Vetum Testamentum Graece (Septuaginta), Pars E

Aus kathPedia
Zur Navigation springenZur Suche springen
Vetum Testamentum Graece (Septuaginta, LXX)
edidit Alfred Ralphs

Durch folgende Links können die entsprechenden Bücher leicht aufgefunden werden. →

Für wissenschaftliche Arbeiten sind die Texte durch eine gedruckte Quelle zu verifizieren.

Die Bibel

Altes Testament

5 Bücher Mose

{{#switch:Vetum Testamentum Graece (Septuaginta), Pars E|Pentateuch|Genesis|Exodus|Levitikus|Numeri|Deuteronomium|=

16 Geschichtsbücher

{{#switch:Vetum Testamentum Graece (Septuaginta), Pars E|Bücher der Geschichte des Volkes Gottes|Buch Josua|Buch der Richter|Buch Rut|1. Buch Samuel|2. Buch Samuel|1. Buch der Könige|2. Buch der Könige|1. Buch der Chronik|2. Buch der Chronik|Buch Esra|Buch Nehemia|Buch Tobit|Buch Judit|Buch Ester|1. Buch der Makkabäer|2. Buch der Makkabäer|=

7 Weisheitsbücher

{{#switch:Vetum Testamentum Graece (Septuaginta), Pars E|Bücher der Lehrweisheit und Psalmen|Buch Ijob|Psalmen|Buch der Sprichwörter|Buch Kohelet|Hohelied|Buch der Weisheit|Buch Jesus Sirach|=

18 Prophetenbücher

{{#switch:Vetum Testamentum Graece (Septuaginta), Pars E|Bücher der Propheten|Buch Jesaja|Jeremiasbücher|Buch Jeremia|Klagelieder|Buch Baruch|Buch Ezechiel|Buch Daniel|Zwölfprophetenbuch|Buch Hosea|Buch Joel|Buch Amos|Buch Obadja|Buch Jona|Buch Micha|Buch Nahum|Buch Habakuk|Buch Zefanja|Buch Haggai|Buch Sacharija|Buch Maleachi|=

Neues Testament

Inhaltsverzeichnis

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 1

1 Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, ϕρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαϑότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν. 2 ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμϕανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. 3 σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ ϑεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄϕρονας. 4 ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοϕία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. 5 ἅγιον γὰρ πνεῦμα παιδείας ϕεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχϑήσεται ἐπελϑούσης ἀδικίας. 6 ϕιλάνϑρωπον γὰρ πνεῦμα σοϕία καὶ οὐκ ἀϑῳώσει βλάσϕημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεϕρῶν αὐτοῦ μάρτυς ὁ ϑεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληϑὴς καὶ τῆς γλώσσης ἀκουστής. 7 ὅτι πνεῦμα κυρίου πεπλήρωκεν τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει ϕωνῆς. 8 διὰ τοῦτο ϕϑεγγόμενος ἄδικα οὐδεὶς μὴ λάϑῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. 9 ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· 10 ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ ϑροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται. 11 Φυλάξασϑε τοίνυν γογγυσμὸν ἀνωϕελῆ καὶ ἀπὸ καταλαλιᾶς ϕείσασϑε γλώσσης· ὅτι ϕϑέγμα λαϑραῖον κενὸν οὐ πορεύσεται, στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν. 12 μὴ ζηλοῦτε ϑάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν μηδὲ ἐπισπᾶσϑε ὄλεϑρον ἐν ἔργοις χειρῶν ὑμῶν· 13 ὅτι ὁ ϑεὸς ϑάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων. 14 ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς ϕάρμακον ὀλέϑρου οὔτε ᾅδου βασίλειον ἐπὶ γῆς. 15 δικαιοσύνη γὰρ ἀϑάνατός ἐστιν. 16 Ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο αὐτόν, ϕίλον ἡγησάμενοι αὐτὸν ἐτάκησαν καὶ συνϑήκην ἔϑεντο πρὸς αὐτόν, ὅτι ἄξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 2

1 εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὀρϑῶς Ὀλίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνϑρώπου, καὶ οὐκ ἐγνώσϑη ὁ ἀναλύσας ἐξ ᾅδου. 2 ὅτι αὐτοσχεδίως ἐγενήϑημεν καὶ μετὰ τοῦτο ἐσόμεϑα ὡς οὐχ ὑπάρξαντες· ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν, καὶ ὁ λόγος σπινϑὴρ ἐν κινήσει καρδίας ἡμῶν, 3 οὗ σβεσϑέντος τέϕρα ἀποβήσεται τὸ σῶμα καὶ τὸ πνεῦμα διαχυϑήσεται ὡς χαῦνος ἀήρ. 4 καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησϑήσεται ἐν χρόνῳ, καὶ οὐϑεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν· καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεϕέλης καὶ ὡς ὁμίχλη διασκεδασϑήσεται διωχϑεῖσα ὑπὸ ἀκτίνων ἡλίου καὶ ὑπὸ ϑερμότητος αὐτοῦ βαρυνϑεῖσα. 5 σκιᾶς γὰρ πάροδος ὁ καιρὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν, ὅτι κατεσϕραγίσϑη καὶ οὐδεὶς ἀναστρέϕει. 6 δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαϑῶν καὶ χρησώμεϑα τῇ κτίσει ὡς ἐν νεότητι σπουδαίως· 7 οἴνου πολυτελοῦς καὶ μύρων πλησϑῶμεν, καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνϑος ἔαρος· 8 στεψώμεϑα ῥόδων κάλυξιν πρὶν ἢ μαρανϑῆναι· 9 μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας, πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐϕροσύνης, ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος. 10 καταδυναστεύσωμεν πένητα δίκαιον, μὴ ϕεισώμεϑα χήρας μηδὲ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους· 11 ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης, τὸ γὰρ ἀσϑενὲς ἄχρηστον ἐλέγχεται. 12 ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου καὶ ἐπιϕημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν· 13 ἐπαγγέλλεται γνῶσιν ἔχειν ϑεοῦ καὶ παῖδα κυρίου ἑαυτὸν ὀνομάζει· 14 ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν, βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, 15 ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ· 16 εἰς κίβδηλον ἐλογίσϑημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαϑαρσιῶν· μακαρίζει ἔσχατα δικαίων καὶ ἀλαζονεύεται πατέρα ϑεόν. 17 ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληϑεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ· 18 εἰ γάρ ἐστιν ὁ δίκαιος υἱὸς ϑεοῦ, ἀντιλήμψεται αὐτοῦ καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνϑεστηκότων. 19 ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ· 20 ϑανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν, ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. 21 Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήϑησαν· ἀπετύϕλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν, 22 καὶ οὐκ ἔγνωσαν μυστήρια ϑεοῦ οὐδὲ μισϑὸν ἤλπισαν ὁσιότητος οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων. 23 ὅτι ὁ ϑεὸς ἔκτισεν τὸν ἄνϑρωπον ἐπ᾽ ἀϕϑαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας ἀιδιότητος ἐποίησεν αὐτόν· 24 ϕϑόνῳ δὲ διαβόλου ϑάνατος εἰσῆλϑεν εἰς τὸν κόσμον, πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκείνου μερίδος ὄντες.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 3

1 Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ ϑεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. 2 ἔδοξαν ἐν ὀϕϑαλμοῖς ἀϕρόνων τεϑνάναι, καὶ ἐλογίσϑη κάκωσις ἡ ἔξοδος αὐτῶν 3 καὶ ἡ ἀϕ᾽ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. 4 καὶ γὰρ ἐν ὄψει ἀνϑρώπων ἐὰν κολασϑῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀϑανασίας πλήρης· 5 καὶ ὀλίγα παιδευϑέντες μεγάλα εὐεργετηϑήσονται, ὅτι ὁ ϑεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· 6 ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα ϑυσίας προσεδέξατο αὐτούς. 7 καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινϑῆρες ἐν καλάμῃ διαδραμοῦνται· 8 κρινοῦσιν ἔϑνη καὶ κρατήσουσιν λαῶν, καὶ βασιλεύσει αὐτῶν κύριος εἰς τοὺς αἰῶνας. 9 οἱ πεποιϑότες ἐπ᾽ αὐτῷ συνήσουσιν ἀλήϑειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος τοῖς ἐκλεκτοῖς αὐτοῦ. 10 Οἱ δὲ ἀσεβεῖς καϑὰ ἐλογίσαντο ἕξουσιν ἐπιτιμίαν οἱ ἀμελήσαντες τοῦ δικαίου καὶ τοῦ κυρίου ἀποστάντες· 11 σοϕίαν γὰρ καὶ παιδείαν ὁ ἐξουϑενῶν ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτῶν, καὶ οἱ κόποι ἀνόνητοι, καὶ ἄχρηστα τὰ ἔργα αὐτῶν· 12 αἱ γυναῖκες αὐτῶν ἄϕρονες, καὶ πονηρὰ τὰ τέκνα αὐτῶν, ἐπικατάρατος ἡ γένεσις αὐτῶν. 13 ὅτι μακαρία στεῖρα ἡ ἀμίαντος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι, ἕξει καρπὸν ἐν ἐπισκοπῇ ψυχῶν, 14 καὶ εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα μηδὲ ἐνϑυμηϑεὶς κατὰ τοῦ κυρίου πονηρά, δοϑήσεται γὰρ αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ καὶ κλῆρος ἐν ναῷ κυρίου ϑυμηρέστερος. 15 ἀγαϑῶν γὰρ πόνων καρπὸς εὐκλεής, καὶ ἀδιάπτωτος ἡ ῥίζα τῆς ϕρονήσεως. 16 τέκνα δὲ μοιχῶν ἀτέλεστα ἔσται, καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀϕανισϑήσεται. 17 ἐάν τε γὰρ μακρόβιοι γένωνται, εἰς οὐϑὲν λογισϑήσονται, καὶ ἄτιμον ἐπ᾽ ἐσχάτων τὸ γῆρας αὐτῶν· 18 ἐάν τε ὀξέως τελευτήσωσιν, οὐχ ἕξουσιν ἐλπίδα οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύϑιον· 19 γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 4

1 κρείσσων ἀτεκνία μετὰ ἀρετῆς· ἀϑανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς, ὅτι καὶ παρὰ ϑεῷ γινώσκεται καὶ παρὰ ἀνϑρώποις. 2 παροῦσάν τε μιμοῦνται αὐτὴν καὶ ποϑοῦσιν ἀπελϑοῦσαν· καὶ ἐν τῷ αἰῶνι στεϕανηϕοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄϑλων ἀγῶνα νικήσασα. 3 πολύγονον δὲ ἀσεβῶν πλῆϑος οὐ χρησιμεύσει καὶ ἐκ νόϑων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάϑος οὐδὲ ἀσϕαλῆ βάσιν ἑδράσει· 4 κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναϑάλῃ, ἐπισϕαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευϑήσεται καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωϑήσεται. 5 περικλασϑήσονται κλῶνες ἀτέλεστοι, καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος, ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐϑὲν ἐπιτήδειος· 6 ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν. 7 Δίκαιος δὲ ἐὰν ϕϑάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· 8 γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριϑμῷ ἐτῶν μεμέτρηται, 9 πολιὰ δέ ἐστιν ϕρόνησις ἀνϑρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. 10 εὐάρεστος ϑεῷ γενόμενος ἠγαπήϑη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέϑη· 11 ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· 12 βασκανία γὰρ ϕαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιϑυμίας μεταλλεύει νοῦν ἄκακον. 13 τελειωϑεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν χρόνους μακρούς· 14 ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας· οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες μηδὲ ϑέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτο, 15 ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ. 16 κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσϑεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκου· 17 ὄψονται γὰρ τελευτὴν σοϕοῦ καὶ οὐ νοήσουσιν τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσϕαλίσατο αὐτὸν ὁ κύριος. 18 ὄψονται καὶ ἐξουϑενήσουσιν· αὐτοὺς δὲ ὁ κύριος ἐκγελάσεται, 19 καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι᾽ αἰῶνος, ὅτι ῥήξει αὐτοὺς ἀϕώνους πρηνεῖς καὶ σαλεύσει αὐτοὺς ἐκ ϑεμελίων, καὶ ἕως ἐσχάτου χερσωϑήσονται καὶ ἔσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. 20 ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 5

1 Τότε στήσεται ἐν παρρησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν ϑλιψάντων αὐτὸν καὶ τῶν ἀϑετούντων τοὺς πόνους αὐτοῦ. 2 ἰδόντες ταραχϑήσονται ϕόβῳ δεινῷ καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας· 3 ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται καὶ ἐροῦσιν 4 Οὗτος ἦν, ὃν ἔσχομέν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄϕρονες· τὸν βίον αὐτοῦ ἐλογισάμεϑα μανίαν καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. 5 πῶς κατελογίσϑη ἐν υἱοῖς ϑεοῦ καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν; 6 ἄρα ἐπλανήϑημεν ἀπὸ ὁδοῦ ἀληϑείας, καὶ τὸ τῆς δικαιοσύνης ϕῶς οὐκ ἐπέλαμψεν ἡμῖν, καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν· 7 ἀνομίας ἐνεπλήσϑημεν τρίβοις καὶ ἀπωλείας καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους, τὴν δὲ ὁδὸν κυρίου οὐκ ἐπέγνωμεν. 8 τί ὠϕέλησεν ἡμᾶς ἡ ὑπερηϕανία; καὶ τί πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν; 9 παρῆλϑεν ἐκεῖνα πάντα ὡς σκιὰ καὶ ὡς ἀγγελία παρατρέχουσα· 10 ὡς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ, ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν· 11 ἢ ὡς ὀρνέου διιπτάντος ἀέρα οὐϑὲν εὑρίσκεται τεκμήριον πορείας, πληγῇ δὲ μαστιζόμενον ταρσῶν πνεῦμα κοῦϕον καὶ σχιζόμενον βίᾳ ῥοίζου κινουμένων πτερύγων διωδεύϑη, καὶ μετὰ τοῦτο οὐχ εὑρέϑη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ· 12 ἢ ὡς βέλους βληϑέντος ἐπὶ σκοπὸν τμηϑεὶς ὁ ἀὴρ εὐϑέως εἰς ἑαυτὸν ἀνελύϑη ὡς ἀγνοῆσαι τὴν δίοδον αὐτοῦ· 13 οὕτως καὶ ἡμεῖς γεννηϑέντες ἐξελίπομεν καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι, ἐν δὲ τῇ κακίᾳ ἡμῶν κατεδαπανήϑημεν. 14 ὅτι ἐλπὶς ἀσεβοῦς ὡς ϕερόμενος χνοῦς ὑπὸ ἀνέμου καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχϑεῖσα λεπτὴ καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύϑη καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσεν. 15 Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν, καὶ ἐν κυρίῳ ὁ μισϑὸς αὐτῶν, καὶ ἡ ϕροντὶς αὐτῶν παρὰ ὑψίστῳ. 16 διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. 17 λήμψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχϑρῶν· 18 ἐνδύσεται ϑώρακα δικαιοσύνην καὶ περιϑήσεται κόρυϑα κρίσιν ἀνυπόκριτον· 19 λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, 20 ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομϕαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράϕρονας. 21 πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεϕῶν ἐπὶ σκοπὸν ἁλοῦνται, 22 καὶ ἐκ πετροβόλου ϑυμοῦ πλήρεις ῥιϕήσονται χάλαζαι· ἀγανακτήσει κατ᾽ αὐτῶν ὕδωρ ϑαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· 23 ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει ϑρόνους δυναστῶν.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 6

1 Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάϑετε, δικασταὶ περάτων γῆς· 2 ἐνωτίσασϑε, οἱ κρατοῦντες πλήϑους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐϑνῶν· 3 ὅτι ἐδόϑη παρὰ κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει· 4 ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρϑῶς οὐδὲ ἐϕυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ ϑεοῦ ἐπορεύϑητε. 5 ϕρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται. 6 ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασϑήσονται· 7 οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεϑος, ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ περὶ πάντων, 8 τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐϕίσταται ἔρευνα. 9 πρὸς ὑμᾶς οὖν, ὦ τύραννοι, οἱ λόγοι μου, ἵνα μάϑητε σοϕίαν καὶ μὴ παραπέσητε· 10 οἱ γὰρ ϕυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωϑήσονται, καὶ οἱ διδαχϑέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν. 11 ἐπιϑυμήσατε οὖν τῶν λόγων μου, ποϑήσατε καὶ παιδευϑήσεσϑε. 12 Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοϕία καὶ εὐχερῶς ϑεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν, 13 ϕϑάνει τοὺς ἐπιϑυμοῦντας προγνωσϑῆναι. 14 ὁ ὀρϑρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ. 15 τὸ γὰρ ἐνϑυμηϑῆναι περὶ αὐτῆς ϕρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δι᾽ αὐτὴν ταχέως ἀμέριμνος ἔσται· 16 ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις ϕαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς. 17 ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληϑεστάτη παιδείας ἐπιϑυμία, ϕροντὶς δὲ παιδείας ἀγάπη, 18 ἀγάπη δὲ τήρησις νόμων αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀϕϑαρσίας, 19 ἀϕϑαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ ϑεοῦ· 20 ἐπιϑυμία ἄρα σοϕίας ἀνάγει ἐπὶ βασιλείαν. 21 εἰ οὖν ἥδεσϑε ἐπὶ ϑρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν, τιμήσατε σοϕίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. 22 τί δέ ἐστιν σοϕία καὶ πῶς ἐγένετο, ἀπαγγελῶ καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια, ἀλλὰ ἀπ᾽ ἀρχῆς γενέσεως ἐξιχνιάσω καὶ ϑήσω εἰς τὸ ἐμϕανὲς τὴν γνῶσιν αὐτῆς καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήϑειαν. 23 οὔτε μὴν ϕϑόνῳ τετηκότι συνοδεύσω, ὅτι οὗτος οὐ κοινωνήσει σοϕίᾳ. 24 πλῆϑος δὲ σοϕῶν σωτηρία κόσμου, καὶ βασιλεὺς ϕρόνιμος εὐστάϑεια δήμου. 25 ὥστε παιδεύεσϑε τοῖς ῥήμασίν μου, καὶ ὠϕεληϑήσεσϑε.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 7

1 Εἰμὶ μὲν κἀγὼ ϑνητὸς ἄνϑρωπος ἴσος ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου· καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύϕην σὰρξ 2 δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελϑούσης. 3 καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαϑῆ κατέπεσον γῆν πρώτην ϕωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων· 4 ἐν σπαργάνοις ἀνετράϕην καὶ ϕροντίσιν. 5 οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν, 6 μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση. 7 διὰ τοῦτο εὐξάμην, καὶ ϕρόνησις ἐδόϑη μοι· ἐπεκαλεσάμην, καὶ ἦλϑέν μοι πνεῦμα σοϕίας. 8 προέκρινα αὐτὴν σκήπτρων καὶ ϑρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς· 9 οὐδὲ ὡμοίωσα αὐτῇ λίϑον ἀτίμητον, ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισϑήσεται ἄργυρος ἐναντίον αὐτῆς· 10 ὑπὲρ ὑγίειαν καὶ εὐμορϕίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ ϕωτὸς ἔχειν, ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης ϕέγγος. 11 ἦλϑεν δέ μοι τὰ ἀγαϑὰ ὁμοῦ πάντα μετ᾽ αὐτῆς καὶ ἀναρίϑμητος πλοῦτος ἐν χερσὶν αὐτῆς· 12 εὐϕράνϑην δὲ ἐπὶ πᾶσιν, ὅτι αὐτῶν ἡγεῖται σοϕία, ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων. 13 ἀδόλως τε ἔμαϑον ἀϕϑόνως τε μεταδίδωμι, τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι· 14 ἀνεκλιπὴς γὰρ ϑησαυρός ἐστιν ἀνϑρώποις, ὃν οἱ κτησάμενοι πρὸς ϑεὸν ἐστείλαντο ϕιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταϑέντες. 15 Ἐμοὶ δὲ δῴη ὁ ϑεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνϑυμηϑῆναι ἀξίως τῶν δεδομένων, ὅτι αὐτὸς καὶ τῆς σοϕίας ὁδηγός ἐστιν καὶ τῶν σοϕῶν διορϑωτής. 16 ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε ϕρόνησις καὶ ἐργατειῶν ἐπιστήμη. 17 αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, 18 ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, 19 ἐνιαυτοῦ κύκλους καὶ ἄστρων ϑέσεις, 20 ϕύσεις ζῴων καὶ ϑυμοὺς ϑηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνϑρώπων, διαϕορὰς ϕυτῶν καὶ δυνάμεις ῥιζῶν, 21 ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμϕανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοϕία. 22 Ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, μονογενές, πολυμερές, λεπτόν, εὐκίνητον, τρανόν, ἀμόλυντον, σαϕές, ἀπήμαντον, ϕιλάγαϑον, ὀξύ, 23 ἀκώλυτον, εὐεργετικόν, ϕιλάνϑρωπον, βέβαιον, ἀσϕαλές, ἀμέριμνον, παντοδύναμον, πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν καϑαρῶν λεπτοτάτων. 24 πάσης γὰρ κινήσεως κινητικώτερον σοϕία, διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καϑαρότητα· 25 ἀτμὶς γάρ ἐστιν τῆς τοῦ ϑεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει. 26 ἀπαύγασμα γάρ ἐστιν ϕωτὸς ἀιδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ ϑεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαϑότητος αὐτοῦ. 27 μία δὲ οὖσα πάντα δύναται καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα ϕίλους ϑεοῦ καὶ προϕήτας κατασκευάζει· 28 οὐϑὲν γὰρ ἀγαπᾷ ὁ ϑεὸς εἰ μὴ τὸν σοϕίᾳ συνοικοῦντα. 29 ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πᾶσαν ἄστρων ϑέσιν. ϕωτὶ συγκρινομένη εὑρίσκεται προτέρα· 30 τοῦτο μὲν γὰρ διαδέχεται νύξ, σοϕίας δὲ οὐ κατισχύει κακία.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 8

1 διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικεῖ τὰ πάντα χρηστῶς. 2 Ταύτην ἐϕίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμϕην ἀγαγέσϑαι ἐμαυτῷ καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς. 3 εὐγένειαν δοξάζει συμβίωσιν ϑεοῦ ἔχουσα, καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν· 4 μύστις γάρ ἐστιν τῆς τοῦ ϑεοῦ ἐπιστήμης καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ. 5 εἰ δὲ πλοῦτός ἐστιν ἐπιϑυμητὸν κτῆμα ἐν βίῳ, τί σοϕίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης; 6 εἰ δὲ ϕρόνησις ἐργάζεται, τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις; 7 καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί· σωϕροσύνην γὰρ καὶ ϕρόνησιν ἐκδιδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνϑρώποις. 8 εἰ δὲ καὶ πολυπειρίαν ποϑεῖ τις, οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζει, ἐπίσταται στροϕὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. 9 ἔκρινα τοίνυν ταύτην ἀγαγέσϑαι πρὸς συμβίωσιν εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαϑῶν καὶ παραίνεσις ϕροντίδων καὶ λύπης. 10 ἕξω δι᾽ αὐτὴν δόξαν ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος· 11 ὀξὺς εὑρεϑήσομαι ἐν κρίσει καὶ ἐν ὄψει δυναστῶν ϑαυμασϑήσομαι· 12 σιγῶντά με περιμενοῦσιν καὶ ϕϑεγγομένῳ προσέξουσιν καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιϑήσουσιν ἐπὶ στόμα αὐτῶν. 13 ἕξω δι᾽ αὐτὴν ἀϑανασίαν καὶ μνήμην αἰώνιον τοῖς μετ᾽ ἐμὲ ἀπολείψω. 14 διοικήσω λαούς, καὶ ἔϑνη ὑποταγήσεταί μοι· 15 ϕοβηϑήσονταί με ἀκούσαντες τύραννοι ϕρικτοί, ἐν πλήϑει ϕανοῦμαι ἀγαϑὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος. 16 εἰσελϑὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ· οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροϕὴ αὐτῆς οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς, ἀλλὰ εὐϕροσύνην καὶ χαράν. 17 ταῦτα λογισάμενος ἐν ἐμαυτῷ καὶ ϕροντίσας ἐν καρδίᾳ μου ὅτι ἀϑανασία ἐστὶν ἐν συγγενείᾳ σοϕίας 18 καὶ ἐν ϕιλίᾳ αὐτῆς τέρψις ἀγαϑὴ καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπὴς καὶ ἐν συγγυμνασίᾳ ὁμιλίας αὐτῆς ϕρόνησις καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς, περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν. 19 παῖς δὲ ἤμην εὐϕυὴς ψυχῆς τε ἔλαχον ἀγαϑῆς, 20 μᾶλλον δὲ ἀγαϑὸς ὢν ἦλϑον εἰς σῶμα ἀμίαντον. 21 γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατής, ἐὰν μὴ ὁ ϑεὸς δῷ – καὶ τοῦτο δ᾽ ἦν ϕρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις –, ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήϑην αὐτοῦ καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 9

1 Θεὲ πατέρων καὶ κύριε τοῦ ἐλέους ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου 2 καὶ τῇ σοϕίᾳ σου κατασκευάσας ἄνϑρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων 3 καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ καὶ ἐν εὐϑύτητι ψυχῆς κρίσιν κρίνῃ, 4 δός μοι τὴν τῶν σῶν ϑρόνων πάρεδρον σοϕίαν καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου. 5 ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου, ἄνϑρωπος ἀσϑενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων· 6 κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνϑρώπων, τῆς ἀπὸ σοῦ σοϕίας ἀπούσης εἰς οὐδὲν λογισϑήσεται. 7 σύ με προείλω βασιλέα λαοῦ σου καὶ δικαστὴν υἱῶν σου καὶ ϑυγατέρων· 8 εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου καὶ ἐν πόλει κατασκηνώσεώς σου ϑυσιαστήριον, μίμημα σκηνῆς ἁγίας, ἣν προητοίμασας ἀπ᾽ ἀρχῆς. 9 καὶ μετὰ σοῦ ἡ σοϕία ἡ εἰδυῖα τὰ ἔργα σου καὶ παροῦσα, ὅτε ἐποίεις τὸν κόσμον, καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀϕϑαλμοῖς σου καὶ τί εὐϑὲς ἐν ἐντολαῖς σου. 10 ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν καὶ ἀπὸ ϑρόνου δόξης σου πέμψον αὐτήν, ἵνα συμπαροῦσά μοι κοπιάσῃ, καὶ γνῶ τί εὐάρεστόν ἐστιν παρὰ σοί. 11 οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωϕρόνως καὶ ϕυλάξει με ἐν τῇ δόξῃ αὐτῆς· 12 καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου, καὶ διακρινῶ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος ϑρόνων πατρός μου. 13 τίς γὰρ ἄνϑρωπος γνώσεται βουλὴν ϑεοῦ; ἢ τίς ἐνϑυμηϑήσεται τί ϑέλει ὁ κύριος; 14 λογισμοὶ γὰρ ϑνητῶν δειλοί, καὶ ἐπισϕαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· 15 ϕϑαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν, καὶ βρίϑει τὸ γεῶδες σκῆνος νοῦν πολυϕρόντιδα. 16 καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν; 17 βουλὴν δέ σου τίς ἔγνω, εἰ μὴ σὺ ἔδωκας σοϕίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὑψίστων; 18 καὶ οὕτως διωρϑώϑησαν αἱ τρίβοι τῶν ἐπὶ γῆς, καὶ τὰ ἀρεστά σου ἐδιδάχϑησαν ἄνϑρωποι, καὶ τῇ σοϕίᾳ ἐσώϑησαν.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 10

1 Αὕτη πρωτόπλαστον πατέρα κόσμου μόνον κτισϑέντα διεϕύλαξεν καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου 2 ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων. 3 ἀποστὰς δὲ ἀπ᾽ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ ἀδελϕοκτόνοις συναπώλετο ϑυμοῖς. 4 δι᾽ ὃν κατακλυζομένην γῆν πάλιν ἔσωσεν σοϕία δι᾽ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα. 5 αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐϑνῶν συγχυϑέντων ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον ϑεῷ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐϕύλαξεν. 6 αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο ϕυγόντα καταβάσιον πῦρ Πενταπόλεως, 7 ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καϑέστηκε χέρσος, καὶ ἀτελέσιν ὥραις καρποϕοροῦντα ϕυτά, ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός. 8 σοϕίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά, ἀλλὰ καὶ τῆς ἀϕροσύνης ἀπέλιπον τῷ βίῳ μνημόσυνον, ἵνα ἐν οἷς ἐσϕάλησαν μηδὲ λαϑεῖν δυνηϑῶσιν. 9 σοϕία δὲ τοὺς ϑεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο. 10 αὕτη ϕυγάδα ὀργῆς ἀδελϕοῦ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐϑείαις· ἔδειξεν αὐτῷ βασιλείαν ϑεοῦ καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων· εὐπόρησεν αὐτὸν ἐν μόχϑοις καὶ ἐπλήϑυνεν τοὺς πόνους αὐτοῦ· 11 ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη καὶ ἐπλούτισεν αὐτόν· 12 διεϕύλαξεν αὐτὸν ἀπὸ ἐχϑρῶν καὶ ἀπὸ ἐνεδρευόντων ἠσϕαλίσατο· καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ, ἵνα γνῷ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια. 13 αὕτη πραϑέντα δίκαιον οὐκ ἐγκατέλιπεν, ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν· 14 συγκατέβη αὐτῷ εἰς λάκκον καὶ ἐν δεσμοῖς οὐκ ἀϕῆκεν αὐτόν, ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ· ψευδεῖς τε ἔδειξεν τοὺς μωμησαμένους αὐτὸν καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον. 15 Αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐρρύσατο ἐξ ἔϑνους ϑλιβόντων· 16 εἰσῆλϑεν εἰς ψυχὴν ϑεράποντος κυρίου καὶ ἀντέστη βασιλεῦσιν ϕοβεροῖς ἐν τέρασι καὶ σημείοις. 17 ἀπέδωκεν ὁσίοις μισϑὸν κόπων αὐτῶν, ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ ϑαυμαστῇ καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας καὶ εἰς ϕλόγα ἄστρων τὴν νύκτα. 18 διεβίβασεν αὐτοὺς ϑάλασσαν ἐρυϑρὰν καὶ διήγαγεν αὐτοὺς δι᾽ ὕδατος πολλοῦ· 19 τοὺς δὲ ἐχϑροὺς αὐτῶν κατέκλυσεν καὶ ἐκ βάϑους ἀβύσσου ἀνέβρασεν αὐτούς. 20 διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς καὶ ὕμνησαν, κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοϑυμαδόν· 21 ὅτι ἡ σοϕία ἤνοιξεν στόμα κωϕῶν καὶ γλώσσας νηπίων ἔϑηκεν τρανάς.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 11

