶ Ισραηλ δύο ἔτη ἐν Θερσα. 9 καὶ συνέστρεψεν ἐπ᾽ αὐτὸν Ζαμβρι ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσα πίνων μεϑύων ἐν τῷ οἴκῳ Ωσα τοῦ οἰκονόμου ἐν Θερσα· 10 καὶ εἰσῆλϑεν Ζαμβρι καὶ ἐπάταξεν αὐτὸν καὶ ἐϑανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ. 11 καὶ ἐγενήϑη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καϑίσαι αὐτὸν ἐπὶ τοῦ ϑρόνου αὐτοῦ καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασα 12 κατὰ τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Βαασα πρὸς Ιου τὸν προϕήτην 13 περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασα καὶ Ηλα τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι κύριον τὸν ϑεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν. 14 καὶ τὰ λοιπὰ τῶν λόγων Ηλα καὶ πάντα, ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; 15 Καὶ Ζαμβρι ἐβασίλευσεν ἑπτὰ ἡμέρας ἐν Θερσα. καὶ ἡ παρεμβολὴ Ισραηλ ἐπὶ Γαβαϑων τὴν τῶν ἀλλοϕύλων, 16 καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ λεγόντων Συνεστράϕη Ζαμβρι καὶ ἔπαισεν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ισραηλ τὸν Αμβρι τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ. 17 καὶ ἀνέβη Αμβρι καὶ πᾶς Ισραηλ μετ᾽ αὐτοῦ ἐκ Γαβαϑων καὶ περιεκάϑισαν ἐπὶ Θερσα. 18 καὶ ἐγενήϑη ὡς εἶδεν Ζαμβρι ὅτι προκατείλημπται αὐτοῦ ἡ πόλις, καὶ εἰσπορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ᾽ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως ἐν πυρὶ καὶ ἀπέϑανεν 19 ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐποίησεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου πορευϑῆναι ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ισραηλ. 20 καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρι καὶ τὰς συνάψεις αὐτοῦ, ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; 21 Τότε μερίζεται ὁ λαὸς Ισραηλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνι υἱοῦ Γωναϑ τοῦ βασιλεῦσαι αὐτόν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Αμβρι. 22 ὁ λαὸς ὁ ὢν ὀπίσω Αμβρι ὑπερεκράτησεν τὸν λαὸν τὸν ὀπίσω Θαμνι υἱοῦ Γωναϑ, καὶ ἀπέϑανεν Θαμνι καὶ Ιωραμ ὁ ἀδελϕὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν Αμβρι μετὰ Θαμνι. 23 ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ασα βασιλεύει Αμβρι ἐπὶ Ισραηλ δώδεκα ἔτη. ἐν Θερσα βασιλεύει ἓξ ἔτη· 24 καὶ ἐκτήσατο Αμβρι τὸ ὄρος τὸ Σεμερων παρὰ Σεμηρ τοῦ κυρίου τοῦ ὄρους δύο ταλάντων ἀργυρίου καὶ ᾠκοδόμησεν τὸ ὄρος καὶ ἐπεκάλεσεν τὸ ὄνομα τοῦ ὄρους, οὗ ᾠκοδόμεσεν, ἐπὶ τῷ ὀνόματι Σεμηρ τοῦ κυρίου τοῦ ὄρους Σαεμηρων. 25 καὶ ἐποίησεν Αμβρι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσϑεν αὐτοῦ· 26 καὶ ἐπορεύϑη ἐν πάσῃ ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἐξήμαρτεν τὸν Ισραηλ τοῦ παροργίσαι τὸν κύριον ϑεὸν Ισραηλ ἐν τοῖς ματαίοις αὐτῶν. 27 καὶ τὰ λοιπὰ τῶν λόγων Αμβρι καὶ πάντα, ἃ ἐποίησεν, καὶ ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; 28 καὶ ἐκοιμήϑη Αμβρι μετὰ τῶν πατέρων αὐτοῦ καὶ ϑάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Αχααβ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 28 a Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ τοῦ Αμβρι βασιλεύει Ιωσαϕατ υἱὸς Ασα ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβα ϑυγάτηρ Σελει. 29 καὶ ἐπορεύϑη ἐν τῇ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾽ αὐτῆς τοῦ ποιεῖν τὸ εὐϑὲς ἐνώπιον κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν, ἔϑυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐϑυμίων. 30 καὶ ἃ συνέϑετο Ιωσαϕατ, καὶ πᾶσα ἡ δυναστεία, ἣν ἐποίησεν, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα; 31 καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν, ἃς ἐπέϑεντο ἐν ταῖς ἡμέραις Ασα τοῦ πατρὸς αὐτοῦ, ἐξῆρεν ἀπὸ τῆς γῆς. 32 καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ νασιβ. 33 καὶ ὁ βασιλεὺς Ιωσαϕατ ἐποίησεν ναῦν εἰς Θαρσις πορεύεσϑαι εἰς Σωϕιρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύϑη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιωνγαβερ. 34 τότε εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ Ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί· καὶ οὐκ ἐβούλετο Ιωσαϕατ. 29 καὶ ἐκοιμήϑη Ιωσαϕατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ϑάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. Ἐν ἔτει δευτέρῳ τῷ Ιωσαϕατ βασιλεύει Αχααβ υἱὸς Αμβρι· ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη. 30 καὶ ἐποίησεν Αχααβ τὸ πονηρὸν ἐνώπιον κυρίου, ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσϑεν αὐτοῦ· 31 καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσϑαι ἐν ταῖς ἁμαρτίαις Ιεροβοαμ υἱοῦ Ναβατ, καὶ ἔλαβεν γυναῖκα τὴν Ιεζαβελ ϑυγατέρα Ιεϑεβααλ βασιλέως Σιδωνίων καὶ ἐπορεύϑη καὶ ἐδούλευσεν τῷ Βααλ καὶ προσεκύνησεν αὐτῷ. 32 καὶ ἔστησεν ϑυσιαστήριον τῷ Βααλ ἐν οἴκῳ τῶν προσοχϑισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ, 33 καὶ ἐποίησεν Αχααβ ἄλσος, καὶ προσέϑηκεν Αχααβ τοῦ ποιῆσαι παροργίσματα τοῦ παροργίσαι τὴν ψυχὴν αὐτοῦ τοῦ ἐξολεϑρευϑῆναι· ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ισραηλ τοὺς γενομένους ἔμπροσϑεν αὐτοῦ. – 34 ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Αχιηλ ὁ Βαιϑηλίτης τὴν Ιεριχω· ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ αὐτοῦ ἐϑεμελίωσεν αὐτὴν καὶ τῷ Σεγουβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησεν ϑύρας αὐτῆς κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ιησου υἱοῦ Ναυη.

Liber Regum tertius Βασιλείων γʹ caput 17

1 Καὶ εἶπεν Ηλιου ὁ προϕήτης ὁ Θεσβίτης ἐκ Θεσβων τῆς Γαλααδ πρὸς Αχααβ Ζῇ κύριος ὁ ϑεὸς τῶν δυνάμεων ὁ ϑεὸς Ισραηλ, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ὅτι εἰ μὴ διὰ στόματος λόγου μου. 2 καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου 3 Πορεύου ἐντεῦϑεν κατὰ ἀνατολὰς καὶ κρύβηϑι ἐν τῷ χειμάρρῳ Χορραϑ τοῦ ἐπὶ προσώπου τοῦ Ιορδάνου· 4 καὶ ἔσται ἐκ τοῦ χειμάρρου πίεσαι ὕδωρ, καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέϕειν σε ἐκεῖ. 5 καὶ ἐποίησεν Ηλιου κατὰ τὸ ῥῆμα κυρίου καὶ ἐκάϑισεν ἐν τῷ χειμάρρῳ Χορραϑ ἐπὶ προσώπου τοῦ Ιορδάνου. 6 καὶ οἱ κόρακες ἔϕερον αὐτῷ ἄρτους τὸ πρωῒ καὶ κρέα τὸ δείλης, καὶ ἐκ τοῦ χειμάρρου ἔπινεν ὕδωρ. 7 Καὶ ἐγένετο μετὰ ἡμέρας καὶ ἐξηράνϑη ὁ χειμάρρους, ὅτι οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. 8 καὶ ἐγένετο ῥῆμα κυρίου πρὸς Ηλιου 9 Ἀνάστηϑι καὶ πορεύου εἰς Σαρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντέταλμαι ἐκεῖ γυναικὶ χήρᾳ τοῦ διατρέϕειν σε. 10 καὶ ἀνέστη καὶ ἐπορεύϑη εἰς Σαρεπτα εἰς τὸν πυλῶνα τῆς πόλεως, καὶ ἰδοὺ ἐκεῖ γυνὴ χήρα συνέλεγεν ξύλα· καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν αὐτῇ Λαβὲ δή μοι ὀλίγον ὕδωρ εἰς ἄγγος καὶ πίομαι. 11 καὶ ἐπορεύϑη λαβεῖν, καὶ ἐβόησεν ὀπίσω αὐτῆς Ηλιου καὶ εἶπεν Λήμψῃ δή μοι ψωμὸν ἄρτου ἐν τῇ χειρί σου. 12 καὶ εἶπεν ἡ γυνή Ζῇ κύριος ὁ ϑεός σου, εἰ ἔστιν μοι ἐγκρυϕίας ἀλλ᾽ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ καὶ ὀλίγον ἔλαιον ἐν τῷ καψάκῃ· καὶ ἰδοὺ ἐγὼ συλλέγω δύο ξυλάρια καὶ εἰσελεύσομαι καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ ϕαγόμεϑα καὶ ἀποϑανούμεϑα. 13 καὶ εἶπεν πρὸς αὐτὴν Ηλιου Θάρσει, εἴσελϑε καὶ ποίησον κατὰ τὸ ῥῆμά σου· ἀλλὰ ποίησον ἐμοὶ ἐκεῖϑεν ἐγκρυϕίαν μικρὸν ἐν πρώτοις καὶ ἐξοίσεις μοι, σαυτῇ δὲ καὶ τοῖς τέκνοις σου ποιήσεις ἐπ᾽ ἐσχάτου· 14 ὅτι τάδε λέγει κύριος Ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει ἕως ἡμέρας τοῦ δοῦναι κύριον τὸν ὑετὸν ἐπὶ τῆς γῆς. 15 καὶ ἐπορεύϑη ἡ γυνὴ καὶ ἐποίησεν· καὶ ἤσϑιεν αὐτὴ καὶ αὐτὸς καὶ τὰ τέκνα αὐτῆς. 16 καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐξέλιπεν καὶ ὁ καψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονώϑη κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ηλιου. 17 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἠρρώστησεν ὁ υἱὸς τῆς γυναικὸς τῆς κυρίας τοῦ οἴκου, καὶ ἦν ἡ ἀρρωστία αὐτοῦ κραταιὰ σϕόδρα, ἕως οὗ οὐχ ὑπελείϕϑη ἐν αὐτῷ πνεῦμα. 18 καὶ εἶπεν πρὸς Ηλιου Τί ἐμοὶ καὶ σοί, ἄνϑρωπε τοῦ ϑεοῦ; εἰσῆλϑες πρός με τοῦ ἀναμνῆσαι τὰς ἀδικίας μου καὶ ϑανατῶσαι τὸν υἱόν μου. 19 καὶ εἶπεν Ηλιου πρὸς τὴν γυναῖκα Δός μοι τὸν υἱόν σου. καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ κόλπου αὐτῆς καὶ ἀνήνεγκεν αὐτὸν εἰς τὸ ὑπερῷον, ἐν ᾧ αὐτὸς ἐκάϑητο ἐκεῖ, καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ. 20 καὶ ἀνεβόησεν Ηλιου καὶ εἶπεν Οἴμμοι, κύριε ὁ μάρτυς τῆς χήρας, μεϑ᾽ ἧς ἐγὼ κατοικῶ μετ᾽ αὐτῆς, σὺ κεκάκωκας τοῦ ϑανατῶσαι τὸν υἱὸν αὐτῆς. 21 καὶ ἐνεϕύσησεν τῷ παιδαρίῳ τρὶς καὶ ἐπεκαλέσατο τὸν κύριον καὶ εἶπεν Κύριε ὁ ϑεός μου, ἐπιστραϕήτω δὴ ἡ ψυχὴ τοῦ παιδαρίου τούτου εἰς αὐτόν. 22 καὶ ἐγένετο οὕτως, καὶ ἀνεβόησεν τὸ παιδάριον. 23 καὶ κατήγαγεν αὐτὸν ἀπὸ τοῦ ὑπερῴου εἰς τὸν οἶκον καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν Ηλιου Βλέπε, ζῇ ὁ υἱός σου. 24 καὶ εἶπεν ἡ γυνὴ πρὸς Ηλιου Ἰδοὺ ἔγνωκα ὅτι ἄνϑρωπος ϑεοῦ εἶ σὺ καὶ ῥῆμα κυρίου ἐν στόματί σου ἀληϑινόν.

Liber Regum tertius Βασιλείων γʹ caput 18

1 Καὶ ἐγένετο μεϑ᾽ ἡμέρας πολλὰς καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς Ηλιου ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων Πορεύϑητι καὶ ὄϕϑητι τῷ Αχααβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς. 2 καὶ ἐπορεύϑη Ηλιου τοῦ ὀϕϑῆναι τῷ Αχααβ. – καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ. 3 καὶ ἐκάλεσεν Αχααβ τὸν Αβδιου τὸν οἰκονόμον· [καὶ Αβδιου ἦν ϕοβούμενος τὸν κύριον σϕόδρα, 4 καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ιεζαβελ τοὺς προϕήτας κυρίου καὶ ἔλαβεν Αβδιου ἑκατὸν ἄνδρας προϕήτας καὶ ἔκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ διέτρεϕεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι·] 5 καὶ εἶπεν Αχααβ πρὸς Αβδιου Δεῦρο καὶ διέλϑωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὕρωμεν βοτάνην καὶ περιποιησώμεϑα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοϑρευϑήσονται ἀπὸ τῶν κτηνῶν. 6 καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελϑεῖν αὐτήν· Αχααβ ἐπορεύϑη ἐν ὁδῷ μιᾷ μόνος, καὶ Αβδιου ἐπορεύϑη ἐν ὁδῷ ἄλλῃ μόνος. – 7 καὶ ἦν Αβδιου ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλϑεν Ηλιου εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Αβδιου ἔσπευσεν καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ηλιου; 8 καὶ εἶπεν Ηλιου αὐτῷ Ἐγώ· πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου. 9 καὶ εἶπεν Αβδιου Τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Αχααβ τοῦ ϑανατῶσαί με; 10 ζῇ κύριος ὁ ϑεός σου, εἰ ἔστιν ἔϑνος ἢ βασιλεία, οὗ οὐκ ἀπέσταλκεν ὁ κύριός μου ζητεῖν σε, καὶ εἶπον Οὐκ ἔστιν· καὶ ἐνέπρησεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέν σε. 11 καὶ νῦν σὺ λέγεις Πορεύου ἀνάγγελλε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου· 12 καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλϑω ἀπὸ σοῦ, καὶ πνεῦμα κυρίου ἀρεῖ σε εἰς γῆν, ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Αχααβ, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστιν ϕοβούμενος τὸν κύριον ἐκ νεότητος αὐτοῦ. 13 ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προϕήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προϕητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔϑρεψα ἐν ἄρτοις καὶ ὕδατι; 14 καὶ νῦν σὺ λέγεις μοι Πορεύου λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ηλιου· καὶ ἀποκτενεῖ με. 15 καὶ εἶπεν Ηλιου Ζῇ κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀϕϑήσομαι αὐτῷ. 16 καὶ ἐπορεύϑη Αβδιου εἰς συναντὴν τῷ Αχααβ καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Αχααβ καὶ ἐπορεύϑη εἰς συνάντησιν Ηλιου. 17 Καὶ ἐγένετο ὡς εἶδεν Αχααβ τὸν Ηλιου, καὶ εἶπεν Αχααβ πρὸς Ηλιου Εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέϕων τὸν Ισραηλ; 18 καὶ εἶπεν Ηλιου Οὐ διαστρέϕω τὸν Ισραηλ, ὅτι ἀλλ᾽ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύριον ϑεὸν ὑμῶν καὶ ἐπορεύϑης ὀπίσω τῶν Βααλιμ· 19 καὶ νῦν ἀπόστειλον συνάϑροισον πρός με πάντα Ισραηλ εἰς ὄρος τὸ Καρμήλιον καὶ τοὺς προϕήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα καὶ τοὺς προϕήτας τῶν ἀλσῶν τετρακοσίους ἐσϑίοντας τράπεζαν Ιεζαβελ. 20 καὶ ἀπέστειλεν Αχααβ εἰς πάντα Ισραηλ καὶ ἐπισυνήγαγεν πάντας τοὺς προϕήτας εἰς ὄρος τὸ Καρμήλιον. 21 καὶ προσήγαγεν Ηλιου πρὸς πάντας, καὶ εἶπεν αὐτοῖς Ηλιου Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾽ ἀμϕοτέραις ταῖς ἰγνύαις; εἰ ἔστιν κύριος ὁ ϑεός, πορεύεσϑε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βααλ αὐτός, πορεύεσϑε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίϑη ὁ λαὸς λόγον. 22 καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Ἐγὼ ὑπολέλειμμαι προϕήτης τοῦ κυρίου μονώτατος, καὶ οἱ προϕῆται τοῦ Βααλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προϕῆται τοῦ ἄλσους τετρακόσιοι· 23 δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσϑωσαν ἑαυτοῖς τὸν ἕνα καὶ μελισάτωσαν καὶ ἐπιϑέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιϑέτωσαν, καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον καὶ πῦρ οὐ μὴ ἐπιϑῶ· 24 καὶ βοᾶτε ἐν ὀνόματι ϑεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι κυρίου τοῦ ϑεοῦ μου, καὶ ἔσται ὁ ϑεός, ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος ϑεός, καὶ ἀπεκρίϑησαν πᾶς ὁ λαὸς καὶ εἶπον Καλὸν τὸ ῥῆμα, ὃ ἐλάλησας. 25 καὶ εἶπεν Ηλιου τοῖς προϕήταις τῆς αἰσχύνης Ἐκλέξασϑε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασϑε ἐν ὀνόματι ϑεοῦ ὑμῶν καὶ πῦρ μὴ ἐπιϑῆτε. 26 καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βααλ ἐκ πρωίϑεν ἕως μεσημβρίας καὶ εἶπον Ἐπάκουσον ἡμῶν, ὁ Βααλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν ϕωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ ϑυσιαστηρίου, οὗ ἐποίησαν. 27 καὶ ἐγένετο μεσημβρίᾳ καὶ ἐμυκτήρισεν αὐτοὺς Ηλιου ὁ Θεσβίτης καὶ εἶπεν Ἐπικαλεῖσϑε ἐν ϕωνῇ μεγάλῃ, ὅτι ϑεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστιν, καὶ ἅμα μήποτε χρηματίζει αὐτός, ἢ μήποτε καϑεύδει αὐτός, καὶ ἐξαναστήσεται. 28 καὶ ἐπεκαλοῦντο ἐν ϕωνῇ μεγάλῃ καὶ κατετέμνοντο κατὰ τὸν ἐϑισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπ᾽ αὐτούς· 29 καὶ ἐπροϕήτευον, ἕως οὗ παρῆλϑεν τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καιρὸς τοῦ ἀναβῆναι τὴν ϑυσίαν καὶ οὐκ ἦν ϕωνή, καὶ ἐλάλησεν Ηλιου ὁ Θεσβίτης πρὸς τοὺς προϕήτας τῶν προσοχϑισμάτων λέγων Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν καὶ ἀπῆλϑον. – 30 καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Προσαγάγετε πρός με· καὶ προσήγαγεν πᾶς ὁ λαὸς πρὸς αὐτόν. 31 καὶ ἔλαβεν Ηλιου δώδεκα λίϑους κατ᾽ ἀριϑμὸν ϕυλῶν τοῦ Ισραηλ, ὡς ἐλάλησεν κύριος πρὸς αὐτὸν λέγων Ισραηλ ἔσται τὸ ὄνομά σου. 32 καὶ ᾠκοδόμησεν τοὺς λίϑους ἐν ὀνόματι κυρίου καὶ ἰάσατο τὸ ϑυσιαστήριον τὸ κατεσκαμμένον καὶ ἐποίησεν ϑααλα χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόϑεν τοῦ ϑυσιαστηρίου. 33 καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ ϑυσιαστήριον, ὃ ἐποίησεν, καὶ ἐμέλισεν τὸ ὁλοκαύτωμα καὶ ἐπέϑηκεν ἐπὶ τὰς σχίδακας καὶ ἐστοίβασεν ἐπὶ τὸ ϑυσιαστήριον. 34 καὶ εἶπεν Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως. καὶ εἶπεν Δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπεν Τρισσώσατε· καὶ ἐτρίσσευσαν. 35 καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ ϑυσιαστηρίου, καὶ τὴν ϑααλα ἔπλησαν ὕδατος. 36 καὶ ἀνεβόησεν Ηλιου εἰς τὸν οὐρανὸν καὶ εἶπεν Κύριε ὁ ϑεὸς Αβρααμ καὶ Ισαακ καὶ Ισραηλ, ἐπάκουσόν μου, κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ ϑεὸς Ισραηλ κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα. 37 ἐπάκουσόν μου, κύριε, ἐπάκουσόν μου ἐν πυρί, καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ εἶ κύριος ὁ ϑεὸς καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω. 38 καὶ ἔπεσεν πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ κατέϕαγεν τὸ ὁλοκαύτωμα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ ϑααλα, καὶ τοὺς λίϑους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ. 39 καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον Ἀληϑῶς κύριός ἐστιν ὁ ϑεός, αὐτὸς ὁ ϑεός. 40 καὶ εἶπεν Ηλιου πρὸς τὸν λαόν Συλλάβετε τοὺς προϕήτας τοῦ Βααλ, μηϑεὶς σωϑήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ηλιου εἰς τὸν χειμάρρουν Κισων καὶ ἔσϕαξεν αὐτοὺς ἐκεῖ. 41 Καὶ εἶπεν Ηλιου τῷ Αχααβ Ἀνάβηϑι καὶ ϕάγε καὶ πίε, ὅτι ϕωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ. 42 καὶ ἀνέβη Αχααβ τοῦ ϕαγεῖν καὶ πιεῖν, καὶ Ηλιου ἀνέβη ἐπὶ τὸν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔϑηκεν τὸ πρόσωπον ἑαυτοῦ ἀνὰ μέσον τῶν γονάτων ἑαυτοῦ. 43 καὶ εἶπεν τῷ παιδαρίῳ αὑτοῦ Ἀνάβηϑι καὶ ἐπίβλεψον ὁδὸν τῆς ϑαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν Οὐκ ἔστιν οὐϑέν. καὶ εἶπεν Ηλιου Καὶ σὺ ἐπίστρεψον ἑπτάκι· καὶ ἐπέστρεψεν τὸ παιδάριον ἑπτάκι. 44 καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ ἰδοὺ νεϕέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν Ἀνάβηϑι καὶ εἰπὸν τῷ Αχααβ Ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηϑι, μὴ καταλάβῃ σε ὁ ὑετός. 45 καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε καὶ ὁ οὐρανὸς συνεσκότασεν νεϕέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιεν καὶ ἐπορεύετο Αχααβ εἰς Ιεζραελ. 46 καὶ χεὶρ κυρίου ἐπὶ τὸν Ηλιου, καὶ συνέσϕιγξεν τὴν ὀσϕὺν αὐτοῦ καὶ ἔτρεχεν ἔμπροσϑεν Αχααβ ἕως Ιεζραελ.

Liber Regum tertius Βασιλείων γʹ caput 19

1 Καὶ ἀνήγγειλεν Αχααβ τῇ Ιεζαβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν Ηλιου, καὶ ὡς ἀπέκτεινεν τοὺς προϕήτας ἐν ῥομϕαίᾳ. 2 καὶ ἀπέστειλεν Ιεζαβελ πρὸς Ηλιου καὶ εἶπεν Εἰ σὺ εἶ Ηλιου καὶ ἐγὼ Ιεζαβελ, τάδε ποιήσαι μοι ὁ ϑεὸς καὶ τάδε προσϑείη, ὅτι ταύτην τὴν ὥραν αὔριον ϑήσομαι τὴν ψυχήν σου καϑὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. 3 καὶ ἐϕοβήϑη Ηλιου καὶ ἀνέστη καὶ ἀπῆλϑεν κατὰ τὴν ψυχὴν ἑαυτοῦ καὶ ἔρχεται εἰς Βηρσαβεε τὴν Ιουδα καὶ ἀϕῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ· 4 καὶ αὐτὸς ἐπορεύϑη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας καὶ ἦλϑεν καὶ ἐκάϑισεν ὑπὸ ραϑμ ἓν καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποϑανεῖν καὶ εἶπεν Ἱκανούσϑω νῦν, λαβὲ δὴ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. 5 καὶ ἐκοιμήϑη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ ϕυτόν, καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστηϑι καὶ ϕάγε. 6 καὶ ἐπέβλεψεν Ηλιου, καὶ ἰδοὺ πρὸς κεϕαλῆς αὐτοῦ ἐγκρυϕίας ὀλυρίτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔϕαγεν καὶ ἔπιεν. καὶ ἐπιστρέψας ἐκοιμήϑη. 7 καὶ ἐπέστρεψεν ὁ ἄγγελος κυρίου ἐκ δευτέρου καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστα ϕάγε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. 8 καὶ ἀνέστη καὶ ἔϕαγεν καὶ ἔπιεν· καὶ ἐπορεύϑη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἕως ὄρους Χωρηβ. 9 καὶ εἰσῆλϑεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦϑα, Ηλιου; 10 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ισραηλ· τὰ ϑυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προϕήτας σου ἀπέκτειναν ἐν ῥομϕαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. 11 καὶ εἶπεν Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ ἐν τῷ πνεύματι κύριος· καὶ μετὰ τὸ πνεῦμα συσσεισμός, οὐκ ἐν τῷ συσσεισμῷ κύριος· 12 καὶ μετὰ τὸν συσσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ πῦρ ϕωνὴ αὔρας λεπτῆς, κακεῖ κύριος. 13 καὶ ἐγένετο ὡς ἤκουσεν Ηλιου, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ καὶ ἐξῆλϑεν καὶ ἔστη ὑπὸ τὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν ϕωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦϑα, Ηλιου; 14 καὶ εἶπεν Ηλιου Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ παντοκράτορι, ὅτι ἐγκατέλιπον τὴν διαϑήκην σου οἱ υἱοὶ Ισραηλ· τὰ ϑυσιαστήριά σου καϑεῖλαν καὶ τοὺς προϕήτας σου ἀπέκτειναν ἐν ῥομϕαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. 15 καὶ εἶπεν κύριος πρὸς αὐτόν Πορεύου ἀνάστρεϕε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ χρίσεις τὸν Αζαηλ εἰς βασιλέα τῆς Συρίας· 16 καὶ τὸν Ιου υἱὸν Ναμεσσι χρίσεις εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ τὸν Ελισαιε υἱὸν Σαϕατ ἀπὸ Αβελμαουλα χρίσεις εἰς προϕήτην ἀντὶ σοῦ. 17 καὶ ἔσται τὸν σῳζόμενον ἐκ ῥομϕαίας Αζαηλ ϑανατώσει Ιου, καὶ τὸν σῳζόμενον ἐκ ῥομϕαίας Ιου ϑανατώσει Ελισαιε. 18 καὶ καταλείψεις ἐν Ισραηλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βααλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ. 19 Καὶ ἀπῆλϑεν ἐκεῖϑεν καὶ εὑρίσκει τὸν Ελισαιε υἱὸν Σαϕατ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν – δώδεκα ζεύγη βοῶν ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα – , καὶ ἐπῆλϑεν ἐπ᾽ αὐτὸν καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ᾽ αὐτόν. 20 καὶ κατέλιπεν Ελισαιε τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ηλιου καὶ εἶπεν Καταϕιλήσω τὸν πατέρα μου καὶ ἀκολουϑήσω ὀπίσω σου· καὶ εἶπεν Ηλιου Ἀνάστρεϕε, ὅτι πεποίηκά σοι. 21 καὶ ἀνέστρεψεν ἐξόπισϑεν αὐτοῦ καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔϑυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκεν τῷ λαῷ, καὶ ἔϕαγον· καὶ ἀνέστη καὶ ἐπορεύϑη ὀπίσω Ηλιου καὶ ἐλειτούργει αὐτῷ.