1 Εὐόδωσεν τὰ ἔργα αὐτῶν ἐν χειρὶ προϕήτου ἁγίου. 2 διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς· 3 ἀντέστησαν πολεμίοις καὶ ἐχϑροὺς ἠμύναντο. 4 ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόϑη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίϑου σκληροῦ. 5 δι᾽ ὧν γὰρ ἐκολάσϑησαν οἱ ἐχϑροὶ αὐτῶν, διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήϑησαν. 6 ἀντὶ μὲν πηγῆς ἀενάου ποταμοῦ αἵματι λυϑρώδει ταραχϑέντος 7 εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως 8 δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας. 9 ὅτε γὰρ ἐπειράσϑησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι, ἔγνωσαν πῶς μετ᾽ ὀργῆς κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο· 10 τούτους μὲν γὰρ ὡς πατὴρ νουϑετῶν ἐδοκίμασας, ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας. 11 καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο· 12 διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη καὶ στεναγμὸς μνημῶν τῶν παρελϑόντων· 13 ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων εὐεργετημένους αὐτούς, ᾔσϑοντο τοῦ κυρίου. 14 ὃν γὰρ ἐν ἐκϑέσει πάλαι ῥιϕέντα ἀπεῖπον χλευάζοντες, ἐπὶ τέλει τῶν ἐκβάσεων ἐϑαύμασαν οὐχ ὅμοια δικαίοις διψήσαντες. 15 ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν, ἐν οἷς πλανηϑέντες ἐϑρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελῆ, ἐπαπέστειλας αὐτοῖς πλῆϑος ἀλόγων ζῴων εἰς ἐκδίκησιν, 16 ἵνα γνῶσιν ὅτι, δι᾽ ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται. 17 οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρϕου ὕλης ἐπιπέμψαι αὐτοῖς πλῆϑος ἄρκων ἢ ϑρασεῖς λέοντας 18 ἢ νεοκτίστους ϑυμοῦ πλήρεις ϑῆρας ἀγνώστους ἤτοι πυρπνόον ϕυσῶντας ἄσϑμα ἢ βρόμον λικμωμένους καπνοῦ ἢ δεινοὺς ἀπ᾽ ὀμμάτων σπινϑῆρας ἀστράπτοντας, 19 ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς, ἀλλὰ καὶ ἡ ὄψις ἐκϕοβήσασα διολέσαι. 20 καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο ὑπὸ τῆς δίκης διωχϑέντες καὶ λικμηϑέντες ὑπὸ πνεύματος δυνάμεώς σου· ἀλλὰ πάντα μέτρῳ καὶ ἀριϑμῷ καὶ σταϑμῷ διέταξας. 21 τὸ γὰρ μεγάλως ἰσχύειν σοι πάρεστιν πάντοτε, καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται; 22 ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου καὶ ὡς ῥανὶς δρόσου ὀρϑρινὴ κατελϑοῦσα ἐπὶ γῆν. 23 ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι, καὶ παρορᾷς ἁμαρτήματα ἀνϑρώπων εἰς μετάνοιαν. 24 ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα καὶ οὐδὲν βδελύσσῃ ὧν ἐποίησας· οὐδὲ γὰρ ἂν μισῶν τι κατεσκεύασας. 25 πῶς δὲ διέμεινεν ἄν τι, εἰ μὴ σὺ ἠϑέλησας, ἢ τὸ μὴ κληϑὲν ὑπὸ σοῦ διετηρήϑη; 26 ϕείδῃ δὲ πάντων, ὅτι σά ἐστιν, δέσποτα ϕιλόψυχε·

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 12

1 τὸ γὰρ ἄϕϑαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν. 2 Διὸ τοὺς παραπίπτοντας κατ᾽ ὀλίγον ἐλέγχεις καὶ ἐν οἷς ἁμαρτάνουσιν ὑπομιμνῄσκων νουϑετεῖς, ἵνα ἀπαλλαγέντες τῆς κακίας πιστεύσωσιν ἐπὶ σέ, κύριε. 3 καὶ γὰρ τοὺς πάλαι οἰκήτορας τῆς ἁγίας σου γῆς 4 μισήσας ἐπὶ τῷ ἔχϑιστα πράσσειν, ἔργα ϕαρμακειῶν καὶ τελετὰς ἀνοσίους 5 τέκνων τε ϕονὰς ἀνελεήμονας καὶ σπλαγχνοϕάγον ἀνϑρωπίνων σαρκῶν ϑοῖναν καὶ αἵματος, ἐκ μέσου μύστας ϑιάσου 6 καὶ αὐϑέντας γονεῖς ψυχῶν ἀβοηϑήτων, ἐβουλήϑης ἀπολέσαι διὰ χειρῶν πατέρων ἡμῶν, 7 ἵνα ἀξίαν ἀποικίαν δέξηται ϑεοῦ παίδων ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ. 8 ἀλλὰ καὶ τούτων ὡς ἀνϑρώπων ἐϕείσω ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σϕῆκας, ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεϑρεύσωσιν. 9 οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι ἢ ϑηρίοις δεινοῖς ἢ λόγῳ ἀποτόμῳ ὑϕ᾽ ἓν ἐκτρῖψαι, 10 κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν καὶ ἔμϕυτος ἡ κακία αὐτῶν καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα. 11 σπέρμα γὰρ ἦν κατηραμένον ἀπ᾽ ἀρχῆς, οὐδὲ εὐλαβούμενός τινα ἐϕ᾽ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους. 12 τίς γὰρ ἐρεῖ Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου; τίς δὲ ἐγκαλέσει σοι κατὰ ἐϑνῶν ἀπολωλότων ἃ σὺ ἐποίησας; ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀν ϑρώπων; 13 οὔτε γὰρ ϑεός ἐστιν πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων, ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας, 14 οὔτε βασιλεὺς ἢ τύραννος ἀντοϕϑαλμῆσαι δυνήσεταί σοι πε ρὶ ὧν ἐκόλασας. 15 δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις αὐτὸν τὸν μὴ ὀϕείλοντα κολασϑῆναι καταδικάσαι ἀλλότριον ἡγούμενος τῆς σῆς δυνάμεως. 16 ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή, καὶ τὸ πάντων σε δεσπόζειν πάντων ϕείδεσϑαί σε ποιεῖ. 17 ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειό τητι καὶ ἐν τοῖς εἰδόσι τὸ ϑράσος ἐξελέγχεις· 18 σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις καὶ μετὰ πολλῆς ϕειδοῦς διοικεῖς ἡμᾶς· πάρεστιν γάρ σοι, ὅταν ϑέλῃς, τὸ δύνασϑαι. 19 Ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων ὅτι δεῖ τὸν δίκαιον εἶναι ϕιλάνϑρωπον, καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν. 20 εἰ γὰρ ἐχϑροὺς παίδων σου καὶ ὀϕειλομένους ϑανάτῳ μετὰ τοσαύτης ἐτιμωρήσω προσοχῆς καὶ διέσεως δοὺς χρόνους καὶ τόπον, δι᾽ ὧν ἀπαλλαγῶσι τῆς κακίας, 21 μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου, ὧν τοῖς πατράσιν ὅρκους καὶ συνϑήκας ἔδωκας ἀγαϑῶν ὑπο σχέσεων; 22 Ἡμᾶς οὖν παιδεύων τοὺς ἐχϑροὺς ἡμῶν ἐν μυριότητι μα στιγοῖς, ἵνα σου τὴν ἀγαϑότητα μεριμνῶμεν κρίνοντες, κρινόμενοι δὲ προσδοκῶμεν ἔλεος. 23 ὅϑεν καὶ τοὺς ἐν ἀϕροσύνῃ ζωῆς βιώσαντας ἀδίκως διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων· 24 καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήϑησαν ϑεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν αἰσχρῶν ἄτιμα νηπίων δίκην ἀϕρόνων ψευσϑέντες. 25 διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας. 26 οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουϑετηϑέντες ἀξίαν ϑεοῦ κρίσιν πειράσουσιν. 27 ἐϕ᾽ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν, ἐπὶ τούτοις, οὓς ἐδόκουν ϑεούς, ἐν αὐτοῖς κολαζόμενοι ἰδόντες, ὃν πάλαι ἠρνοῦντο εἰδέναι, ϑεὸν ἐπέγνωσαν ἀληϑῆ· διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπ᾽ αὐτοὺς ἐπῆλϑεν.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 13

1 Μάταιοι μὲν γὰρ πάντες ἄνϑρωποι ϕύσει, οἷς παρῆν ϑεοῦ ἀγνωσία καὶ ἐκ τῶν ὁρωμένων ἀγαϑῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα οὔτε τοῖς ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην, 2 ἀλλ᾽ ἢ πῦρ ἢ πνεῦμα ἢ ταχινὸν ἀέρα ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ ἢ ϕωστῆρας οὐρανοῦ πρυτάνεις κόσμου ϑεοὺς ἐνόμισαν. 3 ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι ταῦτα ϑεοὺς ὑπελάμβανον, γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων, ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά· 4 εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες, νοησάτωσαν ἀπ᾽ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνα τώτερός ἐστιν· 5 ἐκ γὰρ μεγέϑους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν ϑεωρεῖται. 6 ἀλλ᾽ ὅμως ἐπὶ τούτοις μέμψις ἐστὶν ὀλίγη, καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται ϑεὸν ζητοῦντες καὶ ϑέλοντες εὑρεῖν· 7 ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεϕόμενοι διερευνῶσιν καὶ πείϑονται τῇ ὄψει, ὅτι καλὰ τὰ βλεπόμενα. 8 πάλιν δ᾽ οὐδ᾽ αὐτοὶ συγγνωστοί· 9 εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι ἵνα δύνωνται στοχάσασϑαι τὸν αἰῶνα, τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον; 10 Ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν, οἵτινες ἐκάλεσαν ϑεοὺς ἔργα χειρῶν ἀνϑρώπων, χρυσὸν καὶ ἄργυρον τέχνης ἐμμελέτημα καὶ ἀπεικάσματα ζῴων ἢ λίϑον ἄχρηστον χειρὸς ἔργον ἀρχαίας. 11 εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον ϕυτὸν ἐκπρίσας περιέξυσεν εὐμαϑῶς πάντα τὸν ϕλοιὸν αὐτοῦ καὶ τεχνησάμενος εὐπρεπῶς κατεσκεύασεν χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς, 12 τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροϕῆς ἀναλώσας ἐνεπλήσϑη, 13 τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐϑὲν εὔχρηστον, ξύλον σκολιὸν καὶ ὄζοις συμπεϕυκός, λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ καὶ ἐμπειρίᾳ συνέσεως ἐτύπωσεν αὐτό, ἀπείκασεν αὐτὸ εἰκόνι ἀνϑρώπου 14 ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτὸ καταχρίσας μίλτῳ καὶ ϕύκει ἐρυϑήνας χρόαν αὐτοῦ καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας 15 καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα ἐν τοίχῳ ἔϑηκεν αὐτὸ ἀσϕαλισάμενος σιδήρῳ. 16 ἵνα μὲν οὖν μὴ καταπέσῃ, προενόησεν αὐτοῦ εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηϑῆσαι· καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηϑείας. 17 περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν καὶ περὶ μὲν ὑγιείας τὸ ἀσϑενὲς ἐπικαλεῖται, 18 περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ, περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει, περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσϑαι δυνάμενον, 19 περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 14

1 Πλοῦν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν κύματα τοῦ ϕέροντος αὐτὸν πλοίου σαϑρότερον ξύλον ἐπιβοᾶται. 2 ἐκεῖνο μὲν γὰρ ὄρεξις πορισμῶν ἐπενόησεν, τεχνῖτις δὲ σοϕία κατεσκεύασεν· 3 ἡ δὲ σή, πάτερ, διακυβερνᾷ πρόνοια, ὅτι ἔδωκας καὶ ἐν ϑαλάσσῃ ὁδὸν καὶ ἐν κύμασι τρίβον ἀσϕαλῆ 4 δεικνὺς ὅτι δύνασαι ἐκ παντὸς σῴζειν, ἵνα κἂν ἄνευ τέχνης τις ἐπιβῇ. 5 ϑέλεις δὲ μὴ ἀργὰ εἶναι τὰ τῆς σοϕίας σου ἔργα· διὰ τοῦτο καὶ ἐλαχίστῳ ξύλῳ πιστεύουσιν ἄνϑρωποι ψυχὰς καὶ διελϑόντες κλύδωνα σχεδίᾳ διεσώϑησαν. 6 καὶ ἀρχῆς γὰρ ἀπολλυμένων ὑπερηϕάνων γιγάντων ἡ ἐλπὶς τοῦ κόσμου ἐπὶ σχεδίας καταϕυγοῦσα ἀπέλιπεν αἰῶνι σπέρμα γενέσεως τῇ σῇ κυβερνηϑεῖσα χειρί. 7 εὐλόγηται γὰρ ξύλον, δι᾽ οὗ γίνεται δικαιοσύνη· 8 τὸ χειροποίητον δέ, ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό, ὅτι ὁ μὲν ἠργάζετο, τὸ δὲ ϕϑαρτὸν ϑεὸς ὠνομάσϑη. 9 ἐν ἴσῳ γὰρ μισητὰ ϑεῷ καὶ ὁ ἀσεβῶν καὶ ἡ ἀσέβεια αὐτοῦ· 10 καὶ γὰρ τὸ πραχϑὲν σὺν τῷ δράσαντι κολασϑήσεται. 11 διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐϑνῶν ἐπισκοπὴ ἔσται, ὅτι ἐν κτίσματι ϑεοῦ εἰς βδέλυγμα ἐγενήϑησαν καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνϑρώπων καὶ εἰς παγίδα ποσὶν ἀϕρόνων. 12 Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων, εὕρεσις δὲ αὐτῶν ϕϑορὰ ζωῆς. 13 οὔτε γὰρ ἦν ἀπ᾽ ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται· 14 κενοδοξίᾳ γὰρ ἀνϑρώπων εἰσῆλϑεν εἰς τὸν κόσμον, καὶ διὰ τοῦτο σύντομον αὐτῶν τὸ τέλος ἐπενοήϑη. 15 ἀώρῳ γὰρ πένϑει τρυχόμενος πατὴρ τοῦ ταχέως ἀϕαιρεϑέντος τέκνου εἰκόνα ποιήσας τόν ποτε νεκρὸν ἄνϑρωπον νῦν ὡς ϑεὸν ἐτίμησεν καὶ παρέδωκεν τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς· 16 εἶτα ἐν χρόνῳ κρατυνϑὲν τὸ ἀσεβὲς ἔϑος ὡς νόμος ἐϕυλάχϑη. 17 καὶ τυράννων ἐπιταγαῖς ἐϑρησκεύετο τὰ γλυπτά, οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾶν ἄνϑρωποι διὰ τὸ μακρὰν οἰκεῖν τὴν πόρρωϑεν ὄψιν ἀνατυπωσάμενοι ἐμϕανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν, ἵνα ὡς παρόντα τὸν ἀπόντα κολακεύωσιν διὰ τῆς σπουδῆς. 18 εἰς ἐπίτασιν δὲ ϑρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο ϕιλοτιμία· 19 ὁ μὲν γὰρ τάχα κρατοῦντι βουλόμενος ἀρέσαι ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· 20 τὸ δὲ πλῆϑος ἐϕελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας τὸν πρὸ ὀλίγου τιμηϑέντα ἄνϑρωπον νῦν σέβασμα ἐλογίσαντο. 21 καὶ τοῦτο ἐγένετο τῷ βίῳ εἰς ἔνεδρον, ὅτι ἢ συμϕορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνϑρωποι τὸ ἀκοινώνητον ὄνομα λίϑοις καὶ ξύλοις περιέϑεσαν. 22 Εἶτ οὐκ ἤρκεσεν τὸ πλανᾶσϑαι περὶ τὴν τοῦ ϑεοῦ γνῶσιν, ἀλλὰ καὶ ἐν μεγάλῳ ζῶντες ἀγνοίας πολέμῳ τὰ τοσαῦτα κακὰ εἰρήνην προσαγορεύουσιν. 23 ἢ γὰρ τεκνοϕόνους τελετὰς ἢ κρύϕια μυστήρια ἢ ἐμμανεῖς ἐξάλλων ϑεσμῶν κώμους ἄγοντες 24 οὔτε βίους οὔτε γάμους καϑαροὺς ἔτι ϕυλάσσουσιν, ἕτερος δ᾽ ἕτερον ἢ λοχῶν ἀναιρεῖ ἢ νοϑεύων ὀδυνᾷ. 25 πάντα δ᾽ ἐπιμὶξ ἔχει αἷμα καὶ ϕόνος, κλοπὴ καὶ δόλος, ϕϑορά, ἀπιστία, τάραχος, ἐπιορκία, 26 ϑόρυβος ἀγαϑῶν, χάριτος ἀμνηστία, ψυχῶν μιασμός, γενέσεως ἐναλλαγή, γάμων ἀταξία, μοιχεία καὶ ἀσέλγεια. 27 ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων ϑρησκεία παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν· 28 ἢ γὰρ εὐϕραινόμενοι μεμήνασιν ἢ προϕητεύουσιν ψευδῆ ἢ ζῶσιν ἀδίκως ἢ ἐπιορκοῦσιν ταχέως· 29 ἀψύχοις γὰρ πεποιϑότες εἰδώλοις κακῶς ὀμόσαντες ἀδικηϑῆναι οὐ προσδέχονται. 30 ἀμϕότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια, ὅτι κακῶς ἐϕρόνησαν περὶ ϑεοῦ προσέχοντες εἰδώλοις καὶ ἀδίκως ὤμοσαν ἐν δόλῳ καταϕρονήσαντες ὁσιότητος· 31 οὐ γὰρ ἡ τῶν ὀμνυμένων δύναμις, ἀλλ᾽ ἡ τῶν ἁμαρτανόντων δίκη ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 15

1 Σὺ δέ, ὁ ϑεὸς ἡμῶν, χρηστὸς καὶ ἀληϑής, μακρόϑυμος καὶ ἐλέει διοικῶν τὰ πάντα. 2 καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος· οὐχ ἁμαρτησόμεϑα δέ, εἰδότες ὅτι σοὶ λελογίσμεϑα. 3 τὸ γὰρ ἐπίστασϑαί σε ὁλόκληρος δικαιοσύνη, καὶ εἰδέναι σου τὸ κράτος ῥίζα ἀϑανασίας. 4 οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνϑρώπων κακότεχνος ἐπίνοια οὐδὲ σκιαγράϕων πόνος ἄκαρπος, εἶδος σπιλωϑὲν χρώμασιν διηλλαγμένοις, 5 ὧν ὄψις ἄϕροσιν εἰς ὄρεξιν ἔρχεται, ποϑεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν. 6 κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων καὶ οἱ δρῶντες καὶ οἱ ποϑοῦντες καὶ οἱ σεβόμενοι. 7 Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν ϑλίβων ἐπίμοχϑον πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἓν ἕκαστον· ἀλλ᾽ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο τά τε τῶν καϑαρῶν ἔργων δοῦλα σκεύη τά τε ἐναντία, πάντα ὁμοίως· τούτων δὲ ἑτέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις, κριτὴς ὁ πηλουργός. 8 καὶ κακόμοχϑος ϑεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ ὃς πρὸ μικροῦ ἐκ γῆς γενηϑεὶς μετ᾽ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήμϕϑη, τὸ τῆς ψυχῆς ἀπαιτηϑεὶς χρέος. 9 ἀλλ᾽ ἔστιν αὐτῷ ϕροντὶς οὐχ ὅτι μέλλει κάμνειν οὐδ᾽ ὅτι βραχυτελῆ βίον ἔχει, ἀλλ᾽ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις χαλκοπλάστας τε μιμεῖται καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει. 10 σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ, πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ, 11 ὅτι ἠγνόησεν τὸν πλάσαντα αὐτὸν καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν καὶ ἐμϕυσήσαντα πνεῦμα ζωτικόν, 12 ἀλλ᾽ ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ, δεῖν γάρ ϕησιν ὅϑεν δή, κἂν ἐκ κακοῦ, πορίζειν. 13 οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει ὕλης γεώδους εὔϑραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν. 14 πάντες δὲ ἀϕρονέστατοι καὶ τάλανες ὑπὲρ ψυχὴν νηπίου οἱ ἐχϑροὶ τοῦ λαοῦ σου καταδυναστεύσαντες αὐτόν, 15 ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐϑνῶν ἐλογίσαντο ϑεούς, οἷς οὔτε ὀμμάτων χρῆσις εἰς ὅρασιν οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος οὔτε ὦτα ἀκούειν οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάϕησιν καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν. 16 ἄνϑρωπος γὰρ ἐποίησεν αὐτούς, καὶ τὸ πνεῦμα δεδανεισμένος ἔπλασεν αὐτούς· οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνϑρωπος ἰσχύει πλάσαι ϑεόν· 17 ϑνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις· κρείττων γάρ ἐστιν τῶν σεβασμάτων αὐτοῦ, ὧν αὐτὸς μὲν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε. – 18 καὶ τὰ ζῷα δὲ τὰ ἔχϑιστα σέβονται· ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα· 19 οὐδ᾽ ὅσον ἐπιποϑῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει, ἐκπέϕευγεν δὲ καὶ τὸν τοῦ ϑεοῦ ἔπαινον καὶ τὴν εὐλογίαν αὐτοῦ.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 16

1 Διὰ τοῦτο δι᾽ ὁμοίων ἐκολάσϑησαν ἀξίως καὶ διὰ πλήϑους κνωδάλων ἐβασανίσϑησαν. 2 ἀνϑ᾽ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου εἰς ἐπιϑυμίαν ὀρέξεως ξένην γεῦσιν τροϕὴν ἡτοίμασας ὀρτυγομήτραν, 3 ἵνα ἐκεῖνοι μὲν ἐπιϑυμοῦντες τροϕὴν διὰ τὴν εἰδέχϑειαν τῶν ἐπαπεσταλμένων καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέϕωνται, αὐτοὶ δὲ ἐπ᾽ ὀλίγον ἐνδεεῖς γενόμενοι καὶ ξένης μετάσχωσι γεύσεως. 4 ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελϑεῖν τυραννοῦσιν, τούτοις δὲ μόνον δειχϑῆναι πῶς οἱ ἐχϑροὶ αὐτῶν ἐβασανίζοντο. 5 Καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλϑεν ϑηρίων ϑυμὸς δήγμασίν τε σκολιῶν διεϕϑείροντο ὄϕεων, οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου· 6 εἰς νουϑεσίαν δὲ πρὸς ὀλίγον ἐταράχϑησαν σύμβολον ἔχοντες σωτηρίας εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου· 7 ὁ γὰρ ἐπιστραϕεὶς οὐ διὰ τὸ ϑεωρούμενον ἐσῴζετο, ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα. 8 καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχϑροὺς ἡμῶν ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ· 9 οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινεν δήγματα, καὶ οὐχ εὑρέϑη ἴαμα τῇ ψυχῇ αὐτῶν, ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασϑῆναι· 10 τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες, τὸ ἔλεος γάρ σου ἀντιπαρῆλϑεν καὶ ἰάσατο αὐτούς. 11 εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο καὶ ὀξέως διεσῴζοντο, ἵνα μὴ εἰς βαϑεῖαν ἐμπεσόντες λήϑην ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας. 12 καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐϑεράπευσεν αὐτούς, ἀλλὰ ὁ σός, κύριε, λόγος ὁ πάντας ἰώμενος. 13 σὺ γὰρ ζωῆς καὶ ϑανάτου ἐξουσίαν ἔχεις καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις· 14 ἄνϑρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ, ἐξελϑὸν δὲ πνεῦμα οὐκ ἀναστρέϕει οὐδὲ ἀναλύει ψυχὴν παραλημϕϑεῖσαν. 15 Τὴν δὲ σὴν χεῖρα ϕυγεῖν ἀδύνατόν ἐστιν· 16 ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώϑησαν ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις καὶ πυρὶ καταναλισκόμενοι. 17 τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννύντι ὕδατι πλεῖον ἐνήργει τὸ πῦρ, ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶν δικαίων· 18 ποτὲ μὲν γὰρ ἡμεροῦτο ϕλόξ, ἵνα μὴ καταϕλέξῃ τὰ ἐπ᾽ ἀσεβεῖς ἀπεσταλμένα ζῷα, ἀλλ᾽ αὐτοὶ βλέποντες εἰδῶσιν ὅτι ϑεοῦ κρίσει ἐλαύνονται· 19 ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν ϕλέγει, ἵνα ἀδίκου γῆς γενήματα διαϕϑείρῃ. 20 ἀνϑ᾽ ὧν ἀγγέλων τροϕὴν ἐψώμισας τὸν λαόν σου καὶ ἕτοιμον ἄρτον ἀπ᾽ οὐρανοῦ παρέσχες αὐτοῖς ἀκοπιάτως πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν· 21 ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα ἐνεϕάνιζεν γλυκύτητα, τῇ δὲ τοῦ προσϕερομένου ἐπιϑυμίᾳ ὑπηρετῶν πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο. 22 χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ καὶ οὐκ ἐτήκετο, ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχϑρῶν καρποὺς κατέϕϑειρε πῦρ ϕλεγόμενον ἐν τῇ χαλάζῃ καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον· 23 τοῦτο πάλιν δ, ἵνα τραϕῶσιν δίκαιοι, καὶ τῆς ἰδίας ἐπιλέλησται δυνάμεως. 24 Ἡ γὰρ κτίσις σοὶ τῷ ποιήσαντι ὑπηρετοῦσα ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπὶ σοὶ πεποιϑότων. 25 διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη τῇ παντοτρόϕῳ σου δωρεᾷ ὑπηρέτει πρὸς τὴν τῶν δεομένων ϑέλησιν, 26 ἵνα μάϑωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, κύριε, ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέϕουσιν ἄνϑρωπον, ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ. 27 τὸ γὰρ ὑπὸ πυρὸς μὴ ϕϑειρόμενον ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου ϑερμαινόμενον ἐτήκετο, 28 ὅπως γνωστὸν ᾖ ὅτι δεῖ ϕϑάνειν τὸν ἥλιον ἐπ᾽ εὐχαριστίαν σου καὶ πρὸς ἀνατολὴν ϕωτὸς ἐντυγχάνειν σοι· 29 ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 17

1 Μεγάλαι γάρ σου αἱ κρίσεις καὶ δυσδιήγητοι· διὰ τοῦτο ἀπαίδευτοι ψυχαὶ ἐπλανήϑησαν. 2 ὑπειληϕότες γὰρ καταδυναστεύειν ἔϑνος ἅγιον ἄνομοι δέσμιοι σκότους καὶ μακρᾶς πεδῆται νυκτὸς κατακλεισϑέντες ὀρόϕοις ϕυγάδες τῆς αἰωνίου προνοίας ἔκειντο. 3 λανϑάνειν γὰρ νομίζοντες ἐπὶ κρυϕαίοις ἁμαρτήμασιν ἀϕεγγεῖ λήϑης παρακαλύμματι ἐσκορπίσϑησαν ϑαμβούμενοι δεινῶς καὶ ἰνδάλμασιν ἐκταρασσόμενοι. 4 οὐδὲ γὰρ ὁ κατέχων αὐτοὺς μυχὸς ἀϕόβους διεϕύλαττεν, ἦχοι δ᾽ ἐκταράσσοντες αὐτοὺς περιεκόμπουν, καὶ ϕάσματα ἀμειδήτοις κατηϕῆ προσώποις ἐνεϕανίζετο. 5 καὶ πυρὸς μὲν οὐδεμία βία κατίσχυεν ϕωτίζειν, οὔτε ἄστρων ἔκλαμπροι ϕλόγες καταυγάζειν ὑπέμενον τὴν στυγνὴν ἐκείνην νύκτα. 6 διεϕαίνετο δ᾽ αὐτοῖς μόνον αὐτομάτη πυρὰ ϕόβου πλήρης, ἐκδειματούμενοι δὲ τῆς μὴ ϑεωρουμένης ἐκείνης ὄψεως ἡγοῦντο χείρω τὰ βλεπόμενα. 7 μαγικῆς δὲ ἐμπαίγματα κατέκειτο τέχνης, καὶ τῆς ἐπὶ ϕρονήσει ἀλαζονείας ἔλεγχος ἐϕύβριστος· 8 οἱ γὰρ ὑπισχνούμενοι δείματα καὶ ταραχὰς ἀπελαύνειν ψυχῆς νοσούσης, οὗτοι καταγέλαστον εὐλάβειαν ἐνόσουν. 9 καὶ γὰρ εἰ μηδὲν αὐτοὺς ταραχῶδες ἐϕόβει, κνωδάλων παρόδοις καὶ ἑρπετῶν συριγμοῖς ἐκσεσοβημένοι διώλλυντο ἔντρομοι καὶ τὸν μηδαμόϑεν ϕευκτὸν ἀέρα προσιδεῖν ἀρνούμενοι. 10 δειλὸν γὰρ ἰδίῳ πονηρία μάρτυρι καταδικαζομένη, ἀεὶ δὲ προσείληϕεν τὰ χαλεπὰ συνεχομένη τῇ συνειδήσει· 11 οὐϑὲν γάρ ἐστιν ϕόβος εἰ μὴ προδοσία τῶν ἀπὸ λογισμοῦ βοηϑημάτων, 12 ἔνδοϑεν δὲ οὖσα ἥττων ἡ προσδοκία πλείονα λογίζεται τὴν ἄγνοιαν τῆς παρεχούσης τὴν βάσανον αἰτίας. 13 οἱ δὲ τὴν ἀδύνατον ὄντως νύκτα καὶ ἐξ ἀδυνάτου ᾅδου μυχῶν ἐπελϑοῦσαν τὸν αὐτὸν ὕπνον κοιμώμενοι 14 τὰ μὲν τέρασιν ἠλαύνοντο ϕαντασμάτων, τὰ δὲ τῆς ψυχῆς παρελύοντο προδοσίᾳ· αἰϕνίδιος γὰρ αὐτοῖς καὶ ἀπροσδόκητος ϕόβος ἐπεχύϑη. 15 εἶϑ οὕτως, ὃς δή ποτ οὖν ἦν ἐκεῖ καταπίπτων, ἐϕρουρεῖτο εἰς τὴν ἀσίδηρον εἱρκτὴν κατακλεισϑείς· 16 εἴ τε γὰρ γεωργὸς ἦν τις ἢ ποιμὴν ἢ τῶν κατ᾽ ἐρημίαν ἐργάτης μόχϑων, προλημϕϑεὶς τὴν δυσάλυκτον ἔμενεν ἀνάγκην, μιᾷ γὰρ ἁλύσει σκότους πάντες ἐδέϑησαν· 17 εἴ τε πνεῦμα συρίζον ἢ περὶ ἀμϕιλαϕεῖς κλάδους ὀρνέων ἦχος εὐμελὴς ἢ ῥυϑμὸς ὕδατος πορευομένου βίᾳ ἢ κτύπος ἀπηνὴς καταρριπτομένων πετρῶν 18 ἢ σκιρτώντων ζῴων δρόμος ἀϑεώρητος ἢ ὠρυομένων ἀπηνεστάτων ϑηρίων ϕωνὴ ἢ ἀντανακλωμένη ἐκ κοιλότητος ὀρέων ἠχώ, παρέλυεν αὐτοὺς ἐκϕοβοῦντα. 19 ὅλος γὰρ ὁ κόσμος λαμπρῷ κατελάμπετο ϕωτὶ καὶ ἀνεμποδίστοις συνείχετο ἔργοις· 20 μόνοις δὲ ἐκείνοις ἐπετέτατο βαρεῖα νὺξ εἰκὼν τοῦ μέλλοντος αὐτοὺς διαδέχεσϑαι σκότους, ἑαυτοῖς δὲ ἦσαν βαρύτεροι σκότους.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 18

1 Τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν ϕῶς· ὧν ϕωνὴν μὲν ἀκούοντες μορϕὴν δὲ οὐχ ὁρῶντες, ὅτι μὲν οὐ κἀκεῖνοι ἐπεπόνϑεισαν, ἐμακάριζον, 2 ὅτι δ᾽ οὐ βλάπτουσιν προηδικημένοι, ηὐχαρίστουν καὶ τοῦ διενεχϑῆναι χάριν ἐδέοντο. 3 ἀνϑ᾽ ὧν πυριϕλεγῆ στῦλον ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας, ἥλιον δὲ ἀβλαβῆ ϕιλοτίμου ξενιτείας παρέσχες. 4 ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηϑῆναι ϕωτὸς καὶ ϕυλακισϑῆναι σκότει οἱ κατακλείστους ϕυλάξαντες τοὺς υἱούς σου, δι᾽ ὧν ἤμελλεν τὸ ἄϕϑαρτον νόμου ϕῶς τῷ αἰῶνι δίδοσϑαι. 5 Βουλευσαμένους δ᾽ αὐτοὺς τὰ τῶν ὁσίων ἀποκτεῖναι νήπια καὶ ἑνὸς ἐκτεϑέντος τέκνου καὶ σωϑέντος εἰς ἔλεγχον τὸ αὐτῶν ἀϕείλω πλῆϑος τέκνων καὶ ὁμοϑυμαδὸν ἀπώλεσας ἐν ὕδατι σϕοδρῷ. 6 ἐκείνη ἡ νὺξ προεγνώσϑη πατράσιν ἡμῶν, ἵνα ἀσϕαλῶς εἰδότες οἷς ἐπίστευσαν ὅρκοις ἐπευϑυμήσωσιν. 7 προσεδέχϑη ὑπὸ λαοῦ σου σωτηρία μὲν δικαίων, ἐχϑρῶν δὲ ἀπώλεια· 8 ᾧ γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους, τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας. 9 κρυϕῇ γὰρ ἐϑυσίαζον ὅσιοι παῖδες ἀγαϑῶν καὶ τὸν τῆς ϑειότητος νόμον ἐν ὁμονοίᾳ διέϑεντο τῶν αὐτῶν ὁμοίως καὶ ἀγαϑῶν καὶ κινδύνων μεταλήμψεσϑαι τοὺς ἁγίους πατέρων ἤδη προαναμέλποντες αἴνους. 10 ἀντήχει δ᾽ ἀσύμϕωνος ἐχϑρῶν ἡ βοή, καὶ οἰκτρὰ διεϕέρετο ϕωνὴ ϑρηνουμένων παίδων· 11 ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασϑεὶς καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων, 12 ὁμοϑυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι ϑανάτου νεκροὺς εἶχον ἀναριϑμήτους· οὐδὲ γὰρ πρὸς τὸ ϑάψαι οἱ ζῶντες ἦσαν ἱκανοί, ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτῶν διέϕϑαρτο. 13 πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς ϕαρμακείας ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέϑρῳ ὡμολόγησαν ϑεοῦ υἱὸν λαὸν εἶναι. 14 ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης 15 ὁ παντοδύναμός σου λόγος ἀπ᾽ οὐρανῶν ἐκ ϑρόνων βασιλείων ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεϑρίας ἥλατο γῆς ξίϕος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου ϕέρων 16 καὶ στὰς ἐπλήρωσεν τὰ πάντα ϑανάτου καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δ᾽ ἐπὶ γῆς. 17 τότε παραχρῆμα ϕαντασίαι μὲν ὀνείρων δεινῶν ἐξετάραξαν αὐτούς, ϕόβοι δὲ ἐπέστησαν ἀδόκητοι, 18 καὶ ἄλλος ἀλλαχῇ ῥιϕεὶς ἡμίϑνητος δι᾽ ἣν ἔϑνῃσκον αἰτίαν ἐνεϕάνιζεν· 19 οἱ γὰρ ὄνειροι ϑορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες δι᾽ ὃ κακῶς πάσχουσιν ἀπόλωνται. 20 Ἥψατο δὲ καὶ δικαίων πεῖρα ϑανάτου, καὶ ϑραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήϑους. ἀλλ᾽ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή· 21 σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν τὸ τῆς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ ϑυμιάματος ἐξιλασμὸν κομίσας· ἀντέστη τῷ ϑυμῷ καὶ πέρας ἐπέϑηκε τῇ συμϕορᾷ δεικνὺς ὅτι σός ἐστιν ϑεράπων· 22 ἐνίκησεν δὲ τὸν χόλον οὐκ ἰσχύι τοῦ σώματος, οὐχ ὅπλων ἐνεργείᾳ, ἀλλὰ λόγῳ τὸν κολάζοντα ὑπέταξεν ὅρκους πατέρων καὶ διαϑήκας ὑπομνήσας. 23 σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ᾽ ἀλλήλων νεκρῶν μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν. 24 ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος, καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίϑων γλυϕῆς, καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεϕαλῆς αὐτοῦ. 25 τούτοις εἶξεν ὁ ὀλεϑρεύων, ταῦτα δὲ ἐϕοβήϑη· ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.

Liber Sapientiæ Salomonis - Σωϕία Σαλωμῶνος caput 19

1 Τοῖς δὲ ἀσεβέσιν μέχρι τέλους ἀνελεήμων ϑυμὸς ἐπέστη· προῄδει γὰρ αὐτῶν καὶ τὰ μέλλοντα, 2 ὅτι αὐτοὶ ἐπιτρέψαντες τοῦ ἀπιέναι καὶ μετὰ σπουδῆς προπέμψαντες αὐτοὺς διώξουσιν μεταμεληϑέντες. 3 ἔτι γὰρ ἐν χερσὶν ἔχοντες τὰ πένϑη καὶ προσοδυρόμενοι τάϕοις νεκρῶν ἕτερον ἐπεσπάσαντο λογισμὸν ἀνοίας καὶ οὓς ἱκετεύοντες ἐξέβαλον, τούτους ὡς ϕυγάδας ἐδίωκον. 4 εἷλκεν γὰρ αὐτοὺς ἡ ἀξία ἐπὶ τοῦτο τὸ πέρας ἀνάγκη καὶ τῶν συμβεβηκότων ἀμνηστίαν ἐνέβαλεν, ἵνα τὴν λείπουσαν ταῖς βασάνοις προσαναπληρώσωσιν κόλασιν, 5 καὶ ὁ μὲν λαός σου παράδοξον ὁδοιπορίαν πειράσῃ, ἐκεῖνοι δὲ ξένον εὕρωσι ϑάνατον. 6 ὅλη γὰρ ἡ κτίσις ἐν ἰδίῳ γένει πάλιν ἄνωϑεν διετυποῦτο ὑπηρετοῦσα ταῖς σαῖς ἐπιταγαῖς, ἵνα οἱ σοὶ παῖδες ϕυλαχϑῶσιν ἀβλαβεῖς. 7 ἡ τὴν παρεμβολὴν σκιάζουσα νεϕέλη, ἐκ δὲ προυϕεστῶτος ὕδατος ξηρᾶς ἀνάδυσις γῆς ἐϑεωρήϑη, ἐξ ἐρυϑρᾶς ϑαλάσσης ὁδὸς ἀνεμπόδιστος καὶ χλοηϕόρον πεδίον ἐκ κλύδωνος βιαίου· 8 δι᾽ οὗ πανεϑνεὶ διῆλϑον οἱ τῇ σῇ σκεπαζόμενοι χειρὶ ϑεωρήσαντες ϑαυμαστὰ τέρατα. 9 ὡς γὰρ ἵπποι ἐνεμήϑησαν καὶ ὡς ἀμνοὶ διεσκίρτησαν αἰνοῦντές σε, κύριε, τὸν ῥυσάμενον αὐτούς. 10 ἐμέμνηντο γὰρ ἔτι τῶν ἐν τῇ παροικίᾳ αὐτῶν, πῶς ἀντὶ μὲν γενέσεως ζῴων ἐξήγαγεν ἡ γῆ σκνῖπα, ἀντὶ δὲ ἐνύδρων ἐξηρεύξατο ὁ ποταμὸς πλῆϑος βατράχων. 11 ἐϕ᾽ ὑστέρῳ δὲ εἶδον καὶ γένεσιν νέαν ὀρνέων, ὅτε ἐπιϑυμίᾳ προαχϑέντες ᾐτήσαντο ἐδέσματα τρυϕῆς· 12 εἰς γὰρ παραμυϑίαν ἐκ ϑαλάσσης ἀνέβη αὐτοῖς ὀρτυγομήτρα. 13 Καὶ αἱ τιμωρίαι τοῖς ἁμαρτωλοῖς ἐπῆλϑον οὐκ ἄνευ τῶν προγεγονότων τεκμηρίων τῇ βίᾳ τῶν κεραυνῶν· δικαίως γὰρ ἔπασχον ταῖς ἰδίαις αὐτῶν πονηρίαις, καὶ γὰρ χαλεπωτέραν μισοξενίαν ἐπετήδευσαν. 14 οἱ μὲν γὰρ τοὺς ἀγνοοῦντας οὐκ ἐδέχοντο παρόντας· οὗτοι δὲ εὐεργέτας ξένους ἐδουλοῦντο. 15 καὶ οὐ μόνον, ἀλλ᾽ ἤ τις ἐπισκοπὴ ἔσται αὐτῶν, ἐπεὶ ἀπεχϑῶς προσεδέχοντο τοὺς ἀλλοτρίους· 16 οἱ δὲ μετὰ ἑορτασμάτων εἰσδεξάμενοι τοὺς ἤδη τῶν αὐτῶν μετεσχηκότας δικαίων δεινοῖς ἐκάκωσαν πόνοις. 17 ἐπλήγησαν δὲ καὶ ἀορασίᾳ ὥσπερ ἐκεῖνοι ἐπὶ ταῖς τοῦ δικαίου ϑύραις, ὅτε ἀχανεῖ περιβληϑέντες σκότει ἕκαστος τῶν ἑαυτοῦ ϑυρῶν τὴν δίοδον ἐζήτει. 18 δι᾽ ἑαυτῶν γὰρ τὰ στοιχεῖα μεϑαρμοζόμενα, ὥσπερ ἐν ψαλτηρίῳ ϕϑόγγοι τοῦ ῥυϑμοῦ τὸ ὄνομα διαλλάς σουσιν, πάντοτε μένοντα ἤχῳ, ὅπερ ἐστὶν εἰκάσαι ἐκ τῆς τῶν γεγονότων ὄψεως ἀκριβῶς· 19 χερσαῖα γὰρ εἰς ἔνυδρα μετεβάλλετο, καὶ νηκτὰ μετέβαινεν ἐπὶ γῆς· 20 πῦρ ἴσχυεν ἐν ὕδατι τῆς ἰδίας δυνάμεως, καὶ ὕδωρ τῆς σβεστικῆς ϕύσεως ἐπελανϑάνετο· 21 ϕλόγες ἀνάπαλιν εὐϕϑάρτων ζῴων οὐκ ἐμάραναν σάρκας ἐμπεριπατούντων, οὐδὲ τηκτὸν κρυσταλλοειδὲς εὔτηκτον γένος ἀμβροσίας τροϕῆς. 22 Κατὰ πάντα γάρ, κύριε, ἐμεγάλυνας τὸν λαόν σου καὶ ἐδόξασας καὶ οὐχ ὑπερεῖδες ἐν παντὶ καιρῷ καὶ τόπῳ παριστάμενος.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ

Πρόλογος [prologus]

1 Πολλῶν καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προϕητῶν 2 καὶ τῶν ἄλλων τῶν κατ᾽ αὐτοὺς ἠκολουϑηκότων δεδομένων, 3 ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ισραηλ παιδείας καὶ σοϕίας, 4 καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσϑαι, 5 ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασϑαι τοὺς ϕιλομαϑοῦντας χρη σίμους εἶναι 6 καὶ λέγοντας καὶ γράϕοντας, 7 ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς 8 εἴς τε τὴν τοῦ νόμου 9 καὶ τῶν προϕητῶν 10 καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν 11 καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος 12 προήχϑη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοϕίαν ἀνηκόντων, 13 ὅπως οἱ ϕιλομαϑεῖς καὶ τούτων ἔνοχοι γενόμενοι 14 πολλῷ μᾶλλον ἐπιπροσϑῶσιν διὰ τῆς ἐννόμου βιώσεως. 15 Παρακέκλησϑε οὖν 16 μετ᾽ εὐνοίας καὶ προσοχῆς 17 τὴν ἀνάγνωσιν ποιεῖσϑαι 18 καὶ συγγνώμην ἔχειν 19 ἐϕ᾽ οἷς ἂν δοκῶμεν 20 τῶν κατὰ τὴν ἑρμηνείαν πεϕιλοπονημένων τισὶν τῶν λέξεων ἀδυναμεῖν· 21 οὐ γὰρ ἰσοδυναμεῖ 22 αὐτὰ ἐν ἑαυτοῖς Εβραιστὶ λεγόμενα καὶ ὅταν μεταχϑῇ εἰς ἑτέραν γλῶσσαν· 23 οὐ μόνον δὲ ταῦτα, 24 ἀλλὰ καὶ αὐτὸς ὁ νόμος καὶ αἱ προϕητεῖαι 25 καὶ τὰ λοιπὰ τῶν βιβλίων 26 οὐ μικρὰν ἔχει τὴν διαϕορὰν ἐν ἑαυτοῖς λεγόμενα. 27 Ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως 28 παραγενηϑεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας 29 εὑρὼν οὐ μικρᾶς παιδείας ἀϕόμοιον 30 ἀναγκαιότατον ἐϑέμην καὶ αὐτός τινα προσενέγκασϑαι σπου δὴν καὶ ϕιλοπονίαν τοῦ μεϑερμηνεῦσαι τήνδε τὴν βίβλον 31 πολλὴν ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος 32 ἐν τῷ διαστήματι τοῦ χρόνου 33 πρὸς τὸ ἐπὶ πέρας ἀγαγόντα τὸ βιβλίον ἐκδόσϑαι 34 καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις ϕιλομαϑεῖν 35 προκατασκευαζομένους τὰ ἤϑη 36 ἐννόμως βιοτεύειν.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 1

1 Πᾶσα σοϕία παρὰ κυρίου καὶ μετ᾽ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα. 2 ἄμμον ϑαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριϑμήσει; 3 ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοϕίαν τίς ἐξιχνιάσει; 4 προτέρα πάντων ἔκτισται σοϕία καὶ σύνεσις ϕρονήσεως ἐξ αἰῶνος. 6 ῥίζα σοϕίας τίνι ἀπεκαλύϕϑη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω; 8 εἷς ἐστιν σοϕός, ϕοβερὸς σϕόδρα, καϑήμενος ἐπὶ τοῦ ϑρόνου αὐτοῦ. 9 κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδεν καὶ ἐξηρίϑμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, 10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. 11 Φόβος κυρίου δόξα καὶ καύχημα καὶ εὐϕροσύνη καὶ στέϕανος ἀγαλλιάματος. 12 ϕόβος κυρίου τέρψει καρδίαν καὶ δώσει εὐϕροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. 13 τῷ ϕοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ᾽ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηϑήσεται. 14 Ἀρχὴ σοϕίας ϕοβεῖσϑαι τὸν κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσϑη αὐτοῖς. 15 μετὰ ἀνϑρώπων ϑεμέλιον αἰῶνος ἐνόσσευσεν καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευϑήσεται. 16 πλησμονὴ σοϕίας ϕοβεῖσϑαι τὸν κύριον καὶ μεϑύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς· 17 πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιϑυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς. 18 στέϕανος σοϕίας ϕόβος κυρίου ἀναϑάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως. 19 καὶ εἶδεν καὶ ἐξηρίϑμησεν αὐτήν, ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν. 20 ῥίζα σοϕίας ϕοβεῖσϑαι τὸν κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. 22 Οὐ δυνήσεται ϑυμὸς ἄδικος δικαιωϑῆναι· ἡ γὰρ ῥοπὴ τοῦ ϑυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. 23 ἕως καιροῦ ἀνϑέξεται μακρόϑυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐϕροσύνη· 24 ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ. 25 Ἐν ϑησαυροῖς σοϕίας παραβολαὶ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ ϑεοσέβεια. 26 ἐπιϑυμήσας σοϕίαν διατήρησον ἐντολάς, καὶ κύριος χορηγήσει σοι αὐτήν. 27 σοϕία γὰρ καὶ παιδεία ϕόβος κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης. 28 μὴ ἀπειϑήσῃς ϕόβῳ κυρίου καὶ μὴ προσέλϑῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ. 29 μὴ ὑποκριϑῇς ἐν στόμασιν ἀνϑρώπων καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε. 30 μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν, καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε, ὅτι οὐ προσῆλϑες ϕόβῳ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 2

1 Τέκνον, εἰ προσέρχῃ δουλεύειν κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· 2 εὔϑυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· 3 κολλήϑητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηϑῇς ἐπ᾽ ἐσχάτων σου. 4 πᾶν, ὃ ἐὰν ἐπαχϑῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασιν ταπεινώσεώς σου μακροϑύμησον· 5 ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνϑρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. 6 πίστευσον αὐτῷ, καὶ ἀντιλήμψεταί σου· εὔϑυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾽ αὐτόν. 7 Οἱ ϕοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. 8 οἱ ϕοβούμενοι κύριον, πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισϑὸς ὑμῶν. 9 οἱ ϕοβούμενοι κύριον, ἐλπίσατε εἰς ἀγαϑὰ καὶ εἰς εὐϕροσύνην αἰῶνος καὶ ἔλεος. 10 ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσεν κυρίῳ καὶ κατῃσχύνϑη; ἢ τίς ἐνέμεινεν τῷ ϕόβῳ αὐτοῦ καὶ ἐγκατελείϕϑη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; 11 διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος καὶ ἀϕίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ ϑλίψεως. 12 Οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶν παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. 13 οὐαὶ καρδίᾳ παρειμένῃ, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασϑήσεται. 14 οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος; 15 οἱ ϕοβούμενοι κύριον οὐκ ἀπειϑήσουσιν ῥημάτων αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ. 16 οἱ ϕοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησϑήσονται τοῦ νόμου. 17 οἱ ϕοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν. 18 ἐμπεσούμεϑα εἰς χεῖρας κυρίου καὶ οὐκ εἰς χεῖρας ἀνϑρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 3

1 Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωϑῆτε· 2 ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐϕ᾽ υἱοῖς. 3 ὁ τιμῶν πατέρα ἐξιλάσκεται ἁμαρτίας, 4 καὶ ὡς ὁ ἀποϑησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ. 5 ὁ τιμῶν πατέρα εὐϕρανϑήσεται ὑπὸ τέκνων καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσϑήσεται. 6 ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ· 7 καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν. 8 ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλϑῃ σοι εὐλογία παρ᾽ αὐτοῦ· 9 εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ ϑεμέλια. 10 μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστίν σοι δόξα πατρὸς ἀτιμία· 11 ἡ γὰρ δόξα ἀνϑρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ. 12 τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ· 13 κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου. 14 ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησϑήσεται καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηϑήσεταί σοι. 15 ἐν ἡμέρᾳ ϑλίψεώς σου ἀναμνησϑήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυϑήσονταί σου αἱ ἁμαρτίαι. 16 ὡς βλάσϕημος ὁ ἐγκαταλιπὼν πατέρα, καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ. 17 Τέκνον, ἐν πραύτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνϑρώπου δεκτοῦ ἀγαπηϑήσῃ. 18 ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, καὶ ἔναντι κυρίου εὑρήσεις χάριν· 20 ὅτι μεγάλη ἡ δυναστεία τοῦ κυρίου καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται. 21 χαλεπώτερά σου μὴ ζήτει καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· 22 ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν. 23 ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνϑρώπων ὑπεδείχϑη σοι. 24 πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν, καὶ ὑπόνοια πονηρὰ ὠλίσϑησεν διανοίας αὐτῶν. 26 καρδία σκληρὰ κακωϑήσεται ἐπ᾽ ἐσχάτων, καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἀπολεῖται. 27 καρδία σκληρὰ βαρυνϑήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσϑήσει ἁμαρτίαν ἐϕ᾽ ἁμαρτίαις. 28 ἐπαγωγῇ ὑπερηϕάνου οὐκ ἔστιν ἴασις· ϕυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ. 29 καρδία συνετοῦ διανοηϑήσεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιϑυμία σοϕοῦ. 30 πῦρ ϕλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσεται ἁμαρτίας. 31 ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 4

1 Τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς καὶ μὴ παρελκύσῃς ὀϕϑαλμοὺς ἐπιδεεῖς. 2 ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. 3 καρδίαν παρωργισμένην μὴ προσταράξῃς καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου. 4 ἱκέτην ϑλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ. 5 ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀϕϑαλμὸν καὶ μὴ δῷς τόπον ἀνϑρώπῳ καταράσασϑαί σε· 6 καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν. 7 προσϕιλῆ συναγωγῇ σεαυτὸν ποίει καὶ μεγιστᾶνι ταπείνου τὴν κεϕαλήν σου. 8 κλῖνον πτωχῷ τὸ οὖς σου καὶ ἀποκρίϑητι αὐτῷ εἰρηνικὰ ἐν πραύτητι. 9 ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. 10 γίνου ὀρϕανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔσῃ ὡς υἱὸς ὑψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου. 11 Ἡ σοϕία υἱοὺς αὐτῆς ἀνύψωσεν καὶ ἐπιλαμβάνεται τῶν ζητοῦντων αὐτήν. 12 ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν, καὶ οἱ ὀρϑρίζοντες πρὸς αὐτὴν ἐμπλησϑήσονται εὐϕροσύνης. 13 ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται, εὐλογεῖ κύριος. 14 οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ κύριος. 15 ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔϑνη, καὶ ὁ προσέχων αὐτῇ κατασκηνώσει πεποιϑώς. 16 ἐὰν ἐμπιστεύσῃ, κατακληρονομήσει αὐτήν, καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ· 17 ὅτι διεστραμμένως πορεύσεται μετ᾽ αὐτοῦ ἐν πρώτοις, ϕόβον καὶ δειλίαν ἐπάξει ἐπ᾽ αὐτὸν καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς, ἕως οὗ ἐμπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ, καὶ πειράσει αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς· 18 καὶ πάλιν ἐπανήξει κατ᾽ εὐϑεῖαν πρὸς αὐτὸν καὶ εὐϕρανεῖ αὐτὸν καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς. 19 ἐὰν ἀποπλανηϑῇ, ἐγκαταλείψει αὐτὸν καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ. 20 Συντήρησον καιρὸν καὶ ϕύλαξαι ἀπὸ πονηροῦ καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνϑῇς· 21 ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. 22 μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου. 23 μὴ κωλύσῃς λόγον ἐν καιρῷ χρείας· 24 ἐν γὰρ λόγῳ γνωσϑήσεται σοϕία καὶ παιδεία ἐν ῥήματι γλώσσης. 25 μὴ ἀντίλεγε τῇ ἀληϑείᾳ καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηϑι. 26 μὴ αἰσχυνϑῇς ὁμολογῆσαι ἐϕ᾽ ἁμαρτίαις σου καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ. 27 καὶ μὴ ὑποστρώσῃς ἀνϑρώπῳ μωρῷ σεαυτὸν καὶ μὴ λάβῃς πρόσωπον δυνάστου. 28 ἕως ϑανάτου ἀγώνισαι περὶ τῆς ἀληϑείας, καὶ κύριος ὁ ϑεὸς πολεμήσει ὑπὲρ σοῦ. 29 μὴ γίνου ϑρασὺς ἐν γλώσσῃ σου καὶ νωϑρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου. 30 μὴ ἴσϑι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ ϕαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου. 31 μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 5

1 Μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν. 2 μὴ ἐξακολούϑει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου πορεύεσϑαι ἐν ἐπιϑυμίαις καρδίας σου· 3 καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει; ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει. 4 μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο; ὁ γὰρ κύριός ἐστιν μακρόϑυμος. 5 περὶ ἐξιλασμοῦ μὴ ἄϕοβος γίνου προσϑεῖναι ἁμαρτίαν ἐϕ᾽ ἁμαρτίαις· 6 καὶ μὴ εἴπῃς Ὁ οἰκτιρμὸς αὐτοῦ πολύς, τὸ πλῆϑος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾽ αὐτῷ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ ϑυμὸς αὐτοῦ. 7 μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας· ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ. 8 Μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις· οὐδὲν γὰρ ὠϕελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς. 9 μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. 10 ἴσϑι ἐστηριγμένος ἐν συνέσει σου, καὶ εἷς ἔστω σου ὁ λόγος. 11 Γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροϑυμίᾳ ϕϑέγγου ἀπόκρισιν. 12 εἰ ἔστιν σοι σύνεσις, ἀποκρίϑητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου. 13 δόξα καὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνϑρώπου πτῶσις αὐτῷ. 14 Μὴ κληϑῇς ψίϑυρος καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου. 15 ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει καὶ ἀντὶ ϕίλου μὴ γίνου ἐχϑρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 6

2 Μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου· 3 τὰ ϕύλλα σου καταϕάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀϕήσεις σεαυτὸν ὡς ξύλον ξηρόν. 4 ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχϑρῶν ποιήσει αὐτόν. 5 Λάρυγξ γλυκὺς πληϑυνεῖ ϕίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληϑυνεῖ εὐπροσήγορα. 6 οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων. 7 εἰ κτᾶσαι ϕίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ. 8 ἔστιν γὰρ ϕίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ ϑλίψεώς σου. 9 καὶ ἔστιν ϕίλος μετατιϑέμενος εἰς ἔχϑραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει. 10 καὶ ἔστιν ϕίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ ϑλίψεώς σου· 11 καὶ ἐν τοῖς ἀγαϑοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται· 12 ἐὰν ταπεινωϑῇς, ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται. 13 ἀπὸ τῶν ἐχϑρῶν σου διαχωρίσϑητι καὶ ἀπὸ τῶν ϕίλων σου πρόσεχε. 14 ϕίλος πιστὸς σκέπη κραταιά, ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν ϑησαυρόν. 15 ϕίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστιν σταϑμὸς τῆς καλλονῆς αὐτοῦ. 16 ϕίλος πιστὸς ϕάρμακον ζωῆς, καὶ οἱ ϕοβούμενοι κύριον εὑρήσουσιν αὐτόν. 17 ὁ ϕοβούμενος κύριον εὐϑυνεῖ ϕιλίαν αὐτοῦ, ὅτι κατ᾽ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ. 18 Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑρήσεις σοϕίαν. 19 ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελϑε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαϑοὺς καρποὺς αὐτῆς· ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ ϕάγεσαι τῶν γενημάτων αὐτῆς. 20 ὡς τραχεῖά ἐστιν σϕόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος· 21 ὡς λίϑος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾽ αὐτῷ, καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν. 22 σοϕία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν ϕανερά. 23 Ἄκουσον, τέκνον, καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου· 24 καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου· 25 ὑπόϑες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν καὶ μὴ προσοχϑίσῃς τοῖς δεσμοῖς αὐτῆς· 26 ἐν πάσῃ ψυχῇ σου πρόσελϑε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς· 27 ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσϑήσεταί σοι, καὶ ἐγκρατὴς γενόμενος μὴ ἀϕῇς αὐτήν· 28 ἐπ᾽ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραϕήσεταί σοι εἰς εὐϕροσύνην· 29 καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. 30 κόσμος γὰρ χρύσεός ἐστιν ἐπ᾽ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνϑινον· 31 στολὴν δόξης ἐνδύσῃ αὐτὴν καὶ στέϕανον ἀγαλλιάματος περιϑήσεις σεαυτῷ. 32 Ἐὰν ϑέλῃς, τέκνον, παιδευϑήσῃ, καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου, πανοῦργος ἔσῃ· 33 ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ, καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοϕὸς ἔσῃ. 34 ἐν πλήϑει πρεσβυτέρων στῆϑι· καὶ τίς σοϕός; αὐτῷ προσκολλήϑητι. 35 πᾶσαν διήγησιν ϑείαν ϑέλε ἀκροᾶσϑαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκϕευγέτωσάν σε. 36 ἐὰν ἴδῃς συνετόν, ὄρϑριζε πρὸς αὐτόν, καὶ βαϑμοὺς ϑυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου. 37 διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός· αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιϑυμία τῆς σοϕίας δοϑήσεταί σοι.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 7