Liber Regum tertius Βασιλείων γʹ caput 20

1 Καὶ ἀμπελὼν εἷς ἦν τῷ Ναβουϑαι τῷ Ιεζραηλίτῃ παρὰ τῷ ἅλῳ Αχααβ βασιλέως Σαμαρείας. 2 καὶ ἐλάλησεν Αχααβ πρὸς Ναβουϑαι λέγων Δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαϑὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἀντάλλαγμα τοῦ ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων. 3 καὶ εἶπεν Ναβουϑαι πρὸς Αχααβ Μή μοι γένοιτο παρὰ ϑεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί. 4 καὶ ἐγένετο τὸ πνεῦμα Αχααβ τεταραγμένον, καὶ ἐκοιμήϑη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψεν τὸ πρώσωπον αὐτοῦ καὶ οὐκ ἔϕαγεν ἄρτον. 5 καὶ εἰσῆλϑεν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν Τί τὸ πνεῦμά σου τεταραγμένον καὶ οὐκ εἶ σὺ ἐσϑίων ἄρτον; 6 καὶ εἶπεν πρὸς αὐτήν Ὅτι ἐλάλησα πρὸς Ναβουϑαι τὸν Ιεζραηλίτην λέγων Δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλει, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ αὐτοῦ· καὶ εἶπεν Οὐ δώσω σοι κληρονομίαν πατέρων μου. 7 καὶ εἶπεν πρὸς αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ Σὺ νῦν οὕτως ποιεῖς βασιλέα ἐπὶ Ισραηλ; ἀνάστηϑι ϕάγε ἄρτον καὶ σαυτοῦ γενοῦ· ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα Ναβουϑαι τοῦ Ιεζραηλίτου. 8 καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Αχααβ καὶ ἐσϕραγίσατο τῇ σϕραγῖδι αὐτοῦ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευϑέρους τοὺς κατοικοῦντας μετὰ Ναβουϑαι. 9 καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων Νηστεύσατε νηστείαν καὶ καϑίσατε τὸν Ναβουϑαι ἐν ἀρχῇ τοῦ λαοῦ· 10 καὶ ἐγκαϑίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξ ἐναντίας αὐτοῦ, καὶ καταμαρτυρησάτωσαν αὐτοῦ λέγοντες Ηὐλόγησεν ϑεὸν καὶ βασιλέα· καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιϑοβολησάτωσαν αὐτόν, καὶ ἀποϑανέτω. 11 καὶ ἐποίησαν οἱ ἄνδρες τῆς πόλεως αὐτοῦ οἱ πρεσβύτεροι καὶ οἱ ἐλεύϑεροι οἱ κατοικοῦντες ἐν τῇ πόλει αὐτοῦ καϑὰ ἀπέστειλεν πρὸς αὐτοὺς Ιεζαβελ, καϑὰ γέγραπται ἐν τοῖς βιβλίοις, οἷς ἀπέστειλεν πρὸς αὐτούς. 12 ἐκάλεσαν νηστείαν καὶ ἐκάϑισαν τὸν Ναβουϑαι ἐν ἀρχῇ τοῦ λαοῦ, 13 καὶ ἦλϑον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάϑισαν ἐξ ἐναντίας αὐτοῦ καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες Ηὐλόγηκας ϑεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιϑοβόλησαν αὐτὸν λίϑοις, καὶ ἀπέϑανεν. 14 καὶ ἀπέστειλαν πρὸς Ιεζαβελ λέγοντες Λελιϑοβόληται Ναβουϑαι καὶ τέϑνηκεν. 15 καὶ ἐγένετο ὡς ἤκουσεν Ιεζαβελ, καὶ εἶπεν πρὸς Αχααβ Ἀνάστα κληρονόμει τὸν ἀμπελῶνα Ναβουϑαι τοῦ Ιεζραηλίτου, ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου, ὅτι οὐκ ἔστιν Ναβουϑαι ζῶν, ὅτι τέϑνηκεν. 16 καὶ ἐγένετο ὡς ἤκουσεν Αχααβ ὅτι τέϑνηκεν Ναβουϑαι ὁ Ιεζραηλίτης, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη Αχααβ εἰς τὸν ἀμπελῶνα Ναβουϑαι τοῦ Ιεζραηλίτου κληρονομῆσαι αὐτόν. 17 Καὶ εἶπεν κύριος πρὸς Ηλιου τὸν Θεσβίτην λέγων 18 Ἀνάστηϑι καὶ κατάβηϑι εἰς ἀπαντὴν Αχααβ βασιλέως Ισραηλ τοῦ ἐν Σαμαρείᾳ· ἰδοὺ οὗτος ἐν ἀμπελῶνι Ναβουϑαι, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν. 19 καὶ λαλήσεις πρὸς αὐτὸν λέγων Τάδε λέγει κύριος Ὡς σὺ ἐϕόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει κύριος Ἐν παντὶ τόπῳ, ᾧ ἔλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουϑαι, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. 20 καὶ εἶπεν Αχααβ πρὸς Ηλιου Εἰ εὕρηκάς με, ὁ ἐχϑρός μου; καὶ εἶπεν Εὕρηκα, διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου παροργίσαι αὐτόν. 21 τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακὰ καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεϑρεύσω τοῦ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ· 22 καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια περὶ τῶν παροργισμάτων, ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ισραηλ. 23 καὶ τῇ Ιεζαβελ ἐλάλησεν κύριος λέγων Οἱ κύνες καταϕάγονται αὐτὴν ἐν τῷ προτειχίσματι Ιεζραελ. 24 τὸν τεϑνηκότα τοῦ Αχααβ ἐν τῇ πόλει ϕάγονται οἱ κύνες, καὶ τὸν τεϑνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ ϕάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ. 25 πλὴν ματαίως Αχααβ ὡς ἐπράϑη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου, ὡς μετέϑηκεν αὐτὸν Ιεζαβελ ἡ γυνὴ αὐτοῦ· 26 καὶ ἐβδελύχϑη σϕόδρα πορεύεσϑαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα, ἃ ἐποίησεν ὁ Αμορραῖος, ὃν ἐξωλέϑρευσεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ. 27 καὶ ὑπὲρ τοῦ λόγου, ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσεν καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ, ᾗ ἐπάταξεν Ναβουϑαι τὸν Ιεζραηλίτην, 28 καὶ ἐγένετο ῥῆμα κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου περὶ Αχααβ, καὶ εἶπεν κύριος 29 Ἑώρακας ὡς κατενύγη Αχααβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλ᾽ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.

Liber Regum tertius Βασιλείων γʹ caput 21

1 Καὶ συνήϑροισεν υἱὸς Αδερ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάϑισεν ἐπὶ Σαμάρειαν καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ᾽ αὐτοῦ καὶ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάϑισαν ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ᾽ αὐτήν. 2 καὶ ἀπέστειλεν πρὸς Αχααβ βασιλέα Ισραηλ εἰς τὴν πόλιν 3 καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Αδερ Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν. 4 καὶ ἀπεκρίϑη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Καϑὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά. 5 καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Αδερ Ἐγὼ ἀπέσταλκα πρὸς σὲ λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου δώσεις ἐμοί· 6 ὅτι ταύτην τὴν ὥραν αὔριον ἀποστελῶ τοὺς παῖδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σου καὶ τοὺς οἴκους τῶν παίδων σου καὶ ἔσται τὰ ἐπιϑυμήματα ὀϕϑαλμῶν αὐτῶν, ἐϕ᾽ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται. 7 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρός με περὶ τῶν γυναικῶν μου καὶ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ϑυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ᾽ αὐτοῦ. 8 καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούσῃς καὶ μὴ ϑελήσῃς. 9 καὶ εἶπεν τοῖς ἀγγέλοις υἱοῦ Αδερ Λέγετε τῷ κυρίῳ ὑμῶν Πάντα, ὅσα ἀπέσταλκας πρὸς τὸν δοῦλόν σου ἐν πρώτοις, ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὐ δυνήσομαι ποιῆσαι. καὶ ἀπῆραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον. 10 καὶ ἀνταπέστειλεν πρὸς αὐτὸν υἱὸς Αδερ λέγων Τάδε ποιήσαι μοι ὁ ϑεὸς καὶ τάδε προσϑείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου. 11 καὶ ἀπεκρίϑη ὁ βασιλεὺς Ισραηλ καὶ εἶπεν Ἱκανούσϑω· μὴ καυχάσϑω ὁ κυρτὸς ὡς ὁ ὀρϑός. 12 καὶ ἐγένετο ὅτε ἀπεκρίϑη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες οἱ βασιλεῖς μετ᾽ αὐτοῦ ἐν σκηναῖς· καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα· καὶ ἔϑεντο χάρακα ἐπὶ τὴν πόλιν. 13 Καὶ ἰδοὺ προϕήτης εἷς προσῆλϑεν τῷ βασιλεῖ Ισραηλ καὶ εἶπεν Τάδε λέγει κύριος Εἰ ἑόρακας πάντα τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος. 14 καὶ εἶπεν Αχααβ Ἐν τίνι; καὶ εἶπεν Τάδε λέγει κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν. καὶ εἶπεν Αχααβ Τίς συνάψει τὸν πόλεμον; καὶ εἶπεν Σύ. 15 καὶ ἐπεσκέψατο Αχααβ τὰ παιδάρια τῶν ἀρχόντων τῶν χωρῶν, καὶ ἐγένοντο διακόσιοι καὶ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν υἱὸν δυνάμεως, ἑξήκοντα χιλιάδας. 16 καὶ ἐξῆλϑεν μεσημβρίας· καὶ υἱὸς Αδερ πίνων μεϑύων ἐν Σοκχωϑ, αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο βασιλεῖς συμβοηϑοὶ μετ᾽ αὐτοῦ. 17 καὶ ἐξῆλϑον παιδάρια ἀρχόντων τῶν χωρῶν ἐν πρώτοις. καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύϑασιν ἐκ Σαμαρείας. 18 καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην οὗτοι ἐκπορεύονται, συλλάβετε αὐτοὺς ζῶντας, καὶ εἰ εἰς πόλεμον, ζῶντας συλλάβετε αὐτούς· 19 καὶ μὴ ἐξελϑάτωσαν ἐκ τῆς πόλεως τὰ παιδάρια ἀρχόντων τῶν χωρῶν. καὶ ἡ δύναμις ὀπίσω αὐτῶν 20 ἐπάταξεν ἕκαστος τὸν παρ᾽ αὐτοῦ καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ᾽ αὐτοῦ, καὶ ἔϕυγεν Συρία, καὶ κατεδίωξεν αὐτοὺς Ισραηλ· καὶ σῴζεται υἱὸς Αδερ βασιλεὺς Συρίας ἐϕ᾽ ἵππου ἱππέως. 21 καὶ ἐξῆλϑεν βασιλεὺς Ισραηλ καὶ ἔλαβεν πάντας τοὺς ἵππους καὶ τὰ ἅρματα καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ. 22 καὶ προσῆλϑεν ὁ προϕήτης πρὸς βασιλέα Ισραηλ καὶ εἶπεν Κραταιοῦ καὶ γνῶϑι καὶ ἰδὲ τί ποιήσεις, ὅτι ἐπιστρέϕοντος τοῦ ἐνιαυτοῦ υἱὸς Αδερ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ. 23 Καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον Θεὸς ὀρέων ϑεὸς Ισραηλ καὶ οὐ ϑεὸς κοιλάδων, διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς· ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾽ εὐϑύ, εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς. 24 καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ ϑοῦ ἀντ αὐτῶν σατράπας, 25 καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν ἀπὸ σοῦ καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾽ εὐϑὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσεν τῆς ϕωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως. 26 καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Αϕεκα εἰς πόλεμον ἐπὶ Ισραηλ. 27 καὶ οἱ υἱοὶ Ισραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησεν τὴν γῆν. 28 καὶ προσῆλϑεν ὁ ἄνϑρωπος τοῦ ϑεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Τάδε λέγει κύριος Ἀνϑ ὧν εἶπεν Συρία Θεὸς ὀρέων κύριος ὁ ϑεὸς Ισραηλ καὶ οὐ ϑεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος. 29 καὶ παρεμβάλλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ισραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶν μιᾷ ἡμέρᾳ. 30 καὶ ἔϕυγον οἱ κατάλοιποι εἰς Αϕεκα εἰς τὴν πόλιν, καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. – καὶ υἱὸς Αδερ ἔϕυγεν καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον τοῦ κοιτῶνος εἰς τὸ ταμίειον. 31 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιϑώμεϑα δὴ σάκκους ἐπὶ τὰς ὀσϕύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεϕαλὰς ἡμῶν καὶ ἐξέλϑωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν. 32 καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσϕύας αὐτῶν καὶ ἔϑεσαν σχοινία ἐπὶ τὰς κεϕαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰ ἔτι ζῇ; ἀδελϕός μού ἐστιν. 33 καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπον Ἀδελϕός σου υἱὸς Αδερ. καὶ εἶπεν Εἰσέλϑατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλϑεν πρὸς αὐτὸν υἱὸς Αδερ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα. 34 καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις, ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ ἐξόδους ϑήσεις σαυτῷ ἐν Δαμασκῷ, καϑὼς ἔϑετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαϑήκῃ ἐξαποστελῶ σε. καὶ διέϑετο αὐτῷ διαϑήκην καὶ ἐξαπέστειλεν αὐτόν. 35 Καὶ ἄνϑρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προϕητῶν εἶπεν πρὸς τὸν πλησίον αὐτοῦ ἐν λόγῳ κυρίου Πάταξον δή με· καὶ οὐκ ἠϑέλησεν ὁ ἄνϑρωπος πατάξαι αὐτόν. 36 καὶ εἶπεν πρὸς αὐτόν Ἀνϑ ὧν οὐκ ἤκουσας τῆς ϕωνῆς κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ᾽ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλϑεν ἀπ᾽ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν. 37 καὶ εὑρίσκει ἄνϑρωπον ἄλλον καὶ εἶπεν Πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνϑρωπος πατάξας καὶ συνέτριψεν. 38 καὶ ἐπορεύϑη ὁ προϕήτης καὶ ἔστη τῷ βασιλεῖ Ισραηλ ἐπὶ τῆς ὁδοῦ καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀϕϑαλμοὺς αὐτοῦ. 39 καὶ ἐγένετο ὡς ὁ βασιλεὺς παρεπορεύετο, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλϑεν ἐπὶ τὴν στρατιὰν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν πρός με ἄνδρα καὶ εἶπεν πρός με Φύλαξον τοῦτον τὸν ἄνδρα, ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἢ τάλαντον ἀργυρίου στήσεις· 40 καὶ ἐγενήϑη περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ισραηλ Ἰδοὺ καὶ τὰ ἔνεδρα, παρ᾽ ἐμοὶ ἐϕόνευσας. 41 καὶ ἔσπευσεν καὶ ἀϕεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀϕϑαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ισραηλ ὅτι ἐκ τῶν προϕητῶν οὗτος. 42 καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέϑριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. 43 καὶ ἀπῆλϑεν ὁ βασιλεὺς Ισραηλ συγκεχυμένος καὶ ἐκλελυμένος καὶ ἔρχεται εἰς Σαμάρειαν.

Liber Regum tertius Βασιλείων γʹ caput 22

1 Καὶ ἐκάϑισεν τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ισραηλ. 2 καὶ ἐγενήϑη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ιωσαϕατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ. 3 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμαϑ Γαλααδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας; 4 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ Ἀναβήσῃ μεϑ᾽ ἡμῶν εἰς Ρεμμαϑ Γαλααδ εἰς πόλεμον; καὶ εἶπεν Ιωσαϕατ Καϑὼς ἐγὼ οὕτως καὶ σύ, καϑὼς ὁ λαός μου ὁ λαός σου, καϑὼς οἱ ἵπποι μου οἱ ἵπποι σου. 5 καὶ εἶπεν Ιωσαϕατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ Ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον. 6 καὶ συνήϑροισεν ὁ βασιλεὺς Ισραηλ πάντας τοὺς προϕήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Εἰ πορευϑῶ εἰς Ρεμμαϑ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ διδοὺς δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως. 7 καὶ εἶπεν Ιωσαϕατ πρὸς βασιλέα Ισραηλ Οὐκ ἔστιν ὧδε προϕήτης τοῦ κυρίου καὶ ἐπερωτήσομεν τὸν κύριον δι᾽ αὐτοῦ; 8 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ Ἔτι ἔστιν ἀνὴρ εἷς τοῦ ἐπερωτῆσαι τὸν κύριον δι᾽ αὐτοῦ, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά, ἀλλ᾽ ἢ κακά, Μιχαιας υἱὸς Ιεμλα. καὶ εἶπεν Ιωσαϕατ βασιλεὺς Ιουδα Μὴ λεγέτω ὁ βασιλεὺς οὕτως. 9 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μιχαιαν υἱὸν Ιεμλα. 10 καὶ ὁ βασιλεὺς Ισραηλ καὶ Ιωσαϕατ βασιλεὺς Ιουδα ἐκάϑηντο ἀνὴρ ἐπὶ τοῦ ϑρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προϕῆται ἐπροϕήτευον ἐνώπιον αὐτῶν. 11 καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως συντελεσϑῇ. 12 καὶ πάντες οἱ προϕῆται ἐπροϕήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ρεμμαϑ Γαλααδ, καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας. 13 καὶ ὁ ἄγγελος ὁ πορευϑεὶς καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ δὴ λαλοῦσιν πάντες οἱ προϕῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά. 14 καὶ εἶπεν Μιχαιας Ζῇ κύριος ὅτι ἃ ἂν εἴπῃ κύριος πρός με, ταῦτα λαλήσω. 15 καὶ ἦλϑεν πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μιχαια, εἰ ἀναβῶ εἰς Ρεμμαϑ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χεῖρα τοῦ βασιλέως. 16 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήϑειαν ἐν ὀνόματι κυρίου; 17 καὶ εἶπεν Μιχαιας Οὐχ οὕτως· ἑώρακα πάντα τὸν Ισραηλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον, ᾧ οὐκ ἔστιν ποιμήν, καὶ εἶπεν κύριος Οὐ κύριος τούτοις, ἀναστρεϕέτω ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ. 18 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ βασιλέα Ιουδα Οὐκ εἶπα πρὸς σέ Οὐ προϕητεύει οὗτός μοι καλά, διότι ἀλλ᾽ ἢ κακά; 19 καὶ εἶπεν Μιχαιας Οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ῥῆμα κυρίου, οὐχ οὕτως· εἶδον τὸν κύριον ϑεὸν Ισραηλ καϑήμενον ἐπὶ ϑρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ. 20 καὶ εἶπεν κύριος Τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ρεμμαϑ Γαλααδ; καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος οὕτως. 21 καὶ ἐξῆλϑεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν κύριος Ἐν τίνι; 22 καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προϕητῶν αὐτοῦ. καὶ εἶπεν Ἀπατήσεις καί γε δυνήσει, ἔξελϑε καὶ ποίησον οὕτως. 23 καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προϕητῶν σου τούτων, καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. 24 καὶ προσῆλϑεν Σεδεκιου υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν Ποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί; 25 καὶ εἶπεν Μιχαιας Ἰδοὺ σὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλϑῃς ταμίειον τοῦ ταμιείου τοῦ κρυβῆναι. 26 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ Λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Εμηρ τὸν ἄρχοντα τῆς πόλεως· καὶ τῷ Ιωας υἱῷ τοῦ βασιλέως 27 εἰπὸν ϑέσϑαι τοῦτον ἐν ϕυλακῇ καὶ ἐσϑίειν αὐτὸν ἄρτον ϑλίψεως καὶ ὕδωρ ϑλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. 28 καὶ εἶπεν Μιχαιας Ἐὰν ἐπιστρέϕων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί. 29 Καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαϕατ βασιλεὺς Ιουδα μετ᾽ αὐτοῦ εἰς Ρεμμαϑ Γαλααδ. 30 καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ βασιλέα Ιουδα Συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο ὁ βασιλεὺς Ισραηλ καὶ εἰσῆλϑεν εἰς τὸν πόλεμον. 31 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶν λέγων Μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν ἀλλ᾽ ἢ τὸν βασιλέα Ισραηλ μονώτατον. 32 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαϕατ βασιλέα Ιουδα, καὶ αὐτοὶ εἶπον Φαίνεται βασιλεὺς Ισραηλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι, καὶ ἀνέκραξεν Ιωσαϕατ. 33 καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ισραηλ οὗτος, καὶ ἀπέστρεψαν ἀπ᾽ αὐτοῦ. 34 καὶ ἐνέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ ϑώρακος. καὶ εἶπεν τῷ ἡνιόχῳ αὐτοῦ Ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι. 35 καὶ ἐτροπώϑη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωῒ ἕως ἑσπέρας καὶ ἀπέχυννε τὸ αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέϑανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος. 36 καὶ ἔστη ὁ στρατοκῆρυξ δύνοντος τοῦ ἡλίου λέγων Ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν, 37 ὅτι τέϑνηκεν ὁ βασιλεύς. καὶ ἦλϑον εἰς Σαμάρειαν καὶ ἔϑαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ. 38 καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν. 39 καὶ τὰ λοιπὰ τῶν λόγων Αχααβ καὶ πάντα, ἃ ἐποίησεν, καὶ οἶκον ἐλεϕάντινον, ὃν ᾠκοδόμησεν, καὶ πάσας τὰς πόλεις, ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ; 40 καὶ ἐκοιμήϑη Αχααβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 41 Καὶ Ιωσαϕατ υἱὸς Ασα ἐβασίλευσεν ἐπὶ Ιουδα. ἔτει τετάρτῳ τῷ Αχααβ βασιλέως Ισραηλ ἐβασίλευσεν. 42 Ιωσαϕατ υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα ϑυγάτηρ Σελει. 43 καὶ ἐπορεύϑη ἐν πάσῃ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾽ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου· 44 πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐϑυσίαζεν καὶ ἐϑυμίων ἐν τοῖς ὑψηλοῖς. 45 καὶ εἰρήνευσεν Ιωσαϕατ μετὰ βασιλέως Ισραηλ. 46 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωσαϕατ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα; 51 καὶ ἐκοιμήϑη Ιωσαϕατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 52 Καὶ Οχοζιας υἱὸς Αχααβ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ Ιωσαϕατ βασιλεῖ Ιουδα· καὶ ἐβασίλευσεν ἐν Ισραηλ ἔτη δύο. 53 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπορεύϑη ἐν ὁδῷ Αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ιεζαβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. 54 καὶ ἐδούλευσεν τοῖς Βααλιμ καὶ προσεκύνησεν αὐτοῖς καὶ παρώργισεν τὸν κύριον ϑεὸν Ισραηλ κατὰ πάντα τὰ γενόμενα ἔμπροσϑεν αὐτοῦ.

Liber Regum quartus Βασιλείων δʹ

Liber Regum quartus Βασιλείων δʹ caput 1

1 Καὶ ἠϑέτησεν Μωαβ ἐν Ισραηλ μετὰ τὸ ἀποϑανεῖν Αχααβ. 2 καὶ ἔπεσεν Οχοζιας διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησεν. καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς Δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ Βααλ μυῖαν ϑεὸν Ακκαρων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης· καὶ ἐπορεύϑησαν ἐπερωτῆσαι δι᾽ αὐτοῦ. 3 καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς Ηλιου τὸν Θεσβίτην λέγων Ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Οχοζιου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς Εἰ παρὰ τὸ μὴ εἶναι ϑεὸν ἐν Ισραηλ ὑμεῖς πορεύεσϑε ἐπιζητῆσαι ἐν τῇ Βααλ μυῖαν ϑεὸν Ακκαρων; 4 καὶ οὐχ οὕτως· ὅτι τάδε λέγει κύριος Ἡ κλίνη, ἐϕ᾽ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾽ αὐτῆς, ὅτι ἐκεῖ ϑανάτῳ ἀποϑανῇ. καὶ ἐπορεύϑη Ηλιου καὶ εἶπεν πρὸς αὐτούς. 5 καὶ ἐπεστράϕησαν οἱ ἄγγελοι πρὸς αὐτόν, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι ἐπεστρέψατε; 6 καὶ εἶπαν πρὸς αὐτόν Ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς Δεῦτε ἐπιστράϕητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν Τάδε λέγει κύριος Εἰ παρὰ τὸ μὴ εἶναι ϑεὸν ἐν Ισραηλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βααλ μυῖαν ϑεὸν Ακκαρων; οὐχ οὕτως· ἡ κλίνη, ἐϕ᾽ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾽ αὐτῆς, ὅτι ϑανάτῳ ἀποϑανῇ. 7 καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων Τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους; 8 καὶ εἶπον πρὸς αὐτόν Ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσϕὺν αὐτοῦ. καὶ εἶπεν Ηλιου ὁ Θεσβίτης οὗτός ἐστιν. 9 καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἦλϑεν πρὸς αὐτόν, καὶ ἰδοὺ Ηλιου ἐκάϑητο ἐπὶ τῆς κορυϕῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνϑρωπε τοῦ ϑεοῦ, ὁ βασιλεὺς ἐκάλεσέν σε, κατάβηϑι. 10 καὶ ἀπεκρίϑη Ηλιου καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον Καὶ εἰ ἄνϑρωπος τοῦ ϑεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταϕάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέϕαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. 11 καὶ προσέϑετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνϑρωπε τοῦ ϑεοῦ, τάδε λέγει ὁ βασιλεύς Ταχέως κατάβηϑι. 12 καὶ ἀπεκρίϑη Ηλιου καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Εἰ ἄνϑρωπος τοῦ ϑεοῦ ἐγώ εἰμι, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταϕάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέϕαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ. 13 καὶ προσέϑετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἦλϑεν πρὸς αὐτὸν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ηλιου καὶ ἐδεήϑη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἄνϑρωπε τοῦ ϑεοῦ, ἐντιμωϑήτω δὴ ἡ ψυχή μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀϕϑαλμοῖς σου· 14 ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέϕαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν, καὶ νῦν ἐντιμωϑήτω δὴ ἡ ψυχὴ τῶν δούλων σου ἐν ὀϕϑαλμοῖς σου. 15 καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ηλιου καὶ εἶπεν Κατάβηϑι μετ᾽ αὐτοῦ, μὴ ϕοβηϑῇς ἀπὸ προσώπου αὐτῶν· καὶ ἀνέστη Ηλιου καὶ κατέβη μετ᾽ αὐτοῦ πρὸς τὸν βασιλέα. 16 καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ηλιου Τάδε λέγει κύριος Τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ Βααλ μυῖαν ϑεὸν Ακκαρων; οὐχ οὕτως· ἡ κλίνη, ἐϕ᾽ ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσῃ ἀπ᾽ αὐτῆς, ὅτι ϑανάτῳ ἀποϑανῇ. 17 καὶ ἀπέϑανεν κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν Ηλιου. 18 καὶ τὰ λοιπὰ τῶν λόγων Οχοζιου, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ; 18 a Καὶ Ιωραμ υἱὸς Αχααβ βασιλεύει ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαϕατ βασιλέως Ιουδα. 19 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου, πλὴν οὐχ ὡς οἱ ἀδελϕοὶ αὐτοῦ οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ· 20 καὶ ἀπέστησεν τὰς στήλας τοῦ Βααλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ, καὶ συνέτριψεν αὐτάς· πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐκολλήϑη, οὐκ ἀπέστη ἀπ᾽ αὐτῶν. 21 καὶ ἐϑυμώϑη ὀργῇ κύριος εἰς τὸν οἶκον Αχααβ.