1 Μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβῃ κακόν· 2 ἀπόστηϑι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ. 3 υἱέ, μὴ σπεῖρε ἐπ᾽ αὔλακας ἀδικίας, καὶ οὐ μὴ ϑερίσῃς αὐτὰ ἑπταπλασίως. 4 μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καϑέδραν δόξης. 5 μὴ δικαιοῦ ἔναντι κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοϕίζου. 6 μὴ ζήτει γενέσϑαι κριτής, μὴ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας, μήποτε εὐλαβηϑῇς ἀπὸ προσώπου δυνάστου καὶ ϑήσεις σκάνδαλον ἐν εὐϑύτητί σου. 7 μὴ ἁμάρτανε εἰς πλῆϑος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ. 8 μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν· ἐν γὰρ τῇ μιᾷ οὐκ ἀϑῷος ἔσῃ. 9 μὴ εἴπῃς Τῷ πλήϑει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με ϑεῷ ὑψίστῳ προσδέξεται. 10 μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. 11 μὴ καταγέλα ἄνϑρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ· ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. 12 μὴ ἀροτρία ψεῦδος ἐπ᾽ ἀδελϕῷ σου μηδὲ ϕίλῳ τὸ ὅμοιον ποίει. 13 μὴ ϑέλε ψεύδεσϑαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαϑόν. 14 μὴ ἀδολέσχει ἐν πλήϑει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. 15 μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην. 16 μὴ προσλογίζου σεαυτὸν ἐν πλήϑει ἁμαρτωλῶν· μνήσϑητι ὅτι ὀργὴ οὐ χρονιεῖ. 17 ταπείνωσον σϕόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ. 18 Μὴ ἀλλάξῃς ϕίλον ἕνεκεν διαϕόρου μηδὲ ἀδελϕὸν γνήσιον ἐν χρυσίῳ Σουϕιρ. 19 μὴ ἀστόχει γυναικὸς σοϕῆς καὶ ἀγαϑῆς· ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον. 20 μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληϑείᾳ μηδὲ μίσϑιον διδόντα τὴν ψυχὴν αὐτοῦ· 21 οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή, μὴ στερήσῃς αὐτὸν ἐλευϑερίας. 22 κτήνη σοί ἐστιν; ἐπισκέπτου αὐτά· καὶ εἰ ἔστιν σοι χρήσιμα, ἐμμενέτω σοι. 23 τέκνα σοί ἐστιν; παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν. 24 ϑυγατέρες σοί εἰσιν; πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. 25 ἔκδου ϑυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. 26 γυνή σοί ἐστιν κατὰ ψυχήν; μὴ ἐκβάλῃς αὐτήν· καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν. 27 Ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάϑῃ· 28 μνήσϑητι ὅτι δι᾽ αὐτῶν ἐγεννήϑης, καὶ τί ἀνταποδώσεις αὐτοῖς καϑὼς αὐτοὶ σοί; 29 ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ ϑαύμαζε. 30 ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. 31 ϕοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ, καϑὼς ἐντέταλταί σοι, ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ ϑυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. 32 Καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωϑῇ ἡ εὐλογία σου. 33 χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. 34 μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενϑούντων πένϑησον. 35 μὴ ὄκνει ἐπισκέπτεσϑαι ἄρρωστον ἄνϑρωπον· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηϑήσῃ. 36 ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 8

1 Μὴ διαμάχου μετὰ ἀνϑρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ. 2 μὴ ἔριζε μετὰ ἀνϑρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν. 3 μὴ διαμάχου μετὰ ἀνϑρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. 4 μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου. 5 μὴ ὀνείδιζε ἄνϑρωπον ἀποστρέϕοντα ἀπὸ ἁμαρτίας· μνήσϑητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις. 6 μὴ ἀτιμάσῃς ἄνϑρωπον ἐν γήρᾳ αὐτοῦ· καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν. 7 μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσϑητι ὅτι πάντες τελευτῶμεν. 8 μὴ παρίδῃς διήγημα σοϕῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέϕου· ὅτι παρ᾽ αὐτῶν μαϑήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν. 9 μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαϑον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ᾽ αὐτῶν μαϑήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν. 10 μὴ ἔκκαιε ἄνϑρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισϑῇς ἐν πυρὶ ϕλογὸς αὐτοῦ. 11 μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαϑίσῃ ὡς ἔνεδρον τῷ στόματί σου. 12 μὴ δανείσῃς ἀνϑρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου. 13 μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτείσων ϕρόντιζε. 14 μὴ δικάζου μετὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ. 15 μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ ϑέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀϕροσύνῃ αὐτοῦ συναπολῇ. 16 μετὰ ϑυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ᾽ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀϕϑαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστιν βοήϑεια, καταβαλεῖ σε. 17 μετὰ μωροῦ μὴ συμβουλεύου· οὐ γὰρ δυνήσεται λόγον στέξαι. 18 ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ γινώσκεις τί τέξεται. 19 παντὶ ἀνϑρώπῳ μὴ ἔκϕαινε σὴν καρδίαν, καὶ μὴ ἀναϕερέτω σοι χάριν.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 9

1 Μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν. 2 μὴ δῷς γυναικὶ τὴν ψυχήν σου ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου. 3 μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ, μήποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς. 4 μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε, μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς. 5 παρϑένον μὴ καταμάνϑανε, μήποτε σκανδαλισϑῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς. 6 μὴ δῷς πόρναις τὴν ψυχήν σου, ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου. 7 μὴ περιβλέπου ἐν ῥύμαις πόλεως καὶ ἐν ταῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ. 8 ἀπόστρεψον ὀϕϑαλμὸν ἀπὸ γυναικὸς εὐμόρϕου καὶ μὴ καταμάνϑανε κάλλος ἀλλότριον· ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήϑησαν, καὶ ἐκ τούτου ϕιλία ὡς πῦρ ἀνακαίεται. 9 μετὰ ὑπάνδρου γυναικὸς μὴ κάϑου τὸ σύνολον καὶ μὴ συμβολοκοπήσῃς μετ᾽ αὐτῆς ἐν οἴνῳ, μήποτε ἐκκλίνῃ ἡ ψυχή σου ἐπ᾽ αὐτὴν καὶ τῷ πνεύματί σου ὀλίσϑῃς εἰς ἀπώλειαν. 10 Μὴ ἐγκαταλίπῃς ϕίλον ἀρχαῖον, ὁ γὰρ πρόσϕατος οὐκ ἔστιν ἔϕισος αὐτῷ· οἶνος νέος ϕίλος νέος· ἐὰν παλαιωϑῇ, μετ᾽ εὐϕροσύνης πίεσαι αὐτόν. 11 μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ· οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροϕὴ αὐτοῦ. 12 μὴ εὐδοκήσῃς ἐν εὐδοκίᾳ ἀσεβῶν· μνήσϑητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωϑῶσιν. 13 μακρὰν ἄπεχε ἀπὸ ἀνϑρώπου, ὃς ἔχει ἐξουσίαν τοῦ ϕονεύειν, καὶ οὐ μὴ ὑποπτεύσῃς ϕόβον ϑανάτου· κἂν προσέλϑῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀϕέληται τὴν ζωήν σου· ἐπίγνωϑι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. 14 κατὰ τὴν ἰσχύν σου στόχασαι τοὺς πλησίον καὶ μετὰ σοϕῶν συμβουλεύου. 15 μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ ὑψίστου. 16 ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν ϕόβῳ κυρίου ἔστω τὸ καύχημά σου. 17 ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεσϑήσεται, καὶ ὁ ἡγούμενος λαοῦ σοϕὸς ἐν λόγῳ αὐτοῦ. 18 ϕοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηϑήσεται.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 10

1 Κριτὴς σοϕὸς παιδεύσει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται. 2 κατὰ τὸν κριτὴν τοῦ λαοῦ οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν. 3 βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισϑήσεται ἐν συνέσει δυναστῶν. 4 ἐν χειρὶ κυρίου ἡ ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ᾽ αὐτῆς. 5 ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός, καὶ προσώπῳ γραμματέως ἐπιϑήσει δόξαν αὐτοῦ. 6 Ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάσῃς τῷ πλησίον καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως. 7 μισητὴ ἔναντι κυρίου καὶ ἀνϑρώπων ὑπερηϕανία, καὶ ἐξ ἀμϕοτέρων πλημμελὴς ἡ ἀδικία. 8 βασιλεία ἀπὸ ἔϑνους εἰς ἔϑνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα. 9 τί ὑπερηϕανεύεται γῆ καὶ σποδός; ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσϑια αὐτοῦ. 10 μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει. 11 ἐν γὰρ τῷ ἀποϑανεῖν ἄνϑρωπον κληρονομήσει ἑρπετὰ καὶ ϑηρία καὶ σκώληκας. 12 Ἀρχὴ ὑπερηϕανίας ἀνϑρώπου ἀϕίστασϑαι ἀπὸ κυρίου, καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ. 13 ὅτι ἀρχὴ ὑπερηϕανίας ἁμαρτία, καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα· διὰ τοῦτο παρεδόξασεν κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς. 14 ϑρόνους ἀρχόντων καϑεῖλεν ὁ κύριος καὶ ἐκάϑισεν πραεῖς ἀντ αὐτῶν· 15 ῥίζας ἐϑνῶν ἐξέτιλεν ὁ κύριος καὶ ἐϕύτευσεν ταπεινοὺς ἀντ αὐτῶν· 16 χώρας ἐϑνῶν κατέστρεψεν ὁ κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως ϑεμελίων γῆς· 17 ἐξῆρεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν. 18 οὐκ ἔκτισται ἀνϑρώποις ὑπερηϕανία οὐδὲ ὀργὴ ϑυμοῦ γεννήμασιν γυναικῶν. 19 Σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνϑρώπου. σπέρμα ἔντιμον ποῖον; οἱ ϕοβούμενοι τὸν κύριον. σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνϑρώπου. σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς. 20 ἐν μέσῳ ἀδελϕῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος, καὶ οἱ ϕοβούμενοι κύριον ἐν ὀϕϑαλμοῖς αὐτοῦ. 22 πλούσιος καὶ ἔνδοξος καὶ πτωχός, τὸ καύχημα αὐτῶν ϕόβος κυρίου. 23 οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, καὶ οὐ καϑήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν. 24 μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασϑήσεται, καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ ϕοβουμένου τὸν κύριον. 25 οἰκέτῃ σοϕῷ ἐλεύϑεροι λειτουργήσουσιν, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει. 26 Μὴ σοϕίζου ποιῆσαι τὸ ἔργον σου καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου. 27 κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ περιπατῶν δοξαζόμενος καὶ ἀπορῶν ἄρτων. 28 τέκνον, ἐν πραύτητι δόξασον τὴν ψυχήν σου καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. 29 τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει; καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ; 30 πτωχὸς δοξάζεται δι᾽ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ. 31 ὁ δεδοξασμένος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ, καὶ ἐν πτωχείᾳ ποσαχῶς;

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 11

1 σοϕία ταπεινοῦ ἀνυψώσει κεϕαλὴν αὐτοῦ καὶ ἐν μέσῳ μεγιστάνων καϑίσει αὐτόν. 2 Μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνϑρωπον ἐν ὁράσει αὐτοῦ. 3 μικρὰ ἐν πετεινοῖς μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. 4 ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου· ὅτι ϑαυμαστὰ τὰ ἔργα κυρίου, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνϑρώποις. 5 πολλοὶ τύραννοι ἐκάϑισαν ἐπὶ ἐδάϕους, ὁ δὲ ἀνυπονόητος ἐϕόρεσεν διάδημα. 6 πολλοὶ δυνάσται ἠτιμάσϑησαν σϕόδρα, καὶ ἔνδοξοι παρεδόϑησαν εἰς χεῖρας ἑτέρων. 7 Πρὶν ἐξετάσῃς, μὴ μέμψῃ· νόησον πρῶτον καὶ τότε ἐπιτίμα. 8 πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου. 9 περὶ πράγματος, οὗ οὐκ ἔστιν σοι χρεία, μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε. 10 Τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν πληϑύνῃς, οὐκ ἀϑῳωϑήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς· καὶ οὐ μὴ ἐκϕύγῃς διαδράς. 11 ἔστιν κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τόσῳ μᾶλλον ὑστερεῖται. 12 ἔστιν νωϑρὸς προσδεόμενος ἀντιλήμψεως, ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει· καὶ οἱ ὀϕϑαλμοὶ κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαϑά, καὶ ἀνώρϑωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ 13 καὶ ἀνύψωσεν κεϕαλὴν αὐτοῦ, καὶ ἀπεϑαύμασαν ἐπ᾽ αὐτῷ πολλοί. 14 ἀγαϑὰ καὶ κακά, ζωὴ καὶ ϑάνατος, πτωχεία καὶ πλοῦτος παρὰ κυρίου ἐστίν. 17 δόσις κυρίου παραμένει εὐσεβέσιν, καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδωϑήσεται. 18 ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σϕιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς τοῦ μισϑοῦ αὐτοῦ· 19 ἐν τῷ εἰπεῖν αὐτόν Εὗρον ἀνάπαυσιν καὶ νῦν ϕάγομαι ἐκ τῶν ἀγαϑῶν μου, καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποϑανεῖται. 20 Στῆϑι ἐν διαϑήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ καὶ ἐν τῷ ἔργῳ σου παλαιώϑητι. 21 μὴ ϑαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ, πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου· ὅτι κοῦϕον ἐν ὀϕϑαλμοῖς κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα. 22 εὐλογία κυρίου ἐν μισϑῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναϑάλλει εὐλογίαν αὐτοῦ. 23 μὴ εἴπῃς Τίς ἐστίν μου χρεία, καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαϑά; 24 μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν, καὶ τί ἀπὸ τοῦ νῦν κακωϑήσομαι; 25 ἐν ἡμέρᾳ ἀγαϑῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησϑήσεται ἀγαϑῶν· 26 ὅτι κοῦϕον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνϑρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ. 27 κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυϕῆς, καὶ ἐν συντελείᾳ ἀνϑρώπου ἀποκάλυψις ἔργων αὐτοῦ. 28 πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσϑήσεται ἀνήρ. 29 Μὴ πάντα ἄνϑρωπον εἴσαγε εἰς τὸν οἶκόν σου· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου. 30 πέρδιξ ϑηρευτὴς ἐν καρτάλλῳ, οὕτως καρδία ὑπερηϕάνου, καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν· 31 τὰ γὰρ ἀγαϑὰ εἰς κακὰ μεταστρέϕων ἐνεδρεύει καὶ ἐν τοῖς αἱρετοῖς ἐπιϑήσει μῶμον. 32 ἀπὸ σπινϑῆρος πυρὸς πληϑύνεται ἀνϑρακιά, καὶ ἄνϑρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει. 33 πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει, μήποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι. 34 ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχαῖς καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 12

1 Ἐὰν εὖ ποιῇς, γνῶϑι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαϑοῖς σου. 2 εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ παρ᾽ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ ὑψίστου. 3 οὐκ ἔσται ἀγαϑὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ. 4 δὸς τῷ εὐσεβεῖ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ. 5 εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσεις ἐν πᾶσιν ἀγαϑοῖς, οἷς ἂν ποιήσῃς αὐτῷ. 6 ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλοὺς καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν. 7 δὸς τῷ ἀγαϑῷ καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ. 8 Οὐκ ἐκδικηϑήσεται ἐν ἀγαϑοῖς ὁ ϕίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχϑρός. 9 ἐν ἀγαϑοῖς ἀνδρὸς οἱ ἐχϑροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ ϕίλος διαχωρισϑήσεται. 10 μὴ πιστεύσῃς τῷ ἐχϑρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ· 11 καὶ ἐὰν ταπεινωϑῇ καὶ πορεύηται συγκεκυϕώς, ἐπίστησον τὴν ψυχήν σου καὶ ϕύλαξαι ἀπ᾽ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν. 12 μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου· μὴ καϑίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καϑέδραν σου καὶ ἐπ᾽ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ. 13 τίς ἐλεήσει ἐπαοιδὸν ὀϕιόδηκτον καὶ πάντας τοὺς προσάγοντας ϑηρίοις; 14 οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμϕυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. 15 ὥραν μετὰ σοῦ διαμενεῖ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ. 16 καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχϑρὸς καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀνατρέψαι σε εἰς βόϑρον· ἐν ὀϕϑαλμοῖς αὐτοῦ δακρύσει ὁ ἐχϑρός, καὶ ἐὰν εὕρῃ καιρόν, οὐκ ἐμπλησϑήσεται ἀϕ᾽ αἵματος. 17 κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου, καὶ ὡς βοηϑῶν ὑποσχάσει πτέρναν σου· 18 τὴν κεϕαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσὶν αὐτοῦ καὶ πολλὰ διαψιϑυρίσει καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 13

1 Ὁ ἁπτόμενος πίσσης μολυνϑήσεται, καὶ ὁ κοινωνῶν ὑπερηϕάνῳ ὁμοιωϑήσεται αὐτῷ. 2 βάρος ὑπὲρ σὲ μὴ ἄρῃς καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει. τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, καὶ αὕτη συντριβήσεται. 3 πλούσιος ἠδίκησεν, καὶ αὐτὸς προσενεβριμήσατο· πτωχὸς ἠδίκηται, καὶ αὐτὸς προσδεηϑήσεται. 4 ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί· καὶ ἐὰν ὑστερήσῃς, καταλείψει σε. 5 ἐὰν ἔχῃς, συμβιώσεταί σοι καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει. 6 χρείαν ἔσχηκέν σου, καὶ ἀποπλανήσει σε καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα· λαλήσει σοι καλὰ καὶ ἐρεῖ Τίς ἡ χρεία σου; 7 καὶ αἰσχυνεῖ σε ἐν τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσῃ σε δὶς ἢ τρίς, καὶ ἐπ᾽ ἐσχάτων καταμωκήσεταί σου· μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε καὶ τὴν κεϕαλὴν αὐτοῦ κινήσει ἐπὶ σοί. 8 πρόσεχε μὴ ἀποπλανηϑῇς καὶ μὴ ταπεινωϑῇς ἐν ἀϕροσύνῃ σου. 9 Προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου, καὶ τόσῳ μᾶλλόν σε προσκαλέσεται· 10 μὴ ἔμπιπτε, μὴ ἀπωσϑῇς, καὶ μὴ μακρὰν ἀϕίστω, ἵνα μὴ ἐπιλησϑῇς. 11 μὴ ἔπεχε ἰσηγορεῖσϑαι μετ᾽ αὐτοῦ καὶ μὴ πίστευε τοῖς πλείοσιν λόγοις αὐτοῦ· ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε καὶ ὡς προσγελῶν ἐξετάσει σε. 12 ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους καὶ οὐ μὴ ϕείσηται περὶ κακώσεως καὶ δεσμῶν. 13 συντήρησον καὶ πρόσεχε σϕοδρῶς, ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς. 15 Πᾶν ζῷον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ καὶ πᾶς ἄνϑρωπος τὸν πλησίον αὐτοῦ· 16 πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληϑήσεται ἀνήρ. 17 τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ. 18 τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα; καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα; 19 κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ· οὕτως νομαὶ πλουσίων πτωχοί. 20 βδέλυγμα ὑπερηϕάνῳ ταπεινότης· οὕτως βδέλυγμα πλουσίῳ πτωχός. 21 πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ ϕίλων, ταπεινὸς δὲ πεσὼν προσαπωϑεῖται ὑπὸ ϕίλων. 22 πλουσίου σϕαλέντος πολλοὶ ἀντιλήμπτορες· ἐλάλησεν ἀπόρρητα, καὶ ἐδικαίωσαν αὐτόν. ταπεινὸς ἔσϕαλεν, καὶ προσεπετίμησαν αὐτῷ· ἐϕϑέγξατο σύνεσιν, καὶ οὐκ ἐδόϑη αὐτῷ τόπος. 23 πλούσιος ἐλάλησεν, καὶ πάντες ἐσίγησαν καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεϕελῶν. πτωχὸς ἐλάλησεν καὶ εἶπαν Τίς οὗτος; κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν. 24 ἀγαϑὸς ὁ πλοῦτος, ᾧ μή ἐστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς. 25 Καρδία ἀνϑρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαϑὰ ἐάν τε εἰς κακά. 26 ἴχνος καρδίας ἐν ἀγαϑοῖς πρόσωπον ἱλαρόν, καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπων.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 14

1 μακάριος ἀνήρ, ὃς οὐκ ὠλίσϑησεν ἐν τῷ στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτιῶν· 2 μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ. 3 Ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνϑρώπῳ βασκάνῳ ἵνα τί χρήματα; 4 ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαϑοῖς αὐτοῦ τρυϕήσουσιν ἕτεροι. 5 ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαϑὸς ἔσται; καὶ οὐ μὴ εὐϕρανϑήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ. 6 τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ· 7 κἂν εὖ ποιῇ, ἐν λήϑῃ ποιεῖ, καὶ ἐπ᾽ ἐσχάτων ἐκϕαίνει τὴν κακίαν αὐτοῦ. 8 πονηρὸς ὁ βασκαίνων ὀϕϑαλμῷ, ἀποστρέϕων πρόσωπον καὶ ὑπερορῶν ψυχάς. 9 πλεονέκτου ὀϕϑαλμὸς οὐκ ἐμπίπλαται μερίδι, καὶ ἀδικία πονηρὰ ἀναξηραίνει ψυχήν. 10 ὀϕϑαλμὸς πονηρὸς ϕϑονερὸς ἐπ᾽ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ. 11 Τέκνον, καϑὼς ἐὰν ἔχῃς, εὖ ποίει σεαυτὸν καὶ προσϕορὰς κυρίῳ ἀξίως πρόσαγε· 12 μνήσϑητι ὅτι ϑάνατος οὐ χρονιεῖ καὶ διαϑήκη ᾅδου οὐχ ὑπεδείχϑη σοι· 13 πρίν σε τελευτῆσαι εὖ ποίει ϕίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ. 14 μὴ ἀϕυστερήσῃς ἀπὸ ἀγαϑῆς ἡμέρας, καὶ μερὶς ἐπιϑυμίας ἀγαϑῆς μή σε παρελϑάτω. 15 οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου; 16 δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου, ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυϕήν. 17 πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται· ἡ γὰρ διαϑήκη ἀπ᾽ αἰῶνος Θανάτῳ ἀποϑανῇ. 18 ὡς ϕύλλον ϑάλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ ϕύει, οὕτως γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται. 19 πᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ᾽ αὐτοῦ ἀπελεύσεται. 20 Μακάριος ἀνήρ, ὃς ἐν σοϕίᾳ μελετήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχϑήσεται, 21 ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς ἀποκρύϕοις αὐτῆς ἐννοηϑήσεται. 22 ἔξελϑε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε. 23 ὁ παρακύπτων διὰ τῶν ϑυρίδων αὐτῆς καὶ ἐπὶ τῶν ϑυρωμάτων αὐτῆς ἀκροάσεται, 24 ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς, 25 στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς καὶ καταλύσει ἐν καταλύματι ἀγαϑῶν, 26 ϑήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισϑήσεται, 27 σκεπασϑήσεται ὑπ᾽ αὐτῆς ἀπὸ καύματος καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 15

1 Ὁ ϕοβούμενος κύριον ποιήσει αὐτό, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν· 2 καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρϑενίας προσδέξεται αὐτόν· 3 ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοϕίας ποτίσει αὐτόν· 4 στηριχϑήσεται ἐπ᾽ αὐτὴν καὶ οὐ μὴ κλιϑῇ, καὶ ἐπ᾽ αὐτῆς ἐϕέξει καὶ οὐ μὴ καταισχυνϑῇ· 5 καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ· 6 εὐϕροσύνην καὶ στέϕανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰῶνος κατακληρονομήσει. 7 οὐ μὴ καταλήμψονται αὐτὴν ἄνϑρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν· 8 μακράν ἐστιν ὑπερηϕανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησϑήσονται αὐτῆς. 9 Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη· 10 ἐν γὰρ σοϕίᾳ ῥηϑήσεται αἶνος, καὶ ὁ κύριος εὐοδώσει αὐτόν. 11 μὴ εἴπῃς ὅτι Διὰ κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσει. 12 μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ. 13 πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς ϕοβουμένοις αὐτόν. 14 αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνϑρωπον καὶ ἀϕῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ. 15 ἐὰν ϑέλῃς, συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιῆσαι εὐδοκίας. 16 παρέϑηκέν σοι πῦρ καὶ ὕδωρ· οὗ ἐὰν ϑέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου. 17 ἔναντι ἀνϑρώπων ἡ ζωὴ καὶ ὁ ϑάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ, δοϑήσεται αὐτῷ. 18 ὅτι πολλὴ ἡ σοϕία τοῦ κυρίου· ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα, 19 καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἐπὶ τοὺς ϕοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνϑρώπου. 20 οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 16

1 Μὴ ἐπιϑύμει τέκνων πλῆϑος ἀχρήστων μηδὲ εὐϕραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν· 2 ἐὰν πληϑύνωσιν, μὴ εὐϕραίνου ἐπ᾽ αὐτοῖς, εἰ μή ἐστιν ϕόβος κυρίου μετ᾽ αὐτῶν. 3 μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆϑος αὐτῶν· κρείσσων γὰρ εἷς ἢ χίλιοι καὶ ἀποϑανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ. 4 ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισϑήσεται πόλις, ϕυλὴ δὲ ἀνόμων ἐρημωϑήσεται. 5 Πολλὰ τοιαῦτα ἑόρακεν ὁ ὀϕϑαλμός μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοεν τὸ οὖς μου. 6 ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυϑήσεται πῦρ, καὶ ἐν ἔϑνει ἀπειϑεῖ ἐξεκαύϑη ὀργή. 7 οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων, οἳ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν· 8 οὐκ ἐϕείσατο περὶ τῆς παροικίας Λωτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηϕανίαν αὐτῶν· 9 οὐκ ἠλέησεν ἔϑνος ἀπωλείας τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν 10 καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχϑέντας ἐν σκληροκαρδίᾳ αὐτῶν. 11 Κἂν ᾖ εἷς σκληροτράχηλος, ϑαυμαστὸν τοῦτο εἰ ἀϑῳωϑήσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ᾽ αὐτῷ, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν. 12 κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ. 13 οὐκ ἐκϕεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός, καὶ οὐ μὴ καϑυστερήσει ὑπομονὴ εὐσεβοῦς. 14 πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον, ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει. 17 Μὴ εἴπῃς ὅτι Ἀπὸ κυρίου κρυβήσομαι, καὶ ἐξ ὕψους τίς μου μνησϑήσεται; ἐν λαῷ πλείονι οὐ μὴ γνωσϑῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει; 18 ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἄβυσσος καὶ γῆ ἐν τῇ ἐπισκοπῇ αὐτοῦ σαλευϑήσονται· 19 ἅμα τὰ ὄρη καὶ τὰ ϑεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συσσείονται. 20 καὶ ἐπ᾽ αὐτοῖς οὐ διανοηϑήσεται καρδία, καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνϑυμηϑήσεται; 21 καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνϑρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύϕοις. 22 ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ; ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαϑήκη. 23 ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα, καὶ ἀνὴρ ἄϕρων καὶ πλανώμενος διανοεῖται μωρά. 24 Ἄκουσόν μου, τέκνον, καὶ μάϑε ἐπιστήμην καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου· 25 ἐκϕανῶ ἐν σταϑμῷ παιδείαν καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην. 26 Ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ ἀπ᾽ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλεν μερίδας αὐτῶν. 27 ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν· οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν· 28 ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέϑλιψεν, καὶ ἕως αἰῶνος οὐκ ἀπειϑήσουσιν τοῦ ῥήματος αὐτοῦ. 29 καὶ μετὰ ταῦτα κύριος εἰς τὴν γῆν ἐπέβλεψεν καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαϑῶν αὐτοῦ· 30 ψυχῇ παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροϕὴ αὐτῶν.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 17

1 Κύριος ἔκτισεν ἐκ γῆς ἄνϑρωπον καὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν. 2 ἡμέρας ἀριϑμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπ᾽ αὐτῆς. 3 καϑ᾽ ἑαυτὸν ἐνέδυσεν αὐτοὺς ἰσχὺν καὶ κατ᾽ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς. 4 ἔϑηκεν τὸν ϕόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς καὶ κατακυριεύειν ϑηρίων καὶ πετεινῶν. 6 διαβούλιον καὶ γλῶσσαν καὶ ὀϕϑαλμούς, ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσϑαι αὐτοῖς. 7 ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτοὺς καὶ ἀγαϑὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς. 8 ἔϑηκεν τὸν ὀϕϑαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ, 10 καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν, ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ. 11 προσέϑηκεν αὐτοῖς ἐπιστήμην καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς. 12 διαϑήκην αἰῶνος ἔστησεν μετ᾽ αὐτῶν καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς. 13 μεγαλεῖον δόξης εἶδον οἱ ὀϕϑαλμοὶ αὐτῶν, καὶ δόξαν ϕωνῆς αὐτοῦ ἤκουσεν τὸ οὖς αὐτῶν. 14 καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου· καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον. 15 Αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός, οὐ κρυβήσονται ἀπὸ τῶν ὀϕϑαλμῶν αὐτοῦ. 17 ἑκάστῳ ἔϑνει κατέστησεν ἡγούμενον, καὶ μερὶς κυρίου Ισραηλ ἐστίν. 19 ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν. 20 οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ᾽ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου. 22 ἐλεημοσύνη ἀνδρὸς ὡς σϕραγὶς μετ᾽ αὐτοῦ, καὶ χάριν ἀνϑρώπου ὡς κόρην συντηρήσει. 23 μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεϕαλὴν αὐτῶν ἀποδώσει· 24 πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν. 25 Ἐπίστρεϕε ἐπὶ κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήϑητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα· 26 ἐπάναγε ἐπὶ ὕψιστον καὶ ἀπόστρεϕε ἀπὸ ἀδικίας καὶ σϕόδρα μίσησον βδέλυγμα. 27 ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνϑομολόγησιν; 28 ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον. 29 ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέϕουσιν ἐπ᾽ αὐτόν. 30 οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνϑρώποις, ὅτι οὐκ ἀϑάνατος υἱὸς ἀνϑρώπου. 31 τί ϕωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει· καὶ πονηρὸν ἐνϑυμηϑήσεται σὰρξ καὶ αἷμα. 32 δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ ἄνϑρωποι πάντες γῆ καὶ σποδός.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 18