Liber Regum tertius Βασιλείων γʹ caput 2

1 Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν κύριον τὸν Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύϑη Ηλιου καὶ Ελισαιε ἐκ Γαλγαλων. 2 καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε Κάϑου δὴ ἐνταῦϑα, ὅτι κύριος ἀπέσταλκέν με ἕως Βαιϑηλ· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ καταλείψω σε· καὶ ἦλϑον εἰς Βαιϑηλ. 3 καὶ ἦλϑον οἱ υἱοὶ τῶν προϕητῶν οἱ ἐν Βαιϑηλ πρὸς Ελισαιε καὶ εἶπον πρὸς αὐτόν Εἰ ἔγνως ὅτι κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωϑεν τῆς κεϕαλῆς σου; καὶ εἶπεν Κἀγὼ ἔγνωκα, σιωπᾶτε. 4 καὶ εἶπεν Ηλιου πρὸς Ελισαιε Κάϑου δὴ ἐνταῦϑα, ὅτι κύριος ἀπέσταλκέν με εἰς Ιεριχω· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλϑον εἰς Ιεριχω. 5 καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προϕητῶν οἱ ἐν Ιεριχω πρὸς Ελισαιε καὶ εἶπαν πρὸς αὐτόν Εἰ ἔγνως ὅτι σήμερον λαμβάνει κύριος τὸν κύριόν σου ἐπάνωϑεν τῆς κεϕαλῆς σου; καὶ εἶπεν Καί γε ἐγὼ ἔγνων, σιωπᾶτε. 6 καὶ εἶπεν αὐτῷ Ηλιου Κάϑου δὴ ὧδε, ὅτι κύριος ἀπέσταλκέν με ἕως τοῦ Ιορδάνου· καὶ εἶπεν Ελισαιε Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύϑησαν ἀμϕότεροι. 7 καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προϕητῶν καὶ ἔστησαν ἐξ ἐναντίας μακρόϑεν· καὶ ἀμϕότεροι ἔστησαν ἐπὶ τοῦ Ιορδάνου. 8 καὶ ἔλαβεν Ηλιου τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησεν καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ διῃρέϑη τὸ ὕδωρ ἔνϑα καὶ ἔνϑα, καὶ διέβησαν ἀμϕότεροι ἐν ἐρήμῳ. 9 καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ηλιου εἶπεν πρὸς Ελισαιε Αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναλημϕϑῆναί με ἀπὸ σοῦ· καὶ εἶπεν Ελισαιε Γενηϑήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾽ ἐμέ. 10 καὶ εἶπεν Ηλιου Ἐσκλήρυνας τοῦ αἰτήσασϑαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται. 11 καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν, καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμϕοτέρων, καὶ ἀνελήμϕϑη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. 12 καὶ Ελισαιε ἑώρα καὶ ἐβόα Πάτερ πάτερ, ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτὰ εἰς δύο ῥήγματα. 13 καὶ ὕψωσεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωϑεν Ελισαιε, καὶ ἐπέστρεψεν Ελισαιε καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ιορδάνου· 14 καὶ ἔλαβεν τὴν μηλωτὴν Ηλιου, ἣ ἔπεσεν ἐπάνωϑεν αὐτοῦ, καὶ ἐπάταξεν τὸ ὕδωρ, καὶ οὐ διέστη· καὶ εἶπεν Ποῦ ὁ ϑεὸς Ηλιου αϕϕω; καὶ ἐπάταξεν τὰ ὕδατα, καὶ διερράγησαν ἔνϑα καὶ ἔνϑα, καὶ διέβη Ελισαιε. 15 καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προϕητῶν οἱ ἐν Ιεριχω ἐξ ἐναντίας καὶ εἶπον Ἐπαναπέπαυται τὸ πνεῦμα Ηλιου ἐπὶ Ελισαιε· καὶ ἦλϑον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. 16 καὶ εἶπον πρὸς αὐτόν Ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευϑέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μήποτε ἦρεν αὐτὸν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐν τῷ Ιορδάνῃ ἢ ἐϕ᾽ ἓν τῶν ὀρέων ἢ ἐϕ᾽ ἕνα τῶν βουνῶν. καὶ εἶπεν Ελισαιε Οὐκ ἀποστελεῖτε. 17 καὶ παρεβιάσαντο αὐτὸν ἕως ὅτου ᾐσχύνετο καὶ εἶπεν Ἀποστείλατε. καὶ ἀπέστειλαν πεντήκοντα ἄνδρας, καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον αὐτόν· 18 καὶ ἀνέστρεψαν πρὸς αὐτόν, καὶ αὐτὸς ἐκάϑητο ἐν Ιεριχω, καὶ εἶπεν Ελισαιε Οὐκ εἶπον πρὸς ὑμᾶς Μὴ πορευϑῆτε; 19 Καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ελισαιε Ἰδοὺ ἡ κατοίκησις τῆς πόλεως ἀγαϑή, καϑὼς ὁ κύριος βλέπει, καὶ τὰ ὕδατα πονηρὰ καὶ ἡ γῆ ἀτεκνουμένη. 20 καὶ εἶπεν Ελισαιε Λάβετέ μοι ὑδρίσκην καινὴν καὶ ϑέτε ἐκεῖ ἅλα· καὶ ἔλαβον πρὸς αὐτόν. 21 καὶ ἐξῆλϑεν Ελισαιε εἰς τὴν διέξοδον τῶν ὑδάτων καὶ ἔρριψεν ἐκεῖ ἅλα καὶ εἶπεν Τάδε λέγει κύριος Ἴαμαι τὰ ὕδατα ταῦτα, οὐκ ἔσται ἔτι ἐκεῖϑεν ϑάνατος καὶ ἀτεκνουμένη. 22 καὶ ἰάϑησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ελισαιε, ὃ ἐλάλησεν. – 23 καὶ ἀνέβη ἐκεῖϑεν εἰς Βαιϑηλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλϑον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἶπον αὐτῷ Ἀνάβαινε, ϕαλακρέ, ἀνάβαινε. 24 καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτὰ καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι κυρίου, καὶ ἰδοὺ ἐξῆλϑον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἐξ αὐτῶν τεσσαράκοντα καὶ δύο παῖδας. 25 καὶ ἐπορεύϑη ἐκεῖϑεν εἰς τὸ ὄρος τὸ Καρμήλιον καὶ ἐκεῖϑεν ἐπέστρεψεν εἰς Σαμάρειαν.

Liber Regum tertius Βασιλείων γʹ caput 3

1 Καὶ Ιωραμ υἱὸς Αχααβ ἐβασίλευσεν ἐν Ισραηλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαϕατ βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη. 2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἡ μήτηρ αὐτοῦ, καὶ μετέστησεν τὰς στήλας τοῦ Βααλ, ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ· 3 πλὴν ἐν τῇ ἁμαρτίᾳ Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐκολλήϑη, οὐκ ἀπέστη ἀπ᾽ αὐτῆς. 4 Καὶ Μωσα βασιλεὺς Μωαβ ἦν νωκηδ καὶ ἐπέστρεϕεν τῷ βασιλεῖ Ισραηλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων. 5 καὶ ἐγένετο μετὰ τὸ ἀποϑανεῖν Αχααβ καὶ ἠϑέτησεν βασιλεὺς Μωαβ ἐν βασιλεῖ Ισραηλ. 6 καὶ ἐξῆλϑεν ὁ βασιλεὺς Ιωραμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ισραηλ· 7 καὶ ἐπορεύϑη καὶ ἐξαπέστειλεν πρὸς Ιωσαϕατ βασιλέα Ιουδα λέγων Βασιλεὺς Μωαβ ἠϑέτησεν ἐν ἐμοί· εἰ πορεύσῃ μετ᾽ ἐμοῦ εἰς Μωαβ εἰς πόλεμον; καὶ εἶπεν Ἀναβήσομαι· ὅμοιός μοι ὅμοιός σοι, ὡς ὁ λαός μου ὁ λαός σου, ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου. 8 καὶ εἶπεν Ποίᾳ ὁδῷ ἀναβῶ; καὶ εἶπεν Ὁδὸν ἔρημον Εδωμ. 9 καὶ ἐπορεύϑη ὁ βασιλεὺς Ισραηλ καὶ ὁ βασιλεὺς Ιουδα καὶ ὁ βασιλεὺς Εδωμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν, καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν. 10 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ Ὦ ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωαβ. 11 καὶ εἶπεν Ιωσαϕατ Οὐκ ἔστιν ὧδε προϕήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ᾽ αὐτοῦ; καὶ ἀπεκρίϑη εἷς τῶν παίδων βασιλέως Ισραηλ καὶ εἶπεν Ὧδε Ελισαιε υἱὸς Σαϕατ, ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ηλιου. 12 καὶ εἶπεν Ιωσαϕατ Ἔστιν αὐτῷ ῥῆμα κυρίου. καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ισραηλ καὶ Ιωσαϕατ βασιλεὺς Ιουδα καὶ βασιλεὺς Εδωμ. 13 καὶ εἶπεν Ελισαιε πρὸς βασιλέα Ισραηλ Τί ἐμοὶ καὶ σοί; δεῦρο πρὸς τοὺς προϕήτας τοῦ πατρός σου. καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς Ισραηλ Μή, ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωαβ. 14 καὶ εἶπεν Ελισαιε Ζῇ κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ιωσαϕατ βασιλέως Ιουδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σε· 15 καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα. καὶ ἐγένετο ὡς ἔψαλλεν ὁ ψάλλων, καὶ ἐγένετο ἐπ᾽ αὐτὸν χεὶρ κυρίου, 16 καὶ εἶπεν Τάδε λέγει κύριος Ποιήσατε τὸν χειμάρρουν τοῦτον βοϑύνους βοϑύνους· 17 ὅτι τάδε λέγει κύριος Οὐκ ὄψεσϑε πνεῦμα καὶ οὐκ ὄψεσϑε ὑετόν, καὶ ὁ χειμάρρους οὗτος πλησϑήσεται ὕδατος, καὶ πίεσϑε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν· 18 καὶ κούϕη αὕτη ἐν ὀϕϑαλμοῖς κυρίου, καὶ παραδώσω τὴν Μωαβ ἐν χειρὶ ὑμῶν, 19 καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαϑὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμϕράξετε καὶ πᾶσαν μερίδα ἀγαϑὴν ἀχρειώσετε ἐν λίϑοις. 20 καὶ ἐγένετο τὸ πρωῒ ἀναβαινούσης τῆς ϑυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Εδωμ, καὶ ἐπλήσϑη ἡ γῆ ὕδατος. 21 καὶ πᾶσα Μωαβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς, καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου. 22 καὶ ὤρϑρισαν τὸ πρωί, καὶ ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα· καὶ εἶδεν Μωαβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα 23 καὶ εἶπαν Αἷμα τοῦτο τῆς ῥομϕαίας, ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ, καὶ νῦν ἐπὶ τὰ σκῦλα, Μωαβ. 24 καὶ εἰσῆλϑον εἰς τὴν παρεμβολὴν Ισραηλ, καὶ Ισραηλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωαβ, καὶ ἔϕυγον ἀπὸ προσώπου αὐτῶν. καὶ εἰσῆλϑον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωαβ 25 καὶ τὰς πόλεις καϑεῖλον καὶ πᾶσαν μερίδα ἀγαϑὴν ἔρριψαν ἀνὴρ τὸν λίϑον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέϕραξαν καὶ πᾶν ξύλον ἀγαϑὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίϑους τοῦ τοίχου καϑῃρημένους, καὶ ἐκύκλευσαν οἱ σϕενδονῆται καὶ ἐπάταξαν αὐτήν. 26 καὶ εἶδεν ὁ βασιλεὺς Μωαβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν ὁ πόλεμος, καὶ ἔλαβεν μεϑ᾽ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομϕαίαν διακόψαι πρὸς βασιλέα Εδωμ, καὶ οὐκ ἠδυνήϑησαν. 27 καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον, ὃς ἐβασίλευσεν ἀντ αὐτοῦ, καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους· καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ισραηλ, καὶ ἀπῆραν ἀπ᾽ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν.

Liber Regum tertius Βασιλείων γʹ caput 4

1 Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προϕητῶν ἐβόα πρὸς Ελισαιε λέγουσα Ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέϑανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν ϕοβούμενος τὸν κύριον· καὶ ὁ δανιστὴς ἦλϑεν λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους. 2 καὶ εἶπεν Ελισαιε Τί ποιήσω σοι; ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ. ἡ δὲ εἶπεν Οὐκ ἔστιν τῇ δούλῃ σου οὐϑὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ᾽ ἢ ὃ ἀλείψομαι ἔλαιον. 3 καὶ εἶπεν πρὸς αὐτήν Δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωϑεν παρὰ πάντων τῶν γειτόνων σου, σκεύη κενά, μὴ ὀλιγώσῃς, 4 καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν ϑύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωϑὲν ἀρεῖς. 5 καὶ ἀπῆλϑεν παρ᾽ αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν ϑύραν κατ᾽ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς· αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν, 6 ἕως ἐπλήσϑησαν τὰ σκεύη. καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς Ἐγγίσατε ἔτι πρός με σκεῦος· καὶ εἶπον αὐτῇ Οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ ἔλαιον. 7 καὶ ἦλϑεν καὶ ἀπήγγειλεν τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ, καὶ εἶπεν Ελισαιε Δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσϑε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ. 8 Καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν ϕαγεῖν ἄρτον. καὶ ἐγένετο ἀϕ᾽ ἱκανοῦ τοῦ εἰσπορεύεσϑαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ ϕαγεῖν. 9 καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς Ἰδοὺ δὴ ἔγνων ὅτι ἄνϑρωπος τοῦ ϑεοῦ ἅγιος οὗτος διαπορεύεται ἐϕ᾽ ἡμᾶς διὰ παντός· 10 ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ ϑῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίϕρον καὶ λυχνίαν, καὶ ἔσται ἐν τῷ εἰσπορεύεσϑαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ. 11 καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλϑεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήϑη ἐκεῖ. 12 καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ. 13 καὶ εἶπεν αὐτῷ Εἰπὸν δὴ πρὸς αὐτήν Ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ. 14 καὶ εἶπεν Τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπεν Γιεζι τὸ παιδάριον αὐτοῦ Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης. 15 καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν ϑύραν. 16 καὶ εἶπεν Ελισαιε πρὸς αὐτήν Εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα σὺ περιειληϕυῖα υἱόν· ἡ δὲ εἶπεν Μή, κύριέ μου, μὴ διαψεύσῃ τὴν δούλην σου. 17 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὥρα ζῶσα, ὡς ἐλάλησεν πρὸς αὐτὴν Ελισαιε. – 18 καὶ ἡδρύνϑη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλϑεν τὸ παιδάριον πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς ϑερίζοντας, 19 καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ Τὴν κεϕαλήν μου, τὴν κεϕαλήν μου· καὶ εἶπεν τῷ παιδαρίῳ Ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ. 20 καὶ ἦρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήϑη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέϑανεν. 21 καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ καὶ ἀπέκλεισεν κατ᾽ αὐτοῦ καὶ ἐξῆλϑεν. 22 καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν Ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ καὶ ἐπιστρέψω. 23 καὶ εἶπεν Τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. ἡ δὲ εἶπεν Εἰρήνη. 24 καὶ ἐπέσαξεν τὴν ὄνον καὶ εἶπεν πρὸς τὸ παιδάριον αὐτῆς Ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι· 25 δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνϑρωπον τοῦ ϑεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον. καὶ ἐγένετο ὡς εἶδεν Ελισαιε ἐρχομένην αὐτήν, καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ Ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη· 26 νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς Εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν Εἰρήνη. 27 καὶ ἦλϑεν πρὸς Ελισαιε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισεν Γιεζι ἀπώσασϑαι αὐτήν, καὶ εἶπεν Ελισαιε Ἄϕες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ κύριος ἀπέκρυψεν ἀπ᾽ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέν μοι. 28 ἡ δὲ εἶπεν Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; οὐκ εἶπα Οὐ πλανήσεις μετ᾽ ἐμοῦ; 29 καὶ εἶπεν Ελισαιε τῷ Γιεζι Ζῶσαι τὴν ὀσϕύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριϑήσῃ αὐτῷ· καὶ ἐπιϑήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου. 30 καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου Ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη Ελισαιε καὶ ἐπορεύϑη ὀπίσω αὐτῆς. 31 καὶ Γιεζι διῆλϑεν ἔμπροσϑεν αὐτῆς καὶ ἐπέϑηκεν τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν ϕωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων Οὐκ ἠγέρϑη τὸ παιδάριον. 32 καὶ εἰσῆλϑεν Ελισαιε εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεϑνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ. 33 καὶ εἰσῆλϑεν Ελισαιε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν ϑύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς κύριον· 34 καὶ ἀνέβη καὶ ἐκοιμήϑη ἐπὶ τὸ παιδάριον καὶ ἔϑηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ᾽ αὐτόν, καὶ διεϑερμάνϑη ἡ σὰρξ τοῦ παιδαρίου. 35 καὶ ἐπέστρεψεν καὶ ἐπορεύϑη ἐν τῇ οἰκίᾳ ἔνϑεν καὶ ἔνϑεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀϕϑαλμοὺς αὐτοῦ. 36 καὶ ἐξεβόησεν Ελισαιε πρὸς Γιεζι καὶ εἶπεν Κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν, καὶ εἰσῆλϑεν πρὸς αὐτόν. καὶ εἶπεν Ελισαιε Λαβὲ τὸν υἱόν σου. 37 καὶ εἰσῆλϑεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλϑεν. 38 Καὶ Ελισαιε ἐπέστρεψεν εἰς Γαλγαλα, καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ οἱ υἱοὶ τῶν προϕητῶν ἐκάϑηντο ἐνώπιον αὐτοῦ. καὶ εἶπεν Ελισαιε τῷ παιδαρίῳ αὐτοῦ Ἐπίστησον τὸν λέβητα τὸν μέγαν καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προϕητῶν. 39 καὶ ἐξῆλϑεν εἷς εἰς τὸν ἀγρὸν συλλέξαι αριωϑ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ᾽ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὅτι οὐκ ἔγνωσαν. 40 καὶ ἐνέχει τοῖς ἀνδράσιν ϕαγεῖν, καὶ ἐγένετο ἐν τῷ ἐσϑίειν αὐτοὺς ἐκ τοῦ ἑψήματος καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπον Θάνατος ἐν τῷ λέβητι, ἄνϑρωπε τοῦ ϑεοῦ· καὶ οὐκ ἠδύναντο ϕαγεῖν. 41 καὶ εἶπεν Λάβετε ἄλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ελισαιε πρὸς Γιεζι τὸ παιδάριον Ἔγχει τῷ λαῷ καὶ ἐσϑιέτωσαν· καὶ οὐκ ἐγενήϑη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι. – 42 καὶ ἀνὴρ διῆλϑεν ἐκ Βαιϑσαρισα καὶ ἤνεγκεν πρὸς τὸν ἄνϑρωπον τοῦ ϑεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριϑίνους καὶ παλάϑας, καὶ εἶπεν Δότε τῷ λαῷ καὶ ἐσϑιέτωσαν. 43 καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ Τί δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπεν Δὸς τῷ λαῷ καὶ ἐσϑιέτωσαν, ὅτι τάδε λέγει κύριος Φάγονται καὶ καταλείψουσιν. 44 καὶ ἔϕαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα κυρίου.

Liber Regum tertius Βασιλείων γʹ caput 5

1 Καὶ Ναιμαν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεϑαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκεν κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύι, λελεπρωμένος. 2 καὶ Συρία ἐξῆλϑον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ισραηλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμαν. 3 ἡ δὲ εἶπεν τῇ κυρίᾳ αὐτῆς Ὄϕελον ὁ κύριός μου ἐνώπιον τοῦ προϕήτου τοῦ ϑεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. 4 καὶ εἰσῆλϑεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν Οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ισραηλ. 5 καὶ εἶπεν βασιλεὺς Συρίας πρὸς Ναιμαν Δεῦρο εἴσελϑε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ισραηλ· καὶ ἐπορεύϑη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς. 6 καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα Ισραηλ λέγων Καὶ νῦν ὡς ἂν ἔλϑῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρὸς σὲ Ναιμαν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. 7 καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ισραηλ τὸ βιβλίον, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν Μὴ ϑεὸς ἐγὼ τοῦ ϑανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὗτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προϕασίζεται οὗτός με. 8 καὶ ἐγένετο ὡς ἤκουσεν Ελισαιε ὅτι διέρρηξεν ὁ βασιλεὺς Ισραηλ τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἀπέστειλεν πρὸς τὸν βασιλέα Ισραηλ λέγων Ἵνα τί διέρρηξας τὰ ἱμάτιά σου; ἐλϑέτω δὴ πρός με Ναιμαν καὶ γνώτω ὅτι ἔστιν προϕήτης ἐν Ισραηλ. 9 καὶ ἦλϑεν Ναιμαν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ ϑύρας οἴκου Ελισαιε. 10 καὶ ἀπέστειλεν Ελισαιε ἄγγελον πρὸς αὐτὸν λέγων Πορευϑεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ιορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι, καὶ καϑαρισϑήσῃ. 11 καὶ ἐϑυμώϑη Ναιμαν καὶ ἀπῆλϑεν καὶ εἶπεν Ἰδοὺ δὴ ἔλεγον ὅτι ἐξελεύσεται πρός με καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι ϑεοῦ αὐτοῦ καὶ ἐπιϑήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν· 12 οὐχὶ ἀγαϑὸς Αβανα καὶ Φαρϕαρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ Ιορδάνην καὶ πάντα τὰ ὕδατα Ισραηλ; οὐχὶ πορευϑεὶς λούσομαι ἐν αὐτοῖς καὶ καϑαρισϑήσομαι; καὶ ἐξέκλινεν καὶ ἀπῆλϑεν ἐν ϑυμῷ. 13 καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν Μέγαν λόγον ἐλάλησεν ὁ προϕήτης πρὸς σέ, οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπεν πρὸς σέ Λοῦσαι καὶ καϑαρίσϑητι. 14 καὶ κατέβη Ναιμαν καὶ ἐβαπτίσατο ἐν τῷ Ιορδάνῃ ἑπτάκι κατὰ τὸ ῥῆμα Ελισαιε, καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ, καὶ ἐκαϑαρίσϑη. 15 καὶ ἐπέστρεψεν πρὸς Ελισαιε, αὐτὸς καὶ πᾶσα ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἦλϑεν καὶ ἔστη καὶ εἶπεν Ἰδοὺ δὴ ἔγνωκα ὅτι οὐκ ἔστιν ϑεὸς ἐν πάσῃ τῇ γῇ ὅτι ἀλλ᾽ ἢ ἐν τῷ Ισραηλ· καὶ νῦν λαβὲ τὴν εὐλογίαν παρὰ τοῦ δούλου σου. 16 καὶ εἶπεν Ελισαιε Ζῇ κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήμψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείϑησεν. 17 καὶ εἶπεν Ναιμαν Καὶ εἰ μή, δοϑήτω δὴ τῷ δούλῳ σου γόμος ζεύγους ἡμιόνων, καὶ σύ μοι δώσεις ἐκ τῆς γῆς τῆς πυρρᾶς, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ ϑυσίασμα ϑεοῖς ἑτέροις, ἀλλ᾽ ἢ τῷ κυρίῳ μόνῳ· 18 καὶ ἱλάσεται κύριος τῷ δούλῳ σου ἐν τῷ εἰσπορεύεσϑαι τὸν κύριόν μου εἰς οἶκον Ρεμμαν προσκυνῆσαι αὐτὸν καὶ ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου καὶ προσκυνήσω ἐν οἴκῳ Ρεμμαν ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν οἴκῳ Ρεμμαν, καὶ ἱλάσεται δὴ κύριος τῷ δούλῳ σου ἐν τῷ λόγῳ τούτῳ. 19 καὶ εἶπεν Ελισαιε πρὸς Ναιμαν Δεῦρο εἰς εἰρήνην. καὶ ἀπῆλϑεν ἀπ᾽ αὐτοῦ εἰς δεβραϑα τῆς γῆς. 20 Καὶ εἶπεν Γιεζι τὸ παιδάριον Ελισαιε Ἰδοὺ ἐϕείσατο ὁ κύριός μου τοῦ Ναιμαν τοῦ Σύρου τούτου τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνοχεν· ζῇ κύριος ὅτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήμψομαι παρ᾽ αὐτοῦ τι. 21 καὶ ἐδίωξε Γιεζι ὀπίσω τοῦ Ναιμαν, καὶ εἶδεν αὐτὸν Ναιμαν τρέχοντα ὀπίσω αὐτοῦ καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ. 22 καὶ εἶπεν Εἰρήνη· ὁ κύριός μου ἀπέστειλέν με λέγων Ἰδοὺ νῦν ἦλϑον πρός με δύο παιδάρια ἐξ ὄρους Εϕραιμ ἀπὸ τῶν υἱῶν τῶν προϕητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς. 23 καὶ εἶπεν Ναιμαν Λαβὲ διτάλαντον ἀργυρίου· καὶ ἔλαβεν ἐν δυσὶ ϑυλάκοις καὶ δύο ἀλλασσομένας στολὰς καὶ ἔδωκεν ἐπὶ δύο παιδάρια αὐτοῦ, καὶ ἦραν ἔμπροσϑεν αὐτοῦ. 24 καὶ ἦλϑον εἰς τὸ σκοτεινόν, καὶ ἔλαβεν ἐκ τῶν χειρῶν αὐτῶν καὶ παρέϑετο ἐν οἴκῳ καὶ ἐξαπέστειλεν τοὺς ἄνδρας. 25 καὶ αὐτὸς εἰσῆλϑεν καὶ παρειστήκει πρὸς τὸν κύριον αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Πόϑεν, Γιεζι; καὶ εἶπεν Γιεζι Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνϑα καὶ ἔνϑα. 26 καὶ εἶπεν πρὸς αὐτὸν Ελισαιε Οὐχὶ ἡ καρδία μου ἐπορεύϑη μετὰ σοῦ, ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματος εἰς συναντήν σοι; καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ νῦν ἔλαβες τὰ ἱμάτια καὶ λήμψῃ ἐν αὐτῷ κήπους καὶ ἐλαιῶνας καὶ ἀμπελῶνας καὶ πρόβατα καὶ βόας καὶ παῖδας καὶ παιδίσκας· 27 καὶ ἡ λέπρα Ναιμαν κολληϑήσεται ἐν σοὶ καὶ ἐν τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. καὶ ἐξῆλϑεν ἐκ προσώπου αὐτοῦ λελεπρωμένος ὡσεὶ χιών.

Liber Regum tertius Βασιλείων γʹ caput 6

1 Καὶ εἶπον οἱ υἱοὶ τῶν προϕητῶν πρὸς Ελισαιε Ἰδοὺ δὴ ὁ τόπος, ἐν ᾧ ἡμεῖς οἰκοῦμεν ἐνώπιόν σου, στενὸς ἀϕ᾽ ἡμῶν· 2 πορευϑῶμεν δὴ ἕως τοῦ Ιορδάνου καὶ λάβωμεν ἐκεῖϑεν ἀνὴρ εἷς δοκὸν μίαν καὶ ποιήσωμεν ἑαυτοῖς ἐκεῖ τοῦ οἰκεῖν ἐκεῖ. καὶ εἶπεν Δεῦτε. 3 καὶ εἶπεν ὁ εἷς Ἐπιεικέως δεῦρο μετὰ τῶν δούλων σου· καὶ εἶπεν Ἐγὼ πορεύσομαι. 4 καὶ ἐπορεύϑη μετ᾽ αὐτῶν, καὶ ἦλϑον εἰς τὸν Ιορδάνην καὶ ἔτεμνον τὰ ξύλα. 5 καὶ ἰδοὺ ὁ εἷς καταβάλλων τὴν δοκόν, καὶ τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἐβόησεν Ὦ, κύριε, καὶ αὐτὸ κεχρημένον. 6 καὶ εἶπεν ὁ ἄνϑρωπος τοῦ ϑεοῦ Ποῦ ἔπεσεν; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον. καὶ ἀπέκνισεν ξύλον καὶ ἔρριψεν ἐκεῖ, καὶ ἐπεπόλασεν τὸ σιδήριον. 7 καὶ εἶπεν Ὕψωσον σαυτῷ· καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτό. 8 Καὶ βασιλεὺς Συρίας ἦν πολεμῶν ἐν Ισραηλ καὶ ἐβουλεύσατο πρὸς τοὺς παῖδας αὐτοῦ λέγων Εἰς τὸν τόπον τόνδε τινὰ ελμωνι παρεμβαλῶ. 9 καὶ ἀπέστειλεν Ελισαιε πρὸς τὸν βασιλέα Ισραηλ λέγων Φύλαξαι μὴ παρελϑεῖν ἐν τῷ τόπῳ τούτῳ, ὅτι ἐκεῖ Συρία κέκρυπται. 10 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ εἰς τὸν τόπον, ὃν εἶπεν αὐτῷ Ελισαιε, καὶ ἐϕυλάξατο ἐκεῖϑεν οὐ μίαν οὐδὲ δύο. 11 καὶ ἐξεκινήϑη ἡ ψυχὴ βασιλέως Συρίας περὶ τοῦ λόγου τούτου, καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς Οὐκ ἀναγγελεῖτέ μοι τίς προδίδωσίν με βασιλεῖ Ισραηλ; 12 καὶ εἶπεν εἷς τῶν παίδων αὐτοῦ Οὐχί, κύριέ μου βασιλεῦ, ὅτι Ελισαιε ὁ προϕήτης ὁ ἐν Ισραηλ ἀναγγέλλει τῷ βασιλεῖ Ισραηλ πάντας τοὺς λόγους, οὓς ἐὰν λαλήσῃς ἐν τῷ ταμιείῳ τοῦ κοιτῶνός σου. 13 καὶ εἶπεν Δεῦτε ἴδετε ποῦ οὗτος, καὶ ἀποστείλας λήμψομαι αὐτόν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἰδοὺ ἐν Δωϑαιμ. 14 καὶ ἀπέστειλεν ἐκεῖ ἵππον καὶ ἅρμα καὶ δύναμιν βαρεῖαν, καὶ ἦλϑον νυκτὸς καὶ περιεκύκλωσαν τὴν πόλιν. 15 καὶ ὤρϑρισεν ὁ λειτουργὸς Ελισαιε ἀναστῆναι καὶ ἐξῆλϑεν, καὶ ἰδοὺ δύναμις κυκλοῦσα τὴν πόλιν καὶ ἵππος καὶ ἅρμα, καὶ εἶπεν τὸ παιδάριον πρὸς αὐτόν Ὦ, κύριε, πῶς ποιήσωμεν; 16 καὶ εἶπεν Ελισαιε Μὴ ϕοβοῦ, ὅτι πλείους οἱ μεϑ᾽ ἡμῶν ὑπὲρ τοὺς μετ᾽ αὐτῶν. 17 καὶ προσεύξατο Ελισαιε καὶ εἶπεν Κύριε, διάνοιξον τοὺς ὀϕϑαλμοὺς τοῦ παιδαρίου καὶ ἰδέτω· καὶ διήνοιξεν κύριος τοὺς ὀϕϑαλμοὺς αὐτοῦ, καὶ εἶδεν, καὶ ἰδοὺ τὸ ὄρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς περικύκλῳ Ελισαιε. 18 καὶ κατέβησαν πρὸς αὐτόν, καὶ προσηύξατο Ελισαιε πρὸς κύριον καὶ εἶπεν Πάταξον δὴ τοῦτο τὸ ἔϑνος ἀορασίᾳ· καὶ ἐπάταξεν αὐτοὺς ἀορασίᾳ κατὰ τὸ ῥῆμα Ελισαιε. 19 καὶ εἶπεν πρὸς αὐτοὺς Ελισαιε Οὐχ αὕτη ἡ πόλις καὶ αὕτη ἡ ὁδός· δεῦτε ὀπίσω μου, καὶ ἀπάξω ὑμᾶς πρὸς τὸν ἄνδρα, ὃν ζητεῖτε· καὶ ἀπήγαγεν αὐτοὺς εἰς Σαμάρειαν. 20 καὶ ἐγένετο ὡς εἰσῆλϑον εἰς Σαμάρειαν, καὶ εἶπεν Ελισαιε Ἄνοιξον δή, κύριε, τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ ἰδέτωσαν· καὶ διήνοιξεν κύριος τοὺς ὀϕϑαλμοὺς αὐτῶν, καὶ εἶδον, καὶ ἰδοὺ ἦσαν ἐν μέσῳ Σαμαρείας. 21 καὶ εἶπεν ὁ βασιλεὺς Ισραηλ, ὡς εἶδεν αὐτούς Εἰ πατάξας πατάξω, πάτερ; 22 καὶ εἶπεν Οὐ πατάξεις, εἰ μὴ οὓς ᾐχμαλώτευσας ἐν ῥομϕαίᾳ σου καὶ τόξῳ σου, σὺ τύπτεις· παράϑες ἄρτους καὶ ὕδωρ ἐνώπιον αὐτῶν, καὶ ϕαγέτωσαν καὶ πιέτωσαν καὶ ἀπελϑέτωσαν πρὸς τὸν κύριον αὐτῶν. 23 καὶ παρέϑηκεν αὐτοῖς παράϑεσιν μεγάλην, καὶ ἔϕαγον καὶ ἔπιον· καὶ ἀπέστειλεν αὐτούς, καὶ ἀπῆλϑον πρὸς τὸν κύριον αὐτῶν. καὶ οὐ προσέϑεντο ἔτι μονόζωνοι Συρίας τοῦ ἐλϑεῖν εἰς γῆν Ισραηλ. 24 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἤϑροισεν υἱὸς Αδερ βασιλεὺς Συρίας πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ καὶ ἀνέβη καὶ περιεκάϑισεν Σαμάρειαν. 25 καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ, καὶ ἰδοὺ περιεκάϑηντο ἐπ᾽ αὐτήν, ἕως οὗ ἐγενήϑη κεϕαλὴ ὄνου πεντήκοντα σίκλων ἀργυρίου καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε σίκλων ἀργυρίου. 26 καὶ ἦν ὁ βασιλεὺς Ισραηλ διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνὴ ἐβόησεν πρὸς αὐτὸν λέγουσα Σῶσον, κύριε βασιλεῦ. 27 καὶ εἶπεν αὐτῇ Μή σε σώσαι κύριος, πόϑεν σώσω σε; μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ; 28 καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Τί ἐστίν σοι; καὶ εἶπεν Ἡ γυνὴ αὕτη εἶπεν πρός με Δὸς τὸν υἱόν σου καὶ ϕαγόμεϑα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου καὶ ϕαγόμεϑα αὐτὸν αὔριον· 29 καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐϕάγομεν αὐτόν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ Δὸς τὸν υἱόν σου καὶ ϕάγωμεν αὐτόν, καὶ ἔκρυψεν τὸν υἱὸν αὐτῆς. 30 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ισραηλ τοὺς λόγους τῆς γυναικός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωϑεν. 31 καὶ εἶπεν Τάδε ποιήσαι μοι ὁ ϑεὸς καὶ τάδε προσϑείη, εἰ στήσεται ἡ κεϕαλὴ Ελισαιε ἐπ᾽ αὐτῷ σήμερον. 32 καὶ Ελισαιε ἐκάϑητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάϑηντο μετ᾽ αὐτοῦ. καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ· πρὶν ἐλϑεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπεν πρὸς τοὺς πρεσβυτέρους Εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ ϕονευτοῦ οὗτος ἀϕελεῖν τὴν κεϕαλήν μου; ἴδετε ὡς ἂν ἔλϑῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν ϑύραν καὶ παραϑλίψατε αὐτὸν ἐν τῇ ϑύρᾳ· οὐχὶ ϕωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισϑεν αὐτοῦ; 33 ἔτι αὐτοῦ λαλοῦντος μετ᾽ αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν Ἰδοὺ αὕτη ἡ κακία παρὰ κυρίου· τί ὑπομείνω τῷ κυρίῳ ἔτι;

Liber Regum tertius Βασιλείων γʹ caput 7

1 καὶ εἶπεν Ελισαιε Ἄκουσον λόγον κυρίου Τάδε λέγει κύριος Ὡς ἡ ὥρα αὕτη αὔριον μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριϑῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας. 2 καὶ ἀπεκρίϑη ὁ τριστάτης, ἐϕ᾽ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ, τῷ Ελισαιε καὶ εἶπεν Ἰδοὺ ποιήσει κύριος καταρράκτας ἐν οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ Ελισαιε εἶπεν Ἰδοὺ σὺ ὄψῃ τοῖς ὀϕϑαλμοῖς σου καὶ ἐκεῖϑεν οὐ ϕάγῃ. – 3 καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν ϑύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τί ἡμεῖς καϑήμεϑα ὧδε, ἕως ἀποϑάνωμεν; 4 ἐὰν εἴπωμεν Εἰσέλϑωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποϑανούμεϑα ἐκεῖ· καὶ ἐὰν καϑίσωμεν ὧδε, καὶ ἀποϑανούμεϑα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν Ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεϑα· καὶ ἐὰν ϑανατώσωσιν ἡμᾶς, καὶ ἀποϑανούμεϑα. 5 καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελϑεῖν εἰς τὴν παρεμβολὴν Συρίας καὶ ἦλϑον εἰς μέρος τῆς παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ. 6 καὶ κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν Συρίας ϕωνὴν ἅρματος καὶ ϕωνὴν ἵππου καὶ ϕωνὴν δυνάμεως μεγάλης, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελϕὸν αὐτοῦ Νῦν ἐμισϑώσατο ἐϕ᾽ ἡμᾶς βασιλεὺς Ισραηλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλϑεῖν ἐϕ᾽ ἡμᾶς. 7 καὶ ἀνέστησαν καὶ ἀπέδρασαν ἐν τῷ σκότει καὶ ἐγκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἵππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὡς ἔστιν καὶ ἔϕυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν. 8 καὶ εἰσῆλϑον οἱ λεπροὶ οὗτοι ἕως μέρους τῆς παρεμβολῆς καὶ εἰσῆλϑον εἰς σκηνὴν μίαν καὶ ἔϕαγον καὶ ἔπιον καὶ ἦραν ἐκεῖϑεν ἀργύριον καὶ χρυσίον καὶ ἱματισμὸν καὶ ἐπορεύϑησαν· καὶ ἐπέστρεψαν καὶ εἰσῆλϑον εἰς σκηνὴν ἄλλην καὶ ἔλαβον ἐκεῖϑεν καὶ ἐπορεύϑησαν καὶ κατέκρυψαν. 9 καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη ἡμέρα εὐαγγελίας ἐστίν, καὶ ἡμεῖς σιωπῶμεν καὶ μένομεν ἕως ϕωτὸς τοῦ πρωῒ καὶ εὑρήσομεν ἀνομίαν· καὶ νῦν δεῦρο καὶ εἰσέλϑωμεν καὶ ἀναγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως. 10 καὶ εἰσῆλϑον καὶ ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως καὶ ἀνήγγειλαν αὐτοῖς λέγοντες Εἰσήλϑομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ ϕωνὴ ἀνϑρώπου, ὅτι εἰ μὴ ἵππος δεδεμένος καὶ ὄνος καὶ αἱ σκηναὶ αὐτῶν ὡς εἰσίν. 11 καὶ ἐβόησαν οἱ ϑυρωροὶ καὶ ἀνήγγειλαν εἰς τὸν οἶκον τοῦ βασιλέως ἔσω. 12 καὶ ἀνέστη ὁ βασιλεὺς νυκτὸς καὶ εἶπεν πρὸς τοὺς παῖδας αὐτοῦ Ἀναγγελῶ δὴ ὑμῖν ἃ ἐποίησεν ἡμῖν Συρία· ἔγνωσαν ὅτι πεινῶμεν ἡμεῖς, καὶ ἐξῆλϑαν ἐκ τῆς παρεμβολῆς καὶ ἐκρύβησαν ἐν τῷ ἀγρῷ λέγοντες ὅτι Ἐξελεύσονται ἐκ τῆς πόλεως, καὶ συλλημψόμεϑα αὐτοὺς ζῶντας καὶ εἰς τὴν πόλιν εἰσελευσόμεϑα. 13 καὶ ἀπεκρίϑη εἷς τῶν παίδων αὐτοῦ καὶ εἶπεν Λαβέτωσαν δὴ πέντε τῶν ἵππων τῶν ὑπολελειμμένων, οἳ κατελείϕϑησαν ὧδε, ἰδού εἰσιν πρὸς πᾶν τὸ πλῆϑος Ισραηλ τὸ ἐκλεῖπον· καὶ ἀποστελοῦμεν ἐκεῖ καὶ ὀψόμεϑα. 14 καὶ ἔλαβον δύο ἐπιβάτας ἵππων, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ισραηλ ὀπίσω τοῦ βασιλέως Συρίας λέγων Δεῦτε καὶ ἴδετε. 15 καὶ ἐπορεύϑησαν ὀπίσω αὐτῶν ἕως τοῦ Ιορδάνου, καὶ ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν, ὧν ἔρριψεν Συρία ἐν τῷ ϑαμβεῖσϑαι αὐτούς· καὶ ἐπέστρεψαν οἱ ἄγγελοι καὶ ἀνήγγειλαν τῷ βασιλεῖ. 16 καὶ ἐξῆλϑεν ὁ λαὸς καὶ διήρπασεν τὴν παρεμβολὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριϑῶν σίκλου κατὰ τὸ ῥῆμα κυρίου. 17 καὶ ὁ βασιλεὺς κατέστησεν τὸν τριστάτην, ἐϕ᾽ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τῇ χειρὶ αὐτοῦ, ἐπὶ τῆς πύλης, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέϑανεν, καϑὰ ἐλάλησεν ὁ ἄνϑρωπος τοῦ ϑεοῦ, ὃς ἐλάλησεν ἐν τῷ καταβῆναι τὸν ἄγγελον πρὸς αὐτόν. 18 καὶ ἐγένετο καϑὰ ἐλάλησεν Ελισαιε πρὸς τὸν βασιλέα λέγων Δίμετρον κριϑῆς σίκλου καὶ μέτρον σεμιδάλεως σίκλου καὶ ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν τῇ πύλῃ Σαμαρείας· 19 καὶ ἀπεκρίϑη ὁ τριστάτης τῷ Ελισαιε καὶ εἶπεν Ἰδοὺ κύριος ποιεῖ καταρράκτας ἐν τῷ οὐρανῷ, μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ελισαιε Ἰδοὺ ὄψῃ τοῖς ὀϕϑαλμοῖς σου καὶ ἐκεῖϑεν οὐ ϕάγῃ. 20 καὶ ἐγένετο οὕτως, καὶ συνεπάτησεν αὐτὸν ὁ λαὸς ἐν τῇ πύλῃ, καὶ ἀπέϑανεν.

Liber Regum tertius Βασιλείων γʹ caput 8

1 Καὶ Ελισαιε ἐλάλησεν πρὸς τὴν γυναῖκα, ἧς ἐζωπύρησεν τὸν υἱόν, λέγων Ἀνάστηϑι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκεν κύριος λιμὸν ἐπὶ τὴν γῆν, καί γε ἦλϑεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη. 2 καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα Ελισαιε καὶ ἐπορεύϑη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ παρῴκει ἐν γῇ ἀλλοϕύλων ἑπτὰ ἔτη. 3 καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοϕύλων εἰς τὴν πόλιν καὶ ἦλϑεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς. 4 καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζι τὸ παιδάριον Ελισαιε τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ λέγων Διήγησαι δή μοι πάντα τὰ μεγάλα, ἃ ἐποίησεν Ελισαιε. 5 καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεϑνηκότα, καὶ ἰδοὺ ἡ γυνή, ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς Ελισαιε, βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπεν Γιεζι Κύριε βασιλεῦ, αὕτη ἡ γυνή, καὶ οὗτος ὁ υἱὸς αὐτῆς, ὃν ἐζωπύρησεν Ελισαιε. 6 καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα, καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων Ἐπίστρεψον πάντα τὰ αὐτῆς καὶ πάντα τὰ γενήματα τοῦ ἀγροῦ αὐτῆς ἀπὸ τῆς ἡμέρας, ἧς κατέλιπεν τὴν γῆν, ἕως τοῦ νῦν. 7 Καὶ ἦλϑεν Ελισαιε εἰς Δαμασκόν, καὶ υἱὸς Αδερ βασιλεὺς Συρίας ἠρρώστει, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἥκει ὁ ἄνϑρωπος τοῦ ϑεοῦ ἕως ὧδε. 8 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αζαηλ Λαβὲ ἐν τῇ χειρί σου μαναα καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ᾽ αὐτοῦ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; 9 καὶ ἐπορεύϑη Αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαϑὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλϑεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ελισαιε Ὁ υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; 10 καὶ εἶπεν Ελισαιε Δεῦρο εἰπὸν αὐτῷ Ζωῇ ζήσῃ· καὶ ἔδειξέν μοι κύριος ὅτι ϑανάτῳ ἀποϑανῇ. 11 καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ καὶ ἔϑηκεν ἕως αἰσχύνης, καὶ ἔκλαυσεν ὁ ἄνϑρωπος τοῦ ϑεοῦ. 12 καὶ εἶπεν Αζαηλ Τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ισραηλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομϕαίᾳ ἀποκτενεῖς καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρρήξεις. 13 καὶ εἶπεν Αζαηλ Τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεϑνηκώς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ελισαιε Ἔδειξέν μοι κύριός σε βασιλεύοντα ἐπὶ Συρίαν. 14 καὶ ἀπῆλϑεν ἀπὸ Ελισαιε καὶ εἰσῆλϑεν πρὸς τὸν κύριον αὐτοῦ, καὶ εἶπεν αὐτῷ Τί εἶπέν σοι Ελισαιε; καὶ εἶπεν Εἶπέν μοι Ζωῇ ζήσῃ. 15 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸ μαχμα καὶ ἔβαψεν ἐν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέϑανεν, καὶ ἐβασίλευσεν Αζαηλ ἀντ αὐτοῦ. 16 Ἐν ἔτει πέμπτῳ τῷ Ιωραμ υἱῷ Αχααβ βασιλεῖ Ισραηλ ἐβασίλευσεν Ιωραμ υἱὸς Ιωσαϕατ βασιλεὺς Ιουδα. 17 υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ὀκτὼ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ. 18 καὶ ἐπορεύϑη ἐν ὁδῷ βασιλέων Ισραηλ, καϑὼς ἐποίησεν οἶκος Αχααβ, ὅτι ϑυγάτηρ Αχααβ ἦν αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου. 19 καὶ οὐκ ἠϑέλησεν κύριος διαϕϑεῖραι τὸν Ιουδαν διὰ Δαυιδ τὸν δοῦλον αὐτοῦ, καϑὼς εἶπεν δοῦναι αὐτῷ λύχνον καὶ τοῖς υἱοῖς αὐτοῦ πάσας τὰς ἡμέρας. 20 ἐν ταῖς ἡμέραις αὐτοῦ ἠϑέτησεν Εδωμ ὑποκάτωϑεν χειρὸς Ιουδα καὶ ἐβασίλευσαν ἐϕ᾽ ἑαυτοὺς βασιλέα. 21 καὶ ἀνέβη Ιωραμ εἰς Σιωρ καὶ πάντα τὰ ἅρματα μετ᾽ αὐτοῦ, καὶ ἐγένετο αὐτοῦ ἀναστάντος καὶ ἐπάταξεν τὸν Εδωμ τὸν κυκλώσαντα ἐπ᾽ αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔϕυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν. 22 καὶ ἠϑέτησεν Εδωμ ὑποκάτωϑεν χειρὸς Ιουδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠϑέτησεν Λοβενα ἐν τῷ καιρῷ ἐκείνῳ. 23 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωραμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 24 καὶ ἐκοιμήϑη Ιωραμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 25 Ἐν ἔτει δωδεκάτῳ τῷ Ιωραμ υἱῷ Αχααβ βασιλεῖ Ισραηλ ἐβασίλευσεν Οχοζιας υἱὸς Ιωραμ. 26 υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Οχοζιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοϑολια ϑυγάτηρ Αμβρι βασιλέως Ισραηλ. 27 καὶ ἐπορεύϑη ἐν ὁδῷ οἴκου Αχααβ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καϑὼς ὁ οἶκος Αχααβ. 28 καὶ ἐπορεύϑη μετὰ Ιωραμ υἱοῦ Αχααβ εἰς πόλεμον μετὰ Αζαηλ βασιλέως ἀλλοϕύλων ἐν Ρεμμωϑ Γαλααδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ιωραμ. 29 καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ιωραμ τοῦ ἰατρευϑῆναι ἐν Ιεζραελ ἀπὸ τῶν πληγῶν, ὧν ἐπάταξαν αὐτὸν ἐν Ρεμμωϑ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας· καὶ Οχοζιας υἱὸς Ιωραμ κατέβη τοῦ ἰδεῖν τὸν Ιωραμ υἱὸν Αχααβ ἐν Ιεζραελ, ὅτι ἠρρώστει αὐτός.

Liber Regum tertius Βασιλείων γʹ caput 9

1 Καὶ Ελισαιε ὁ προϕήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προϕητῶν καὶ εἶπεν αὐτῷ Ζῶσαι τὴν ὀσϕύν σου καὶ λαβὲ τὸν ϕακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου καὶ δεῦρο εἰς Ρεμμωϑ Γαλααδ· 2 καὶ εἰσελεύσῃ ἐκεῖ καὶ ὄψῃ ἐκεῖ Ιου υἱὸν Ιωσαϕατ υἱοῦ Ναμεσσι καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελϕῶν αὐτοῦ καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμίειον ἐν τῷ ταμιείῳ· 3 καὶ λήμψῃ τὸν ϕακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ εἰπόν Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ· καὶ ἀνοίξεις τὴν ϑύραν καὶ ϕεύξῃ καὶ οὐ μενεῖς. 4 καὶ ἐπορεύϑη τὸ παιδάριον ὁ προϕήτης εἰς Ρεμμωϑ Γαλααδ 5 καὶ εἰσῆλϑεν, καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάϑηντο, καὶ εἶπεν Λόγος μοι πρὸς σέ, ὁ ἄρχων· καὶ εἶπεν Ιου Πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπεν Πρὸς σέ, ὁ ἄρχων. 6 καὶ ἀνέστη καὶ εἰσῆλϑεν εἰς τὸν οἶκον, καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν κυρίου ἐπὶ τὸν Ισραηλ, 7 καὶ ἐξολεϑρεύσεις τὸν οἶκον Αχααβ τοῦ κυρίου σου ἐκ προσώπου μου καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν προϕητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων κυρίου ἐκ χειρὸς Ιεζαβελ 8 καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Αχααβ καὶ ἐξολεϑρεύσεις τῷ οἴκῳ Αχααβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ισραηλ· 9 καὶ δώσω τὸν οἶκον Αχααβ ὡς τὸν οἶκον Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ὡς τὸν οἶκον Βαασα υἱοῦ Αχια· 10 καὶ τὴν Ιεζαβελ καταϕάγονται οἱ κύνες ἐν τῇ μερίδι Ιεζραελ, καὶ οὐκ ἔστιν ὁ ϑάπτων. καὶ ἤνοιξεν τὴν ϑύραν καὶ ἔϕυγεν. 11 καὶ Ιου ἐξῆλϑεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰ εἰρήνη; τί ὅτι εἰσῆλϑεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς Ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ. 12 καὶ εἶπον Ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Ιου πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐλάλησεν πρός με λέγων Τάδε λέγει κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ισραηλ. 13 καὶ ἀκούσαντες ἔσπευσαν καὶ ἔλαβον ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔϑηκαν ὑποκάτω αὐτοῦ ἐπὶ γαρεμ τῶν ἀναβαϑμῶν καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον Ἐβασίλευσεν Ιου. 14 καὶ συνεστράϕη Ιου υἱὸς Ιωσαϕατ υἱοῦ Ναμεσσι πρὸς Ιωραμ – καὶ Ιωραμ αὐτὸς ἐϕύλασσεν ἐν Ρεμμωϑ Γαλααδ, αὐτὸς καὶ πᾶς Ισραηλ, ἀπὸ προσώπου Αζαηλ βασιλέως Συρίας, 15 καὶ ἀπέστρεψεν Ιωραμ ὁ βασιλεὺς ἰατρευϑῆναι ἐν Ιεζραελ ἀπὸ τῶν πληγῶν, ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Αζαηλ βασιλέως Συρίας – καὶ εἶπεν Ιου Εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ᾽ ἐμοῦ, μὴ ἐξελϑέτω ἐκ τῆς πόλεως διαπεϕευγὼς τοῦ πορευϑῆναι καὶ ἀπαγγεῖλαι ἐν Ιεζραελ. 16 καὶ ἵππευσεν καὶ ἐπορεύϑη Ιου καὶ κατέβη εἰς Ιεζραελ, ὅτι Ιωραμ βασιλεὺς Ισραηλ ἐϑεραπεύετο ἐν Ιεζραελ ἀπὸ τῶν τοξευμάτων, ὧν κατετόξευσαν αὐτὸν οἱ Αραμιν ἐν τῇ Ραμμαϑ ἐν τῷ πολέμῳ μετὰ Αζαηλ βασιλέως Συρίας, ὅτι αὐτὸς δυνατὸς καὶ ἀνὴρ δυνάμεως, καὶ Οχοζιας βασιλεὺς Ιουδα κατέβη ἰδεῖν τὸν Ιωραμ. 17 καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον ἐν Ιεζραελ καὶ εἶδεν τὸν κονιορτὸν Ιου ἐν τῷ παραγίνεσϑαι αὐτὸν καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω. καὶ εἶπεν Ιωραμ Λαβὲ ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσϑεν αὐτῶν, καὶ εἰπάτω Εἰ εἰρήνη; 18 καὶ ἐπορεύϑη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Εἰ εἰρήνη; καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ; ἐπίστρεϕε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ἦλϑεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν. 19 καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλϑεν πρὸς αὐτὸν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Εἰ εἰρήνη; καὶ εἶπεν Ιου Τί σοι καὶ εἰρήνῃ; ἐπιστρέϕου εἰς τὰ ὀπίσω μου. 20 καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ἦλϑεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν· καὶ ὁ ἄγων ἦγεν τὸν Ιου υἱὸν Ναμεσσιου, ὅτι ἐν παραλλαγῇ ἐγένετο. 21 καὶ εἶπεν Ιωραμ Ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλϑεν Ιωραμ βασιλεὺς Ισραηλ καὶ Οχοζιας βασιλεὺς Ιουδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλϑον εἰς ἀπαντὴν Ιου καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουϑαι τοῦ Ιεζραηλίτου. 22 καὶ ἐγένετο ὡς εἶδεν Ιωραμ τὸν Ιου, καὶ εἶπεν Εἰ εἰρήνη, Ιου; καὶ εἶπεν Ιου Τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ιεζαβελ τῆς μητρός σου καὶ τὰ ϕάρμακα αὐτῆς τὰ πολλά. 23 καὶ ἐπέστρεψεν Ιωραμ τὰς χεῖρας αὐτοῦ τοῦ ϕυγεῖν καὶ εἶπεν πρὸς Οχοζιαν Δόλος, Οχοζια. 24 καὶ ἔπλησεν Ιου τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ιωραμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλϑεν τὸ βέλος διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ. 25 καὶ εἶπεν Ιου πρὸς Βαδεκαρ τὸν τριστάτην αὐτοῦ Ῥῖψον αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουϑαι τοῦ Ιεζραηλίτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Αχααβ τοῦ πατρὸς αὐτοῦ, καὶ κύριος ἔλαβεν ἐπ᾽ αὐτὸν τὸ λῆμμα τοῦτο λέγων 26 Εἰ μὴ μετὰ τῶν αἱμάτων Ναβουϑαι καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχϑές, ϕησὶν κύριος, καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, ϕησὶν κύριος· καὶ νῦν ἄρας δὴ ῥῖψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα κυρίου. 27 καὶ Οχοζιας βασιλεὺς Ιουδα εἶδεν καὶ ἔϕυγεν ὁδὸν Βαιϑαγγαν, καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Ιου καὶ εἶπεν Καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν ἐν τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαι, ἥ ἐστιν Ιεβλααμ, καὶ ἔϕυγεν εἰς Μαγεδδων καὶ ἀπέϑανεν ἐκεῖ. 28 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔϑαψαν αὐτὸν ἐν τῷ τάϕῳ αὐτοῦ ἐν πόλει Δαυιδ. – 29 καὶ ἐν ἔτει ἑνδεκάτῳ Ιωραμ βασιλέως Ισραηλ ἐβασίλευσεν Οχοζιας ἐπὶ Ιουδαν. 30 Καὶ ἦλϑεν Ιου εἰς Ιεζραελ· καὶ Ιεζαβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀϕϑαλμοὺς αὐτῆς καὶ ἠγάϑυνεν τὴν κεϕαλὴν αὐτῆς καὶ διέκυψεν διὰ τῆς ϑυρίδος. 31 καὶ Ιου εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν Εἰ εἰρήνη, Ζαμβρι ὁ ϕονευτὴς τοῦ κυρίου αὐτοῦ; 32 καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ϑυρίδα καὶ εἶδεν αὐτὴν καὶ εἶπεν Τίς εἶ σύ; κατάβηϑι μετ᾽ ἐμοῦ. καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι· 33 καὶ εἶπεν Κυλίσατε αὐτήν· καὶ ἐκύλισαν αὐτήν, καὶ ἐρραντίσϑη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν. 34 καὶ εἰσῆλϑεν Ιου καὶ ἔϕαγεν καὶ ἔπιεν καὶ εἶπεν Ἐπισκέψασϑε δὴ τὴν κατηραμένην ταύτην καὶ ϑάψατε αὐτήν, ὅτι ϑυγάτηρ βασιλέως ἐστίν. 35 καὶ ἐπορεύϑησαν ϑάψαι αὐτὴν καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν. 36 καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπεν Λόγος κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου τοῦ Θεσβίτου λέγων Ἐν τῇ μερίδι Ιεζραελ καταϕάγονται οἱ κύνες τὰς σάρκας Ιεζαβελ, 37 καὶ ἔσται τὸ ϑνησιμαῖον Ιεζαβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ιεζραελ ὥστε μὴ εἰπεῖν αὐτούς Ιεζαβελ.