1 Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ· 2 κύριος μόνος δικαιωϑήσεται. 4 οὐϑενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ· καὶ τίς ἐξιχνεύσει τὰ μεγαλεῖα αὐτοῦ; 5 κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριϑμήσεται; καὶ τίς προσϑήσει ἐκδιηγήσασϑαι τὰ ἐλέη αὐτοῦ; 6 οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσϑεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ ϑαυμάσια τοῦ κυρίου· 7 ὅταν συντελέσῃ ἄνϑρωπος, τότε ἄρχεται· καὶ ὅταν παύσηται, τότε ἀπορηϑήσεται. 8 Τί ἄνϑρωπος, καὶ τί ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαϑὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ; 9 ἀριϑμὸς ἡμερῶν ἀνϑρώπου πολλὰ ἔτη ἑκατόν· 10 ὡς σταγὼν ὕδατος ἀπὸ ϑαλάσσης καὶ ψῆϕος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος. 11 διὰ τοῦτο ἐμακροϑύμησεν κύριος ἐπ᾽ αὐτοῖς καὶ ἐξέχεεν ἐπ᾽ αὐτοὺς τὸ ἔλεος αὐτοῦ. 12 εἶδεν καὶ ἐπέγνω τὴν καταστροϕὴν αὐτῶν ὅτι πονηρά· διὰ τοῦτο ἐπλήϑυνεν τὸν ἐξιλασμὸν αὐτοῦ. 13 ἔλεος ἀνϑρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέϕων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. 14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ. 15 Τέκνον, ἐν ἀγαϑοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων. 16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρείσσων λόγος ἢ δόσις. 17 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαϑόν; καὶ ἀμϕότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ. 18 μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀϕϑαλμούς. 19 Πρὶν ἢ λαλῆσαι μάνϑανε καὶ πρὸ ἀρρωστίας ϑεραπεύου. 20 πρὸ κρίσεως ἐξέταζε σεαυτόν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν. 21 πρὶν ἀρρωστῆσαί σε ταπεινώϑητι καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροϕήν. 22 μὴ ἐμποδισϑῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνῃς ἕως ϑανάτου δικαιωϑῆναι. 23 πρὶν εὔξασϑαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνϑρωπος πειράζων τὸν κύριον. 24 μνήσϑητι ϑυμοῦ ἐν ἡμέραις τελευτῆς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροϕῇ προσώπου. 25 μνήσϑητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου. 26 ἀπὸ πρωίϑεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου. 27 Ἄνϑρωπος σοϕὸς ἐν παντὶ εὐλαβηϑήσεται καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελείας. 28 πᾶς συνετὸς ἔγνω σοϕίαν καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν. 29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοϕίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς. 30 Ὀπίσω τῶν ἐπιϑυμιῶν σου μὴ πορεύου καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου· 31 ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου εὐδοκίαν ἐπιϑυμίας, ποιήσει σε ἐπίχαρμα τῶν ἐχϑρῶν σου. 32 μὴ εὐϕραίνου ἐπὶ πολλῇ τρυϕῇ, μὴ προσδεϑῇς συμβολῇ αὐτῆς. 33 μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ, καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 19

1 ἐργάτης μέϑυσος οὐ πλουτισϑήσεται· ὁ ἐξουϑενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται. 2 οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται· 3 σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ψυχὴ τολμηρὰ ἐξαρϑήσεται. 4 Ὁ ταχὺ ἐμπιστεύων κοῦϕος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει. 5 ὁ εὐϕραινόμενος καρδίᾳ καταγνωσϑήσεται, 6 καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ. 7 μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐϑέν σοι οὐ μὴ ἐλαττονωϑῇ. 8 ἐν ϕίλῳ καὶ ἐχϑρῷ μὴ διηγοῦ, καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε· 9 ἀκήκοεν γάρ σου καὶ ἐϕυλάξατό σε, καὶ ἐν καιρῷ μισήσει σε. 10 ἀκήκοας λόγον; συναποϑανέτω σοι· ϑάρσει, οὐ μή σε ῥήξει. 11 ἀπὸ προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέϕους ἡ τίκτουσα. 12 βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ. 13 Ἔλεγξον ϕίλον, μήποτε οὐκ ἐποίησεν, καὶ εἴ τι ἐποίησεν, μήποτε προσϑῇ. 14 ἔλεγξον τὸν πλησίον, μήποτε οὐκ εἶπεν, καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ. 15 ἔλεγξον ϕίλον, πολλάκις γὰρ γίνεται διαβολή, καὶ μὴ παντὶ λόγῳ πίστευε. 16 ἔστιν ὀλισϑάνων καὶ οὐκ ἀπὸ ψυχῆς, καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ; 17 ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι καὶ δὸς τόπον νόμῳ ὑψίστου. 20 Πᾶσα σοϕία ϕόβος κυρίου, καὶ ἐν πάσῃ σοϕίᾳ ποίησις νόμου· 22 καὶ οὐκ ἔστιν σοϕία πονηρίας ἐπιστήμη, καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν ϕρόνησις. 23 ἔστιν πανουργία καὶ αὕτη βδέλυγμα, καὶ ἔστιν ἄϕρων ἐλαττούμενος σοϕίᾳ· 24 κρείττων ἡττώμενος ἐν συνέσει ἔμϕοβος ἢ περισσεύων ἐν ϕρονήσει καὶ παραβαίνων νόμον. 25 ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστιν διαστρέϕων χάριν τοῦ ἐκϕᾶναι κρίμα. 26 ἔστιν πονηρευόμενος συγκεκυϕὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρη δόλου· 27 συγκρύϕων πρόσωπον καὶ ἐϑελοκωϕῶν, ὅπου οὐκ ἐπεγνώσϑη, προϕϑάσει σε· 28 καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυϑῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρόν, κακοποιήσει. 29 ἀπὸ ὁράσεως ἐπιγνωσϑήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσϑήσεται νοήμων· 30 στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνϑρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 20

1 Ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς ϕρόνιμος. 2 ὡς καλὸν ἐλέγξαι ἢ ϑυμοῦσϑαι, 3 καὶ ὁ ἀνϑομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυϑήσεται. 4 ἐπιϑυμία εὐνούχου ἀποπαρϑενῶσαι νεάνιδα, οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα. 5 ἔστιν σιωπῶν εὑρισκόμενος σοϕός, καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς. 6 ἔστιν σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν. 7 ἄνϑρωπος σοϕὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄϕρων ὑπερβήσεται καιρόν. 8 ὁ πλεονάζων λόγῳ βδελυχϑήσεται, καὶ ὁ ἐνεξουσιαζόμενος μισηϑήσεται. 9 Ἔστιν εὐοδία ἐν κακοῖς ἀνδρί, καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν. 10 ἔστιν δόσις, ἣ οὐ λυσιτελήσει σοι, καὶ ἔστιν δόσις, ἧς τὸ ἀνταπόδομα διπλοῦν. 11 ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεϕαλήν. 12 ἔστιν ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον. 13 ὁ σοϕὸς ἐν λόγοις ἑαυτὸν προσϕιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυϑήσονται. 14 δόσις ἄϕρονος οὐ λυσιτελήσει σοι, οἱ γὰρ ὀϕϑαλμοὶ αὐτοῦ ἀνϑ᾽ ἑνὸς πολλοί 15 ὀλίγα δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ· σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει, μισητὸς ἄνϑρωπος ὁ τοιοῦτος. 16 μωρὸς ἐρεῖ Οὐχ ὑπάρχει μοι ϕίλος, καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαϑοῖς μου· 17 οἱ ἔσϑοντες τὸν ἄρτον αὐτοῦ ϕαῦλοι γλώσσῃ, ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ; 18 Ὀλίσϑημα ἀπὸ ἐδάϕους μᾶλλον ἢ ἀπὸ γλώσσης, οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει. 19 ἄνϑρωπος ἄχαρις, μῦϑος ἄκαιρος· ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισϑήσεται. 20 ἀπὸ στόματος μωροῦ ἀποδοκιμασϑήσεται παραβολή· οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς. 21 Ἔστιν κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας, καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται. 22 ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι᾽ αἰσχύνην, καὶ ἀπὸ ἄϕρονος προσώπου ἀπολεῖ αὐτήν. 23 ἔστιν χάριν αἰσχύνης ἐπαγγελλόμενος ϕίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχϑρὸν δωρεάν. 24 Μῶμος πονηρὸς ἐν ἀνϑρώπῳ ψεῦδος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισϑήσεται. 25 αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει, ἀμϕότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν. 26 ἦϑος ἀνϑρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετ᾽ αὐτοῦ ἐνδελεχῶς. 27 Ὁ σοϕὸς ἐν λόγοις προάξει ἑαυτόν, καὶ ἄνϑρωπος ϕρόνιμος ἀρέσει μεγιστᾶσιν. 28 ὁ ἐργαζόμενος γῆν ἀνυψώσει ϑιμωνιὰν αὐτοῦ, καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν. 29 ξένια καὶ δῶρα ἀποτυϕλοῖ ὀϕϑαλμοὺς σοϕῶν καὶ ὡς ϕιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς. 30 σοϕία κεκρυμμένη καὶ ϑησαυρὸς ἀϕανής, τίς ὠϕέλεια ἐν ἀμϕοτέροις; 31 κρείσσων ἄνϑρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνϑρωπος ἀποκρύπτων τὴν σοϕίαν αὐτοῦ.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 21

1 Τέκνον, ἥμαρτες; μὴ προσϑῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήϑητι. 2 ὡς ἀπὸ προσώπου ὄϕεως ϕεῦγε ἀπὸ ἁμαρτίας· ἐὰν γὰρ προσέλϑῃς, δήξεταί σε· ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς ἀναιροῦντες ψυχὰς ἀνϑρώπων. 3 ὡς ῥομϕαία δίστομος πᾶσα ἀνομία, τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις. 4 καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον· οὕτως οἶκος ὑπερηϕάνου ἐρημωϑήσεται. 5 δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται. 6 μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ, καὶ ὁ ϕοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ. 7 γνωστὸς μακρόϑεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισϑάνειν αὐτόν. 8 ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς συνάγων αὐτοῦ τοὺς λίϑους εἰς χειμῶνα. 9 στιππύον συνηγμένον συναγωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν ϕλὸξ πυρός. 10 ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίϑων, καὶ ἐπ᾽ ἐσχάτων αὐτῆς βόϑρος ᾅδου. 11 Ὁ ϕυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ, καὶ συντέλεια τοῦ ϕόβου κυρίου σοϕία. 12 οὐ παιδευϑήσεται ὃς οὐκ ἔστιν πανοῦργος, ἔστιν δὲ πανουργία πληϑύνουσα πικρίαν. 13 γνῶσις σοϕοῦ ὡς κατακλυσμὸς πληϑυνϑήσεται καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς. 14 ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει. 15 λόγον σοϕὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ᾽ αὐτὸν προσϑήσει· ἤκουσεν ὁ σπαταλῶν, καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ. 16 ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ ϕορτίον, ἐπὶ δὲ χείλους συνετοῦ εὑρεϑήσεται χάρις. 17 στόμα ϕρονίμου ζητηϑήσεται ἐν ἐκκλησίᾳ, καὶ τοὺς λόγους αὐτοῦ διανοηϑήσονται ἐν καρδίᾳ. 18 Ὡς οἶκος ἠϕανισμένος οὕτως μωρῷ σοϕία, καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι. 19 πέδαι ἐν ποσὶν ἀνοήτου παιδεία καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς. 20 μωρὸς ἐν γέλωτι ἀνυψοῖ ϕωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει. 21 ὡς κόσμος χρυσοῦς ϕρονίμῳ παιδεία καὶ ὡς χλιδὼν ἐπὶ βραχίονι δεξιῷ. 22 ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνϑρωπος δὲ πολύπειρος αἰσχυνϑήσεται ἀπὸ προσώπου. 23 ἄϕρων ἀπὸ ϑύρας παρακύπτει εἰς οἰκίαν, ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται. 24 ἀπαιδευσία ἀνϑρώπου ἀκροᾶσϑαι παρὰ ϑύραν, ὁ δὲ ϕρόνιμος βαρυνϑήσεται ἀτιμίᾳ. 25 χείλη ἀλλοτρίων ἐν τούτοις διηγήσονται, λόγοι δὲ ϕρονίμων ἐν ζυγῷ σταϑήσονται. 26 ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, καρδία δὲ σοϕῶν στόμα αὐτῶν. 27 ἐν τῷ καταρᾶσϑαι ἀσεβῆ τὸν σατανᾶν αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν. 28 μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιϑυρίζων καὶ ἐν παροικήσει μισηϑήσεται.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 22

1 Λίϑῳ ἠρδαλωμένῳ συνεβλήϑη ὀκνηρός, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ. 2 βολβίτῳ κοπρίων συνεβλήϑη ὀκνηρός, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα. 3 αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, ϑυγάτηρ δὲ ἐπ᾽ ἐλαττώσει γίνεται. 4 ϑυγάτηρ ϕρονίμη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος· 5 πατέρα καὶ ἄνδρα καταισχύνει ἡ ϑρασεῖα καὶ ὑπὸ ἀμϕοτέρων ἀτιμασϑήσεται. 6 μουσικὰ ἐν πένϑει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοϕίας. 9 συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, ἐξεγείρων καϑεύδοντα ἐκ βαϑέος ὕπνου. 10 διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν; 11 ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ ϕῶς, καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν· ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ δὲ μωροῦ ὑπὲρ ϑάνατον ἡ ζωὴ πονηρά. 12 πένϑος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ. 13 μετὰ ἄϕρονος μὴ πληϑύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου· ϕύλαξαι ἀπ᾽ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνϑῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· ἔκκλινον ἀπ᾽ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ. 14 ὑπὲρ μόλιβον τί βαρυνϑήσεται; καὶ τί αὐτῷ ὄνομα ἀλλ᾽ ἢ μωρός; 15 ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνϑρωπον ἀσύνετον. 16 Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυϑήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει. 17 καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ. 18 χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς ϕόβου οὐ μὴ ὑπομείνῃ. 19 Ὁ νύσσων ὀϕϑαλμὸν κατάξει δάκρυα, καὶ νύσσων καρδίαν ἐκϕαίνει αἴσϑησιν. 20 βάλλων λίϑον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά, καὶ ὁ ὀνειδίζων ϕίλον διαλύσει ϕιλίαν. 21 ἐπὶ ϕίλον ἐὰν σπάσῃς ῥομϕαίαν, μὴ ἀϕελπίσῃς, ἔστιν γὰρ ἐπάνοδος· 22 ἐπὶ ϕίλον ἐὰν ἀνοίξῃς στόμα, μὴ εὐλαβηϑῇς, ἔστιν γὰρ διαλλαγή· πλὴν ὀνειδισμοῦ καὶ ὑπερηϕανίας καὶ μυστηρίου ἀποκαλύ ψεως καὶ πληγῆς δολίας, ἐν τούτοις ἀποϕεύξεται πᾶς ϕίλος. 23 πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαϑοῖς αὐτοῦ ὁμοῦ πλησϑῇς· ἐν καιρῷ ϑλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς. 24 πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι. 25 ϕίλον σκεπάσαι οὐκ αἰσχυνϑήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ, 26 καὶ εἰ κακά μοι συμβήσεται δι᾽ αὐτόν, πᾶς ὁ ἀκούων ϕυλάξεται ἀπ᾽ αὐτοῦ. 27 Τίς δώσει ἐπὶ στόμα μου ϕυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σϕραγῖδα πανοῦργον, ἵνα μὴ πέσω ἀπ᾽ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 23

1 κύριε πάτερ καὶ δέσποτα ζωῆς μου, μὴ ἐγκαταλίπῃς με ἐν βουλῇ αὐτῶν, μὴ ἀϕῇς με πεσεῖν ἐν αὐτοῖς. 2 τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοϕίας, ἵνα ἐπὶ τοῖς ἀγνοήμασίν μου μὴ ϕείσωνται καὶ οὐ μὴ παρῇ τὰ ἁμαρτήματα αὐτῶν, 3 ὅπως μὴ πληϑυνϑῶσιν αἱ ἄγνοιαί μου καὶ αἱ ἁμαρτίαι μου πλεονάσωσιν καὶ πεσοῦμαι ἔναντι τῶν ὑπεναντίων καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχϑρός μου; 4 κύριε πάτερ καὶ ϑεὲ ζωῆς μου, μετεωρισμὸν ὀϕϑαλμῶν μὴ δῷς μοι 5 καὶ ἐπιϑυμίαν ἀπόστρεψον ἀπ᾽ ἐμοῦ· 6 κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με, καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με. 7 Παιδείαν στόματος ἀκούσατε, τέκνα, καὶ ὁ ϕυλάσσων οὐ μὴ ἁλῷ. 8 ἐν τοῖς χείλεσιν αὐτοῦ καταληϕϑήσεται ἁμαρτωλός, καὶ λοίδορος καὶ ὑπερήϕανος σκανδαλισϑήσονται ἐν αὐτοῖς. 9 ὅρκῳ μὴ ἐϑίσῃς τὸ στόμα σου καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεϑισϑῇς· 10 ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐκ ἐλαττωϑήσεται, οὕτως καὶ ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς ἀπὸ ἁμαρτίας οὐ μὴ καϑαρισϑῇ. 11 ἀνὴρ πολύορκος πλησϑήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ· ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπ᾽ αὐτῷ, κἂν ὑπερίδῃ, ἥμαρτεν δισσῶς· καὶ εἰ διὰ κενῆς ὤμοσεν, οὐ δικαιωϑήσεται, πλησϑήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ. 12 Ἔστιν λέξις ἀντιπαραβεβλημένη ϑανάτῳ, μὴ εὑρεϑήτω ἐν κληρονομίᾳ Ιακωβ· ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισϑήσονται. 13 ἀπαιδευσίαν ἀσυρῆ μὴ συνεϑίσῃς τὸ στόμα σου· ἔστιν γὰρ ἐν αὐτῇ λόγος ἁμαρτίας. 14 μνήσϑητι πατρὸς καὶ μητρός σου, ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύεις, μήποτε ἐπιλάϑῃ ἐνώπιον αὐτῶν καὶ τῷ ἐϑισμῷ σου μωρανϑῇς καὶ ϑελήσεις εἰ μὴ ἐγεννήϑης καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου καταράσῃ. 15 ἄνϑρωπος συνεϑιζόμενος λόγοις ὀνειδισμοῦ ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευϑῇ. 16 Δύο εἴδη πληϑύνουσιν ἁμαρτίας, καὶ τὸ τρίτον ἐπάξει ὀργήν· 17 ψυχὴ ϑερμὴ ὡς πῦρ καιόμενον, οὐ μὴ σβεσϑῇ ἕως ἂν καταποϑῇ· ἄνϑρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ, οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ· ἀνϑρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς, οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ. 18 ἄνϑρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ λέγων ἐν τῇ ψυχῇ αὐτοῦ Τίς με ὁρᾷ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσιν, καὶ οὐϑείς με ὁρᾷ· τί εὐλαβοῦμαι; τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησϑήσεται ὁ ὕψιστος. 19 καὶ ὀϕϑαλμοὶ ἀνϑρώπων ὁ ϕόβος αὐτοῦ, καὶ οὐκ ἔγνω ὅτι ὀϕϑαλμοὶ κυρίου μυριοπλασίως ἡλίου ϕωτεινότεροι ἐπιβλέποντες πάσας ὁδοὺς ἀνϑρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυϕα μέρη. 20 πρὶν ἢ κτισϑῆναι τὰ πάντα ἔγνωσται αὐτῷ, οὕτως καὶ μετὰ τὸ συντελεσϑῆναι. 21 οὗτος ἐν πλατείαις πόλεως ἐκδικηϑήσεται, καὶ οὗ οὐχ ὑπενόησεν, πιασϑήσεται. 22 Οὕτως καὶ γυνὴ καταλιποῦσα τὸν ἄνδρα καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίου. 23 πρῶτον μὲν γὰρ ἐν νόμῳ ὑψίστου ἠπείϑησεν, καὶ δεύτερον εἰς ἄνδρα αὐτῆς ἐπλημμέλησεν, καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύϑη καὶ ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν. 24 αὕτη εἰς ἐκκλησίαν ἐξαχϑήσεται, καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται. 25 οὐ διαδώσουσιν τὰ τέκνα αὐτῆς εἰς ῥίζαν, καὶ οἱ κλάδοι αὐτῆς οὐκ οἴσουσιν καρπόν. 26 καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς, καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειϕϑήσεται, 27 καὶ ἐπιγνώσονται οἱ καταλειϕϑέντες ὅτι οὐϑὲν κρεῖττον ϕόβου κυρίου καὶ οὐϑὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς κυρίου.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 24

1 Ἡ σοϕία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται· 2 ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται 3 Ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλϑον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν· 4 ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ ϑρόνος μου ἐν στύλῳ νεϕέλης· 5 γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάϑει ἀβύσσων περιεπάτησα· 6 ἐν κύμασιν ϑαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔϑνει ἐκτησάμην. 7 μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισϑήσομαι. 8 τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν Ἐν Ιακωβ κατασκήνωσον καὶ ἐν Ισραηλ κατακληρονομήϑητι. 9 πρὸ τοῦ αἰῶνος ἀπ᾽ ἀρχῆς ἔκτισέν με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω. 10 ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιων ἐστηρίχϑην· 11 ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν, καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου· 12 καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι κυρίου, κληρονομίας αὐτοῦ. 13 ὡς κέδρος ἀνυψώϑην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων· 14 ὡς ϕοῖνιξ ἀνυψώϑην ἐν Αιγγαδοις καὶ ὡς ϕυτὰ ῥόδου ἐν Ιεριχω, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώϑην ὡς πλάτανος. 15 ὡς κιννάμωμον καὶ ἀσπάλαϑος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ. 16 ἐγὼ ὡς τερέμινϑος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος. 17 ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν, καὶ τὰ ἄνϑη μου καρπὸς δόξης καὶ πλούτου. 19 προσέλϑετε πρός με, οἱ ἐπιϑυμοῦντές μου, καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσϑητε· 20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον. 21 οἱ ἐσϑίοντές με ἔτι πεινάσουσιν, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν. 22 ὁ ὑπακούων μου οὐκ αἰσχυνϑήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν. 23 Ταῦτα πάντα βίβλος διαϑήκης ϑεοῦ ὑψίστου, νόμον ὃν ἐνετείλατο ἡμῖν Μωϋσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ, 25 ὁ πιμπλῶν ὡς Φισων σοϕίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων, 26 ὁ ἀναπληρῶν ὡς Εὐϕράτης σύνεσιν καὶ ὡς Ιορδάνης ἐν ἡμέραις ϑερισμοῦ, 27 ὁ ἐκϕαίνων ὡς ϕῶς παιδείαν, ὡς Γηων ἐν ἡμέραις τρυγήτου. 28 οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν· 29 ἀπὸ γὰρ ϑαλάσσης ἐπληϑύνϑη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης. 30 Κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλϑον εἰς παράδεισον· 31 εἶπα Ποτιῶ μου τὸν κῆπον καὶ μεϑύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς ϑάλασσαν. 32 ἔτι παιδείαν ὡς ὄρϑρον ϕωτιῶ καὶ ἐκϕανῶ αὐτὰ ἕως εἰς μακράν· 33 ἔτι διδασκαλίαν ὡς προϕητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων. 34 ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλ᾽ ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 25

1 Ἐν τρισὶν ὡραίσϑην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνϑρώπων· ὁμόνοια ἀδελϕῶν, καὶ ϕιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριϕερόμενοι. 2 τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχϑισα σϕόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήϕανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει. 3 Ἐν νεότητι οὐ συναγείοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου; 4 ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν. 5 ὡς ὡραία γερόντων σοϕία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή. 6 στέϕανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν ϕόβος κυρίου. 7 Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνϑρωπος εὐϕραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχϑρῶν· 8 μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσϑησεν, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ· 9 μακάριος ὃς εὗρεν ϕρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων· 10 ὡς μέγας ὁ εὑρὼν σοϕίαν· ἀλλ᾽ οὐκ ἔστιν ὑπὲρ τὸν ϕοβούμενον τὸν κύριον· 11 ϕόβος κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωϑήσεται; 13 Πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας, καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός· 14 πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων, καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχϑρῶν. 15 οὐκ ἔστιν κεϕαλὴ ὑπὲρ κεϕαλὴν ὄϕεως, καὶ οὐκ ἔστιν ϑυμὸς ὑπὲρ ϑυμὸν ἐχϑροῦ. 16 συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. 17 πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος· 18 ἀνὰ μέσον τῶν πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνηρ αὐτῆς καὶ ἀκουσίως ἀνεστέναξεν πικρά. 19 μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ. 20 ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. 21 μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποϑήσῃς. 22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. 23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυϑρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς. 24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι᾽ αὐτὴν ἀποϑνῄσκομεν πάντες. 25 μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν· 26 εἰ μὴ πορεύεται κατὰ χεῖράς σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 26

1 Γυναικὸς ἀγαϑῆς μακάριος ὁ ἀνήρ, καὶ ἀριϑμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος. 2 γυνὴ ἀνδρεία εὐϕραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. 3 γυνὴ ἀγαϑὴ μερὶς ἀγαϑή, ἐν μερίδι ϕοβουμένων κύριον δοϑήσεται· 4 πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαϑή, ἐν παντὶ καιρῷ πρόσωπον ἱλαρόν. 5 Ἀπὸ τριῶν εὐλαβήϑη ἡ καρδία μου, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπῳ ἐδεήϑην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ ϑάνατον πάντα μοχϑηρά. 6 ἄλγος καρδίας καὶ πένϑος γυνὴ ἀντίζηλος ἐπὶ γυναικὶ καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα. 7 βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου. 8 ὀργὴ μεγάλη γυνὴ μέϑυσος καὶ ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει. 9 πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀϕϑαλμῶν καὶ ἐν τοῖς βλεϕάροις αὐτῆς γνωσϑήσεται. 10 ἐπὶ ϑυγατρὶ ἀδιατρέπτῳ στερέωσον ϕυλακήν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται· 11 ὀπίσω ἀναιδοῦς ὀϕϑαλμοῦ ϕύλαξαι καὶ μὴ ϑαυμάσῃς, ἐὰν εἰς σὲ πλημμελήσῃ· 12 ὡς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίξει καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καϑήσεται καὶ ἔναντι βέλους ἀνοίξει ϕαρέτραν. 13 Χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς. 14 δόσις κυρίου γυνὴ σιγηρά, καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς· 15 χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά, καὶ οὐκ ἔστιν σταϑμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς. 16 ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου καὶ κάλλος ἀγαϑῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς· 17 λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ· 18 στῦλοι χρύσεοι ἐπὶ βάσεως ἀργυρᾶς καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταϑοῦς. 28 Ἐπὶ δυσὶ λελύπηται ἡ καρδία μου, καὶ ἐπὶ τῷ τρίτῳ ϑυμός μοι ἐπῆλϑεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν δι᾽ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισϑῶσιν, ἐπανάγων ἀπὸ δικαιοσύνης ἐπὶ ἁμαρτίαν· ὁ κύριος ἑτοιμάσει εἰς ῥομϕαίαν αὐτόν. 29 Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωϑήσεται κάπηλος ἀπὸ ἁμαρτίας.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 27

1 χάριν διαϕόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληϑῦναι ἀποστρέψει ὀϕϑαλμόν. 2 ἀνὰ μέσον ἁρμῶν λίϑων παγήσεται πάσσαλος, καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία. 3 ἐὰν μὴ ἐν ϕόβῳ κυρίου κρατήσῃ κατὰ σπουδήν, ἐν τάχει καταστραϕήσεται αὐτοῦ ὁ οἶκος. 4 Ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκύβαλα ἀνϑρώπου ἐν λογισμῷ αὐτοῦ. 5 σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνϑρώπου ἐν διαλογισμῷ αὐτοῦ. 6 γεώργιον ξύλου ἐκϕαίνει ὁ καρπὸς αὐτοῦ, οὕτως λόγος ἐνϑυμήματος καρδίας ἀνϑρώπου. 7 πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα· οὗτος γὰρ πειρασμὸς ἀνϑρώπων. 8 Ἐὰν διώκῃς τὸ δίκαιον, καταλήμψῃ καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης. 9 πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, καὶ ἀλήϑεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει. 10 λέων ϑήραν ἐνεδρεύει, οὕτως ἁμαρτία ἐργαζομένους ἄδικα. 11 διήγησις εὐσεβοῦς διὰ παντὸς σοϕία, ὁ δὲ ἄϕρων ὡς σελήνη ἀλλοιοῦται. 12 εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένων ἐνδελέχιζε. 13 διήγησις μωρῶν προσόχϑισμα, καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας. 14 λαλιὰ πολυόρκου ἀνορϑώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐμϕραγμὸς ὠτίων. 15 ἔκχυσις αἵματος μάχη ὑπερηϕάνων, καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχϑηρά. 16 Ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν καὶ οὐ μὴ εὕρῃ ϕίλον πρὸς τὴν ψυχὴν αὐτοῦ. 17 στέρξον ϕίλον καὶ πιστώϑητι μετ᾽ αὐτοῦ· ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ. 18 καϑὼς γὰρ ἀπώλεσεν ἄνϑρωπος τὸν νεκρὸν αὐτοῦ, οὕτως ἀπώλεσας τὴν ϕιλίαν τοῦ πλησίον· 19 καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας, οὕτως ἀϕῆκας τὸν πλησίον καὶ οὐ ϑηρεύσεις αὐτόν. 20 μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη καὶ ἐξέϕυγεν ὡς δορκὰς ἐκ παγίδος. 21 ὅτι τραῦμα ἔστιν καταδῆσαι, καὶ λοιδορίας ἔστιν διαλλαγή, ὁ δὲ ἀποκαλύψας μυστήρια ἀϕήλπισεν. 22 Διανεύων ὀϕϑαλμῷ τεκταίνει κακά, καὶ οὐδεὶς αὐτὰ ἀποστήσει ἀπ᾽ αὐτοῦ· 23 ἀπέναντι τῶν ὀϕϑαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου ἐκϑαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλον. 24 πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ κύριος μισήσει αὐτόν. 25 ὁ βάλλων λίϑον εἰς ὕψος ἐπὶ κεϕαλὴν αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διελεῖ τραύματα. 26 ὁ ὀρύσσων βόϑρον εἰς αὐτὸν ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται. 27 ὁ ποιῶν πονηρά, εἰς αὐτὸν κυλισϑήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόϑεν ἥκει αὐτῷ. 28 ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηϕάνῳ, καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτόν. 29 παγίδι ἁλώσονται οἱ εὐϕραινόμενοι πτώσει εὐσεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ ϑανάτου αὐτῶν. 30 Μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστιν βδελύγματα, καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 28