Liber Regum tertius Βασιλείων γʹ caput 10

1 Καὶ τῷ Αχααβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Ιου βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιϑηνοὺς υἱῶν Αχααβ λέγων 2 Καὶ νῦν ὡς ἐὰν ἔλϑῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, μεϑ᾽ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεϑ᾽ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα, 3 καὶ ὄψεσϑε τὸν ἀγαϑὸν καὶ τὸν εὐϑῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν ϑρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν. 4 καὶ ἐϕοβήϑησαν σϕόδρα καὶ εἶπον Ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεϑα ἡμεῖς; 5 καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιϑηνοὶ πρὸς Ιου λέγοντες Παῖδές σου ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς, ποιήσομεν· οὐ βασιλεύσομεν ἄνδρα, τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου ποιήσομεν. 6 καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων Εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς ϕωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεϕαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον εἰς Ιεζραελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεϕον αὐτούς. 7 καὶ ἐγένετο ὡς ἦλϑεν τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσϕαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας, καὶ ἔϑηκαν τὰς κεϕαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ιεζραελ. 8 καὶ ἦλϑεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων Ἤνεγκαν τὰς κεϕαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπεν Θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν ϑύραν τῆς πύλης εἰς πρωί. 9 καὶ ἐγένετο πρωῒ καὶ ἐξῆλϑεν καὶ ἔστη ἐν τῷ πυλῶνι τῆς πόλεως καὶ εἶπεν πρὸς πάντα τὸν λαόν Δίκαιοι ὑμεῖς, ἰδοὺ ἐγώ εἰμι συνεστράϕην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξεν πάντας τούτους; 10 ἴδετε αϕϕω ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος κυρίου εἰς τὴν γῆν, οὗ ἐλάλησεν κύριος ἐπὶ τὸν οἶκον Αχααβ· καὶ κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ηλιου. – 11 καὶ ἐπάταξεν Ιου πάντας τοὺς καταλειϕϑέντας ἐν τῷ οἴκῳ Αχααβ ἐν Ιεζραελ καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ ὥστε μὴ καταλιπεῖν αὐτοῦ κατάλειμμα. 12 Καὶ ἀνέστη καὶ ἐπορεύϑη εἰς Σαμάρειαν. αὐτὸς ἐν Βαιϑακαδ τῶν ποιμένων ἐν τῇ ὁδῷ, 13 καὶ Ιου εὗρεν τοὺς ἀδελϕοὺς Οχοζιου βασιλέως Ιουδα καὶ εἶπεν Τίνες ὑμεῖς; καὶ εἶπον Οἱ ἀδελϕοὶ Οχοζιου ἡμεῖς καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης. 14 καὶ εἶπεν Συλλάβετε αὐτοὺς ζῶντας· καὶ συνέλαβον αὐτοὺς ζῶντας. καὶ ἔσϕαξαν αὐτοὺς εἰς Βαιϑακαδ, τεσσαράκοντα καὶ δύο ἄνδρας, οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν. – 15 καὶ ἐπορεύϑη ἐκεῖϑεν καὶ εὗρεν τὸν Ιωναδαβ υἱὸν Ρηχαβ ἐν τῇ ὁδῷ εἰς ἀπαντὴν αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν Ιου Εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐϑεῖα καϑὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ιωναδαβ Ἔστιν. καὶ εἶπεν Ιου Καὶ εἰ ἔστιν, δὸς τὴν χεῖρά σου. καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ, καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα 16 καὶ εἶπεν πρὸς αὐτόν Δεῦρο μετ᾽ ἐμοῦ καὶ ἰδὲ ἐν τῷ ζηλῶσαί με τῷ κυρίῳ Σαβαωϑ· καὶ ἐπεκάϑισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ. – 17 καὶ εἰσῆλϑεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν πάντας τοὺς καταλειϕϑέντας τοῦ Αχααβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀϕανίσαι αὐτὸν κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν πρὸς Ηλιου. 18 Καὶ συνήϑροισεν Ιου πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς Αχααβ ἐδούλευσεν τῷ Βααλ ὀλίγα, καί γε Ιου δουλεύσει αὐτῷ πολλά· 19 καὶ νῦν, πάντες οἱ προϕῆται τοῦ Βααλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρός με, ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι ϑυσία μεγάλη μοι τῷ Βααλ· πᾶς, ὃς ἐὰν ἐπισκεπῇ, οὐ ζήσεται. καὶ Ιου ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βααλ. 20 καὶ εἶπεν Ιου Ἁγιάσατε ἱερείαν τῷ Βααλ· καὶ ἐκήρυξαν. 21 καὶ ἀπέστειλεν Ιου ἐν παντὶ Ισραηλ λέγων Καὶ νῦν πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προϕῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσϑω, ὅτι ϑυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειϕϑῇ, οὐ ζήσεται. καὶ ἦλϑον πάντες οἱ δοῦλοι τοῦ Βααλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προϕῆται αὐτοῦ· οὐ κατελείϕϑη ἀνήρ, ὃς οὐ παρεγένετο. καὶ εἰσῆλϑον εἰς τὸν οἶκον τοῦ Βααλ, καὶ ἐπλήσϑη ὁ οἶκος τοῦ Βααλ στόμα εἰς στόμα. 22 καὶ εἶπεν Ιου τῷ ἐπὶ τοῦ οἴκου μεσϑααλ Ἐξάγαγε ἐνδύματα πᾶσι τοῖς δούλοις τοῦ Βααλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής. 23 καὶ εἰσῆλϑεν Ιου καὶ Ιωναδαβ υἱὸς Ρηχαβ εἰς οἶκον τοῦ Βααλ καὶ εἶπεν τοῖς δούλοις τοῦ Βααλ Ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεϑ᾽ ὑμῶν τῶν δούλων κυρίου, ὅτι ἀλλ᾽ ἢ οἱ δοῦλοι τοῦ Βααλ μονώτατοι. 24 καὶ εἰσῆλϑεν τοῦ ποιῆσαι τὰ ϑύματα καὶ τὰ ὁλοκαυτώματα. καὶ Ιου ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν Ἀνήρ, ὃς ἐὰν διασωϑῇ ἀπὸ τῶν ἀνδρῶν, ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρας ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ. 25 καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Ιου τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις Εἰσελϑόντες πατάξατε αὐτούς, ἀνὴρ μὴ ἐξελϑάτω ἐξ αὐτῶν· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομϕαίας, καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται καὶ ἐπορεύϑησαν ἕως πόλεως οἴκου τοῦ Βααλ. 26 καὶ ἐξήνεγκαν τὴν στήλην τοῦ Βααλ καὶ ἐνέπρησαν αὐτήν. 27 καὶ κατέσπασαν τὰς στήλας τοῦ Βααλ καὶ καϑεῖλον τὸν οἶκον τοῦ Βααλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης. 28 Καὶ ἠϕάνισεν Ιου τὸν Βααλ ἐξ Ισραηλ· 29 πλὴν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, οὐκ ἀπέστη Ιου ἀπὸ ὄπισϑεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιϑηλ καὶ ἐν Δαν. 30 καὶ εἶπεν κύριος πρὸς Ιου Ἀνϑ ὧν ὅσα ἠγάϑυνας ποιῆσαι τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς μου καὶ πάντα, ὅσα ἐν τῇ καρδίᾳ μου, ἐποίησας τῷ οἴκῳ Αχααβ, υἱοὶ τέταρτοι καϑήσονταί σοι ἐπὶ ϑρόνου Ισραηλ. 31 καὶ Ιου οὐκ ἐϕύλαξεν πορεύεσϑαι ἐν νόμῳ κυρίου ϑεοῦ Ισραηλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἐπάνωϑεν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. – 32 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος συγκόπτειν ἐν τῷ Ισραηλ, καὶ ἐπάταξεν αὐτοὺς Αζαηλ ἐν παντὶ ὁρίῳ Ισραηλ 33 ἀπὸ τοῦ Ιορδάνου κατ᾽ ἀνατολὰς ἡλίου, πᾶσαν τὴν γῆν Γαλααδ τοῦ Γαδδι καὶ τοῦ Ρουβην καὶ τοῦ Μανασση ἀπὸ Αροηρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων, καὶ τὴν Γαλααδ καὶ τὴν Βασαν. 34 καὶ τὰ λοιπὰ τῶν λόγων Ιου καὶ πάντα, ὅσα ἐποίησεν, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις, ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ; 35 καὶ ἐκοιμήϑη Ιου μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ιωαχας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 36 καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσεν Ιου ἐπὶ Ισραηλ, εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρείᾳ.

Liber Regum tertius Βασιλείων γʹ caput 11

1 Καὶ Γοϑολια ἡ μήτηρ Οχοζιου εἶδεν ὅτι ἀπέϑανον οἱ υἱοὶ αὐτῆς, καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας. 2 καὶ ἔλαβεν Ιωσαβεε ϑυγάτηρ τοῦ βασιλέως Ιωραμ ἀδελϕὴ Οχοζιου τὸν Ιωας υἱὸν ἀδελϕοῦ αὐτῆς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν ϑανατουμένων, αὐτὸν καὶ τὴν τροϕὸν αὐτοῦ, ἐν τῷ ταμιείῳ τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοϑολιας, καὶ οὐκ ἐϑανατώϑη. 3 καὶ ἦν μετ᾽ αὐτῆς ἐν οἴκῳ κυρίου κρυβόμενος ἓξ ἔτη· καὶ Γοϑολια βασιλεύουσα ἐπὶ τῆς γῆς. 4 καὶ ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἀπέστειλεν Ιωδαε ὁ ἱερεὺς καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους, τὸν Χορρι καὶ τὸν Ρασιμ, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἶκον κυρίου καὶ διέϑετο αὐτοῖς διαϑήκην κυρίου καὶ ὥρκισεν αὐτοὺς ἐνώπιον κυρίου, καὶ ἔδειξεν αὐτοῖς Ιωδαε τὸν υἱὸν τοῦ βασιλέως 5 καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὗτος ὁ λόγος, ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσελϑέτω τὸ σάββατον καὶ ϕυλάξετε ϕυλακὴν οἴκου τοῦ βασιλέως ἐν τῷ πυλῶνι 6 καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῶν ὁδῶν καὶ τὸ τρίτον τῆς πύλης ὀπίσω τῶν παρατρεχόντων· καὶ ϕυλάξετε τὴν ϕυλακὴν τοῦ οἴκου· 7 καὶ δύο χεῖρες ἐν ὑμῖν, πᾶς ὁ ἐκπορευόμενος τὸ σάββατον, καὶ ϕυλάξουσιν τὴν ϕυλακὴν οἴκου κυρίου πρὸς τὸν βασιλέα· 8 καὶ κυκλώσατε ἐπὶ τὸν βασιλέα κύκλῳ, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὰ σαδηρωϑ ἀποϑανεῖται. καὶ ἐγένετο μετὰ τοῦ βασιλέως ἐν τῷ ἐκπορεύεσϑαι αὐτὸν καὶ ἐν τῷ εἰσπορεύεσϑαι αὐτόν. 9 καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα, ὅσα ἐνετείλατο Ιωδαε ὁ συνετός, καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτοῦ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τῶν ἐκπορευομένων τὸ σάββατον καὶ εἰσῆλϑεν πρὸς Ιωδαε τὸν ἱερέα. 10 καὶ ἔδωκεν ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς τοῦ βασιλέως Δαυιδ τοὺς ἐν οἴκῳ κυρίου. 11 καὶ ἔστησαν οἱ παρατρέχοντες, ἀνὴρ καὶ τὸ σκεῦος αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τοῦ οἴκου τῆς εὐωνύμου τοῦ ϑυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ. 12 καὶ ἐξαπέστειλεν τὸν υἱὸν τοῦ βασιλέως καὶ ἔδωκεν ἐπ᾽ αὐτὸν τὸ νεζερ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν, καὶ ἐκρότησαν τῇ χειρὶ καὶ εἶπαν Ζήτω ὁ βασιλεύς. 13 καὶ ἤκουσεν Γοϑολια τὴν ϕωνὴν τῶν τρεχόντων τοῦ λαοῦ καὶ εἰσῆλϑεν πρὸς τὸν λαὸν εἰς οἶκον κυρίου. 14 καὶ εἶδεν καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν· καὶ διέρρηξεν Γοϑολια τὰ ἱμάτια ἑαυτῆς καὶ ἐβόησεν Σύνδεσμος σύνδεσμος. 15 καὶ ἐνετείλατο Ιωδαε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχαις τοῖς ἐπισκόποις τῆς δυνάμεως καὶ εἶπεν πρὸς αὐτούς Ἐξαγάγετε αὐτὴν ἔσωϑεν τῶν σαδηρωϑ, καὶ ὁ εἰσπορευόμενος ὀπίσω αὐτῆς ϑανάτῳ ϑανατωϑήσεται ῥομϕαίᾳ· ὅτι εἶπεν ὁ ἱερεύς Καὶ μὴ ἀποϑάνῃ ἐν οἴκῳ κυρίου. 16 καὶ ἐπέϑηκαν αὐτῇ χεῖρας, καὶ εἰσῆλϑεν ὁδὸν εἰσόδου τῶν ἵππων οἴκου τοῦ βασιλέως καὶ ἀπέϑανεν ἐκεῖ. – 17 καὶ διέϑετο Ιωδαε διαϑήκην ἀνὰ μέσον κυρίου καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ τοῦ εἶναι εἰς λαὸν τῷ κυρίῳ, καὶ ἀνὰ μέσον τοῦ βασιλέως καὶ ἀνὰ μέσον τοῦ λαοῦ. 18 καὶ εἰσῆλϑεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ ϑυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαϑῶς καὶ τὸν Ματϑαν τὸν ἱερέα τοῦ Βααλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν ϑυσιαστηρίων, καὶ ἔϑηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον κυρίου. 19 καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους καὶ τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου κυρίου, καὶ εἰσῆλϑεν ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάϑισαν αὐτὸν ἐπὶ τοῦ ϑρόνου τῶν βασιλέων. 20 καὶ ἐχάρη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασεν· καὶ τὴν Γοϑολιαν ἐϑανάτωσαν ἐν ῥομϕαίᾳ ἐν οἴκῳ τοῦ βασιλέως.

Liber Regum tertius Βασιλείων γʹ caput 12

1 Υἱὸς ἐτῶν ἑπτὰ Ιωας ἐν τῷ βασιλεύειν αὐτόν. 2 ἐν ἔτει ἑβδόμῳ τῷ Ιου ἐβασίλευσεν Ιωας καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αβια ἐκ τῆς Βηρσαβεε. 3 καὶ ἐποίησεν Ιωας τὸ εὐϑὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας, ἃς ἐϕώτισεν αὐτὸν Ιωδαε ὁ ἱερεύς· 4 πλὴν τῶν ὑψηλῶν οὐ μετεστάϑησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐϑυσίαζεν καὶ ἐϑυμίων ἐν τοῖς ὑψηλοῖς. 5 Καὶ εἶπεν Ιωας πρὸς τοὺς ἱερεῖς Πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ κυρίου, ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον, ὃ ἐὰν ἀναβῇ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ κυρίου, 6 λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτῶν, καὶ αὐτοὶ κρατήσουσιν τὸ βεδεκ τοῦ οἴκου εἰς πάντα, οὗ ἐὰν εὑρεϑῇ ἐκεῖ βεδεκ. 7 καὶ ἐγενήϑη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ιωας οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βεδεκ τοῦ οἴκου. 8 καὶ ἐκάλεσεν Ιωας ὁ βασιλεὺς Ιωδαε τὸν ἱερέα καὶ τοὺς ἱερεῖς καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βεδεκ τοῦ οἴκου; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ βεδεκ τοῦ οἴκου δώσετε αὐτό. 9 καὶ συνεϕώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βεδεκ τοῦ οἴκου. 10 καὶ ἔλαβεν Ιωδαε ὁ ἱερεὺς κιβωτὸν μίαν καὶ ἔτρησεν τρώγλην ἐπὶ τῆς σανίδος αὐτῆς καὶ ἔδωκεν αὐτὴν παρὰ ιαμιβιν ἐν τῷ οἴκῳ ἀνδρὸς οἴκου κυρίου, καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ ϕυλάσσοντες τὸν σταϑμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεϑὲν ἐν οἴκῳ κυρίου. 11 καὶ ἐγένετο ὡς εἶδον ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσϕιγξαν καὶ ἠρίϑμησαν τὸ ἀργύριον τὸ εὑρεϑὲν ἐν οἴκῳ κυρίου. 12 καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασϑὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκόπων οἴκου κυρίου, καὶ ἐξέδοσαν τοῖς τέκτοσιν τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ κυρίου 13 καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίϑων τοῦ κτήσασϑαι ξύλα καὶ λίϑους λατομητοὺς τοῦ κατασχεῖν τὸ βεδεκ οἴκου κυρίου εἰς πάντα, ὅσα ἐξωδιάσϑη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι· 14 πλὴν οὐ ποιηϑήσεται οἴκῳ κυρίου ϑύραι ἀργυραῖ, ἧλοι, ϕιάλαι καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχϑέντος ἐν οἴκῳ κυρίου, 15 ὅτι τοῖς ποιοῦσιν τὰ ἔργα δώσουσιν αὐτό, καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον κυρίου. 16 καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας, οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσιν τὰ ἔργα, ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν. 17 ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας, ὅ τι εἰσηνέχϑη ἐν οἴκῳ κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο. 18 Τότε ἀνέβη Αζαηλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γεϑ καὶ προκατελάβετο αὐτήν. καὶ ἔταξεν Αζαηλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ιερουσαλημ. 19 καὶ ἔλαβεν Ιωας βασιλεὺς Ιουδα πάντα τὰ ἅγια, ὅσα ἡγίασεν Ιωσαϕατ καὶ Ιωραμ καὶ Οχοζιας οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς Ιουδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεϑὲν ἐν ϑησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ Αζαηλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ Ιερουσαλημ. 20 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 21 καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα σύνδεσμον καὶ ἐπάταξαν τὸν Ιωας ἐν οἴκῳ Μαλλω τῷ ἐν Γααλλα. 22 καὶ Ιεζιχαρ υἱὸς Ιεμουαϑ καὶ Ιεζεβουϑ ὁ υἱὸς αὐτοῦ Σωμηρ οἱ δοῦλοι αὐτοῦ ἐπάταξαν αὐτόν, καὶ ἀπέϑανεν· καὶ ἔϑαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Αμεσσιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 13

1 Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ιωας υἱῷ Οχοζιου βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωαχας υἱὸς Ιου ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη. 2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου καὶ ἐπορεύϑη ὀπίσω ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, οὐκ ἀπέστη ἀπ᾽ αὐτῶν. 3 καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐν τῷ Ισραηλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Αζαηλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Αδερ υἱοῦ Αζαηλ πάσας τὰς ἡμέρας. 4 καὶ ἐδεήϑη Ιωαχας τοῦ προσώπου κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ κύριος, ὅτι εἶδεν τὴν ϑλῖψιν Ισραηλ, ὅτι ἔϑλιψεν αὐτοὺς βασιλεὺς Συρίας. 5 καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ Ισραηλ, καὶ ἐξῆλϑεν ὑποκάτωϑεν χειρὸς Συρίας, καὶ ἐκάϑισαν οἱ υἱοὶ Ισραηλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καϑὼς ἐχϑὲς καὶ τρίτης· 6 πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ιεροβοαμ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐν αὐταῖς ἐπορεύϑησαν, καί γε τὸ ἄλσος ἐστάϑη ἐν Σαμαρείᾳ. 7 ὅτι οὐχ ὑπελείϕϑη τῷ Ιωαχας λαὸς ἀλλ᾽ ἢ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔϑεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν. 8 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαχας καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ; 9 καὶ ἐκοιμήϑη Ιωαχας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν Σαμαρείᾳ, καὶ ἐβασίλευσεν Ιωας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 10 Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ιωας βασιλεῖ Ιουδα ἐβασίλευσεν Ιωας υἱὸς Ιωαχας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη. 11 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, ἐν αὐταῖς ἐπορεύϑη. 12 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ἃς ἐποίησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ; 13 καὶ ἐκοιμήϑη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ιεροβοαμ ἐκάϑισεν ἐπὶ τοῦ ϑρόνου αὐτοῦ ἐν Σαμαρείᾳ μετὰ τῶν υἱῶν Ισραηλ. 14 Καὶ Ελισαιε ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ, δι᾽ ἣν ἀπέϑανεν. καὶ κατέβη πρὸς αὐτὸν Ιωας βασιλεὺς Ισραηλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν Πάτερ πάτερ, ἅρμα Ισραηλ καὶ ἱππεὺς αὐτοῦ. 15 καὶ εἶπεν αὐτῷ Ελισαιε Λαβὲ τόξον καὶ βέλη· καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη. 16 καὶ εἶπεν τῷ βασιλεῖ Ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ιωας τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ τόξον, καὶ ἐπέϑηκεν Ελισαιε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως. 17 καὶ εἶπεν Ἄνοιξον τὴν ϑυρίδα κατ᾽ ἀνατολάς· καὶ ἤνοιξεν. καὶ εἶπεν Ελισαιε Τόξευσον· καὶ ἐτόξευσεν. καὶ εἶπεν Βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξεις τὴν Συρίαν ἐν Αϕεκ ἕως συντελείας. 18 καὶ εἶπεν αὐτῷ Ελισαιε Λαβὲ τόξα· καὶ ἔλαβεν. καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ Πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη. 19 καὶ ἐλυπήϑη ἐπ᾽ αὐτῷ ὁ ἄνϑρωπος τοῦ ϑεοῦ καὶ εἶπεν Εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν. – 20 καὶ ἀπέϑανεν Ελισαιε, καὶ ἔϑαψαν αὐτόν. καὶ μονόζωνοι Μωαβ ἦλϑον ἐν τῇ γῇ ἐλϑόντος τοῦ ἐνιαυτοῦ· 21 καὶ ἐγένετο αὐτῶν ϑαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάϕῳ Ελισαιε, καὶ ἐπορεύϑη καὶ ἥψατο τῶν ὀστέων Ελισαιε καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ. – 22 καὶ Αζαηλ ἐξέϑλιψεν τὸν Ισραηλ πάσας τὰς ἡμέρας Ιωαχας. 23 καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαϑήκην αὐτοῦ τὴν μετὰ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, καὶ οὐκ ἠϑέλησεν κύριος διαϕϑεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ. 24 καὶ ἀπέϑανεν Αζαηλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 25 καὶ ἐπέστρεψεν Ιωας υἱὸς Ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Αδερ υἱοῦ Αζαηλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ιωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις Ισραηλ.

Liber Regum tertius Βασιλείων γʹ caput 14

1 Ἐν ἔτει δευτέρῳ τῷ Ιωας υἱῷ Ιωαχας βασιλεῖ Ισραηλ καὶ ἐβασίλευσεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα. 2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιωαδιν ἐξ Ιερουσαλημ. 3 καὶ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου, πλὴν οὐχ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα, ὅσα ἐποίησεν Ιωας ὁ πατὴρ αὐτοῦ, ἐποίησεν· 4 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐϑυσίαζεν καὶ ἐϑυμίων ἐν τοῖς ὑψηλοῖς. 5 καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ· 6 καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐϑανάτωσεν, καϑὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο κύριος λέγων Οὐκ ἀποϑανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποϑανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ᾽ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποϑανεῖται. 7 αὐτὸς ἐπάταξεν τὸν Εδωμ ἐν Γαιμελε δέκα χιλιάδας καὶ συνέλαβε τὴν Πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Καϑοηλ ἕως τῆς ἡμέρας ταύτης. – 8 τότε ἀπέστειλεν Αμεσσιας ἀγγέλους πρὸς Ιωας υἱὸν Ιωαχας υἱοῦ Ιου βασιλέως Ισραηλ λέγων Δεῦρο ὀϕϑῶμεν προσώποις. 9 καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμεσσιαν βασιλέα Ιουδα λέγων Ὁ ακαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν ϑυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλϑον τὰ ϑηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὸν ακανα. 10 τύπτων ἐπάταξας τὴν Ιδουμαίαν, καὶ ἐπῆρέν σε ἡ καρδία σου· ἐνδοξάσϑητι καϑήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ. 11 καὶ οὐκ ἤκουσεν Αμεσσιας. καὶ ἀνέβη ὁ βασιλεὺς Ισραηλ, καὶ ὤϕϑησαν προσώποις αὐτὸς καὶ Αμεσσιας βασιλεὺς Ιουδα ἐν Βαιϑσαμυς τῇ τοῦ Ιουδα· 12 καὶ ἔπταισεν Ιουδας ἀπὸ προσώπου Ισραηλ, καὶ ἔϕυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ· 13 καὶ τὸν Αμεσσιαν υἱὸν Ιωας υἱοῦ Οχοζιου βασιλέα Ιουδα συνέλαβεν Ιωας υἱὸς Ιωαχας βασιλεὺς Ισραηλ ἐν Βαιϑσαμυς. καὶ ἦλϑεν εἰς Ιερουσαλημ καὶ καϑεῖλεν ἐν τῷ τείχει Ιερουσαλημ ἐν τῇ πύλῃ Εϕραιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις· 14 καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεϑέντα ἐν οἴκῳ κυρίου καὶ ἐν ϑησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν. – 15 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας, ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ; 16 καὶ ἐκοιμήϑη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ισραηλ, καὶ ἐβασίλευσεν Ιεροβοαμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. – 17 καὶ ἔζησεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποϑανεῖν Ιωας υἱὸν Ιωαχας βασιλέα Ισραηλ πεντεκαίδεκα ἔτη. 18 καὶ τὰ λοιπὰ τῶν λόγων Αμεσσιου καὶ πάντα, ἃ ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 19 καὶ συνεστράϕησαν ἐπ᾽ αὐτὸν σύστρεμμα ἐν Ιερουσαλημ, καὶ ἔϕυγεν εἰς Λαχις· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχις καὶ ἐϑανάτωσαν αὐτὸν ἐκεῖ. 20 καὶ ἦραν αὐτὸν ἐϕ᾽ ἵππων, καὶ ἐτάϕη ἐν Ιερουσαλημ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ. 21 καὶ ἔλαβεν πᾶς ὁ λαὸς Ιουδα τὸν Αζαριαν – καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν – καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμεσσιου. 22 αὐτὸς ᾠκοδόμησεν τὴν Αιλωϑ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηϑῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ. 23 Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Αμεσσιου υἱοῦ Ιωας βασιλέως Ιουδα ἐβασίλευσεν Ιεροβοαμ υἱὸς Ιωας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος. 24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. 25 αὐτὸς ἀπέστησεν τὸ ὅριον Ισραηλ ἀπὸ εἰσόδου Αιμαϑ ἕως τῆς ϑαλάσσης τῆς Αραβα κατὰ τὸ ῥῆμα κυρίου ϑεοῦ Ισραηλ, ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ιωνα υἱοῦ Αμαϑι τοῦ προϕήτου τοῦ ἐκ Γεϑχοβερ. 26 ὅτι εἶδεν κύριος τὴν ταπείνωσιν Ισραηλ πικρὰν σϕόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηϑῶν τῷ Ισραηλ. 27 καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ισραηλ ὑποκάτωϑεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ιεροβοαμ υἱοῦ Ιωας. 28 καὶ τὰ λοιπὰ τῶν λόγων Ιεροβοαμ καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Αιμαϑ τῷ Ιουδα ἐν Ισραηλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ; 29 καὶ ἐκοιμήϑη Ιεροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ισραηλ, καὶ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου ἀντὶ τοῦ πατρὸς αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 15

1 Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ιεροβοαμ βασιλεῖ Ισραηλ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου βασιλέως Ιουδα. 2 υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Χαλια ἐξ Ιερουσαλημ. 3 καὶ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Αμεσσιας ὁ πατὴρ αὐτοῦ· 4 πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐϑυσίαζεν καὶ ἐϑυμίων ἐν τοῖς ὑψηλοῖς. 5 καὶ ἥψατο κύριος τοῦ βασιλέως, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας ϑανάτου αὐτοῦ καὶ ἐβασίλευσεν ἐν οἴκῳ αϕϕουσωϑ, καὶ Ιωαϑαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς. 6 καὶ τὰ λοιπὰ τῶν λόγων Αζαριου καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 7 καὶ ἐκοιμήϑη Αζαριας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔϑαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Ιωαϑαμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 8 Ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Αζαρια βασιλεῖ Ιουδα ἐβασίλευσεν Ζαχαριας υἱὸς Ιεροβοαμ ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἑξάμηνον. 9 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου, καϑὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. 10 καὶ συνεστράϕησαν ἐπ᾽ αὐτὸν Σελλουμ υἱὸς Ιαβις καὶ Κεβλααμ καὶ ἐπάταξαν αὐτὸν καὶ ἐϑανάτωσαν αὐτόν, καὶ Σελλουμ ἐβασίλευσεν ἀντ αὐτοῦ. 11 καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαριου ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ. 12 ὁ λόγος κυρίου, ὃν ἐλάλησεν πρὸς Ιου λέγων Υἱοὶ τέταρτοι καϑήσονταί σοι ἐπὶ ϑρόνου Ισραηλ· καὶ ἐγένετο οὕτως. 13 Καὶ Σελλουμ υἱὸς Ιαβις ἐβασίλευσεν· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Αζαρια βασιλεῖ Ιουδα ἐβασίλευσεν Σελλουμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ. 14 καὶ ἀνέβη Μαναημ υἱὸς Γαδδι ἐκ Θαρσιλα καὶ ἦλϑεν εἰς Σαμάρειαν καὶ ἐπάταξεν τὸν Σελλουμ υἱὸν Ιαβις ἐν Σαμαρείᾳ καὶ ἐϑανάτωσεν αὐτόν. 15 καὶ τὰ λοιπὰ τῶν λόγων Σελλουμ καὶ ἡ συστροϕὴ αὐτοῦ, ἣν συνεστράϕη, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ. 16 τότε ἐπάταξεν Μαναημ τὴν Θερσα καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσα, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτὴν καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν. 17 Ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Αζαρια βασιλεῖ Ιουδα καὶ ἐβασίλευσεν Μαναημ υἱὸς Γαδδι ἐπὶ Ισραηλ δέκα ἔτη ἐν Σαμαρείᾳ. 18 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. 19 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φουλ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναημ ἔδωκεν τῷ Φουλ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετ᾽ αὐτοῦ. 20 καὶ ἐξήνεγκεν Μαναημ τὸ ἀργύριον ἐπὶ τὸν Ισραηλ, ἐπὶ πᾶν δυνατὸν ἰσχύι, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψεν βασιλεὺς Ἀσσυρίων καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ. 21 καὶ τὰ λοιπὰ τῶν λόγων Μαναημ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ; 22 καὶ ἐκοιμήϑη Μαναημ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Φακειας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 23 Ἐν ἔτει πεντηκοστῷ τοῦ Αζαριου βασιλέως Ιουδα ἐβασίλευσεν Φακειας υἱὸς Μαναημ ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ δύο ἔτη. 24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. 25 καὶ συνεστράϕη ἐπ᾽ αὐτὸν Φακεε υἱὸς Ρομελιου ὁ τριστάτης αὐτοῦ καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ Αργοβ καὶ μετὰ τοῦ Αρια, καὶ μετ᾽ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐϑανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ. 26 καὶ τὰ λοιπὰ τῶν λόγων Φακειου καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ. 27 Ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Αζαριου βασιλέως Ιουδα ἐβασίλευσεν Φακεε υἱὸς Ρομελιου ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ εἴκοσι ἔτη. 28 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ. 29 ἐν ταῖς ἡμέραις Φακεε βασιλέως Ισραηλ ἦλϑεν Θαγλαϑϕελλασαρ βασιλεὺς Ἀσσυρίων καὶ ἔλαβεν τὴν Αιν καὶ τὴν Αβελβαιϑαμααχα καὶ τὴν Ιανωχ καὶ τὴν Κενεζ καὶ τὴν Ασωρ καὶ τὴν Γαλααδ καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεϕϑαλι, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους. 30 καὶ συνέστρεψεν σύστρεμμα Ωσηε υἱὸς Ηλα ἐπὶ Φακεε υἱὸν Ρομελιου καὶ ἐπάταξεν αὐτὸν καὶ ἐϑανάτωσεν αὐτὸν καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ ἐν ἔτει εἰκοστῷ Ιωαϑαμ υἱοῦ Αζαριου. 31 καὶ τὰ λοιπὰ τῶν λόγων Φακεε καὶ πάντα, ὅσα ἐποίησεν, ἰδού ἐστιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ. 32 Ἐν ἔτει δευτέρῳ Φακεε υἱοῦ Ρομελιου βασιλέως Ισραηλ ἐβασίλευσεν Ιωαϑαμ υἱὸς Αζαριου βασιλέως Ιουδα. 33 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιερουσα ϑυγάτηρ Σαδωκ. 34 καὶ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Οζιας ὁ πατὴρ αὐτοῦ· 35 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐϑυσίαζεν καὶ ἐϑυμία ἐν τοῖς ὑψηλοῖς. αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου κυρίου τὴν ἐπάνω. 36 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωαϑαμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 37 ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο κύριος ἐξαποστέλλειν ἐν Ιουδα τὸν Ραασσων βασιλέα Συρίας καὶ τὸν Φακεε υἱὸν Ρομελιου. 38 καὶ ἐκοιμήϑη Ιωαϑαμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐβασίλευσεν Αχαζ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 16

1 Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φακεε υἱοῦ Ρομελιου ἐβασίλευσεν Αχαζ υἱὸς Ιωαϑαμ βασιλέως Ιουδα. 2 υἱὸς εἴκοσι ἐτῶν ἦν Αχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ. καὶ οὐκ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου ϑεοῦ αὐτοῦ πιστῶς ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ 3 καὶ ἐπορεύϑη ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ βασιλέως Ισραηλ καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐϑνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, 4 καὶ ἐϑυσίαζεν καὶ ἐϑυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. – 5 τότε ἀνέβη Ραασσων βασιλεὺς Συρίας καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ εἰς Ιερουσαλημ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ Αχαζ καὶ οὐκ ἐδύναντο πολεμεῖν. 6 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψεν Ραασσων βασιλεὺς Συρίας τὴν Αιλαϑ τῇ Συρίᾳ καὶ ἐξέβαλεν τοὺς Ιουδαίους ἐξ Αιλαϑ, καὶ Ιδουμαῖοι ἦλϑον εἰς Αιλαϑ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. 7 καὶ ἀπέστειλεν Αχαζ ἀγγέλους πρὸς Θαγλαϑϕελλασαρ βασιλέα Ἀσσυρίων λέγων Δοῦλός σου καὶ υἱός σου ἐγώ, ἀνάβηϑι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ισραηλ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμέ. 8 καὶ ἔλαβεν Αχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεϑὲν ἐν ϑησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα. 9 καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων, καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ραασσων ἐϑανάτωσεν. – 10 καὶ ἐπορεύϑη βασιλεὺς Αχαζ εἰς ἀπαντὴν τῷ Θαγλαϑϕελλασαρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν. καὶ εἶδεν τὸ ϑυσιαστήριον ἐν Δαμασκῷ, καὶ ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ πρὸς Ουριαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ ϑυσιαστηρίου καὶ τὸν ῥυϑμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ· 11 καὶ ᾠκοδόμησεν Ουριας ὁ ἱερεὺς τὸ ϑυσιαστήριον κατὰ πάντα, ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Αχαζ ἐκ Δαμασκοῦ. 12 καὶ εἶδεν ὁ βασιλεὺς τὸ ϑυσιαστήριον καὶ ἀνέβη ἐπ᾽ αὐτὸ 13 καὶ ἐϑυμίασεν τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν ϑυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ καὶ προσέχεεν τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ ϑυσιαστήριον. 14 καὶ τὸ ϑυσιαστήριον τὸ χαλκοῦν τὸ ἀπέναντι κυρίου καὶ προσήγαγεν ἀπὸ προσώπου τοῦ οἴκου κυρίου ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ ϑυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου κυρίου καὶ ἔδωκεν αὐτὸ ἐπὶ μηρὸν τοῦ ϑυσιαστηρίου κατὰ βορρᾶν. 15 καὶ ἐνετείλατο ὁ βασιλεὺς Αχαζ τῷ Ουρια τῷ ἱερεῖ λέγων Ἐπὶ τὸ ϑυσιαστήριον τὸ μέγα πρόσϕερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν ϑυσίαν τὴν ἑσπερινὴν καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν ϑυσίαν αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν ϑυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα ϑυσίας ἐπ᾽ αὐτὸ προσχεεῖς· καὶ τὸ ϑυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωί. 16 καὶ ἐποίησεν Ουριας ὁ ἱερεὺς κατὰ πάντα, ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Αχαζ. 17 καὶ συνέκοψεν ὁ βασιλεὺς Αχαζ τὰ συγκλείσματα τῶν μεχωνωϑ καὶ μετῆρεν ἀπ᾽ αὐτῶν τὸν λουτῆρα καὶ τὴν ϑάλασσαν καϑεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιϑίνην. 18 καὶ τὸν ϑεμέλιον τῆς καϑέδρας ᾠκοδόμησεν ἐν οἴκῳ κυρίου καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων. – 19 καὶ τὰ λοιπὰ τῶν λόγων Αχαζ, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 20 καὶ ἐκοιμήϑη Αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Εζεκιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 17

1 Ἐν ἔτει δωδεκάτῳ τῷ Αχαζ βασιλεῖ Ιουδα ἐβασίλευσεν Ωσηε υἱὸς Ηλα ἐν Σαμαρείᾳ ἐπὶ Ισραηλ ἐννέα ἔτη. 2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ισραηλ, οἳ ἦσαν ἔμπροσϑεν αὐτοῦ. 3 ἐπ᾽ αὐτὸν ἀνέβη Σαλαμανασαρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήϑη αὐτῷ Ωσηε δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναα. 4 καὶ εὗρεν βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ωσηε ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγωρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκεν μαναα τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ ϕυλακῆς. 5 καὶ ἀνέβη ὁ βασιλεὺς Ἀσσυρίων ἐν πάσῃ τῇ γῇ καὶ ἀνέβη εἰς Σαμάρειαν καὶ ἐπολιόρκησεν ἐπ᾽ αὐτὴν τρία ἔτη. 6 ἐν ἔτει ἐνάτῳ Ωσηε συνέλαβεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν τὸν Ισραηλ εἰς Ἀσσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ, ποταμοῖς Γωζαν, καὶ Ορη Μήδων. – 7 καὶ ἐγένετο ὅτι ἥμαρτον οἱ υἱοὶ Ισραηλ τῷ κυρίῳ ϑεῷ αὐτῶν τῷ ἀναγαγόντι αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὑποκάτωϑεν χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐϕοβήϑησαν ϑεοὺς ἑτέρους 8 καὶ ἐπορεύϑησαν τοῖς δικαιώμασιν τῶν ἐϑνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου υἱῶν Ισραηλ, καὶ οἱ βασιλεῖς Ισραηλ, ὅσοι ἐποίησαν, 9 καὶ ὅσοι ἠμϕιέσαντο οἱ υἱοὶ Ισραηλ λόγους οὐχ οὕτως κατὰ κυρίου ϑεοῦ αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου ϕυλασσόντων ἕως πόλεως ὀχυρᾶς 10 καὶ ἐστήλωσαν ἑαυτοῖς στήλας καὶ ἄλση ἐπὶ παντὶ βουνῷ ὑψηλῷ καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους 11 καὶ ἐϑυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καϑὼς τὰ ἔϑνη, ἃ ἀπῴκισεν κύριος ἐκ προσώπου αὐτῶν, καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν κύριον 12 καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις, οἷς εἶπεν κύριος αὐτοῖς Οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο κυρίῳ. 13 καὶ διεμαρτύρατο κύριος ἐν τῷ Ισραηλ καὶ ἐν τῷ Ιουδα ἐν χειρὶ πάντων τῶν προϕητῶν αὐτοῦ, παντὸς ὁρῶντος, λέγων Ἀποστράϕητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ϕυλάξατε τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ πάντα τὸν νόμον, ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προϕητῶν. 14 καὶ οὐκ ἤκουσαν καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νῶτον τῶν πατέρων αὐτῶν 15 καὶ τὰ μαρτύρια αὐτοῦ, ὅσα διεμαρτύρατο αὐτοῖς, οὐκ ἐϕύλαξαν καὶ ἐπορεύϑησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώϑησαν καὶ ὀπίσω τῶν ἐϑνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο αὐτοῖς τοῦ μὴ ποιῆσαι κατὰ ταῦτα· 16 ἐγκατέλιπον τὰς ἐντολὰς κυρίου ϑεοῦ αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα, δύο δαμάλεις, καὶ ἐποίησαν ἄλση καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐλάτρευσαν τῷ Βααλ 17 καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν ἐν πυρὶ καὶ ἐμαντεύοντο μαντείας καὶ οἰωνίζοντο καὶ ἐπράϑησαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου παροργίσαι αὐτόν. 18 καὶ ἐϑυμώϑη κύριος σϕόδρα ἐν τῷ Ισραηλ καὶ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείϕϑη πλὴν ϕυλὴ Ιουδα μονωτάτη. 19 καί γε Ιουδας οὐκ ἐϕύλαξεν τὰς ἐντολὰς κυρίου τοῦ ϑεοῦ αὐτῶν καὶ ἐπορεύϑησαν ἐν τοῖς δικαιώμασιν Ισραηλ, οἷς ἐποίησαν, 20 καὶ ἀπεώσαντο τὸν κύριον ἐν παντὶ σπέρματι Ισραηλ, καὶ ἐσάλευσεν αὐτοὺς καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτούς, ἕως οὗ ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. 21 ὅτι πλὴν Ισραηλ ἐπάνωϑεν οἴκου Δαυιδ καὶ ἐβασίλευσαν τὸν Ιεροβοαμ υἱὸν Ναβατ, καὶ ἐξέωσεν Ιεροβοαμ τὸν Ισραηλ ἐξόπισϑεν κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς ἁμαρτίαν μεγάλην· 22 καὶ ἐπορεύϑησαν οἱ υἱοὶ Ισραηλ ἐν πάσῃ ἁμαρτίᾳ Ιεροβοαμ, ᾗ ἐποίησεν, οὐκ ἀπέστησαν ἀπ᾽ αὐτῆς, 23 ἕως οὗ μετέστησεν κύριος τὸν Ισραηλ ἀπὸ προσώπου αὐτοῦ, καϑὼς ἐλάλησεν κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προϕητῶν, καὶ ἀπῳκίσϑη Ισραηλ ἐπάνωϑεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης. 24 Καὶ ἤγαγεν βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος τὸν ἐκ Χουνϑα καὶ ἀπὸ Αια καὶ ἀπὸ Αιμαϑ καὶ Σεπϕαρουαιν, καὶ κατῳκίσϑησαν ἐν πόλεσιν Σαμαρείας ἀντὶ τῶν υἱῶν Ισραηλ καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ κατῴκησαν ἐν ταῖς πόλεσιν αὐτῆς. 25 καὶ ἐγένετο ἐν ἀρχῇ τῆς καϑέδρας αὐτῶν οὐκ ἐϕοβήϑησαν τὸν κύριον, καὶ ἀπέστειλεν κύριος ἐν αὐτοῖς τοὺς λέοντας, καὶ ἦσαν ἀποκτέννοντες ἐν αὐτοῖς. 26 καὶ εἶπον τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες Τὰ ἔϑνη, ἃ ἀπῴκισας καὶ ἀντεκάϑισας ἐν πόλεσιν Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ ϑεοῦ τῆς γῆς, καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας, καὶ ἰδού εἰσιν ϑανατοῦντες αὐτούς, καϑότι οὐκ οἴδασιν τὸ κρίμα τοῦ ϑεοῦ τῆς γῆς. 27 καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἀσσυρίων λέγων Ἀπάγετε ἐκεῖϑεν καὶ πορευέσϑωσαν καὶ κατοικείτωσαν ἐκεῖ καὶ ϕωτιοῦσιν αὐτοὺς τὸ κρίμα τοῦ ϑεοῦ τῆς γῆς. 28 καὶ ἤγαγον ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐκάϑισεν ἐν Βαιϑηλ καὶ ἦν ϕωτίζων αὐτοὺς πῶς ϕοβηϑῶσιν τὸν κύριον. 29 καὶ ἦσαν ποιοῦντες ἔϑνη ἔϑνη ϑεοὺς αὐτῶν καὶ ἔϑηκαν ἐν οἴκῳ τῶν ὑψηλῶν, ὧν ἐποίησαν οἱ Σαμαρῖται, ἔϑνη ἐν ταῖς πόλεσιν αὐτῶν, ἐν αἷς κατῴκουν ἐν αὐταῖς· 30 καὶ οἱ ἄνδρες Βαβυλῶνος ἐποίησαν τὴν Σοκχωϑβαινιϑ, καὶ οἱ ἄνδρες Χουϑ ἐποίησαν τὴν Νηριγελ, καὶ οἱ ἄνδρες Αιμαϑ ἐποίησαν τὴν Ασιμαϑ, 31 καὶ οἱ Ευαῖοι ἐποίησαν τὴν Εβλαζερ καὶ τὴν Θαρϑακ, καὶ οἱ Σεπϕαρουαιν κατέκαιον τοὺς υἱοὺς αὐτῶν ἐν πυρὶ τῷ Αδραμελεχ καὶ Ανημελεχ ϑεοῖς Σεπϕαρουαιν. 32 καὶ ἦσαν ϕοβούμενοι τὸν κύριον καὶ κατῴκισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν, ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔϑνος ἔϑνος ἐν πόλει ἐν ᾗ κατῴκουν ἐν αὐτῇ· καὶ ἦσαν ϕοβούμενοι τὸν κύριον καὶ ἐποίησαν ἑαυτοῖς ἱερεῖς τῶν ὑψηλῶν καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν. 33 τὸν κύριον ἐϕοβοῦντο καὶ τοῖς ϑεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐϑνῶν, ὅϑεν ἀπῴκισεν αὐτοὺς ἐκεῖϑεν. 34 ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ ϕοβοῦνται καὶ αὐτοὶ ποιοῦσιν κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν ἐντολήν, ἣν ἐνετείλατο κύριος τοῖς υἱοῖς Ιακωβ, οὗ ἔϑηκεν τὸ ὄνομα αὐτοῦ Ισραηλ, 35 καὶ διέϑετο κύριος μετ᾽ αὐτῶν διαϑήκην καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὐ ϕοβηϑήσεσϑε ϑεοὺς ἑτέρους καὶ οὐ προσκυνήσετε αὐτοῖς καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ ϑυσιάσετε αὐτοῖς, 36 ὅτι ἀλλ᾽ ἢ τῷ κυρίῳ, ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, αὐτὸν ϕοβηϑήσεσϑε καὶ αὐτῷ προσκυνήσετε καὶ αὐτῷ ϑύσετε 37 καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψεν ὑμῖν, ϕυλάσσεσϑε ποιεῖν πάσας τὰς ἡμέρας καὶ οὐ ϕοβηϑήσεσϑε ϑεοὺς ἑτέρους· 38 καὶ τὴν διαϑήκην, ἣν διέϑετο μεϑ᾽ ὑμῶν, οὐκ ἐπιλήσεσϑε καὶ οὐ ϕοβηϑήσεσϑε ϑεοὺς ἑτέρους, 39 ὅτι ἀλλ᾽ ἢ τὸν κύριον ϑεὸν ὑμῶν ϕοβηϑήσεσϑε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχϑρῶν ὑμῶν· 40 καὶ οὐκ ἀκούσεσϑε ἐπὶ τῷ κρίματι αὐτῶν, ὃ αὐτοὶ ποιοῦσιν. 41 καὶ ἦσαν τὰ ἔϑνη ταῦτα ϕοβούμενοι τὸν κύριον καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες, καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν καϑὰ ἐποίησαν οἱ πατέρες αὐτῶν ποιοῦσιν ἕως τῆς ἡμέρας ταύτης.

Liber Regum tertius Βασιλείων γʹ caput 18

1 Καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ ἐβασίλευσεν Εζεκιας υἱὸς Αχαζ βασιλέως Ιουδα. 2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αβου ϑυγάτηρ Ζαχαριου. 3 καὶ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτοῦ. 4 αὐτὸς ἐξῆρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέϑρευσεν τὰ ἄλση καὶ τὸν ὄϕιν τὸν χαλκοῦν, ὃν ἐποίησεν Μωϋσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ισραηλ ϑυμιῶντες αὐτῷ, καὶ ἐκάλεσεν αὐτὸν Νεεσϑαν. 5 ἐν κυρίῳ ϑεῷ Ισραηλ ἤλπισεν, καὶ μετ᾽ αὐτὸν οὐκ ἐγενήϑη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ιουδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσϑεν αὐτοῦ· 6 καὶ ἐκολλήϑη τῷ κυρίῳ, οὐκ ἀπέστη ὄπισϑεν αὐτοῦ καὶ ἐϕύλαξεν τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐνετείλατο Μωυσῇ· 7 καὶ ἦν κύριος μετ᾽ αὐτοῦ, ἐν πᾶσιν, οἷς ἐποίει, συνῆκεν. καὶ ἠϑέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ. 8 αὐτὸς ἐπάταξεν τοὺς ἀλλοϕύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου ϕυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς. 9 Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Εζεκια [αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ] ἀνέβη Σαλαμανασσαρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ᾽ αὐτήν· 10 καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Εζεκια [αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ωσηε βασιλεῖ Ισραηλ], καὶ συνελήμϕϑη Σαμάρεια. 11 καὶ ἀπῴκισεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔϑηκεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμῷ Γωζαν καὶ Ορη Μήδων, 12 ἀνϑ᾽ ὧν ὅτι οὐκ ἤκουσαν τῆς ϕωνῆς κυρίου ϑεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαϑήκην αὐτοῦ, πάντα ὅσα ἐνετείλατο Μωϋσῆς ὁ δοῦλος κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν. 13 Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς. 14 καὶ ἀπέστειλεν Εζεκιας βασιλεὺς Ιουδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχις λέγων Ἡμάρτηκα, ἀποστράϕητι ἀπ᾽ ἐμοῦ· ὃ ἐὰν ἐπιϑῇς ἐπ᾽ ἐμέ, βαστάσω. καὶ ἐπέϑηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Εζεκιαν βασιλέα Ιουδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου. 15 καὶ ἔδωκεν Εζεκιας πᾶν τὸ ἀργύριον τὸ εὑρεϑὲν ἐν οἴκῳ κυρίου καὶ ἐν ϑησαυροῖς οἴκου τοῦ βασιλέως. 16 ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Εζεκιας τὰς ϑύρας ναοῦ κυρίου καὶ τὰ ἐστηριγμένα, ἃ ἐχρύσωσεν Εζεκιας βασιλεὺς Ιουδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων. 17 Καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων τὸν Θαρϑαν καὶ τὸν Ραϕις καὶ τὸν Ραψακην ἐκ Λαχις πρὸς τὸν βασιλέα Εζεκιαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ιερουσαλημ, καὶ ἀνέβησαν καὶ ἦλϑον εἰς Ιερουσαλημ καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήϑρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναϕέως. 18 καὶ ἐβόησαν πρὸς Εζεκιαν, καὶ ἐξῆλϑον πρὸς αὐτὸν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαϕ ὁ ἀναμιμνῄσκων. 19 καὶ εἶπεν πρὸς αὐτοὺς Ραψακης Εἴπατε δὴ πρὸς Εζεκιαν Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τίς ἡ πεποίϑησις αὕτη, ἣν πέποιϑας; 20 εἶπας Πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον. νῦν οὖν τίνι πεποιϑὼς ἠϑέτησας ἐν ἐμοί; 21 νῦν ἰδοὺ πέποιϑας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεϑλασμένην ταύτην, ἐπ᾽ Αἴγυπτον· ὃς ἂν στηριχϑῇ ἀνὴρ ἐπ᾽ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν· οὕτως Φαραω βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιϑόσιν ἐπ᾽ αὐτόν. 22 καὶ ὅτι εἶπας πρός με Ἐπὶ κύριον ϑεὸν πεποίϑαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν Εζεκιας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ ϑυσιαστήρια αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τῇ Ιερουσαλημ Ἐνώπιον τοῦ ϑυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ιερουσαλημ; 23 καὶ νῦν μίχϑητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ᾽ αὐτούς. 24 καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ᾽ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς. 25 καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαϕϑεῖραι αὐτόν; κύριος εἶπεν πρός με Ἀνάβηϑι ἐπὶ τὴν γῆν ταύτην καὶ διάϕϑειρον αὐτήν. 26 καὶ εἶπεν Ελιακιμ υἱὸς Χελκιου καὶ Σομνας καὶ Ιωας πρὸς Ραψακην Λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί, ὅτι ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεϑ᾽ ἡμῶν Ιουδαιστί, καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους; 27 καὶ εἶπεν πρὸς αὐτοὺς Ραψακης Μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καϑημένους ἐπὶ τοῦ τείχους τοῦ ϕαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεϑ᾽ ὑμῶν ἅμα; 28 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν ϕωνῇ μεγάλῃ Ιουδαιστὶ καὶ ἐλάλησεν καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων 29 Τάδε λέγει ὁ βασιλεύς Μὴ ἐπαιρέτω ὑμᾶς Εζεκιας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσϑαι ἐκ χειρός μου. 30 καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Εζεκιας πρὸς κύριον λέγων Ἐξαιρούμενος ἐξελεῖται ἡμᾶς κύριος, οὐ μὴ παραδοϑῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων. 31 μὴ ἀκούετε Εζεκιου, ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Ποιήσατε μετ᾽ ἐμοῦ εὐλογίαν καὶ ἐξέλϑατε πρός με, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ ϕάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ, 32 ἕως ἔλϑω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, καὶ ζήσετε καὶ οὐ μὴ ἀποϑάνητε. καὶ μὴ ἀκούετε Εζεκιου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων Κύριος ῥύσεται ἡμᾶς. 33 μὴ ῥυόμενοι ἐρρύσαντο οἱ ϑεοὶ τῶν ἐϑνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; 34 ποῦ ἐστιν ὁ ϑεὸς Αιμαϑ καὶ Αρϕαδ; ποῦ ἐστιν ὁ ϑεὸς Σεπϕαρουαιν; καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου; 35 τίς ἐν πᾶσιν τοῖς ϑεοῖς τῶν γαιῶν, οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὅτι ἐξελεῖται κύριος τὴν Ιερουσαλημ ἐκ χειρός μου; 36 καὶ ἐκώϕευσαν καὶ οὐκ ἀπεκρίϑησαν αὐτῷ λόγον, ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων Οὐκ ἀποκριϑήσεσϑε αὐτῷ. 37 Καὶ εἰσῆλϑεν Ελιακιμ υἱὸς Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωας υἱὸς Ασαϕ ὁ ἀναμιμνῄσκων πρὸς Εζεκιαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου.