1 ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει. 2 ἄϕες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηϑέντος σου αἱ ἁμαρτίαι σου λυϑήσονται. 3 ἄνϑρωπος ἀνϑρώπῳ συντηρεῖ ὀργήν, καὶ παρὰ κυρίου ζητεῖ ἴασιν; 4 ἐπ᾽ ἄνϑρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεος, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται; 5 αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ; 6 μνήσϑητι τὰ ἔσχατα καὶ παῦσαι ἐχϑραίνων, καταϕϑορὰν καὶ ϑάνατον, καὶ ἔμμενε ἐντολαῖς. 7 μνήσϑητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, καὶ διαϑήκην ὑψίστου καὶ πάριδε ἄγνοιαν. 8 Ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας· ἄνϑρωπος γὰρ ϑυμώδης ἐκκαύσει μάχην, 9 καὶ ἀνὴρ ἁμαρτωλὸς ταράξει ϕίλους καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν. 10 κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυϑήσεται, καὶ κατὰ τὴν στερέωσιν τῆς μάχης ἐκκαυϑήσεται· κατὰ τὴν ἰσχὺν τοῦ ἀνϑρώπου ὁ ϑυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ. 11 ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα. 12 ἐὰν ϕυσήσῃς εἰς σπινϑῆρα, ἐκκαήσεται, καὶ ἐὰν πτύσῃς ἐπ᾽ αὐτόν, σβεσϑήσεται· καὶ ἀμϕότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται. 13 Ψίϑυρον καὶ δίγλωσσον καταράσασϑε· πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσεν. 14 γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔϑνους εἰς ἔϑνος καὶ πόλεις ὀχυρὰς καϑεῖλεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν. 15 γλῶσσα τρίτη γυναῖκας ἀνδρείας ἐξέβαλεν καὶ ἐστέρεσεν αὐτὰς τῶν πόνων αὐτῶν. 16 ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν οὐδὲ κατασκηνώσει μεϑ᾽ ἡσυχίας. 17 πληγὴ μάστιγος ποιεῖ μώλωπα, πληγὴ δὲ γλώσσης συγκλάσει ὀστᾶ. 18 πολλοὶ ἔπεσαν ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν. 19 μακάριος ὁ σκεπασϑεὶς ἀπ᾽ αὐτῆς, ὃς οὐ διῆλϑεν ἐν τῷ ϑυμῷ αὐτῆς, ὃς οὐχ εἵλκυσεν τὸν ζυγὸν αὐτῆς καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέϑη· 20 ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χάλκειοι· 21 ϑάνατος πονηρὸς ὁ ϑάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς. 22 οὐ μὴ κρατήσῃ εὐσεβῶν, καὶ ἐν τῇ ϕλογὶ αὐτῆς οὐ καήσονται. 23 οἱ καταλείποντες κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαήσεται καὶ οὐ μὴ σβεσϑῇ· ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς. 24 ἰδὲ περίϕραξον τὸ κτῆμά σου ἀκάνϑαις, τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον κατάδησον· 25 καὶ τοῖς λόγοις σου ποίησον ζυγὸν καὶ σταϑμὸν καὶ τῷ στόματί σου ποίησον ϑύραν καὶ μοχλόν. 26 πρόσεχε μήπως ὀλίσϑῃς ἐν αὐτῇ, μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 29

1 Ὁ ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον, καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς. 2 δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν· 3 στερέωσον λόγον καὶ πιστώϑητι μετ᾽ αὐτοῦ, καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου. 4 πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος καὶ παρέσχον κόπον τοῖς βοηϑήσασιν αὐτοῖς. 5 ἕως οὗ λάβῃ, καταϕιλήσει χεῖρας αὐτοῦ καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει ϕωνήν· καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται. 6 ἐὰν ἰσχύσῃ, μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα· εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν ἐχϑρὸν δωρεάν· κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν. 7 πολλοὶ οὐ χάριν πονηρίας ἀπέστρεψαν, ἀποστερηϑῆναι δωρεὰν εὐλαβήϑησαν. 8 Πλὴν ἐπὶ ταπεινῷ μακροϑύμησον καὶ ἐπ᾽ ἐλεημοσύνῃ μὴ παρελκύσῃς αὐτόν. 9 χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν. 10 ἀπόλεσον ἀργύριον δι᾽ ἀδελϕὸν καὶ ϕίλον, καὶ μὴ ἰωϑήτω ὑπὸ τὸν λίϑον εἰς ἀπώλειαν. 11 ϑὲς τὸν ϑησαυρόν σου κατ᾽ ἐντολὰς ὑψίστου, καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον. 12 σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμιείοις σου, καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως· 13 ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ὁλκῆς κατέναντι ἐχϑροῦ πολεμήσει ὑπὲρ σοῦ. 14 Ἀνὴρ ἀγαϑὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν. 15 χάριτας ἐγγύου μὴ ἐπιλάϑῃ· ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ. 16 ἀγαϑὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον. 17 ἐγγύη πολλοὺς ἀπώλεσεν κατευϑύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα ϑαλάσσης· 18 ἄνδρας δυνατοὺς ἀπῴκισεν, καὶ ἐπλανήϑησαν ἐν ἔϑνεσιν ἀλλοτρίοις. 19 ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις. 20 ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς. 21 Ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον καὶ οἶκος καλύπτων ἀσχημοσύνην. 22 κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις. 23 ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε, καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούσῃς. 24 ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, καὶ οὗ παροικήσεις, οὐκ ἀνοίξεις στόμα· 25 ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ 26 Πάρελϑε, πάροικε, κόσμησον τράπεζαν, καὶ εἴ τι ἐν τῇ χειρί σου, ψώμισόν με· 27 ἔξελϑε, πάροικε, ἀπὸ προσώπου δόξης, ἐπεξένωταί μοι ὁ ἀδελϕός, χρεία τῆς οἰκίας. 28 βαρέα ταῦτα ἀνϑρώπῳ ἔχοντι ϕρόνησιν, ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 30

1 Ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ, ἵνα εὐϕρανϑῇ ἐπ᾽ ἐσχάτων αὐτοῦ· 2 ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ᾽ αὐτῷ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ᾽ αὐτῷ καυχήσεται· 3 ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχϑρὸν καὶ ἔναντι ϕίλων ἐπ᾽ αὐτῷ ἀγαλλιάσεται. 4 ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὧς οὐκ ἀπέϑανεν· ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ᾽ αὐτόν. 5 ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐϕράνϑη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήϑη· 6 ἐναντίον ἐχϑρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς ϕίλοις ἀνταποδιδόντα χάριν. 7 περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάσῃ βοῇ ταραχϑήσεται σπλάγχνα αὐτοῦ. 8 ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής. 9 τιϑήνησον τέκνον, καὶ ἐκϑαμβήσει σε· σύμπαιξον αὐτῷ, καὶ λυπήσει σε. 10 μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηϑῇς, καὶ ἐπ᾽ ἐσχάτων γομϕιάσεις τοὺς ὀδόντας σου. 11 μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι· 12 ϑλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστιν νήπιος, μήποτε σκληρυνϑεὶς ἀπειϑήσῃ σοι. 13 παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς. 14 Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ. 15 ὑγίεια καὶ εὐεξία βελτίων παντὸς χρυσίου, καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος. 16 οὐκ ἔστιν πλοῦτος βελτίων ὑγιείας σώματος, καὶ οὐκ ἔστιν εὐϕροσύνη ὑπὲρ χαρὰν καρδίας. 17 κρείσσων ϑάνατος ὑπὲρ ζωὴν πικρὰν καὶ ἀνάπαυσις αἰῶνος ἢ ἀρρώστημα ἔμμονον. 18 ἀγαϑὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ ϑέματα βρωμάτων παρακείμενα ἐπὶ τάϕῳ. 19 τί συμϕέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσϕρανϑῇ· οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ κυρίου. 20 βλέπων ἐν ὀϕϑαλμοῖς καὶ στενάζων ὥσπερ εὐνοῦχος περιλαμβάνων παρϑένον καὶ στενάζων. 21 Μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου καὶ μὴ ϑλίψῃς σεαυτὸν ἐν βουλῇ σου. 22 εὐϕροσύνη καρδίας ζωὴ ἀνϑρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις. 23 ἀπάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη, καὶ οὐκ ἔστιν ὠϕέλεια ἐν αὐτῇ. 24 ζῆλος καὶ ϑυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα. 25 λαμπρὰ καρδία καὶ ἀγαϑὴ ἐπὶ ἐδέσμασιν τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 31

1 Ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέριμνα αὐτοῦ ἀϕιστᾷ ὕπνον. 2 μέριμνα ἀγρυπνίας ἀποστήσει νυσταγμόν, καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον. 3 ἐκοπίασεν πλούσιος ἐν συναγωγῇ χρημάτων καὶ ἐν τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυϕημάτων αὐτοῦ. 4 ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται. 5 Ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωϑήσεται, καὶ ὁ διώκων διάϕορα ἐν αὐτοῖς πλανηϑήσεται. 6 πολλοὶ ἐδόϑησαν εἰς πτῶμα χάριν χρυσίου, καὶ ἐγενήϑη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν. 7 ξύλον προσκόμματός ἐστιν τοῖς ἐνϑουσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄϕρων ἁλώσεται ἐν αὐτῷ. 8 μακάριος πλούσιος, ὃς εὑρέϑη ἄμωμος καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύϑη· 9 τίς ἐστιν; καὶ μακαριοῦμεν αὐτόν· ἐποίησεν γὰρ ϑαυμάσια ἐν λαῷ αὐτοῦ. 10 τίς ἐδοκιμάσϑη ἐν αὐτῷ καὶ ἐτελειώϑη; καὶ ἔσται αὐτῷ εἰς καύχησιν. τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν; 11 στερεωϑήσεται τὰ ἀγαϑὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία. 12 Ἐπὶ τραπέζης μεγάλης ἐκάϑισας; μὴ ἀνοίξῃς ἐπ᾽ αὐτῆς ϕάρυγγά σου καὶ μὴ εἴπῃς Πολλά γε τὰ ἐπ᾽ αὐτῆς· 13 μνήσϑητι ὅτι κακὸν ὀϕϑαλμὸς πονηρός. πονηρότερον ὀϕϑαλμοῦ τί ἔκτισται; διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει. 14 οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα καὶ μὴ συνϑλίβου αὐτῷ ἐν τρυβλίῳ. 15 νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ. 16 ϕάγε ὡς ἄνϑρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασῶ, μὴ μισηϑῇς. 17 παῦσαι πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς· 18 καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάϑισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου. 19 Ὡς ἱκανὸν ἀνϑρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσϑμαίνει. 20 ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ· ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετ᾽ αὐτοῦ. πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόϕος μετὰ ἀνδρὸς ἀπλήστου· 21 καὶ εἰ ἐβιάσϑης ἐν ἐδέσμασιν, ἀνάστα ἔμεσον πόρρω, καὶ ἀναπαύσῃ. 22 ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με, καὶ ἐπ᾽ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου· ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής, καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ. 23 λαμπρὸν ἐπ᾽ ἄρτοις εὐλογήσει χείλη, καὶ ἡ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή. 24 πονηρῷ ἐπ᾽ ἄρτῳ διαγογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής. 25 Ἐν οἴνῳ μὴ ἀνδρίζου· πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος. 26 κάμινος δοκιμάζει στόμωμα ἐν βαϕῇ, οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηϕάνων. 27 ἔϕισον ζωῆς οἶνος ἀνϑρώποις, ἐὰν πίνῃς αὐτὸν ἐν μέτρῳ αὐτοῦ. τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ; καὶ αὐτὸς ἔκτισται εἰς εὐϕροσύνην ἀνϑρώποις. 28 ἀγαλλίαμα καρδίας καὶ εὐϕροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης· 29 πικρία ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεϑισμῷ καὶ ἀντιπτώματι. 30 πληϑύνει μέϑη ϑυμὸν ἄϕρονος εἰς πρόσκομμα ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα. 31 ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον καὶ μὴ ἐξουϑενήσῃς αὐτὸν ἐν εὐϕροσύνῃ αὐτοῦ· λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ καὶ μὴ αὐτὸν ϑλίψῃς ἐν ἀπαιτήσει.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 32

1 Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν, ϕρόντισον αὐτῶν καὶ οὕτω κάϑισον· 2 καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε, ἵνα εὐϕρανϑῇς δι᾽ αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβῃς στέϕανον. 3 Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι, ἐν ἀκριβεῖ ἐπιστήμῃ καὶ μὴ ἐμποδίσῃς μουσικά. 4 ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιὰν καὶ ἀκαίρως μὴ σοϕίζου. 5 σϕραγὶς ἄνϑρακος ἐπὶ κόσμῳ χρυσῷ σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου· 6 ἐν κατασκευάσματι χρυσῷ σϕραγὶς σμαράγδου μέλος μουσικῶν ἐϕ᾽ ἡδεῖ οἴνῳ. 7 Λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηϑῇς· 8 κεϕαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν. 9 ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει. 10 πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. 11 ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳϑύμει· 12 ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνϑυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηϕάνῳ. 13 καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεϑύσκοντά σε ἀπὸ τῶν ἀγαϑῶν αὐτοῦ. 14 Ὁ ϕοβούμενος κύριον ἐκδέξεται παιδείαν, καὶ οἱ ὀρϑρίζοντες εὑρήσουσιν εὐδοκίαν. 15 ὁ ζητῶν νόμον ἐμπλησϑήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισϑήσεται ἐν αὐτῷ. 16 οἱ ϕοβούμενοι κύριον εὑρήσουσιν κρίμα καὶ δικαιώματα ὡς ϕῶς ἐξάψουσιν. 17 ἄνϑρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμὸν καὶ κατὰ τὸ ϑέλημα αὐτοῦ εὑρήσει σύγκριμα. 18 Ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος καὶ ὑπερήϕανος οὐ καταπτήξει ϕόβον. 19 ἄνευ βουλῆς μηϑὲν ποιήσῃς καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ. 20 ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψῃς ἐν λιϑώδεσιν. 21 μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ 22 καὶ ἀπὸ τῶν τέκνων σου ϕύλαξαι. 23 ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου· καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν. 24 ὁ πιστεύων νόμῳ προσέχει ἐντολαῖς, καὶ ὁ πεποιϑὼς κυρίῳ οὐκ ἐλαττωϑήσεται.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 33

1 Τῷ ϕοβουμένῳ κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ᾽ ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται. 2 ἀνὴρ σοϕὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον. 3 ἄνϑρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων. 4 ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσϑήσῃ, σύνδησον παιδείαν καὶ ἀποκρίϑητι. 5 τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεϕόμενος ὁ διαλογισμὸς αὐτοῦ. 6 ἵππος εἰς ὀχείαν ὡς ϕίλος μωκός, ὑποκάτω παντὸς ἐπικαϑημένου χρεμετίζει. 7 Διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει, καὶ πᾶν ϕῶς ἡμέρας ἐνιαυτοῦ ἀϕ᾽ ἡλίου; 8 ἐν γνώσει κυρίου διεχωρίσϑησαν, καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς· 9 ἀπ᾽ αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν καὶ ἐξ αὐτῶν ἔϑηκεν εἰς ἀριϑμὸν ἡμερῶν. 10 καὶ ἄνϑρωποι πάντες ἀπὸ ἐδάϕους, καὶ ἐκ γῆς ἐκτίσϑη Αδαμ· 11 ἐν πλήϑει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν· 12 ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ᾽ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν. 13 ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ – πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ – , οὕτως ἄνϑρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ. 14 ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαϑόν, καὶ ἀπέναντι τοῦ ϑανάτου ἡ ζωή, οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός· 15 καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός. 16 Κἀγὼ ἔσχατος ἠγρύπνησα ὡς καλαμώμενος ὀπίσω τρυγητῶν· 17 ἐν εὐλογίᾳ κυρίου ἔϕϑασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν. 18 κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν. 19 ἀκούσατέ μου, μεγιστᾶνες λαοῦ, καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐνωτίσασϑε. 20 Υἱῷ καὶ γυναικί, ἀδελϕῷ καὶ ϕίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου· καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου, ἵνα μὴ μεταμεληϑεὶς δέῃ περὶ αὐτῶν. 21 ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί, μὴ ἀλλάξῃς σεαυτὸν ἐν πάσῃ σαρκί· 22 κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηϑῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου. 23 ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων, μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου. 24 ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν. 25 Χορτάσματα καὶ ῥάβδος καὶ ϕορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ. 26 ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν· ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευϑερίαν. 27 ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι· 28 ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία· 29 εἰς ἔργα κατάστησον, καϑὼς πρέπει αὐτῷ, κἂν μὴ πειϑαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ. 30 καὶ μὴ περισσεύσῃς ἐπὶ πάσῃ σαρκὶ καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. 31 Εἰ ἔστιν σοι οἰκέτης, ἔστω ὡς σύ, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν· 32 εἰ ἔστιν σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελϕόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῷ· 33 ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 34

1 Κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί, καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄϕρονας. 2 ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον οὕτως ὁ ἐπέχων ἐνυπνίοις· 3 τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων, κατέναντι προσώπου ὁμοίωμα προσώπου. 4 ἀπὸ ἀκαϑάρτου τί καϑαρισϑήσεται; καὶ ἀπὸ ψευδοῦς τί ἀληϑεύσει; 5 μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν, καὶ ὡς ὠδινούσης ϕαντάζεται καρδία· 6 ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ, μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου· 7 πολλοὺς γὰρ ἐπλάνησεν τὰ ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ᾽ αὐτοῖς. 8 ἄνευ ψεύδους συντελεσϑήσεται νόμος, καὶ σοϕία στόματι πιστῷ τελείωσις. 9 Ἀνὴρ πεπλανημένος ἔγνω πολλά, καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν· 10 ὃς οὐκ ἐπειράϑη, ὀλίγα οἶδεν, ὁ δὲ πεπλανημένος πληϑυνεῖ πανουργίαν. 11 πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου· 12 πλεονάκις ἕως ϑανάτου ἐκινδύνευσα καὶ διεσώϑην τούτων χάριν. 13 πνεῦμα ϕοβουμένων κύριον ζήσεται· ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σῴζοντα αὐτούς. 14 ὁ ϕοβούμενος κύριον οὐδὲν εὐλαβηϑήσεται καὶ οὐ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ. 15 ϕοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή· τίνι ἐπέχει; καὶ τίς αὐτοῦ στήριγμα; 16 οἱ ὀϕϑαλμοὶ κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν, ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος, σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, ϕυλακὴ ἀπὸ προσκόμματος καὶ βοήϑεια ἀπὸ πτώσεως, 17 ἀνυψῶν ψυχὴν καὶ ϕωτίζων ὀϕϑαλμούς, ἴασιν διδούς, ζωὴν καὶ εὐλογίαν. 18 Θυσιάζων ἐξ ἀδίκου προσϕορὰ μεμωμημένη, καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων. 19 οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσϕοραῖς ἀσεβῶν οὐδὲ ἐν πλήϑει ϑυσιῶν ἐξιλάσκεται ἁμαρτίας. 20 ϑύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων ϑυσίαν ἐκ χρημάτων πενήτων. 21 ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν, ὁ ἀποστερῶν αὐτὴν ἄνϑρωπος αἱμάτων. 22 ϕονεύων τὸν πλησίον ὁ ἀϕαιρούμενος ἐμβίωσιν, καὶ ἐκχέων αἷμα ὁ ἀποστερῶν μισϑὸν μισϑίου. 23 εἷς οἰκοδομῶν, καὶ εἷς καϑαιρῶν· τί ὠϕέλησαν πλεῖον ἢ κόπους; 24 εἷς εὐχόμενος, καὶ εἷς καταρώμενος· τίνος ϕωνῆς εἰσακούσεται ὁ δεσπότης; 25 βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠϕέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ; 26 οὕτως ἄνϑρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιῶν· τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται; καὶ τί ὠϕέλησεν ἐν τῷ ταπεινωϑῆναι αὐτόν;

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 35

1 Ὁ συντηρῶν νόμον πλεονάζει προσϕοράς, ϑυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς. 2 ἀνταποδιδοὺς χάριν προσϕέρων σεμίδαλιν, καὶ ὁ ποιῶν ἐλεημοσύνην ϑυσιάζων αἰνέσεως. 3 εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. 4 μὴ ὀϕϑῇς ἐν προσώπῳ κυρίου κενός· πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. 5 προσϕορὰ δικαίου λιπαίνει ϑυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι ὑψίστου. 6 ϑυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησϑήσεται. 7 ἐν ἀγαϑῷ ὀϕϑαλμῷ δόξασον τὸν κύριον καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου. 8 ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐϕροσύνῃ ἁγίασον δεκάτην. 9 δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαϑῷ ὀϕϑαλμῷ καϑ᾽ εὕρεμα χειρός· 10 ὅτι κύριος ἀνταποδιδούς ἐστιν καὶ ἑπταπλάσια ἀνταποδώσει σοι. 11 Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται, καὶ μὴ ἔπεχε ϑυσίᾳ ἀδίκῳ· 12 ὅτι κύριος κριτής ἐστιν, καὶ οὐκ ἔστιν παρ᾽ αὐτῷ δόξα προσώπου. 13 οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται· 14 οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρϕανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν· 15 οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά; 16 ϑεραπεύων ἐν εὐδοκίᾳ δεχϑήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεϕελῶν συνάψει· 17 προσευχὴ ταπεινοῦ νεϕέλας διῆλϑεν, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληϑῇ· 18 καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ ὕψιστος καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν. 19 καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροϑυμήσῃ ἐπ᾽ αὐτοῖς, 20 ἕως ἂν συντρίψῃ ὀσϕὺν ἀνελεημόνων καὶ τοῖς ἔϑνεσιν ἀνταποδώσει ἐκδίκησιν, 21 ἕως ἐξάρῃ πλῆϑος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει, 22 ἕως ἀνταποδῷ ἀνϑρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ καὶ τὰ ἔργα τῶν ἀνϑρώπων κατὰ τὰ ἐνϑυμήματα αὐτῶν, 23 ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐϕρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ. 24 ὡραῖον ἔλεος ἐν καιρῷ ϑλίψεως αὐτοῦ ὡς νεϕέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 36

1 Ἐλέησον ἡμᾶς, δέσποτα ὁ ϑεὸς πάντων, καὶ ἐπίβλεψον καὶ ἐπίβαλε τὸν ϕόβον σου ἐπὶ πάντα τὰ ἔϑνη· 2 ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔϑνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου. 3 ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσϑης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνϑείης ἐν αὐτοῖς· 4 καὶ ἐπιγνώτωσάν σε, καϑάπερ καὶ ἡμεῖς ἐπέγνωμεν ὅτι οὐκ ἔστιν ϑεὸς πλὴν σοῦ, κύριε. 5 ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον ϑαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν· 6 ἔγειρον ϑυμὸν καὶ ἔκχεον ὀργήν, ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχϑρόν. 7 σπεῦσον καιρὸν καὶ μνήσϑητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσϑωσαν τὰ μεγαλεῖά σου. 8 ἐν ὀργῇ πυρὸς καταβρωϑήτω ὁ σῳζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν. 9 σύντριψον κεϕαλὰς ἀρχόντων ἐχϑρῶν λεγόντων Οὐκ ἔστιν πλὴν ἡμῶν. 10 συνάγαγε πάσας ϕυλὰς Ιακωβ καὶ κατακληρονόμησον αὐτοὺς καϑὼς ἀπ᾽ ἀρχῆς. 11 ἐλέησον λαόν, κύριε, κεκλημένον ἐπ᾽ ὀνόματί σου καὶ Ισραηλ, ὃν πρωτογόνῳ ὡμοίωσας. 12 οἰκτίρησον πόλιν ἁγιάσματός σου, Ιερουσαλημ τόπον καταπαύματός σου· 13 πλῆσον Σιων ἀρεταλογίας σου καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου. 14 δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου καὶ ἔγειρον προϕητείας τὰς ἐπ᾽ ὀνόματί σου· 15 δὸς μισϑὸν τοῖς ὑπομένουσίν σε, καὶ οἱ προϕῆταί σου ἐμπιστευϑήτωσαν. 16 εἰσάκουσον, κύριε, δεήσεως τῶν ἱκετῶν σου κατὰ τὴν εὐλογίαν Ααρων περὶ τοῦ λαοῦ σου, 17 καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι κύριος εἶ ὁ ϑεὸς τῶν αἰώνων. 18 Πᾶν βρῶμα ϕάγεται κοιλία, ἔστιν δὲ βρῶμα βρώματος κάλλιον. 19 ϕάρυγξ γεύεται βρώματα ϑήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. 20 καρδία στρεβλὴ δώσει λύπην, καὶ ἄνϑρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. 21 πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστιν δὲ ϑυγάτηρ ϑυγατρὸς κρείσσων. 22 κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιϑυμίαν ἀνϑρώπου ὑπεράγει· 23 εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραύτης, οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καϑ᾽ υἱοὺς ἀνϑρώπων. 24 ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηϑὸν κατ᾽ αὐτὸν καὶ στῦλον ἀναπαύσεως. 25 οὗ οὐκ ἔστιν ϕραγμός, διαρπαγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος. 26 τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ ἀϕαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; 27 οὕτως ἀνϑρώπῳ μὴ ἔχοντι νοσσιὰν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 37

1 Πᾶς ϕίλος ἐρεῖ Ἐϕιλίασα κἀγώ· ἀλλ᾽ ἔστιν ϕίλος ὀνόματι μόνον ϕίλος. 2 οὐχὶ λύπη ἔνι ἕως ϑανάτου ἑταῖρος καὶ ϕίλος τρεπόμενος εἰς ἔχϑραν; 3 ὦ πονηρὸν ἐνϑύμημα, πόϑεν ἐνεκυλίσϑης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι; 4 ἑταῖρος ϕίλου ἐν εὐϕροσύνῃ ἥδεται καὶ ἐν καιρῷ ϑλίψεως ἔσται ἀπέναντι· 5 ἑταῖρος ϕίλῳ συμπονεῖ χάριν γαστρός, ἔναντι πολέμου λήμψεται ἀσπίδα. 6 μὴ ἐπιλάϑῃ ϕίλου ἐν τῇ ψυχῇ σου καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασίν σου. 7 Πᾶς σύμβουλος ἐξαίρει βουλήν, ἀλλ᾽ ἔστιν συμβουλεύων εἰς ἑαυτόν. 8 ἀπὸ συμβούλου ϕύλαξον τὴν ψυχήν σου καὶ γνῶϑι πρότερον τίς αὐτοῦ χρεία – καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται –, μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον 9 καὶ εἴπῃ σοι Καλὴ ἡ ὁδός σου, καὶ στήσεται ἐξ ἀναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι. 10 μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν, 11 μετὰ γυναικὸς περὶ τῆς ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου, μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως, μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηϑείας, μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου καὶ μετὰ μισϑίου ἐϕετίου περὶ συντελείας, οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας, μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας· 12 ἀλλ᾽ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε, ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς, ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι. 13 καὶ βουλὴν καρδίας στῆσον, οὐ γὰρ ἔστιν σοι πιστότερος αὐτῆς· 14 ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωϑεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καϑήμενοι ἐπὶ σκοπῆς. 15 καὶ ἐπὶ πᾶσι τούτοις δεήϑητι ὑψίστου, ἵνα εὐϑύνῃ ἐν ἀληϑείᾳ τὴν ὁδόν σου. 16 Ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή. 17 ἴχνος ἀλλοιώσεως καρδίας τέσσαρα μέρη ἀνατέλλει, 18 ἀγαϑὸν καὶ κακόν, ζωὴ καὶ ϑάνατος, καὶ ἡ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν. 19 ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής, καὶ τῇ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος. 20 ἔστιν σοϕιζόμενος ἐν λόγοις μισητός, οὗτος πάσης τροϕῆς καϑυστερήσει· 21 οὐ γὰρ ἐδόϑη αὐτῷ παρὰ κυρίου χάρις, ὅτι πάσης σοϕίας ἐστερήϑη. 22 ἔστιν σοϕὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί. 23 ἀνὴρ σοϕὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί. 24 ἀνὴρ σοϕὸς πλησϑήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες. 25 ζωὴ ἀνδρὸς ἐν ἀριϑμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ Ισραηλ ἀναρίϑμητοι. 26 ὁ σοϕὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα. 27 Τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ καὶ μὴ δῷς αὐτῇ· 28 οὐ γὰρ πάντα πᾶσιν συμϕέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ. 29 μὴ ἀπληστεύου ἐν πάσῃ τρυϕῇ καὶ μὴ ἐκχυϑῇς ἐπὶ ἐδεσμάτων· 30 ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας· 31 δι᾽ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσϑήσει ζωήν.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 38