Liber Regum tertius Βασιλείων γʹ caput 19

1 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Εζεκιας, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ εἰσῆλϑεν εἰς οἶκον κυρίου. 2 καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν τὸν προϕήτην υἱὸν Αμως, 3 καὶ εἶπον πρὸς αὐτόν Τάδε λέγει Εζεκιας Ἡμέρα ϑλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη, ὅτι ἦλϑον υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστιν τῇ τικτούσῃ· 4 εἴ πως εἰσακούσεται κύριος ὁ ϑεός σου πάντας τοὺς λόγους Ραψακου, ὃν ἀπέστειλεν αὐτὸν βασιλεὺς Ἀσσυρίων ὁ κύριος αὐτοῦ ὀνειδίζειν ϑεὸν ζῶντα καὶ βλασϕημεῖν ἐν λόγοις, οἷς ἤκουσεν κύριος ὁ ϑεός σου, καὶ λήμψῃ προσευχὴν περὶ τοῦ λείμματος τοῦ εὑρισκομένου. 5 καὶ ἦλϑον οἱ παῖδες τοῦ βασιλέως Εζεκιου πρὸς Ησαιαν, 6 καὶ εἶπεν αὐτοῖς Ησαιας Τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει κύριος Μὴ ϕοβηϑῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, ὧν ἐβλασϕήμησαν τὰ παιδάρια βασιλέως Ἀσσυρίων· 7 ἰδοὺ ἐγὼ δίδωμι ἐν αὐτῷ πνεῦμα, καὶ ἀκούσεται ἀγγελίαν καὶ ἀποστραϕήσεται εἰς τὴν γῆν αὐτοῦ, καὶ καταβαλῶ αὐτὸν ἐν ῥομϕαίᾳ ἐν τῇ γῇ αὐτοῦ. 8 Καὶ ἐπέστρεψεν Ραψακης καὶ εὗρεν τὸν βασιλέα Ἀσσυρίων πολεμοῦντα ἐπὶ Λομνα, ὅτι ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχις· 9 καὶ ἤκουσεν περὶ Θαρακα βασιλέως Αἰϑιόπων λέγων Ἰδοὺ ἐξῆλϑεν πολεμεῖν μετὰ σοῦ. καὶ ἐπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων 10 Μὴ ἐπαιρέτω σε ὁ ϑεός σου, ἐϕ᾽ ᾧ σὺ πέποιϑας ἐπ᾽ αὐτῷ λέγων Οὐ μὴ παραδοϑῇ Ιερουσαλημ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. 11 ἰδοὺ σὺ ἤκουσας πάντα, ὅσα ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσαις ταῖς γαῖς τοῦ ἀναϑεματίσαι αὐτάς· καὶ σὺ ῥυσϑήσῃ; 12 μὴ ἐξείλαντο αὐτοὺς οἱ ϑεοὶ τῶν ἐϑνῶν, οὓς διέϕϑειραν οἱ πατέρες μου, τήν τε Γωζαν καὶ τὴν Χαρραν καὶ Ραϕες καὶ υἱοὺς Εδεμ τοὺς ἐν Θαεσϑεν; 13 ποῦ ἐστιν ὁ βασιλεὺς Αιμαϑ καὶ ὁ βασιλεὺς Αρϕαδ; καὶ ποῦ ἐστιν Σεπϕαρουαιν, Ανα καὶ Αυα; – 14 καὶ ἔλαβεν Εζεκιας τὰ βιβλία ἐκ χειρὸς τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτά· καὶ ἀνέβη εἰς οἶκον κυρίου καὶ ἀνέπτυξεν αὐτὰ Εζεκιας ἐναντίον κυρίου 15 καὶ εἶπεν Κύριε ὁ ϑεὸς Ισραηλ ὁ καϑήμενος ἐπὶ τῶν χερουβιν, σὺ εἶ ὁ ϑεὸς μόνος ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 16 κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον, κύριε, τοὺς ὀϕϑαλμούς σου καὶ ἰδὲ καὶ ἄκουσον τοὺς λόγους Σενναχηριμ, οὓς ἀπέστειλεν ὀνειδίζειν ϑεὸν ζῶντα. 17 ὅτι ἀληϑείᾳ, κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὰ ἔϑνη 18 καὶ ἔδωκαν τοὺς ϑεοὺς αὐτῶν εἰς τὸ πῦρ, ὅτι οὐ ϑεοί εἰσιν, ἀλλ᾽ ἢ ἔργα χειρῶν ἀνϑρώπων, ξύλα καὶ λίϑοι, καὶ ἀπώλεσαν αὐτούς. 19 καὶ νῦν, κύριε ὁ ϑεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, καὶ γνώσονται πᾶσαι αἱ βασιλεῖαι τῆς γῆς ὅτι σὺ κύριος ὁ ϑεὸς μόνος. 20 Καὶ ἀπέστειλεν Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν λέγων Τάδε λέγει κύριος ὁ ϑεὸς τῶν δυνάμεων ὁ ϑεὸς Ισραηλ Ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων, ἤκουσα. 21 οὗτος ὁ λόγος, ὃν ἐλάλησεν κύριος ἐπ᾽ αὐτόν Ἐξουδένησέν σε καὶ ἐμυκτήρισέν σε παρϑένος ϑυγάτηρ Σιων, ἐπὶ σοὶ κεϕαλὴν αὐτῆς ἐκίνησεν ϑυγάτηρ Ιερουσαλημ. 22 τίνα ὠνείδισας καὶ ἐβλασϕήμησας; καὶ ἐπὶ τίνα ὕψωσας ϕωνήν; καὶ ἦρας εἰς ὕψος τοὺς ὀϕϑαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ. 23 ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἶπας Ἐν τῷ πλήϑει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων, μηροὺς τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ μέγεϑος τῆς κέδρου αὐτοῦ, τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ, καὶ ἦλϑον εἰς μελον τέλους αὐτοῦ, δρυμοῦ Καρμήλου αὐτοῦ. 24 ἐγὼ ἔψυξα καὶ ἔπιον ὕδατα ἀλλότρια καὶ ἐξηρήμωσα τῷ ἴχνει τοῦ ποδός μου πάντας ποταμοὺς περιοχῆς. 25 ἔπλασα αὐτήν, νῦν ἤγαγον αὐτήν, καὶ ἐγενήϑη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων, πόλεις ὀχυράς. 26 καὶ οἱ ἐνοικοῦντες ἐν αὐταῖς ἠσϑένησαν τῇ χειρί, ἔπτηξαν καὶ κατῃσχύνϑησαν, ἐγένοντο χόρτος ἀγροῦ ἢ χλωρὰ βοτάνη, χλόη δωμάτων καὶ πάτημα ἀπέναντι ἑστηκότος. 27 καὶ τὴν καϑέδραν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἔγνων καὶ τὸν ϑυμόν σου ἐπ᾽ ἐμέ. 28 διὰ τὸ ὀργισϑῆναί σε ἐπ᾽ ἐμὲ καὶ τὸ στρῆνός σου ἀνέβη ἐν τοῖς ὠσίν μου καὶ ϑήσω τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσίν σου καὶ χαλινὸν ἐν τοῖς χείλεσίν σου καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ, ᾗ ἦλϑες ἐν αὐτῇ. 29 καὶ τοῦτό σοι τὸ σημεῖον· ϕάγῃ τοῦτον τὸν ἐνιαυτὸν αὐτόματα καὶ τῷ ἔτει τῷ δευτέρῳ τὰ ἀνατέλλοντα· καὶ ἔτι τρίτῳ σπορὰ καὶ ἄμητος καὶ ϕυτεία ἀμπελώνων, καὶ ϕάγεσϑε τὸν καρπὸν αὐτῶν. 30 καὶ προσϑήσει τὸ διασεσῳσμένον οἴκου Ιουδα τὸ ὑπολειϕϑὲν ῥίζαν κάτω καὶ ποιήσει καρπὸν ἄνω. 31 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσεται κατάλειμμα καὶ ἀνασῳζόμενος ἐξ ὄρους Σιων· ὁ ζῆλος κυρίου τῶν δυνάμεων ποιήσει τοῦτο. 32 οὐχ οὕτως· τάδε λέγει κύριος πρὸς βασιλέα Ἀσσυρίων Οὐκ εἰσελεύσεται εἰς τὴν πόλιν ταύτην καὶ οὐ τοξεύσει ἐκεῖ βέλος, καὶ οὐ προϕϑάσει αὐτὴν ϑυρεός, καὶ οὐ μὴ ἐκχέῃ πρὸς αὐτὴν πρόσχωμα· 33 τῇ ὁδῷ, ᾗ ἦλϑεν, ἐν αὐτῇ ἀποστραϕήσεται καὶ εἰς τὴν πόλιν ταύτην οὐκ εἰσελεύσεται, λέγει κύριος. 34 καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου. 35 Καὶ ἐγένετο ἕως νυκτὸς καὶ ἐξῆλϑεν ἄγγελος κυρίου καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ὤρϑρισαν τὸ πρωί, καὶ ἰδοὺ πάντες σώματα νεκρά. 36 καὶ ἀπῆρεν καὶ ἐπορεύϑη καὶ ἀπέστρεψεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευη. 37 καὶ ἐγένετο αὐτοῦ προσκυνοῦντος ἐν οἴκῳ Νεσεραχ ϑεοῦ αὐτοῦ καὶ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίρᾳ, καὶ αὐτοὶ ἐσώϑησαν εἰς γῆν Αραρατ· καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 20

1 Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Εζεκιας εἰς ϑάνατον. καὶ εἰσῆλϑεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προϕήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Ἔντειλαι τῷ οἴκῳ σου, ὅτι ἀποϑνῄσκεις σὺ καὶ οὐ ζήσῃ. 2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς κύριον λέγων 3 Ὦ δή, κύριε, μνήσϑητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληϑείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαϑὸν ἐν ὀϕϑαλμοῖς σου ἐποίησα. καὶ ἔκλαυσεν Εζεκιας κλαυϑμῷ μεγάλῳ. 4 καὶ ἦν Ησαιας ἐν τῇ αὐλῇ τῇ μέσῃ, καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων 5 Ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Εζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου Τάδε λέγει κύριος ὁ ϑεὸς Δαυιδ τοῦ πατρός σου Ἤκουσα τῆς προσευχῆς σου, εἶδον τὰ δάκρυά σου· ἰδοὺ ἐγὼ ἰάσομαί σε, τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου, 6 καὶ προσϑήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾽ ἐμὲ καὶ διὰ Δαυιδ τὸν δοῦλόν μου. 7 καὶ εἶπεν Λαβέτωσαν παλάϑην σύκων καὶ ἐπιϑέτωσαν ἐπὶ τὸ ἕλκος, καὶ ὑγιάσει. 8 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Τί τὸ σημεῖον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἶκον κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ; 9 καὶ εἶπεν Ησαιας Τοῦτο τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον, ὃν ἐλάλησεν· πορεύσεται ἡ σκιὰ δέκα βαϑμούς, ἐὰν ἐπιστρέϕῃ δέκα βαϑμούς. 10 καὶ εἶπεν Εζεκιας Κοῦϕον τὴν σκιὰν κλῖναι δέκα βαϑμούς· οὐχί, ἀλλ᾽ ἐπιστραϕήτω ἡ σκιὰ δέκα βαϑμοὺς εἰς τὰ ὀπίσω. 11 καὶ ἐβόησεν Ησαιας ὁ προϕήτης πρὸς κύριον, καὶ ἐπέστρεψεν ἡ σκιὰ ἐν τοῖς ἀναβαϑμοῖς εἰς τὰ ὀπίσω δέκα βαϑμούς. 12 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναα πρὸς Εζεκιαν, ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας. 13 καὶ ἐχάρη ἐπ᾽ αὐτοῖς Εζεκιας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωϑα, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαϑόν, καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέϑη ἐν τοῖς ϑησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος, ὃν οὐκ ἔδειξεν αὐτοῖς Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ. 14 καὶ εἰσῆλϑεν Ησαιας ὁ προϕήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν Τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καὶ πόϑεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Εζεκιας Ἐκ γῆς πόρρωϑεν ἥκασιν πρός με, ἐκ Βαβυλῶνος. 15 καὶ εἶπεν Τί εἶδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Πάντα, ὅσα ἐν τῷ οἴκῳ μου, εἶδον· οὐκ ἦν ἐν τῷ οἴκῳ μου ὃ οὐκ ἔδειξα αὐτοῖς, ἀλλὰ καὶ τὰ ἐν τοῖς ϑησαυροῖς μου. 16 καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν Ἄκουσον λόγον κυρίου 17 Ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημϕϑήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐϑησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα· καὶ οὐχ ὑπολειϕϑήσεται ῥῆμα, ὃ εἶπεν κύριος· 18 καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ, οὓς γεννήσεις, λήμψεται, καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος. 19 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Ἀγαϑὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησεν· ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου. 20 Καὶ τὰ λοιπὰ τῶν λόγων Εζεκιου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν, τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 21 καὶ ἐκοιμήϑη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν πόλει Δαυιδ, καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 21

1 Υἱὸς δώδεκα ἐτῶν Μανασσης ἐν τῷ βασιλεύειν αὐτὸν καὶ πεντήκοντα καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Οψιβα. 2 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ τὰ βδελύγματα τῶν ἐϑνῶν, ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, 3 καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά, ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησεν ϑυσιαστήριον τῇ Βααλ καὶ ἐποίησεν ἄλση, καϑὼς ἐποίησεν Αχααβ βασιλεὺς Ισραηλ, καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς 4 καὶ ᾠκοδόμησεν ϑυσιαστήριον ἐν οἴκῳ κυρίου, ὡς εἶπεν Ἐν Ιερουσαλημ ϑήσω τὸ ὄνομά μου, 5 καὶ ᾠκοδόμησεν ϑυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου 6 καὶ διῆγεν τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐποίησεν ϑελητὴν καὶ γνώστας· ἐπλήϑυνεν τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου παροργίσαι αὐτόν. 7 καὶ ἔϑηκεν τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ, ᾧ εἶπεν κύριος πρὸς Δαυιδ καὶ πρὸς Σαλωμων τὸν υἱὸν αὐτοῦ Ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν Ιερουσαλημ, ᾗ ἐξελεξάμην ἐκ πασῶν ϕυλῶν Ισραηλ, καὶ ϑήσω τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα 8 καὶ οὐ προσϑήσω τοῦ σαλεῦσαι τὸν πόδα Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, οἵτινες ϕυλάξουσιν πάντα, ὅσα ἐνετειλάμην κατὰ πᾶσαν τὴν ἐντολήν, ἣν ἐνετείλατο αὐτοῖς ὁ δοῦλός μου Μωϋσῆς. 9 καὶ οὐκ ἤκουσαν, καὶ ἐπλάνησεν αὐτοὺς Μανασσης τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου ὑπὲρ τὰ ἔϑνη, ἃ ἠϕάνισεν κύριος ἐκ προσώπου υἱῶν Ισραηλ. 10 καὶ ἐλάλησεν κύριος ἐν χειρὶ δούλων αὐτοῦ τῶν προϕητῶν λέγων 11 Ἀνϑ ὧν ὅσα ἐποίησεν Μανασσης ὁ βασιλεὺς Ιουδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων, ὧν ἐποίησεν ὁ Αμορραῖος ὁ ἔμπροσϑεν, καὶ ἐξήμαρτεν καί γε Ιουδα ἐν τοῖς εἰδώλοις αὐτῶν, 12 οὐχ οὕτως, τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ϕέρω κακὰ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδα, ὥστε παντὸς ἀκούοντος ἠχήσει ἀμϕότερα τὰ ὦτα αὐτοῦ, 13 καὶ ἐκτενῶ ἐπὶ Ιερουσαλημ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάϑμιον οἴκου Αχααβ καὶ ἀπαλείψω τὴν Ιερουσαλημ, καϑὼς ἀπαλείϕεται ὁ ἀλάβαστρος ἀπαλειϕόμενος καὶ καταστρέϕεται ἐπὶ πρόσωπον αὐτοῦ, 14 καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχϑρῶν αὐτῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσιν τοῖς ἐχϑροῖς αὐτῶν, 15 ἀνϑ᾽ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς μου καὶ ἦσαν παροργίζοντές με ἀπὸ τῆς ἡμέρας, ἧς ἐξήγαγον τοὺς πατέρας αὐτῶν ἐξ Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης. 16 καί γε αἷμα ἀϑῷον ἐξέχεεν Μανασσης πολὺ σϕόδρα, ἕως οὗ ἔπλησεν τὴν Ιερουσαλημ στόμα εἰς στόμα, πλὴν τῶν ἁμαρτιῶν αὐτοῦ, ὧν ἐξήμαρτεν τὸν Ιουδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου. 17 καὶ τὰ λοιπὰ τῶν λόγων Μανασση καὶ πάντα, ὅσα ἐποίησεν, καὶ ἡ ἁμαρτία αὐτοῦ, ἣν ἥμαρτεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 18 καὶ ἐκοιμήϑη Μανασσης μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν τῷ κήπῳ τοῦ οἴκου αὐτοῦ, ἐν κήπῳ Οζα, καὶ ἐβασίλευσεν Αμων υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 19 Υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Αμων ἐν τῷ βασιλεύειν αὐτὸν καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μεσολλαμ ϑυγάτηρ Αρους ἐξ Ιετεβα. 20 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου, καϑὼς ἐποίησεν Μανασσης ὁ πατὴρ αὐτοῦ, 21 καὶ ἐπορεύϑη ἐν πάσῃ ὁδῷ, ᾗ ἐπορεύϑη ὁ πατὴρ αὐτοῦ, καὶ ἐλάτρευσεν τοῖς εἰδώλοις, οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ, καὶ προσεκύνησεν αὐτοῖς 22 καὶ ἐγκατέλιπεν τὸν κύριον ϑεὸν τῶν πατέρων αὐτοῦ καὶ οὐκ ἐπορεύϑη ἐν ὁδῷ κυρίου. 23 καὶ συνεστράϕησαν οἱ παῖδες Αμων πρὸς αὐτὸν καὶ ἐϑανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ. 24 καὶ ἐπάταξεν πᾶς ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραϕέντας ἐπὶ τὸν βασιλέα Αμων, καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ιωσιαν υἱὸν αὐτοῦ ἀντ αὐτοῦ. 25 καὶ τὰ λοιπὰ τῶν λόγων Αμων, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 26 καὶ ἔϑαψαν αὐτὸν ἐν τῷ τάϕῳ αὐτοῦ ἐν τῷ κήπῳ Οζα, καὶ ἐβασίλευσεν Ιωσιας υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 22

1 Υἱὸς ὀκτὼ ἐτῶν Ιωσιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιεδιδα ϑυγάτηρ Εδεια ἐκ Βασουρωϑ. 2 καὶ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου καὶ ἐπορεύϑη ἐν πάσῃ ὁδῷ Δαυιδ τοῦ πατρὸς αὐτοῦ, οὐκ ἀπέστη δεξιὰ ἢ ἀριστερά. 3 Καὶ ἐγενήϑη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ιωσια ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαϕϕαν υἱὸν Εσελιου υἱοῦ Μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων 4 Ἀνάβηϑι πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σϕράγισον τὸ ἀργύριον τὸ εἰσενεχϑὲν ἐν οἴκῳ κυρίου, ὃ συνήγαγον οἱ ϕυλάσσοντες τὸν σταϑμὸν παρὰ τοῦ λαοῦ, 5 καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καϑεσταμένων ἐν οἴκῳ κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσιν τὰ ἔργα τοῖς ἐν οἴκῳ κυρίου τοῦ κατισχῦσαι τὸ βεδεκ τοῦ οἴκου, 6 τοῖς τέκτοσιν καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς, καὶ τοῦ κτήσασϑαι ξύλα καὶ λίϑους λατομητοὺς τοῦ κραταιῶσαι τὸ βεδεκ τοῦ οἴκου· 7 πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσιν. 8 καὶ εἶπεν Χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαϕϕαν τὸν γραμματέα Βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ κυρίου· καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον πρὸς Σαϕϕαν, καὶ ἀνέγνω αὐτό. 9 καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα Ιωσιαν καὶ ἐπέστρεψεν τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν Ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεϑὲν ἐν τῷ οἴκῳ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καϑεσταμένων ἐν οἴκῳ κυρίου. 10 καὶ εἶπεν Σαϕϕαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων Βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαϕϕαν ἐνώπιον τοῦ βασιλέως. 11 καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ. 12 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκια τῷ ἱερεῖ καὶ τῷ Αχικαμ υἱῷ Σαϕϕαν καὶ τῷ Αχοβωρ υἱῷ Μιχαιου καὶ τῷ Σαϕϕαν τῷ γραμματεῖ καὶ τῷ Ασαια δούλῳ τοῦ βασιλέως λέγων 13 Δεῦτε ἐκζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ιουδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεϑέντος τούτου, ὅτι μεγάλη ἡ ὀργὴ κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καϑ᾽ ἡμῶν. 14 καὶ ἐπορεύϑη Χελκιας ὁ ἱερεὺς καὶ Αχικαμ καὶ Αχοβωρ καὶ Σαϕϕαν καὶ Ασαιας πρὸς Ολδαν τὴν προϕῆτιν γυναῖκα Σελλημ υἱοῦ Θεκουε υἱοῦ Αραας τοῦ ἱματιοϕύλακος, καὶ αὐτὴ κατῴκει ἐν Ιερουσαλημ ἐν τῇ μασενα, καὶ ἐλάλησαν πρὸς αὐτήν. 15 καὶ εἶπεν αὐτοῖς Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με 16 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν, πάντας τοὺς λόγους τοῦ βιβλίου, οὓς ἀνέγνω βασιλεὺς Ιουδα, 17 ἀνϑ᾽ ὧν ἐγκατέλιπόν με καὶ ἐϑυμίων ϑεοῖς ἑτέροις, ὅπως παροργίσωσίν με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ ἐκκαυϑήσεται ὁ ϑυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσϑήσεται. 18 καὶ πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Οἱ λόγοι, οὓς ἤκουσας, 19 ἀνϑ᾽ ὧν ὅτι ἡπαλύνϑη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀϕανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμοῦ, καί γε ἐγὼ ἤκουσα, λέγει κύριος. 20 οὐχ οὕτως· ἰδοὺ ἐγὼ προστίϑημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχϑήσῃ εἰς τὸν τάϕον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀϕϑήσεται ἐν τοῖς ὀϕϑαλμοῖς σου ἐν πᾶσιν τοῖς κακοῖς, οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ῥῆμα.

Liber Regum tertius Βασιλείων γʹ caput 23

1 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ιουδα καὶ Ιερουσαλημ. 2 καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον κυρίου καὶ πᾶς ἀνὴρ Ιουδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ιερουσαλημ μετ᾽ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προϕῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαϑήκης τοῦ εὑρεϑέντος ἐν οἴκῳ κυρίου. 3 καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στῦλον καὶ διέϑετο διαϑήκην ἐνώπιον κυρίου τοῦ πορεύεσϑαι ὀπίσω κυρίου καὶ τοῦ ϕυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαϑήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαϑήκῃ. 4 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκια τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσιν τῆς δευτερώσεως καὶ τοῖς ϕυλάσσουσιν τὸν σταϑμὸν τοῦ ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βααλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ κατέκαυσεν αὐτὰ ἔξω Ιερουσαλημ ἐν σαδημωϑ Κεδρων καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς Βαιϑηλ. 5 καὶ κατέπαυσεν τοὺς χωμαριμ, οὓς ἔδωκαν βασιλεῖς Ιουδα καὶ ἐϑυμίων ἐν τοῖς ὑψηλοῖς καὶ ἐν ταῖς πόλεσιν Ιουδα καὶ τοῖς περικύκλῳ Ιερουσαλημ, καὶ τοὺς ϑυμιῶντας τῷ Βααλ καὶ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς μαζουρωϑ καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ. 6 καὶ ἐξήνεγκεν τὸ ἄλσος ἐξ οἴκου κυρίου ἔξωϑεν Ιερουσαλημ εἰς τὸν χειμάρρουν Κεδρων καὶ κατέκαυσεν αὐτὸν ἐν τῷ χειμάρρῳ Κεδρων καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ ἔρριψεν τὸν χοῦν αὐτοῦ εἰς τὸν τάϕον τῶν υἱῶν τοῦ λαοῦ. 7 καὶ καϑεῖλεν τὸν οἶκον τῶν καδησιμ τῶν ἐν τῷ οἴκῳ κυρίου, οὗ αἱ γυναῖκες ὕϕαινον ἐκεῖ χεττιιν τῷ ἄλσει. 8 καὶ ἀνήγαγεν πάντας τοὺς ἱερεῖς ἐκ πόλεων Ιουδα καὶ ἐμίανεν τὰ ὑψηλά, οὗ ἐϑυμίασαν ἐκεῖ οἱ ἱερεῖς, ἀπὸ Γαβαα καὶ ἕως Βηρσαβεε. καὶ καϑεῖλεν τὸν οἶκον τῶν πυλῶν τὸν παρὰ τὴν ϑύραν τῆς πύλης Ιησου ἄρχοντος τῆς πόλεως, τῶν ἐξ ἀριστερῶν ἀνδρὸς ἐν τῇ πύλῃ τῆς πόλεως. 9 πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ ϑυσιαστήριον κυρίου ἐν Ιερουσαλημ, ὅτι εἰ μὴ ἔϕαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελϕῶν αὐτῶν. 10 καὶ ἐμίανεν τὸν Ταϕεϑ τὸν ἐν ϕάραγγι υἱοῦ Εννομ τοῦ διάγειν ἄνδρα τὸν υἱὸν αὐτοῦ καὶ ἄνδρα τὴν ϑυγατέρα αὐτοῦ τῷ Μολοχ ἐν πυρί. 11 καὶ κατέπαυσεν τοὺς ἵππους, οὓς ἔδωκαν βασιλεῖς Ιουδα τῷ ἡλίῳ ἐν τῇ εἰσόδῳ οἴκου κυρίου εἰς τὸ γαζοϕυλάκιον Ναϑαν βασιλέως τοῦ εὐνούχου ἐν ϕαρουριμ, καὶ τὸ ἅρμα τοῦ ἡλίου κατέκαυσεν πυρί. 12 καὶ τὰ ϑυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Αχαζ, ἃ ἐποίησαν βασιλεῖς Ιουδα, καὶ τὰ ϑυσιαστήρια, ἃ ἐποίησεν Μανασσης ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου, καὶ καϑεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖϑεν καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρων. 13 καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ιερουσαλημ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσοαϑ, ὃν ᾠκοδόμησεν Σαλωμων βασιλεὺς Ισραηλ τῇ Ἀστάρτῃ προσοχϑίσματι Σιδωνίων καὶ τῷ Χαμως προσοχϑίσματι Μωαβ καὶ τῷ Μολχολ βδελύγματι υἱῶν Αμμων, ἐμίανεν ὁ βασιλεύς. 14 καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέϑρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνϑρώπων. – 15 καί γε τὸ ϑυσιαστήριον τὸ ἐν Βαιϑηλ, τὸ ὑψηλόν, ὃ ἐποίησεν Ιεροβοαμ υἱὸς Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ, καί γε τὸ ϑυσιαστήριον ἐκεῖνο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίϑους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσεν τὸ ἄλσος. 16 καὶ ἐξένευσεν Ιωσιας καὶ εἶδεν τοὺς τάϕους τοὺς ὄντας ἐκεῖ ἐν τῇ πόλει καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν τάϕων καὶ κατέκαυσεν ἐπὶ τὸ ϑυσιαστήριον καὶ ἐμίανεν αὐτὸ κατὰ τὸ ῥῆμα κυρίου, ὃ ἐλάλησεν ὁ ἄνϑρωπος τοῦ ϑεοῦ ἐν τῷ ἑστάναι Ιεροβοαμ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ ϑυσιαστήριον. καὶ ἐπιστρέψας ἦρεν τοὺς ὀϕϑαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάϕον τοῦ ἀνϑρώπου τοῦ ϑεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους 17 καὶ εἶπεν Τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ ὁρῶ; καὶ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως Ὁ ἄνϑρωπος τοῦ ϑεοῦ ἐστιν ὁ ἐξεληλυϑὼς ἐξ Ιουδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους, οὓς ἐπεκαλέσατο ἐπὶ τὸ ϑυσιαστήριον Βαιϑηλ. 18 καὶ εἶπεν Ἄϕετε αὐτό, ἀνὴρ μὴ κινησάτω τὰ ὀστᾶ αὐτοῦ· καὶ ἐρρύσϑησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προϕήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας. – 19 καί γε εἰς πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς Ισραηλ παροργίζειν κύριον, ἀπέστησεν Ιωσιας καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα, ἃ ἐποίησεν ἐν Βαιϑηλ. 20 καὶ ἐϑυσίασεν πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν ϑυσιαστηρίων καὶ κατέκαυσεν τὰ ὀστᾶ τῶν ἀνϑρώπων ἐπ᾽ αὐτά· καὶ ἐπεστράϕη εἰς Ιερουσαλημ. 21 Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων Ποιήσατε τὸ πασχα τῷ κυρίῳ ϑεῷ ἡμῶν, καϑὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαϑήκης ταύτης· 22 ὅτι οὐκ ἐγενήϑη τὸ πασχα τοῦτο ἀϕ᾽ ἡμερῶν τῶν κριτῶν, οἳ ἔκρινον τὸν Ισραηλ, καὶ πάσας τὰς ἡμέρας βασιλέων Ισραηλ καὶ βασιλέων Ιουδα, 23 ὅτι ἀλλ᾽ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ιωσια ἐγενήϑη τὸ πασχα τῷ κυρίῳ ἐν Ιερουσαλημ. 24 καί γε τοὺς ϑελητὰς καὶ τοὺς γνωριστὰς καὶ τὰ ϑεραϕιν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχϑίσματα τὰ γεγονότα ἐν γῇ Ιουδα καὶ ἐν Ιερουσαλημ ἐξῆρεν ὁ βασιλεὺς Ιωσιας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου, οὗ εὗρεν Χελκιας ὁ ἱερεὺς ἐν οἴκῳ κυρίου. 25 ὅμοιος αὐτῷ οὐκ ἐγενήϑη ἔμπροσϑεν αὐτοῦ βασιλεύς, ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετ᾽ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ. 26 πλὴν οὐκ ἀπεστράϕη κύριος ἀπὸ ϑυμοῦ ὀργῆς αὐτοῦ τοῦ μεγάλου, οὗ ἐϑυμώϑη ὀργὴ αὐτοῦ ἐν τῷ Ιουδα ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσης. 27 καὶ εἶπεν κύριος Καί γε τὸν Ιουδαν ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καϑὼς ἀπέστησα τὸν Ισραηλ, καὶ ἀπώσομαι τὴν πόλιν ταύτην, ἣν ἐξελεξάμην, τὴν Ιερουσαλημ, καὶ τὸν οἶκον, οὗ εἶπον Ἔσται τὸ ὄνομά μου ἐκεῖ. 28 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωσιου καὶ πάντα, ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 29 ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φαραω Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ βασιλέα Ἀσσυρίων ἐπὶ ποταμὸν Εὐϕράτην· καὶ ἐπορεύϑη Ιωσιας εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἐϑανάτωσεν αὐτὸν Νεχαω ἐν Μαγεδδω ἐν τῷ ἰδεῖν αὐτόν. 30 καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδω καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἔϑαψαν αὐτὸν ἐν τῷ τάϕῳ αὐτοῦ ἐν πόλει Δαυιδ, καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ιωαχας υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ. 31 Υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν ἦν Ιωαχας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αμιταλ ϑυγάτηρ Ιερεμιου ἐκ Λεμνα. 32 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. 33 καὶ μετέστησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαϑα ἐν γῇ Εμαϑ τοῦ μὴ βασιλεύειν ἐν Ιερουσαλημ καὶ ἔδωκεν ζημίαν ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ ἑκατὸν τάλαντα χρυσίου. 34 καὶ ἐβασίλευσεν Φαραω Νεχαω ἐπ᾽ αὐτοὺς τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέως Ιουδα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ ἐπέστρεψεν τὸ ὄνομα αὐτοῦ Ιωακιμ· καὶ τὸν Ιωαχας ἔλαβεν καὶ εἰσήνεγκεν εἰς Αἴγυπτον, καὶ ἀπέϑανεν ἐκεῖ. 35 καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν Ιωακιμ τῷ Φαραω· πλὴν ἐτιμογράϕησεν τὴν γῆν τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόματος Φαραω, ἀνὴρ κατὰ τὴν συντίμησιν αὐτοῦ ἔδωκαν τὸ ἀργύριον καὶ τὸ χρυσίον μετὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω. 36 Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιελδαϕ ϑυγάτηρ Φεδεια ἐκ Ρουμα. 37 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.