1 Τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος· 2 παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις, καὶ παρὰ βασιλέως λήμψεται δόμα. 3 ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεϕαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων ϑαυμασϑήσεται. 4 κύριος ἔκτισεν ἐκ γῆς ϕάρμακα, καὶ ἀνὴρ ϕρόνιμος οὐ προσοχϑιεῖ αὐτοῖς. 5 οὐκ ἀπὸ ξύλου ἐγλυκάνϑη ὕδωρ εἰς τὸ γνωσϑῆναι τὴν ἰσχὺν αὐτοῦ; 6 καὶ αὐτὸς ἔδωκεν ἀνϑρώποις ἐπιστήμην ἐνδοξάζεσϑαι ἐν τοῖς ϑαυμασίοις αὐτοῦ· 7 ἐν αὐτοῖς ἐϑεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ, μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα, 8 καὶ οὐ μὴ συντελεσϑῇ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρ᾽ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς. 9 Τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, ἀλλ᾽ εὖξαι κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε· 10 ἀπόστησον πλημμέλειαν καὶ εὔϑυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καϑάρισον καρδίαν· 11 δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσϕορὰν ὡς μὴ ὑπάρχων. 12 καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος, καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία. 13 ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία· 14 καὶ γὰρ αὐτοὶ κυρίου δεηϑήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως. 15 ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ. 16 Τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι ϑρήνου, κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταϕὴν αὐτοῦ. 17 πίκρανον κλαυϑμὸν καὶ ϑέρμανον κοπετὸν καὶ ποίησον τὸ πένϑος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήϑητι λύπης ἕνεκα· 18 ἀπὸ λύπης γὰρ ἐκβαίνει ϑάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν. 19 ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη, καὶ βίος πτωχοῦ κατὰ καρδίας. 20 μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησϑεὶς τὰ ἔσχατα· 21 μὴ ἐπιλάϑῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠϕελήσεις καὶ σεαυτὸν κακώσεις. 22 μνήσϑητι τὸ κρίμα μου, ὅτι οὕτως καὶ τὸ σόν· ἐμοὶ ἐχϑὲς καὶ σοὶ σήμερον. 23 ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήϑητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ. 24 Σοϕία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοϕισϑήσεται. 25 τί σοϕισϑήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων καὶ ἀναστρεϕόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων; 26 καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων. 27 οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέρας διάγει· οἱ γλύϕοντες γλύμματα σϕραγίδων, καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραϕίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον. 28 οὕτως χαλκεὺς καϑήμενος ἐγγὺς ἄκμονος καὶ καταμανϑάνων ἔργα σιδήρου· ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ, καὶ ἐν ϑέρμῃ καμίνου διαμαχήσεται· ϕωνῇ σϕύρης κλινεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀϕϑαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας. 29 οὕτως κεραμεὺς καϑήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέϕων ἐν ποσὶν αὐτοῦ τροχόν, ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίϑμιος πᾶσα ἡ ἐργασία αὐτοῦ· 30 ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ καϑαρίσαι κάμινον. 31 Πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοϕίζεται· 32 ἄνευ αὐτῶν οὐκ οἰκισϑήσεται πόλις, καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν. 33 ἀλλ᾽ εἰς βουλὴν λαοῦ οὐ ζητηϑήσονται καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται· ἐπὶ δίϕρον δικαστοῦ οὐ καϑιοῦνται καὶ διαϑήκην κρίματος οὐ διανοηϑήσονται. 34 οὐδὲ μὴ ἐκϕάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαῖς οὐχ εὑρεϑήσονται, ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσιν, καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 39

1 Πλὴν τοῦ ἐπιδιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ ὑψίστου, σοϕίαν πάντων ἀρχαίων ἐκζητήσει καὶ ἐν προϕητείαις ἀσχοληϑήσεται, 2 διήγησιν ἀνδρῶν ὀνομαστῶν συντηρήσει καὶ ἐν στροϕαῖς παραβολῶν συνεισελεύσεται, 3 ἀπόκρυϕα παροιμιῶν ἐκζητήσει καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραϕήσεται. 4 ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει καὶ ἔναντι ἡγουμένων ὀϕϑήσεται· ἐν γῇ ἀλλοτρίων ἐϑνῶν διελεύσεται, ἀγαϑὰ γὰρ καὶ κακὰ ἐν ἀνϑρώποις ἐπείρασεν. 5 τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρϑρίσαι πρὸς κύριον τὸν ποιήσαντα αὐτὸν καὶ ἔναντι ὑψίστου δεηϑήσεται· καὶ ἀνοίξει στόμα αὐτοῦ ἐν προσευχῇ καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηϑήσεται. 6 ἐὰν κύριος ὁ μέγας ϑελήσῃ, πνεύματι συνέσεως ἐμπλησϑήσεται· αὐτὸς ἀνομβρήσει ῥήματα σοϕίας αὐτοῦ καὶ ἐν προσευχῇ ἐξομολογήσεται κυρίῳ· 7 αὐτὸς κατευϑυνεῖ βουλὴν αὐτοῦ καὶ ἐπιστήμην καὶ ἐν τοῖς ἀποκρύϕοις αὐτοῦ διανοηϑήσεται· 8 αὐτὸς ἐκϕανεῖ παιδείαν διδασκαλίας αὐτοῦ καὶ ἐν νόμῳ διαϑήκης κυρίου καυχήσεται. 9 αἰνέσουσιν τὴν σύνεσιν αὐτοῦ πολλοί, καὶ ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειϕϑήσεται· οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν· 10 τὴν σοϕίαν αὐτοῦ διηγήσονται ἔϑνη, καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία· 11 ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἢ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται, ἐκποιεῖ αὐτῷ. 12 Ἔτι διανοηϑεὶς ἐκδιηγήσομαι καὶ ὡς διχομηνία ἐπληρώϑην. 13 εἰσακούσατέ μου, υἱοὶ ὅσιοι, καὶ βλαστήσατε ὡς ῥόδον ϕυόμενον ἐπὶ ῥεύματος ὑγροῦ 14 καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνϑήσατε ἄνϑος ὡς κρίνον. διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα, εὐλογήσατε κύριον ἐπὶ πᾶσιν τοῖς ἔργοις, 15 δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην καὶ ἐξομολογήσασϑε ἐν αἰνέσει αὐτοῦ ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει 16 Τὰ ἔργα κυρίου πάντα ὅτι καλὰ σϕόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται· οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηϑήσεται. 17 ἐν λόγῳ αὐτοῦ ἔστη ὡς ϑιμωνιὰ ὕδωρ καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων. 18 ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ. 19 ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστιν κρυβῆναι ἀπὸ τῶν ὀϕϑαλμῶν αὐτοῦ· 20 ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν, καὶ οὐϑέν ἐστιν ϑαυμάσιον ἐναντίον αὐτοῦ. 21 οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται. 22 Ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέϑυσεν· 23 οὕτως ὀργὴν αὐτοῦ ἔϑνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην. 24 αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐϑεῖαι, οὕτως τοῖς ἀνόμοις προσκόμματα· 25 ἀγαϑὰ τοῖς ἀγαϑοῖς ἔκτισται ἀπ᾽ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά. 26 ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνϑρώπου, ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι, αἷμα σταϕυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον· 27 ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαϑά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά. 28 Ἔστιν πνεύματα, ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν ϑυμῷ αὐτοῦ ἐστερέωσεν μάστιγας αὐτῶν· ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν καὶ τὸν ϑυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν. 29 πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ ϑάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται· 30 ϑηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομϕαία ἐκδικοῦσα εἰς ὄλεϑρον ἀσεβεῖς· 31 ἐν τῇ ἐντολῇ αὐτοῦ εὐϕρανϑήσονται καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασϑήσονται καὶ ἐν καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον. 32 Διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχϑην καὶ διενοήϑην καὶ ἐν γραϕῇ ἀϕῆκα 33 Τὰ ἔργα κυρίου πάντα ἀγαϑὰ καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει, 34 καὶ οὐκ ἔστιν εἰπεῖν Τοῦτο τούτου πονηρότερον, πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηϑήσεται. 35 καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 40

1 Ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνϑρώπῳ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀϕ᾽ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἡμέρας ἐπιστροϕῆς εἰς μητέρα πάντων· 2 τοὺς διαλογισμοὺς αὐτῶν καὶ ϕόβον καρδίας, ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς. 3 ἀπὸ καϑημένου ἐπὶ ϑρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ, 4 ἀπὸ ϕοροῦντος ὑακίνϑινον καὶ στέϕανον καὶ ἕως περιβαλλομένου ὠμόλινον ϑυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος καὶ ϕόβος ϑανάτου καὶ μηνίαμα καὶ ἔρις. 5 καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ· 6 ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ᾽ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς τεϑορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ ὡς ἐκπεϕευγὼς ἀπὸ προσώπου πολέμου· 7 ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρϑη καὶ ἀποϑαυμάζων εἰς οὐδένα ϕόβον. 8 μετὰ πάσης σαρκὸς ἀπὸ ἀνϑρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα· 9 ϑάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομϕαία, ἐπαγωγαί, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ. 10 ἐπὶ τοὺς ἀνόμους ἐκτίσϑη ταῦτα πάντα, καὶ δι᾽ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός. 11 πάντα, ὅσα ἀπὸ γῆς, εἰς γῆν ἀναστρέϕει, καὶ ἀπὸ ὑδάτων, εἰς ϑάλασσαν ἀνακάμπτει. 12 Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειϕϑήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται. 13 χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανϑήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει· 14 ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐϕρανϑήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν. 15 ἔκγονα ἀσεβῶν οὐ πληϑυνεῖ κλάδους, καὶ ῥίζαι ἀκάϑαρτοι ἐπ᾽ ἀκροτόμου πέτρας· 16 ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται. 17 χάρις ὡς παράδεισος ἐν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ. 18 Ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανϑήσεται, καὶ ὑπὲρ ἀμϕότερα ὁ εὑρίσκων ϑησαυρόν. 19 τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, καὶ ὑπὲρ ἀμϕότερα γυνὴ ἄμωμος λογίζεται. 20 οἶνος καὶ μουσικὰ εὐϕραίνουσιν καρδίαν, καὶ ὑπὲρ ἀμϕότερα ἀγάπησις σοϕίας. 21 αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη, καὶ ὑπὲρ ἀμϕότερα γλῶσσα ἡδεῖα. 22 χάριν καὶ κάλλος ἐπιϑυμήσει ὀϕϑαλμὸς καὶ ὑπὲρ ἀμϕότερα χλόην σπόρου. 23 ϕίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπὲρ ἀμϕότερα γυνὴ μετὰ ἀνδρός. 24 ἀδελϕοὶ καὶ βοήϑεια εἰς καιρὸν ϑλίψεως, καὶ ὑπὲρ ἀμϕότερα ἐλεημοσύνη ῥύσεται. 25 χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα, καὶ ὑπὲρ ἀμϕότερα βουλὴ εὐδοκιμεῖται. 26 χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν, καὶ ὑπὲρ ἀμϕότερα ϕόβος κυρίου· οὐκ ἔστιν ἐν ϕόβῳ κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήϑειαν· 27 ϕόβος κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν. 28 Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποϑανεῖν ἢ ἐπαιτεῖν. 29 ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, οὐκ ἔστιν αὐτοῦ ὁ βίος ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος ϕυλάξεται. 30 ἐν στόματι ἀναιδοῦς γλυκανϑήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 41

1 Ὦ ϑάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνϑρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ, ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασϑαι τροϕήν. 2 ὦ ϑάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνϑρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι, ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειϑοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν. 3 μὴ εὐλαβοῦ κρίμα ϑανάτου, μνήσϑητι προτέρων σου καὶ ἐσχάτων· 4 τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου; εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς. 5 Τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεϕόμενα παροικίαις ἀσεβῶν· 6 τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος. 7 πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι᾽ αὐτὸν ὀνειδισϑήσονται. 8 οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον ϑεοῦ ὑψίστου· 9 καὶ ἐὰν γεννηϑῆτε, εἰς κατάραν γεννηϑήσεσϑε, καὶ ἐὰν ἀποϑάνητε, εἰς κατάραν μερισϑήσεσϑε. 10 πάντα, ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν. 11 Πένϑος ἀνϑρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαϑὸν ἐξαλειϕϑήσεται. 12 ϕρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι ϑησαυροὶ χρυσίου· 13 ἀγαϑῆς ζωῆς ἀριϑμὸς ἡμερῶν, καὶ ἀγαϑὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ. 14 παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοϕία δὲ κεκρυμμένη καὶ ϑησαυρὸς ἀϕανής, τίς ὠϕέλεια ἐν ἀμϕοτέροις; 15 κρείσσων ἄνϑρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνϑρωπος ἀποκρύπτων τὴν σοϕίαν αὐτοῦ. 16 Τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου· οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαϕυλάξαι καλόν, καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται. 17 αἰσχύνεσϑε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους, 18 ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας καὶ ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας, 19 ἀπὸ κοινωνοῦ καὶ ϕίλου περὶ ἀδικίας καὶ ἀπὸ τόπου, οὗ παροικεῖς, περὶ κλοπῆς, 20 ἀπὸ ἀληϑείας ϑεοῦ καὶ διαϑήκης καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ᾽ ἄρτοις, 21 ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς, 22 ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας καὶ ἀπὸ ἀποστροϕῆς προσώπου συγγενοῦς, 23 ἀπὸ ἀϕαιρέσεως μερίδος καὶ δόσεως καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου, 24 ἀπὸ περιεργίας παιδίσκης αὐτοῦ καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς, 25 ἀπὸ ϕίλων περὶ λόγων ὀνειδισμοῦ καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε, 26 ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς καὶ ἀπὸ καλύψεως λόγων κρυϕίων· 27 καὶ ἔσῃ αἰσχυντηρὸς ἀληϑινῶς καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνϑρώπου.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 42

1 Μὴ περὶ τούτων αἰσχυνϑῇς καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν· 2 περὶ νόμου ὑψίστου καὶ διαϑήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ, 3 περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων καὶ περὶ δόσεως κληρονομίας ἑταίρων, 4 περὶ ἀκριβείας ζυγοῦ καὶ σταϑμίων καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων, 5 περὶ διαϕόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι· 6 ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σϕραγίς, καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον· 7 ὃ ἐὰν παραδιδῷς, ἐν ἀριϑμῷ καὶ σταϑμῷ, καὶ δόσις καὶ λῆμψις, πάντα ἐν γραϕῇ· 8 περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος ἀληϑινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος. 9 Θυγάτηρ πατρὶ ἀπόκρυϕος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀϕιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς, μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα, μήποτε μισηϑῇ· 10 ἐν παρϑενίᾳ, μήποτε βεβηλωϑῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα, μήποτε παραβῇ, καὶ συνῳκηκυῖα, μήποτε στειρωϑῇ. 11 ἐπὶ ϑυγατρὶ ἀδιατρέπτῳ στερέωσον ϕυλακήν, μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχϑροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῃ σε ἐν πλήϑει πολλῶν. 12 παντὶ ἀνϑρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε· 13 ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός. 14 κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαϑοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν. 15 Μνησϑήσομαι δὴ τὰ ἔργα κυρίου, καὶ ἃ ἑόρακα, ἐκδιηγήσομαι· ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ. 16 ἥλιος ϕωτίζων κατὰ πᾶν ἐπέβλεψεν, καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ. 17 οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασϑαι πάντα τὰ ϑαυμάσια αὐτοῦ, ἃ ἐστερέωσεν κύριος ὁ παντοκράτωρ στηριχϑῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν. 18 ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήϑη· ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος 19 ἀπαγγέλλων τὰ παρεληλυϑότα καὶ τὰ ἐσόμενα καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύϕων· 20 οὐ παρῆλϑεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ᾽ αὐτοῦ οὐδὲ εἷς λόγος. 21 τὰ μεγαλεῖα τῆς σοϕίας αὐτοῦ ἐκόσμησεν, ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα· οὔτε προσετέϑη οὔτε ἠλαττώϑη, καὶ οὐ προσεδεήϑη οὐδενὸς συμβούλου. 22 ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιϑυμητὰ καὶ ὡς σπινϑῆρός ἐστιν ϑεωρῆσαι· 23 πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει. 24 πάντα δισσά, ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· 25 ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαϑά, καὶ τίς πλησϑήσεται ὁρῶν δόξαν αὐτοῦ;

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 43

1 Γαυρίαμα ὕψους στερέωμα καϑαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης. 2 ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ σκεῦος ϑαυμαστόν, ἔργον ὑψίστου· 3 ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται; 4 κάμινον ϕυσῶν ἐν ἔργοις καύματος, τριπλασίως ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκϕυσῶν καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀϕϑαλμούς. 5 μέγας κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν. 6 Καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος· 7 ἀπὸ σελήνης σημεῖον ἑορτῆς, ϕωστὴρ μειούμενος ἐπὶ συντελείας. 8 μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν αὐξανόμενος ϑαυμαστῶς ἐν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων. 9 κάλλος οὐρανοῦ δόξα ἄστρων, κόσμος ϕωτίζων ἐν ὑψίστοις κυρίου· 10 ἐν λόγοις ἁγίου στήσονται κατὰ κρίμα καὶ οὐ μὴ ἐκλυϑῶσιν ἐν ϕυλακαῖς αὐτῶν. 11 ἰδὲ τόξον καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτὸ σϕόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ· 12 ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες ὑψίστου ἐτάνυσαν αὐτό. 13 Προστάγματι αὐτοῦ κατέσπευσεν χιόνα καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ· 14 διὰ τοῦτο ἠνεῴχϑησαν ϑησαυροί, καὶ ἐξέπτησαν νεϕέλαι ὡς πετεινά· 15 ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεϕέλας, καὶ διεϑρύβησαν λίϑοι χαλάζης· 16 καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλευϑήσεται ὄρη, ἐν ϑελήματι αὐτοῦ πνεύσεται νότος. 17 ϕωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν καὶ καταιγὶς βορέου καὶ συστροϕὴ πνεύματος. 18 ὡς πετεινὰ καϑιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς· κάλλος λευκότητος αὐτῆς ἐκϑαυμάσει ὀϕϑαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία. 19 καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα. 20 ψυχρὸς ἄνεμος βορέης πνεύσει, καὶ παγήσεται κρύσταλλος ἐϕ᾽ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς ϑώρακα ἐνδύσεται τὸ ὕδωρ. 21 καταϕάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει καὶ ἀποσβέσει χλόην ὡς πῦρ. 22 ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει. 23 Λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον καὶ ἐϕύτευσεν ἐν αὐτῇ νήσους. 24 οἱ πλέοντες τὴν ϑάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν ϑαυμάζομεν· 25 καὶ ἐκεῖ τὰ παράδοξα καὶ ϑαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κτίσις κητῶν. 26 δι᾽ αὐτὸν εὐοδοῖ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα. 27 Πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀϕικώμεϑα, καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός. 28 δοξάζοντες ποῦ ἰσχύσομεν; αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ. 29 ϕοβερὸς κύριος καὶ σϕόδρα μέγας, καὶ ϑαυμαστὴ ἡ δυναστεία αὐτοῦ. 30 δοξάζοντες κύριον ὑψώσατε καϑ᾽ ὅσον ἂν δύνησϑε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληϑύνατε ἐν ἰσχύι, μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀϕίκησϑε. 31 τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; καὶ τίς μεγαλυνεῖ αὐτὸν καϑώς ἐστιν; 32 πολλὰ ἀπόκρυϕά ἐστιν μείζονα τούτων, ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ· 33 πάντα γὰρ ἐποίησεν ὁ κύριος καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοϕίαν

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 44

1 Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει· 2 πολλὴν δόξαν ἔκτισεν ὁ κύριος, τὴν μεγαλωσύνην αὐτοῦ ἀπ᾽ αἰῶνος. 3 κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προϕητείαις· 4 ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ, σοϕοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν· 5 ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραϕῇ· 6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι, εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν· 7 πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσϑησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα. 8 εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασϑαι ἐπαίνους· 9 καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ᾽ αὐτούς. 10 ἀλλ᾽ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσϑησαν· 11 μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ, ἀγαϑὴ κληρονομία ἔκγονα αὐτῶν· 12 ἐν ταῖς διαϑήκαις ἔστη τὸ σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δι᾽ αὐτούς· 13 ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν, καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειϕϑήσεται· 14 τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάϕη, καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς· 15 σοϕίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία. 16 Ενωχ εὐηρέστησεν κυρίῳ καὶ μετετέϑη ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς. 17 Νωε εὑρέϑη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· διὰ τοῦτον ἐγενήϑη κατάλειμμα τῇ γῇ, ὅτε ἐγένετο κατακλυσμός· 18 διαϑῆκαι αἰῶνος ἐτέϑησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειϕϑῇ κατακλυσμῷ πᾶσα σάρξ. 19 Αβρααμ μέγας πατὴρ πλήϑους ἐϑνῶν, καὶ οὐχ εὑρέϑη ὅμοιος ἐν τῇ δόξῃ· 20 ὃς συνετήρησεν νόμον ὑψίστου καὶ ἐγένετο ἐν διαϑήκῃ μετ᾽ αὐτοῦ· ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαϑήκην καὶ ἐν πειρασμῷ εὑρέϑη πιστός· 21 διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηϑῆναι ἔϑνη ἐν σπέρματι αὐτοῦ, πληϑῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ ϑαλάσσης ἕως ϑαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς. 22 καὶ ἐν τῷ Ισαακ ἔστησεν οὕτως δι᾽ Αβρααμ τὸν πατέρα αὐτοῦ. 23 εὐλογίαν πάντων ἀνϑρώπων καὶ διαϑήκην κατέπαυσεν ἐπὶ κεϕαλὴν Ιακωβ· ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· καὶ διέστειλεν μερίδας αὐτοῦ, ἐν ϕυλαῖς ἐμέρισεν δέκα δύο.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 45

1 Καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους εὑρίσκοντα χάριν ἐν ὀϕϑαλμοῖς πάσης σαρκὸς ἠγαπημένον ὑπὸ ϑεοῦ καὶ ἀνϑρώπων Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις· 2 ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν ϕόβοις ἐχϑρῶν· 3 ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν, ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ· 4 ἐν πίστει καὶ πραύτητι αὐτὸν ἡγίασεν, ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός· 5 ἠκούτισεν αὐτὸν τῆς ϕωνῆς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόϕον καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, νόμον ζωῆς καὶ ἐπιστήμης, διδάξαι τὸν Ιακωβ διαϑήκην καὶ κρίματα αὐτοῦ τὸν Ισραηλ. 6 Ααρων ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ ἀδελϕὸν αὐτοῦ ἐκ ϕυλῆς Λευι· 7 ἔστησεν αὐτὸν διαϑήκην αἰῶνος καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης· 8 ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος καὶ ἐστερέωσεν αὐτὸν σκεύεσιν ἰσχύος, περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα· 9 καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις, χρυσοῖς κώδωσιν πλείστοις κυκλόϑεν, ἠχῆσαι ϕωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ· 10 στολῇ ἁγίᾳ, χρυσῷ καὶ ὑακίνϑῳ καὶ πορϕύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληϑείας, κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου, 11 λίϑοις πολυτελέσιν γλύμματος σϕραγῖδος ἐν δέσει χρυσίου, ἔργῳ λιϑουργοῦ, εἰς μνημόσυνον ἐν γραϕῇ κεκολαμμένῃ κατ᾽ ἀριϑμὸν ϕυλῶν Ισραηλ· 12 στέϕανον χρυσοῦν ἐπάνω κιδάρεως, ἐκτύπωμα σϕραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργον ἰσχύος, ἐπιϑυμήματα ὀϕϑαλμῶν κοσμούμενα· 13 ὡραῖα πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα, ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενὴς πλὴν τῶν υἱῶν αὐτοῦ μόνον καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός. 14 ϑυσίαι αὐτοῦ ὁλοκαρπωϑήσονται καϑ᾽ ἡμέραν ἐνδελεχῶς δίς. 15 ἐπλήρωσεν Μωϋσῆς τὰς χεῖρας καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ· ἐγενήϑη αὐτῷ εἰς διαϑήκην αἰῶνος καὶ τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι. 16 ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος προσαγαγεῖν κάρπωσιν κυρίῳ, ϑυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσϑαι περὶ τοῦ λαοῦ σου. 17 ἔδωκεν αὐτῷ ἐν ἐντολαῖς αὐτοῦ ἐξουσίαν ἐν διαϑήκαις κριμάτων διδάξαι τὸν Ιακωβ τὰ μαρτύρια καὶ ἐν νόμῳ αὐτοῦ ϕωτίσαι Ισραηλ. 18 ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἄνδρες οἱ περὶ Δαϑαν καὶ Αβιρων καὶ ἡ συναγωγὴ Κορε ἐν ϑυμῷ καὶ ὀργῇ· 19 εἶδεν κύριος καὶ οὐκ εὐδόκησεν, καὶ συνετελέσϑησαν ἐν ϑυμῷ ὀργῆς· ἐποίησεν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ ϕλογὸς αὐτοῦ. 20 καὶ προσέϑηκεν Ααρων δόξαν καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτῷ, ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν· 21 καὶ γὰρ ϑυσίας κυρίου ϕάγονται, ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ. 22 πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ· αὐτὸς γὰρ μερίς σου καὶ κληρονομία. 23 Καὶ Φινεες υἱὸς Ελεαζαρ τρίτος εἰς δόξαν ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν ϕόβῳ κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ ἐν ἀγαϑότητι προϑυμίας ψυχῆς αὐτοῦ· καὶ ἐξιλάσατο περὶ τοῦ Ισραηλ. 24 διὰ τοῦτο ἐστάϑη αὐτῷ διαϑήκη εἰρήνης προστατεῖν ἁγίων καὶ λαοῦ αὐτοῦ, ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας. 25 καὶ διαϑήκη τῷ Δαυιδ υἱῷ Ιεσσαι ἐκ ϕυλῆς Ιουδα κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου· κληρονομία Ααρων καὶ τῷ σπέρματι αὐτοῦ. 26 δῴη ὑμῖν σοϕίαν ἐν καρδίᾳ ὑμῶν κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, ἵνα μὴ ἀϕανισϑῇ τὰ ἀγαϑὰ αὐτῶν καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 46

1 Κραταιὸς ἐν πολέμῳ Ἰησοῦς Ναυη καὶ διάδοχος Μωυσῆ ἐν προϕητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ ἐκδικῆσαι ἐπεγειρομένους ἐχϑρούς, ὅπως κατακληρονομήσῃ τὸν Ισραηλ. 2 ὡς ἐδοξάσϑη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ῥομϕαίαν ἐπὶ πόλεις. 3 τίς πρότερος αὐτοῦ οὕτως ἔστη; τοὺς γὰρ πολέμους κυρίου αὐτὸς ἐπήγαγεν. 4 οὐχὶ ἐν χειρὶ αὐτοῦ ἐνεποδίσϑη ὁ ἥλιος καὶ μία ἡμέρα ἐγενήϑη πρὸς δύο; 5 ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τῷ ϑλῖψαι αὐτὸν ἐχϑροὺς κυκλόϑεν, καὶ ἐπήκουσεν αὐτοῦ μέγας κύριος ἐν λίϑοις χαλάζης δυνάμεως κραταιᾶς· 6 κατέρραξεν ἐπ᾽ ἔϑνος πόλεμον καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνϑεστηκότας, ἵνα γνῶσιν ἔϑνη πανοπλίαν αὐτοῦ ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ. 7 Καὶ γὰρ ἐπηκολούϑησεν ὀπίσω δυνάστου καὶ ἐν ἡμέραις Μωυσέως ἐποίησεν ἔλεος αὐτὸς καὶ Χαλεβ υἱὸς Ιεϕοννη ἀντιστῆναι ἔναντι ἐκκλησίας κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας καὶ κοπάσαι γογγυσμὸν πονηρίας. 8 καὶ αὐτοὶ δύο ὄντες διεσώϑησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι. 9 καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλεβ ἰσχύν, καὶ ἕως γήρους διέμεινεν αὐτῷ, ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχεν κληρονομίαν, 10 ὅπως ἴδωσιν πάντες οἱ υἱοὶ Ισραηλ ὅτι καλὸν τὸ πορεύεσϑαι ὀπίσω κυρίου. 11 Καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπεστράϕησαν ἀπὸ κυρίου, εἴη τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις· 12 τὰ ὀστᾶ αὐτῶν ἀναϑάλοι ἐκ τοῦ τόπου αὐτῶν καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον ἐϕ᾽ υἱοῖς δεδοξασμένων αὐτῶν. 13 Ἠγαπημένος ὑπὸ κυρίου αὐτοῦ Σαμουηλ προϕήτης κυρίου κατέστησεν βασιλείαν καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ· 14 ἐν νόμῳ κυρίου ἔκρινεν συναγωγήν, καὶ ἐπεσκέψατο κύριος τὸν Ιακωβ· 15 ἐν πίστει αὐτοῦ ἠκριβάσϑη προϕήτης καὶ ἐγνώσϑη ἐν ῥήμασιν αὐτοῦ πιστὸς ὁράσεως. 16 καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην ἐν τῷ ϑλῖψαι ἐχϑροὺς αὐτοῦ κυκλόϑεν ἐν προσϕορᾷ ἀρνὸς γαλαϑηνοῦ· 17 καὶ ἐβρόντησεν ἀπ᾽ οὐρανοῦ ὁ κύριος καὶ ἐν ἤχῳ μεγάλῳ ἀκουστὴν ἐποίησεν τὴν ϕωνὴν αὐτοῦ 18 καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιιμ. 19 καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστοῦ αὐτοῦ Χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληϕα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνϑρωπος. 20 καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεϕήτευσεν καὶ ὑπέδειξεν βασιλεῖ τὴν τελευτὴν αὐτοῦ καὶ ἀνύψωσεν ἐκ γῆς τὴν ϕωνὴν αὐτοῦ ἐν προϕητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 47