Liber Regum tertius Βασιλείων γʹ caput 24

1 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος, καὶ ἐγενήϑη αὐτῷ Ιωακιμ δοῦλος τρία ἔτη· καὶ ἐπέστρεψεν καὶ ἠϑέτησεν ἐν αὐτῷ. 2 καὶ ἀπέστειλεν αὐτῷ τοὺς μονοζώνους τῶν Χαλδαίων καὶ τοὺς μονοζώνους Συρίας καὶ τοὺς μονοζώνους Μωαβ καὶ τοὺς μονοζώνους υἱῶν Αμμων καὶ ἐξαπέστειλεν αὐτοὺς ἐν τῇ γῇ Ιουδα τοῦ κατισχῦσαι κατὰ τὸν λόγον κυρίου, ὃν ἐλάλησεν ἐν χειρὶ τῶν δούλων αὐτοῦ τῶν προϕητῶν. 3 πλὴν ἐπὶ τὸν ϑυμὸν κυρίου ἦν ἐν τῷ Ιουδα ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ ἐν ἁμαρτίαις Μανασση κατὰ πάντα, ὅσα ἐποίησεν· 4 καί γε αἷμα ἀϑῷον ἐξέχεεν καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀϑῴου· καὶ οὐκ ἠϑέλησεν κύριος ἱλασϑῆναι. 5 καὶ τὰ λοιπὰ τῶν λόγων Ιωακιμ καὶ πάντα, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα; 6 καὶ ἐκοιμήϑη Ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ιωακιμ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ. 7 καὶ οὐ προσέϑετο ἔτι βασιλεὺς Αἰγύπτου ἐξελϑεῖν ἐκ τῆς γῆς αὐτοῦ, ὅτι ἔλαβεν βασιλεὺς Βαβυλῶνος ἀπὸ τοῦ χειμάρρου Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐϕράτου πάντα, ὅσα ἦν τοῦ βασιλέως Αἰγύπτου. 8 Υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Νεσϑα ϑυγάτηρ Ελλαναϑαν ἐξ Ιερουσαλημ. 9 καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀϕϑαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ. 10 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Ιερουσαλημ, καὶ ἦλϑεν ἡ πόλις ἐν περιοχῇ. 11 καὶ εἰσῆλϑεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν πόλιν, καὶ οἱ παῖδες αὐτοῦ ἐπολιόρκουν ἐπ᾽ αὐτήν. 12 καὶ ἐξῆλϑεν Ιωακιμ βασιλεὺς Ιουδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ οἱ εὐνοῦχοι αὐτοῦ, καὶ ἔλαβεν αὐτὸν βασιλεὺς Βαβυλῶνος ἐν ἔτει ὀγδόῳ τῆς βασιλείας αὐτοῦ. 13 καὶ ἐξήνεγκεν ἐκεῖϑεν πάντας τοὺς ϑησαυροὺς οἴκου κυρίου καὶ τοὺς ϑησαυροὺς οἴκου τοῦ βασιλέως καὶ συνέκοψεν πάντα τὰ σκεύη τὰ χρυσᾶ, ἃ ἐποίησεν Σαλωμων βασιλεὺς Ισραηλ ἐν τῷ ναῷ κυρίου, κατὰ τὸ ῥῆμα κυρίου. 14 καὶ ἀπῴκισεν τὴν Ιερουσαλημ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα, καὶ οὐχ ὑπελείϕϑη πλὴν οἱ πτωχοὶ τῆς γῆς. 15 καὶ ἀπῴκισεν τὸν Ιωακιμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ιερουσαλημ εἰς Βαβυλῶνα 16 καὶ πάντας τοὺς ἄνδρας τῆς δυνάμεως ἑπτακισχιλίους καὶ τὸν τέκτονα καὶ τὸν συγκλείοντα χιλίους, πάντες δυνατοὶ ποιοῦντες πόλεμον, καὶ ἤγαγεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος μετοικεσίαν εἰς Βαβυλῶνα. 17 καὶ ἐβασίλευσεν βασιλεὺς Βαβυλῶνος τὸν Μαϑϑανιαν υἱὸν αὐτοῦ ἀντ αὐτοῦ καὶ ἐπέϑηκεν τὸ ὄνομα αὐτοῦ Σεδεκια. 18 Υἱὸς εἴκοσι καὶ ἑνὸς ἐνιαυτοῦ Σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αμιταλ ϑυγάτηρ Ιερεμιου. 19 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Ιωακιμ· 20 ὅτι ἐπὶ τὸν ϑυμὸν κυρίου ἦν ἐπὶ Ιερουσαλημ καὶ ἐν τῷ Ιουδα, ἕως ἀπέρριψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ. καὶ ἠϑέτησεν Σεδεκιας ἐν τῷ βασιλεῖ Βαβυλῶνος.

Liber Regum tertius Βασιλείων γʹ caput 25

1 καὶ ἐγενήϑη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλϑεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ παρενέβαλεν ἐπ᾽ αὐτὴν καὶ ᾠκοδόμησεν ἐπ᾽ αὐτὴν περίτειχος κύκλῳ. 2 καὶ ἦλϑεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκιου· 3 ἐνάτῃ τοῦ μηνὸς καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. 4 καὶ ἐρράγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλϑον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχέων, αὕτη ἥ ἐστιν τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ. καὶ ἐπορεύϑη ὁδὸν τὴν Αραβα, 5 καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν Αραβωϑ Ιεριχω, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωϑεν αὐτοῦ. 6 καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαϑα, καὶ ἐλάλησεν μετ᾽ αὐτοῦ κρίσιν· 7 καὶ τοὺς υἱοὺς Σεδεκιου ἔσϕαξεν κατ᾽ ὀϕϑαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀϕϑαλμοὺς Σεδεκιου ἐξετύϕλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα. 8 Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνός [αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος] ἦλϑεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ιερουσαλημ. 9 καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους Ιερουσαλημ, καὶ πᾶν οἶκον ἐνέπρησεν 10 ὁ ἀρχιμάγειρος. 11 καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειϕϑὲν ἐν τῇ πόλει καὶ τοὺς ἐμπεπτωκότας, οἳ ἐνέπεσον πρὸς βασιλέα Βαβυλῶνος, καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος. 12 καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γαβιν. 13 καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τὰς μεχωνωϑ καὶ τὴν ϑάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἦραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα. 14 καὶ τοὺς λέβητας καὶ τὰ ιαμιν καὶ τὰς ϕιάλας καὶ τὰς ϑυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβεν· 15 καὶ τὰ πυρεῖα καὶ τὰς ϕιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος, 16 στύλους δύο, ἡ ϑάλασσα ἡ μία καὶ τὰ μεχωνωϑ, ἃ ἐποίησεν Σαλωμων τῷ οἴκῳ κυρίου· οὐκ ἦν σταϑμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν. 17 ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωϑαρ ἐπ᾽ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωϑαρ τριῶν πήχεων, σαβαχα καὶ ῥοαὶ ἐπὶ τοῦ χωϑαρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ σαβαχα. 18 καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραιαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοϕονιαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς ϕυλάσσοντας τὸν σταϑμὸν 19 καὶ ἐκ τῆς πόλεως ἔλαβεν εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης ἐπὶ τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεϑέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεϑέντας ἐν τῇ πόλει· 20 καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδαν ὁ ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαϑα, 21 καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος καὶ ἐϑανάτωσεν αὐτοὺς ἐν Δεβλαϑα ἐν γῇ Αιμαϑ. καὶ ἀπῳκίσϑη Ιουδας ἐπάνωϑεν τῆς γῆς αὐτοῦ. 22 Καὶ ὁ λαὸς ὁ καταλειϕϑεὶς ἐν γῇ Ιουδα, οὓς κατέλιπεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ᾽ αὐτῶν τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαϕαν. 23 καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολιαν, καὶ ἦλϑον πρὸς Γοδολιαν εἰς Μασσηϕαϑ, καὶ Ισμαηλ υἱὸς Ναϑανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θανεμαϑ ὁ Νετωϕαϑίτης καὶ Ιεζονιας υἱὸς τοῦ Μαχαϑι, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν. 24 καὶ ὤμοσεν Γοδολιας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Μὴ ϕοβεῖσϑε πάροδον τῶν Χαλδαίων· καϑίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν. 25 καὶ ἐγενήϑη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλϑεν Ισμαηλ υἱὸς Ναϑανιου υἱοῦ Ελισαμα ἐκ τοῦ σπέρματος τῶν βασιλέων καὶ δέκα ἄνδρες μετ᾽ αὐτοῦ· καὶ ἐπάταξεν τὸν Γοδολιαν, καὶ ἀπέϑανεν, καὶ τοὺς Ιουδαίους καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ᾽ αὐτοῦ εἰς Μασσηϕαϑ. 26 καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλϑον εἰς Αἴγυπτον, ὅτι ἐϕοβήϑησαν ἀπὸ προσώπου τῶν Χαλδαίων. 27 Καὶ ἐγενήϑη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικεσίας τοῦ Ιωακιμ βασιλέως Ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν Ευιλμαρωδαχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεϕαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου ϕυλακῆς αὐτοῦ 28 καὶ ἐλάλησεν μετ᾽ αὐτοῦ ἀγαϑὰ καὶ ἔδωκεν τὸν ϑρόνον αὐτοῦ ἐπάνωϑεν τῶν ϑρόνων τῶν βασιλέων τῶν μετ᾽ αὐτοῦ ἐν Βαβυλῶνι, 29 καὶ ἠλλοίωσεν τὰ ἱμάτια τῆς ϕυλακῆς αὐτοῦ καὶ ἤσϑιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· 30 καὶ ἡ ἑστιατορία αὐτοῦ ἑστιατορία διὰ παντὸς ἐδόϑη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

Liber qui dicitur Verba dierum seu Paralipomenon primus -Παραλειπομένων αʹ

Liber qui dicitur Verba dierum seu Paralipomenon primus -Παραλειπομένων αʹ caput 1

1 Αδαμ, Σηϑ, Ενως, 2 Καιναν, Μαλελεηλ, Ιαρεδ, 3 Ενωχ, Μαϑουσαλα, Λαμεχ, 4 Νωε. υἱοὶ Νωε· Σημ, Χαμ, Ιαϕεϑ. 5 Υἱοὶ Ιαϕεϑ· Γαμερ, Μαγωγ, Μαδαι, Ιωυαν, Ελισα, Θοβελ, Μοσοχ καὶ Θιρας. 6 καὶ υἱοὶ Γαμερ· Ασχαναζ καὶ Ριϕαϑ καὶ Θοργαμα. 7 καὶ υἱοὶ Ιωυαν· Ελισα καὶ Θαρσις, Κίτιοι καὶ Ῥόδιοι. 8 Καὶ υἱοὶ Χαμ· Χους καὶ Μεστραιμ, Φουδ καὶ Χανααν. 9 καὶ υἱοὶ Χους· Σαβα καὶ Ευιλατ καὶ Σαβαϑα καὶ Ρεγμα καὶ Σεβεκαϑα. καὶ υἱοὶ Ρεγμα· Σαβα καὶ Ουδαδαν. 10 καὶ Χους ἐγέννησεν τὸν Νεβρωδ· οὗτος ἤρξατο τοῦ εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς. 17 Υἱοὶ Σημ· Αιλαμ καὶ Ασσουρ καὶ Αρϕαξαδ, 24 Σαλα, 25 Εβερ, Φαλεκ, Ραγαυ, 26 Σερουχ, Ναχωρ, Θαρα, 27 Αβρααμ. 28 Υἱοὶ δὲ Αβρααμ· Ισαακ καὶ Ισμαηλ. 29 αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ισμαηλ· Ναβαιωϑ καὶ Κηδαρ, Ναβδεηλ, Μαβσαν, 30 Μασμα, Ιδουμα, Μασση, Χοδδαδ, Θαιμαν, 31 Ιεττουρ, Ναϕες καὶ Κεδμα. οὗτοί εἰσιν υἱοὶ Ισμαηλ. – 32 καὶ υἱοὶ Χεττουρας παλλακῆς Αβρααμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβραν, Ιεξαν, Μαδαν, Μαδιαμ, Σοβακ, Σωε. καὶ υἱοὶ Ιεξαν· Σαβα καὶ Δαιδαν. 33 καὶ υἱοὶ Μαδιαμ· Γαιϕα καὶ Οϕερ καὶ Ενωχ καὶ Αβιδα καὶ Ελδαα. πάντες οὗτοι υἱοὶ Χεττουρας. 34 Καὶ ἐγέννησεν Αβρααμ τὸν Ισαακ. καὶ υἱοὶ Ισαακ· Ησαυ καὶ Ιακωβ. 35 Υἱοὶ Ησαυ· Ελιϕας καὶ Ραγουηλ καὶ Ιεουλ καὶ Ιεγλομ καὶ Κορε. 36 υἱοὶ Ελιϕας· Θαιμαν καὶ Ωμαρ, Σωϕαρ καὶ Γοωϑαμ καὶ Κενεζ καὶ τῆς Θαμνα Αμαληκ. 37 καὶ υἱοὶ Ραγουηλ· Ναχεϑ, Ζαρε, Σομε καὶ Μοζε. – 38 υἱοὶ Σηιρ· Λωταν, Σωβαλ, Σεβεγων, Ανα, Δησων, Ωσαρ, Δαισων. 39 καὶ υἱοὶ Λωταν· Χορρι καὶ Αιμαν καὶ Αιλαϑ καὶ Ναμνα. 40 υἱοὶ Σωβαλ· Γωλαμ, Μαναχαϑ, Γαιβηλ, Σωβ καὶ Ωναμ. υἱοὶ δὲ Σεβεγων· Αια καὶ Ανα. 41 υἱοὶ Ανα· Δαισων. υἱοὶ δὲ Δησων· Εμερων καὶ Εσεβαν καὶ Ιεϑραν καὶ Χαρραν. 42 καὶ υἱοὶ Ωσαρ· Βαλααν καὶ Ζουκαν καὶ Ιωκαν. υἱοὶ Δαισων· Ως καὶ Αρραν. 43 Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλακ υἱὸς Βεωρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα. 44 καὶ ἀπέϑανεν Βαλακ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας. 45 καὶ ἀπέϑανεν Ιωβαβ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων. 46 καὶ ἀπέϑανεν Ασομ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ πατάξας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεϑϑαιμ. 47 καὶ ἀπέϑανεν Αδαδ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαμαα ἐκ Μασεκκας. 48 καὶ ἀπέϑανεν Σαμαα, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Σαουλ ἐκ Ροωβωϑ τῆς παρὰ ποταμόν. 49 καὶ ἀπέϑανεν Σαουλ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ. 50 καὶ ἀπέϑανεν Βαλαεννων υἱὸς Αχοβωρ, καὶ ἐβασίλευσεν ἀντ αὐτοῦ Αδαδ υἱὸς Βαραδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ. 51 καὶ ἀπέϑανεν Αδαδ. – καὶ ἦσαν ἡγεμόνες Εδωμ· ἡγεμὼν Θαμανα, ἡγεμὼν Γωλα, ἡγεμὼν Ιεϑετ, 52 ἡγεμὼν Ελιβαμας, ἡγεμὼν Ηλας, ἡγεμὼν Φινων, 53 ἡγεμὼν Κενεζ, ἡγεμὼν Θαιμαν, ἡγεμὼν Μαβσαρ, 54 ἡγεμὼν Μεγεδιηλ, ἡγεμὼν Ηραμ. οὗτοι ἡγεμόνες Εδωμ.

Liber qui dicitur Verba dierum seu Paralipomenon primus -Παραλειπομένων αʹ caput 2

1 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ· Ρουβην, Συμεων, Λευι, Ιουδα, Ισσαχαρ, Ζαβουλων, 2 Δαν, Ιωσηϕ, Βενιαμιν, Νεϕϑαλι, Γαδ, Ασηρ. 3 Υἱοὶ Ιουδα· Ηρ, Αυναν, Σηλων, τρεῖς· ἐγεννήϑησαν αὐτῷ ἐκ τῆς ϑυγατρὸς Σαυας τῆς Χαναανίτιδος. καὶ ἦν Ηρ ὁ πρωτότοκος Ιουδα πονηρὸς ἐναντίον κυρίου, καὶ ἀπέκτεινεν αὐτόν. 4 καὶ Θαμαρ ἡ νύμϕη αὐτοῦ ἔτεκεν αὐτῷ τὸν Φαρες καὶ τὸν Ζαρα. πάντες υἱοὶ Ιουδα πέντε. 5 υἱοὶ Φαρες· Αρσων καὶ Ιεμουηλ. 6 καὶ υἱοὶ Ζαρα· Ζαμβρι καὶ Αιϑαν καὶ Αιμαν καὶ Χαλχαλ καὶ Δαρα, πάντες πέντε. 7 καὶ υἱοὶ Χαρμι· Αχαρ ὁ ἐμποδοστάτης Ισραηλ, ὃς ἠϑέτησεν εἰς τὸ ἀνάϑεμα. 8 καὶ υἱοὶ Αιϑαν· Αζαρια. – 9 καὶ υἱοὶ Εσερων, οἳ ἐτέχϑησαν αὐτῷ· ὁ Ιραμεηλ καὶ ὁ Ραμ καὶ ὁ Χαλεβ καὶ Αραμ. 10 καὶ Αραμ ἐγέννησεν τὸν Αμιναδαβ, καὶ Αμιναδαβ ἐγέννησεν τὸν Ναασσων ἄρχοντα τοῦ οἴκου Ιουδα, 11 καὶ Ναασσων ἐγέννησεν τὸν Σαλμων, καὶ Σαλμων ἐγέννησεν τὸν Βοος, 12 καὶ Βοος ἐγέννησεν τὸν Ωβηδ, καὶ Ωβηδ ἐγέννησεν τὸν Ιεσσαι, 13 καὶ Ιεσσαι ἐγέννησεν τὸν πρωτότοκον αὐτοῦ Ελιαβ· Αμιναδαβ ὁ δεύτερος, Σαμαα ὁ τρίτος, 14 Ναϑαναηλ ὁ τέταρτος, Ραδδαι ὁ πέμπτος, 15 Ασομ ὁ ἕκτος, Δαυιδ ὁ ἕβδομος. 16 καὶ ἀδελϕὴ αὐτῶν Σαρουια καὶ Αβιγαια. καὶ υἱοὶ Σαρουια· Αβεσσα καὶ Ιωαβ καὶ Ασαηλ, τρεῖς. 17 καὶ Αβιγαια ἐγέννησεν τὸν Αμεσσα· καὶ πατὴρ Αμεσσα Ιοϑορ ὁ Ισμαηλίτης. 18 Καὶ Χαλεβ υἱὸς Εσερων ἐγέννησεν τὴν Γαζουβα γυναῖκα καὶ τὴν Ιεριωϑ. καὶ οὗτοι υἱοὶ αὐτῆς· Ιωασαρ καὶ Σωβαβ καὶ Ορνα. 19 καὶ ἀπέϑανεν Γαζουβα, καὶ ἔλαβεν ἑαυτῷ Χαλεβ τὴν Εϕραϑ, καὶ ἔτεκεν αὐτῷ τὸν Ωρ· 20 καὶ Ωρ ἐγέννησεν τὸν Ουρι, καὶ Ουρι ἐγέννησεν τὸν Βεσελεηλ. 21 καὶ μετὰ ταῦτα εἰσῆλϑεν Εσερων πρὸς τὴν ϑυγατέρα Μαχιρ πατρὸς Γαλααδ, καὶ οὗτος ἔλαβεν αὐτήν, καὶ αὐτὸς ἑξήκοντα ἦν ἐτῶν, καὶ ἔτεκεν αὐτῷ τὸν Σεγουβ. 22 καὶ Σεγουβ ἐγέννησεν τὸν Ιαιρ. καὶ ἦσαν αὐτῷ εἴκοσι τρεῖς πόλεις ἐν τῇ Γαλααδ· 23 καὶ ἔλαβεν Γεδσουρ καὶ Αραμ τὰς κώμας Ιαιρ ἐξ αὐτῶν, τὴν Καναϑ καὶ τὰς κώμας αὐτῆς, ἑξήκοντα πόλεις· πᾶσαι αὗται υἱῶν Μαχιρ πατρὸς Γαλααδ. 24 καὶ μετὰ τὸ ἀποϑανεῖν Εσερων ἦλϑεν Χαλεβ εἰς Εϕραϑα. καὶ ἡ γυνὴ Εσερων Αβια, καὶ ἔτεκεν αὐτῷ τὸν Ασχωδ πατέρα Θεκωε. – 25 καὶ ἦσαν υἱοὶ Ιερεμεηλ πρωτοτόκου Εσερων· ὁ πρωτότοκος Ραμ, καὶ Βαανα καὶ Αραν καὶ Ασομ ἀδελϕὸς αὐτοῦ. 26 καὶ ἦν γυνὴ ἑτέρα τῷ Ιερεμεηλ, καὶ ὄνομα αὐτῇ Αταρα· αὕτη ἐστὶν μήτηρ Οζομ. 27 καὶ ἦσαν υἱοὶ Ραμ πρωτοτόκου Ιερεμεηλ· Μαας καὶ Ιαμιν καὶ Ακορ. 28 καὶ ἦσαν υἱοὶ Οζομ· Σαμαι καὶ Ιαδαε. καὶ υἱοὶ Σαμαι· Ναδαβ καὶ Αβισουρ. 29 καὶ ὄνομα τῆς γυναικὸς Αβισουρ Αβιχαιλ, καὶ ἔτεκεν αὐτῷ τὸν Αχαβαρ καὶ τὸν Μωλιδ. 30 υἱοὶ Ναδαβ· Σαλαδ καὶ Αϕϕαιμ. καὶ ἀπέϑανεν Σαλαδ οὐκ ἔχων τέκνα. 31 καὶ υἱοὶ Αϕϕαιμ· Ισεμιηλ. καὶ υἱοὶ Ισεμιηλ· Σωσαν. καὶ υἱοὶ Σωσαν· Αχλαι. 32 καὶ υἱοὶ Ιαδαε· Αχισαμαι, Ιεϑερ, Ιωναϑαν· καὶ ἀπέϑανεν Ιεϑερ οὐκ ἔχων τέκνα. 33 καὶ υἱοὶ Ιωναϑαν· Φαλεϑ καὶ Οζαζα. οὗτοι ἦσαν υἱοὶ Ιερεμεηλ. 34 καὶ οὐκ ἦσαν τῷ Σωσαν υἱοί, ἀλλ᾽ ἢ ϑυγατέρες· καὶ τῷ Σωσαν παῖς Αἰγύπτιος καὶ ὄνομα αὐτῷ Ιωχηλ, 35 καὶ ἔδωκεν Σωσαν τὴν ϑυγατέρα αὐτοῦ τῷ Ιωχηλ παιδὶ αὐτοῦ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Εϑϑι. 36 καὶ Εϑϑι ἐγέννησεν τὸν Ναϑαν, καὶ Ναϑαν ἐγέννησεν τὸν Ζαβεδ, 37 καὶ Ζαβεδ ἐγέννησεν τὸν Αϕαληλ, καὶ Αϕαληλ ἐγέννησεν τὸν Ωβηδ, 38 καὶ Ωβηδ ἐγέννησεν τὸν Ιηου, καὶ Ιηου ἐγέννησεν τὸν Αζαριαν, 39 καὶ Αζαριας ἐγέννησεν τὸν Χελλης, καὶ Χελλης ἐγέννησεν τὸν Ελεασα, 40 καὶ Ελεασα ἐγέννησεν τὸν Σοσομαι, καὶ Σοσομαι ἐγέννησεν τὸν Σαλουμ, 41 καὶ Σαλουμ ἐγέννησεν τὸν Ιεχεμιαν, καὶ Ιεχεμιας ἐγέννησεν τὸν Ελισαμα. – 42 καὶ υἱοὶ Χαλεβ ἀδελϕοῦ Ιερεμεηλ· Μαρισα ὁ πρωτότοκος αὐτοῦ, οὗτος πατὴρ Ζιϕ· καὶ υἱοὶ Μαρισα πατρὸς Χεβρων. 43 καὶ υἱοὶ Χεβρων· Κορε καὶ Θαπους καὶ Ρεκομ καὶ Σεμαα. 44 καὶ Σεμαα ἐγέννησεν τὸν Ραεμ πατέρα Ιερκααν, καὶ Ιερκααν ἐγέννησεν τὸν Σαμαι· 45 καὶ υἱὸς αὐτοῦ Μαων, καὶ Μαων πατὴρ Βαιϑσουρ. 46 καὶ Γαιϕα ἡ παλλακὴ Χαλεβ ἐγέννησεν τὸν Αρραν καὶ τὸν Μωσα καὶ τὸν Γεζουε. καὶ Αρραν ἐγέννησεν τὸν Γεζουε. 47 καὶ υἱοὶ Ιαδαι· Ραγεμ καὶ Ιωαϑαμ καὶ Γηρσωμ καὶ Φαλετ καὶ Γαιϕα καὶ Σαγαϕ. 48 καὶ ἡ παλλακὴ Χαλεβ Μωχα ἐγέννησεν τὸν Σαβερ καὶ τὸν Θαρχνα. 49 καὶ ἐγέννησεν Σαγαϕ πατέρα Μαρμηνα καὶ τὸν Σαου πατέρα Μαχαβηνα καὶ πατέρα Γαιβαα· καὶ ϑυγάτηρ Χαλεβ Ασχα. 50 οὗτοι ἦσαν υἱοὶ Χαλεβ. – υἱοὶ Ωρ πρωτοτόκου Εϕραϑα· Σωβαλ πατὴρ Καριαϑιαριμ, 51 Σαλωμων πατὴρ Βαιϑλαεμ, Αριμ πατὴρ Βαιϑγεδωρ. 52 καὶ ἦσαν υἱοὶ τῷ Σωβαλ πατρὶ Καριαϑιαριμ· Αραα, Εσι, Αμμανιϑ, 53 Εμοσϕεως, πόλις Ιαιρ, Αιϑαλιμ καὶ Μιϕιϑιμ καὶ Ησαμαϑιμ καὶ Ημασαραιμ· ἐκ τούτων ἐξήλϑοσαν οἱ Σαραϑαῖοι καὶ οἱ Εσϑαωλαῖοι. 54 υἱοὶ Σαλωμων· Βαιϑλαεμ, Νετωϕαϑι, Αταρωϑ οἴκου Ιωαβ καὶ ἥμισυ τῆ