1 Καὶ μετὰ τοῦτον ἀνέστη Ναϑαν προϕητεύειν ἐν ἡμέραις Δαυιδ. 2 ὥσπερ στέαρ ἀϕωρισμένον ἀπὸ σωτηρίου, οὕτως Δαυιδ ἀπὸ τῶν υἱῶν Ισραηλ. 3 ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίϕοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων. 4 ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίϑῳ σϕενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιαϑ; 5 ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον, καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνϑρωπον δυνατὸν ἐν πολέμῳ ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ. 6 οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις κυρίου ἐν τῷ ϕέρεσϑαι αὐτῷ διάδημα δόξης· 7 ἐξέτριψεν γὰρ ἐχϑροὺς κυκλόϑεν καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους, ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας. 8 ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ ὑψίστῳ ῥήματι δόξης· ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν. 9 καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ ϑυσιαστηρίου καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη· 10 ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα. 11 κύριος ἀϕεῖλεν τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκεν αὐτῷ διαϑήκην βασιλέων καὶ ϑρόνον δόξης ἐν τῷ Ισραηλ. 12 Μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δι᾽ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ· 13 Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης, ᾧ ὁ ϑεὸς κατέπαυσεν κυκλόϑεν, ἵνα στήσῃ οἶκον ἐπ᾽ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα. 14 ὡς ἐσοϕίσϑης ἐν νεότητί σου καὶ ἐνεπλήσϑης ὡς ποταμὸς συνέσεως. 15 γῆν ἐπεκάλυψεν ἡ ψυχή σου, καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων· 16 εἰς νήσους πόρρω ἀϕίκετο τὸ ὄνομά σου, καὶ ἠγαπήϑης ἐν τῇ εἰρήνῃ σου· 17 ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνείαις ἀπεϑαύμασάν σε χῶραι. 18 ἐν ὀνόματι κυρίου τοῦ ϑεοῦ τοῦ ἐπικεκλημένου ϑεοῦ Ισραηλ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλιβον ἐπλήϑυνας ἀργύριον. 19 παρανέκλινας τὰς λαγόνας σου γυναιξὶν καὶ ἐνεξουσιάσϑης ἐν τῷ σώματί σου· 20 ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατανυγῆναι ἐπὶ τῇ ἀϕροσύνῃ σου 21 γενέσϑαι δίχα τυραννίδα καὶ ἐξ Εϕραιμ ἄρξαι βασιλείαν ἀπειϑῆ. 22 ὁ δὲ κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ καὶ οὐ μὴ διαϕϑείρῃ ἀπὸ τῶν λόγων αὐτοῦ οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· καὶ τῷ Ιακωβ ἔδωκεν κατάλειμμα καὶ τῷ Δαυιδ ἐξ αὐτοῦ ῥίζαν. 23 Καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπεν μετ᾽ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀϕροσύνην καὶ ἐλασσούμενον συνέσει Ροβοαμ, ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ. 24 καὶ Ιεροβοαμ υἱὸς Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἔδωκεν τῷ Εϕραιμ ὁδὸν ἁμαρτίας· καὶ ἐπληϑύνϑησαν αἱ ἁμαρτίαι αὐτῶν σϕόδρα ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν· 25 καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν, ἕως ἐκδίκησις ἔλϑῃ ἐπ᾽ αὐτούς.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 48

1 Καὶ ἀνέστη Ηλιας προϕήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο· 2 ὃς ἐπήγαγεν ἐπ᾽ αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς· 3 ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν, κατήγαγεν οὕτως τρὶς πῦρ. 4 ὡς ἐδοξάσϑης, Ηλια, ἐν ϑαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσϑαι; 5 ὁ ἐγείρας νεκρὸν ἐκ ϑανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου· 6 ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν· 7 ἀκούων ἐν Σινα ἐλεγμὸν καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως· 8 ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προϕήτας διαδόχους μετ᾽ αὐτόν· 9 ὁ ἀναλημϕϑεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων· 10 ὁ καταγραϕεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ ϑυμοῦ, ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι ϕυλὰς Ιακωβ. 11 μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι· καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεϑα. 12 Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσϑη, καὶ Ελισαιε ἐνεπλήσϑη πνεύματος αὐτοῦ· καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύϑη ὑπὸ ἄρχοντος, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς. 13 πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν, καὶ ἐν κοιμήσει ἐπροϕήτευσεν τὸ σῶμα αὐτοῦ· 14 καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα, καὶ ἐν τελευτῇ ϑαυμάσια τὰ ἔργα αὐτοῦ. 15 Ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως ἐπρονομεύϑησαν ἀπὸ γῆς αὐτῶν καὶ διεσκορπίσϑησαν ἐν πάσῃ τῇ γῇ. 16 καὶ κατελείϕϑη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυιδ· τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήϑυναν ἁμαρτίας. 17 Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ, ὤρυξεν σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα. 18 ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηριμ καὶ ἀπέστειλεν Ραψακην, καὶ ἀπῆρεν· καὶ ἐπῆρεν χεῖρα αὐτοῦ ἐπὶ Σιων καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηϕανίᾳ αὐτοῦ. 19 τότε ἐσαλεύϑησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι· 20 καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου· 21 ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ. 22 ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ, ἃς ἐνετείλατο Ησαιας ὁ προϕήτης ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ. 23 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέϑηκεν ζωὴν βασιλεῖ. 24 πνεύματι μεγάλῳ εἶδεν τὰ ἔσχατα καὶ παρεκάλεσεν τοὺς πενϑοῦντας ἐν Σιων. 25 ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυϕα πρὶν ἢ παραγενέσϑαι αὐτά.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 49

1 Μνημόσυνον Ιωσιου εἰς σύνϑεσιν ϑυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανϑήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου. 2 αὐτὸς κατευϑύνϑη ἐν ἐπιστροϕῇ λαοῦ καὶ ἐξῆρεν βδελύγματα ἀνομίας· 3 κατεύϑυνεν πρὸς κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν. 4 Πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, οἱ βασιλεῖς Ιουδα ἐξέλιπον· 5 ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔϑνει ἀλλοτρίῳ. 6 ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς 7 ἐν χειρὶ Ιερεμιου· ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσϑη προϕήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταϕυτεύειν. 8 Ιεζεκιηλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος χερουβιν· 9 καὶ γὰρ ἐμνήσϑη τῶν ἐχϑρῶν ἐν ὄμβρῳ καὶ ἀγαϑῶσαι τοὺς εὐϑύνοντας ὁδούς. 10 καὶ τῶν δώδεκα προϕητῶν τὰ ὀστᾶ ἀναϑάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσαν γὰρ τὸν Ιακωβ καὶ ἐλυτρώσαντο αὐτοὺς ἐν πίστει ἐλπίδος. 11 Πῶς μεγαλύνωμεν τὸν Ζοροβαβελ; καὶ αὐτὸς ὡς σϕραγὶς ἐπὶ δεξιᾶς χειρός, 12 οὕτως Ἰησοῦς υἱὸς Ιωσεδεκ, οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος. 13 καὶ Νεεμιου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν. 14 Οὐδεὶς ἐκτίσϑη ἐπὶ τῆς γῆς τοιοῦτος οἷος Ενωχ· καὶ γὰρ αὐτὸς ἀνελήμϕϑη ἀπὸ τῆς γῆς. 15 οὐδὲ ὡς Ιωσηϕ ἐγεννήϑη ἀνὴρ ἡγούμενος ἀδελϕῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν. 16 Σημ καὶ Σηϑ ἐν ἀνϑρώποις ἐδοξάσϑησαν, καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει Αδαμ.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 50

1 Σιμων Ονιου υἱὸς ἱερεὺς ὁ μέγας, ὃς ἐν ζωῇ αὐτοῦ ὑπέρραψεν οἶκον καὶ ἐν ἡμέραις αὐτοῦ ἐστερέωσεν ναόν· 2 καὶ ὑπ᾽ αὐτοῦ ἐϑεμελιώϑη ὕψος διπλῆς, ἀνάλημμα ὑψηλὸν περιβόλου ἱεροῦ· 3 ἐν ἡμέραις αὐτοῦ ἐλατομήϑη ἀποδοχεῖον ὑδάτων, λάκκος ὡσεὶ ϑαλάσσης τὸ περίμετρον· 4 ὁ ϕροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως καὶ ἐνισχύσας πόλιν ἐν πολιορκήσει. 5 ὡς ἐδοξάσϑη ἐν περιστροϕῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος· 6 ὡς ἀστὴρ ἑωϑινὸς ἐν μέσῳ νεϕελῶν, ὡς σελήνη πλήρης ἐν ἡμέραις, 7 ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ὑψίστου καὶ ὡς τόξον ϕωτίζον ἐν νεϕέλαις δόξης, 8 ὡς ἄνϑος ῥόδων ἐν ἡμέραις νέων, ὡς κρίνα ἐπ᾽ ἐξόδῳ ὕδατος, ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις ϑέρους, 9 ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρείου, ὡς σκεῦος χρυσίου ὁλοσϕύρητον κεκοσμημένον παντὶ λίϑῳ πολυτελεῖ, 10 ὡς ἐλαία ἀναϑάλλουσα καρποὺς καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεϕέλαις. 11 ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης καὶ ἐνδιδύσκεσϑαι αὐτὸν συντέλειαν καυχήματος, ἐν ἀναβάσει ϑυσιαστηρίου ἁγίου ἐδόξασεν περιβολὴν ἁγιάσματος· 12 ἐν δὲ τῷ δέχεσϑαι μέλη ἐκ χειρῶν ἱερέων, καὶ αὐτὸς ἑστὼς παρ᾽ ἐσχάρᾳ βωμοῦ, κυκλόϑεν αὐτοῦ στέϕανος ἀδελϕῶν ὡς βλάστημα κέδρων ἐν τῷ Λιβάνῳ καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη ϕοινίκων, 13 καὶ πάντες οἱ υἱοὶ Ααρων ἐν δόξῃ αὐτῶν καὶ προσϕορὰ κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας Ισραηλ, 14 καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν κοσμῆσαι προσϕορὰν ὑψίστου παντοκράτορος, 15 ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ καὶ ἔσπεισεν ἐξ αἵματος σταϕυλῆς, ἐξέχεεν εἰς ϑεμέλια ϑυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστῳ παμβασιλεῖ. 16 τότε ἀνέκραγον οἱ υἱοὶ Ααρων, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν, ἀκουστὴν ἐποίησαν ϕωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου· 17 τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσαν καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν παντοκράτορι ϑεῷ ὑψίστῳ· 18 καὶ ᾔνεσαν οἱ ψαλτῳδοὶ ἐν ϕωναῖς αὐτῶν, ἐν πλείστῳ ἤχῳ ἐγλυκάνϑη μέλος· 19 καὶ ἐδεήϑη ὁ λαὸς κυρίου ὑψίστου ἐν προσευχῇ κατέναντι ἐλεήμονος, ἕως συντελεσϑῇ κόσμος κυρίου καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν. 20 τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ισραηλ δοῦναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτοῦ καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσασϑαι· 21 καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασϑαι τὴν εὐλογίαν παρὰ ὑψίστου. 22 Καὶ νῦν εὐλογήσατε τὸν ϑεὸν πάντων τὸν μεγάλα ποιοῦντα πάντῃ, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεϑ᾽ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ. 23 δῴη ἡμῖν εὐϕροσύνην καρδίας καὶ γενέσϑαι εἰρήνην ἐν ἡμέραις ἡμῶν ἐν Ισραηλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος· 24 ἐμπιστεύσαι μεϑ᾽ ἡμῶν τὸ ἔλεος αὐτοῦ καὶ ἐν ταῖς ἡμέραις ἡμῶν λυτρωσάσϑω ἡμᾶς. 25 Ἐν δυσὶν ἔϑνεσιν προσώχϑισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔϑνος· 26 οἱ καϑήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιιμ καὶ ὁ λαὸς ὁ μωρὸς ὁ κατοικῶν ἐν Σικιμοις. 27 Παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξεν ἐν τῷ βιβλίῳ τούτῳ Ἰησοῦς υἱὸς Σιραχ Ελεαζαρ ὁ Ιεροσολυμίτης, ὃς ἀνώμβρησεν σοϕίαν ἀπὸ καρδίας αὐτοῦ. 28 μακάριος ὃς ἐν τούτοις ἀναστραϕήσεται, καὶ ϑεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοϕισϑήσεται· 29 ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει· ὅτι ϕῶς κυρίου τὸ ἴχνος αὐτοῦ.

Liber Jesu filii Sirach qui et Ecclesiasticus - Σωϕία Σιράχ caput 51

1 Ἐξομολογήσομαί σοι, κύριε βασιλεῦ, καὶ αἰνέσω σε ϑεὸν τὸν σωτῆρά μου, ἐξομολογοῦμαι τῷ ὀνόματί σου, 2 ὅτι σκεπαστὴς καὶ βοηϑὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης, ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου βοηϑὸς καὶ ἐλυτρώσω με 3 κατὰ τὸ πλῆϑος ἐλέους καὶ ὀνόματός σου ἐκ βρυγμῶν ἕτοιμον εἰς βρῶμα, ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλειόνων ϑλίψεων, ὧν ἔσχον, 4 ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόϑεν καὶ ἐκ μέσου πυρός, οὗ οὐκ ἐξέκαυσα, 5 ἐκ βάϑους κοιλίας ᾅδου καὶ ἀπὸ γλώσσης ἀκαϑάρτου καὶ λόγου ψευδοῦς. 6 βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου. ἤγγισεν ἕως ϑανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω. 7 περιέσχον με πάντοϑεν, καὶ οὐκ ἦν ὁ βοηϑῶν· ἐνέβλεπον εἰς ἀντίλημψιν ἀνϑρώπων, καὶ οὐκ ἦν. 8 καὶ ἐμνήσϑην τοῦ ἐλέους σου, κύριε, καὶ τῆς ἐργασίας σου τῆς ἀπ᾽ αἰῶνος, ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχϑρῶν. 9 καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου καὶ ὑπὲρ ϑανάτου ῥύσεως ἐδεήϑην· 10 ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις ϑλίψεως, ἐν καιρῷ ὑπερηϕανιῶν ἀβοηϑησίας· αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσει. 11 καὶ εἰσηκούσϑη ἡ δέησίς μου· ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ. 12 διὰ τοῦτο ἐξομολογήσομαί σοι καὶ αἰνέσω σε καὶ εὐλογήσω τῷ ὀνόματι κυρίου. 13 Ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηϑῆναί με ἐζήτησα σοϕίαν προϕανῶς ἐν προσευχῇ μου. 14 ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν. 15 ἐξ ἄνϑους ὡς περκαζούσης σταϕυλῆς εὐϕράνϑη ἡ καρδία μου ἐν αὐτῇ. ἐπέβη ὁ πούς μου ἐν εὐϑύτητι, ἐκ νεότητός μου ἴχνευον αὐτήν. 16 ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν. 17 προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοϕίαν δώσω δόξαν. 18 διενοήϑην γὰρ τοῦ ποιῆσαι αὐτὴν καὶ ἐζήλωσα τὸ ἀγαϑὸν καὶ οὐ μὴ αἰσχυνϑῶ. 19 διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ καὶ ἐν ποιήσει νόμου διηκριβασάμην. τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένϑησα. 20 τὴν ψυχήν μου κατεύϑυνα εἰς αὐτὴν καὶ ἐν καϑαρισμῷ εὗρον αὐτήν. καρδίαν ἐκτησάμην μετ᾽ αὐτῆς ἀπ᾽ ἀρχῆς· διὰ τοῦτο οὐ μὴ ἐγκαταλειϕϑῶ. 21 καὶ ἡ κοιλία μου ἐταράχϑη τοῦ ἐκζητῆσαι αὐτήν· διὰ τοῦτο ἐκτησάμην ἀγαϑὸν κτῆμα. 22 ἔδωκεν κύριος γλῶσσάν μοι μισϑόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν. 23 ἐγγίσατε πρός με, ἀπαίδευτοι, καὶ αὐλίσϑητε ἐν οἴκῳ παιδείας. 24 τί ὅτι ὑστερεῖσϑαι λέγετε ἐν τούτοις καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σϕόδρα; 25 ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα Κτήσασϑε ἑαυτοῖς ἄνευ ἀργυρίου. 26 τὸν τράχηλον ὑμῶν ὑπόϑετε ὑπὸ ζυγόν, καὶ ἐπιδεξάσϑω ἡ ψυχὴ ὑμῶν παιδείαν. ἐγγύς ἐστιν εὑρεῖν αὐτήν. 27 ἴδετε ἐν ὀϕϑαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν. 28 μετάσχετε παιδείας ἐν πολλῷ ἀριϑμῷ ἀργυρίου καὶ πολὺν χρυσὸν κτήσασϑε ἐν αὐτῇ. 29 εὐϕρανϑείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνϑείητε ἐν αἰνέσει αὐτοῦ. 30 ἐργάζεσϑε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισϑὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ.

Liber Osee prophetæ - Ὠσῆε

Liber Osee prophetæ - Ὠσῆε caput 1

1 Λόγος κυρίου, ὃς ἐγενήϑη πρὸς Ωσηε τὸν τοῦ Βεηρι ἐν ἡμέραις Οζιου καὶ Ιωαϑαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱοῦ Ιωας βασιλέως Ισραηλ. 2 Ἀρχὴ λόγου κυρίου πρὸς Ωσηε· καὶ εἶπεν κύριος πρὸς Ωσηε Βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισϑεν τοῦ κυρίου. 3 καὶ ἐπορεύϑη καὶ ἔλαβεν τὴν Γομερ ϑυγατέρα Δεβηλαιμ, καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν. 4 καὶ εἶπεν κύριος πρὸς αὐτόν Κάλεσον τὸ ὄνομα αὐτοῦ Ιεζραελ, διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ιεζραελ ἐπὶ τὸν οἶκον Ιου καὶ καταπαύσω βασιλείαν οἴκου Ισραηλ· 5 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ισραηλ ἐν τῇ κοιλάδι τοῦ Ιεζραελ. – 6 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν ϑυγατέρα. καὶ εἶπεν αὐτῷ Κάλεσον τὸ ὄνομα αὐτῆς Οὐκ – ἠλεημένη, διότι οὐ μὴ προσϑήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ισραηλ, ἀλλ᾽ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς. 7 τοὺς δὲ υἱοὺς Ιουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίῳ ϑεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομϕαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν. – 8 καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ – ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν. 9 καὶ εἶπεν Κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ – λαός – μου, διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν.

Liber Osee prophetæ - Ὠσῆε caput 2

1 Καὶ ἦν ὁ ἀριϑμὸς τῶν υἱῶν Ισραηλ ὡς ἡ ἄμμος τῆς ϑαλάσσης, ἣ οὐκ ἐκμετρηϑήσεται οὐδὲ ἐξαριϑμηϑήσεται· καὶ ἔσται ἐν τῷ τόπῳ, οὗ ἐρρέϑη αὐτοῖς Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληϑήσονται υἱοὶ ϑεοῦ ζῶντος. 2 καὶ συναχϑήσονται οἱ υἱοὶ Ιουδα καὶ οἱ υἱοὶ Ισραηλ ἐπὶ τὸ αὐτὸ καὶ ϑήσονται ἑαυτοῖς ἀρχὴν μίαν καὶ ἀναβήσονται ἐκ τῆς γῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ιεζραελ. 3 εἴπατε τῷ ἀδελϕῷ ὑμῶν Λαός – μου καὶ τῇ ἀδελϕῇ ὑμῶν Ἠλεημένη. 4 Κρίϑητε πρὸς τὴν μητέρα ὑμῶν κρίϑητε, ὅτι αὐτὴ οὐ γυνή μου, καὶ ἐγὼ οὐκ ἀνὴρ αὐτῆς· καὶ ἐξαρῶ τὴν πορνείαν αὐτῆς ἐκ προσώπου μου καὶ τὴν μοιχείαν αὐτῆς ἐκ μέσου μαστῶν αὐτῆς, 5 ὅπως ἂν ἐκδύσω αὐτὴν γυμνὴν καὶ ἀποκαταστήσω αὐτὴν καϑὼς ἡμέρᾳ γενέσεως αὐτῆς· καὶ ϑήσομαι αὐτὴν ὡς ἔρημον καὶ τάξω αὐτὴν ὡς γῆν ἄνυδρον καὶ ἀποκτενῶ αὐτὴν ἐν δίψει· 6 καὶ τὰ τέκνα αὐτῆς οὐ μὴ ἐλεήσω, ὅτι τέκνα πορνείας ἐστίν. 7 ὅτι ἐξεπόρνευσεν ἡ μήτηρ αὐτῶν, κατῄσχυνεν ἡ τεκοῦσα αὐτά· εἶπεν γάρ Ἀκολουϑήσω ὀπίσω τῶν ἐραστῶν μου τῶν διδόντων μοι τοὺς ἄρτους μου καὶ τὸ ὕδωρ μου καὶ τὰ ἱμάτιά μου καὶ τὰ ὀϑόνιά μου καὶ τὸ ἔλαιόν μου καὶ πάντα ὅσα μοι καϑήκει. 8 διὰ τοῦτο ἰδοὺ ἐγὼ ϕράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψιν καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς, καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ· 9 καὶ καταδιώξεται τοὺς ἐραστὰς αὐτῆς καὶ οὐ μὴ καταλάβῃ αὐτούς· καὶ ζητήσει αὐτοὺς καὶ οὐ μὴ εὕρῃ αὐτούς· καὶ ἐρεῖ Πορεύσομαι καὶ ἐπιστρέψω πρὸς τὸν ἄνδρα μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἢ νῦν. 10 καὶ αὐτὴ οὐκ ἔγνω ὅτι ἐγὼ δέδωκα αὐτῇ τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἀργύριον ἐπλήϑυνα αὐτῇ· αὐτὴ δὲ ἀργυρᾶ καὶ χρυσᾶ ἐποίησεν τῇ Βααλ. 11 διὰ τοῦτο ἐπιστρέψω καὶ κομιοῦμαι τὸν σῖτόν μου καϑ᾽ ὥραν αὐτοῦ καὶ τὸν οἶνόν μου ἐν καιρῷ αὐτοῦ καὶ ἀϕελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀϑόνιά μου τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς· 12 καὶ νῦν ἀποκαλύψω τὴν ἀκαϑαρσίαν αὐτῆς ἐνώπιον τῶν ἐραστῶν αὐτῆς, καὶ οὐδεὶς οὐ μὴ ἐξέληται αὐτὴν ἐκ χειρός μου· 13 καὶ ἀποστρέψω πάσας τὰς εὐϕροσύνας αὐτῆς, ἑορτὰς αὐτῆς καὶ τὰς νουμηνίας αὐτῆς καὶ τὰ σάββατα αὐτῆς καὶ πάσας τὰς πανηγύρεις αὐτῆς· 14 καὶ ἀϕανιῶ ἄμπελον αὐτῆς καὶ τὰς συκᾶς αὐτῆς, ὅσα εἶπεν Μισϑώματά μου ταῦτά ἐστιν ἃ ἔδωκάν μοι οἱ ἐρασταί μου, καὶ ϑήσομαι αὐτὰ εἰς μαρτύριον, καὶ καταϕάγεται αὐτὰ τὰ ϑηρία τοῦ ἀγροῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ἑρπετὰ τῆς γῆς· 15 καὶ ἐκδικήσω ἐπ᾽ αὐτὴν τὰς ἡμέρας τῶν Βααλιμ, ἐν αἷς ἐπέϑυεν αὐτοῖς καὶ περιετίϑετο τὰ ἐνώτια αὐτῆς καὶ τὰ καϑόρμια αὐτῆς καὶ ἐπορεύετο ὀπίσω τῶν ἐραστῶν αὐτῆς, ἐμοῦ δὲ ἐπελάϑετο, λέγει κύριος. 16 Διὰ τοῦτο ἰδοὺ ἐγὼ πλανῶ αὐτὴν καὶ τάξω αὐτὴν εἰς ἔρημον καὶ λαλήσω ἐπὶ τὴν καρδίαν αὐτῆς 17 καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖϑεν καὶ τὴν κοιλάδα Αχωρ διανοῖξαι σύνεσιν αὐτῆς, καὶ ταπεινωϑήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου. 18 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, καλέσει με Ὁ ἀνήρ μου, καὶ οὐ καλέσει με ἔτι Βααλιμ· 19 καὶ ἐξαρῶ τὰ ὀνόματα τῶν Βααλιμ ἐκ στόματος αὐτῆς, καὶ οὐ μὴ μνησϑῶσιν οὐκέτι τὰ ὀνόματα αὐτῶν. 20 καὶ διαϑήσομαι αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διαϑήκην μετὰ τῶν ϑηρίων τοῦ ἀγροῦ καὶ μετὰ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ μετὰ τῶν ἑρπετῶν τῆς γῆς· καὶ τόξον καὶ ῥομϕαίαν καὶ πόλεμον συντρίψω ἀπὸ τῆς γῆς καὶ κατοικιῶ σε ἐπ᾽ ἐλπίδι. 21 καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι καὶ ἐν ἐλέει καὶ ἐν οἰκτιρμοῖς 22 καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν κύριον. 23 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἐπακούσομαι τῷ οὐρανῷ, καὶ ὁ οὐρανὸς ἐπακούσεται τῇ γῇ, 24 καὶ ἡ γῆ ἐπακούσεται τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ αὐτὰ ἐπακούσεται τῷ Ιεζραελ. 25 καὶ σπερῶ αὐτὴν ἐμαυτῷ ἐπὶ τῆς γῆς καὶ ἐλεήσω τὴν Οὐκ – ἠλεημένην καὶ ἐρῶ τῷ Οὐ – λαῷ – μου Λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ ϑεός μου εἶ σύ.

Liber Osee prophetæ - Ὠσῆε caput 3

1 Καὶ εἶπεν κύριος πρός με Ἔτι πορεύϑητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καϑὼς ἀγαπᾷ ὁ ϑεὸς τοὺς υἱοὺς Ισραηλ καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ ϑεοὺς ἀλλοτρίους καὶ ϕιλοῦσιν πέμματα μετὰ σταϕίδων 2 καὶ ἐμισϑωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀργυρίου καὶ γομορ κριϑῶν καὶ νεβελ οἴνου 3 καὶ εἶπα πρὸς αὐτήν Ἡμέρας πολλὰς καϑήσῃ ἐπ᾽ ἐμοὶ καὶ οὐ μὴ πορνεύσῃς οὐδὲ μὴ γένῃ ἀνδρὶ ἑτέρῳ, καὶ ἐγὼ ἐπὶ σοί. 4 διότι ἡμέρας πολλὰς καϑήσονται οἱ υἱοὶ Ισραηλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης ϑυσίας οὐδὲ ὄντος ϑυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων. 5 καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ισραηλ καὶ ἐπιζητήσουσιν κύριον τὸν ϑεὸν αὐτῶν καὶ Δαυιδ τὸν βασιλέα αὐτῶν· καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαϑοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν.

Liber Osee prophetæ - Ὠσῆε caput 4

1 Ἀκούσατε λόγον κυρίου, υἱοὶ Ισραηλ, διότι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήϑεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις ϑεοῦ ἐπὶ τῆς γῆς· 2 ἀρὰ καὶ ψεῦδος καὶ ϕόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐϕ᾽ αἵμασιν μίσγουσιν. 3 διὰ τοῦτο πενϑήσει ἡ γῆ καὶ σμικρυνϑήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν, σὺν τοῖς ϑηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ ἰχϑύες τῆς ϑαλάσσης ἐκλείψουσιν, 4 ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς· ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς. 5 καὶ ἀσϑενήσεις ἡμέρας, καὶ ἀσϑενήσει καὶ προϕήτης μετὰ σοῦ· νυκτὶ ὡμοίωσα τὴν μητέρα σου. 6 ὡμοιώϑη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαι σὲ τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάϑου νόμον ϑεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου. 7 κατὰ τὸ πλῆϑος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν ϑήσομαι. 8 ἁμαρτίας λαοῦ μου ϕάγονται καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήμψονται τὰς ψυχὰς αὐτῶν. 9 καὶ ἔσται καϑὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς, καὶ ἐκδικήσω ἐπ᾽ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ. 10 καὶ ϕάγονται καὶ οὐ μὴ ἐμπλησϑῶσιν, ἐπόρνευσαν καὶ οὐ μὴ κατευϑύνωσιν, διότι τὸν κύριον ἐγκατέλιπον τοῦ ϕυλάξαι. 11 Πορνείαν καὶ οἶνον καὶ μέϑυσμα ἐδέξατο καρδία λαοῦ μου. 12 ἐν συμβόλοις ἐπηρώτων, καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ· πνεύματι πορνείας ἐπλανήϑησαν καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ ϑεοῦ αὐτῶν. 13 ἐπὶ τὰς κορυϕὰς τῶν ὀρέων ἐϑυσίαζον καὶ ἐπὶ τοὺς βουνοὺς ἔϑυον, ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη. διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ ϑυγατέρες ὑμῶν, καὶ αἱ νύμϕαι ὑμῶν μοιχεύσουσιν· 14 καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς ϑυγατέρας ὑμῶν, ὅταν πορνεύωσιν, καὶ ἐπὶ τὰς νύμϕας ὑμῶν, ὅταν μοιχεύωσιν, διότι καὶ αὐτοὶ μετὰ τῶν πορνῶν συνεϕύροντο καὶ μετὰ τῶν τετελεσμένων ἔϑυον, καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης. 15 Σὺ δέ, Ισραηλ, μὴ ἀγνόει, καὶ Ιουδα, μὴ εἰσπορεύεσϑε εἰς Γαλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ων καὶ μὴ ὀμνύετε ζῶντα κύριον. 16 ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ισραηλ· νῦν νεμήσει αὐτοὺς κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ. 17 μέτοχος εἰδώλων Εϕραιμ ἔϑηκεν ἑαυτῷ σκάνδαλα. 18 ᾑρέτισεν Χαναναίους· πορνεύοντες ἐξεπόρνευσαν, ἠγάπησαν ἀτιμίαν ἐκ ϕρυάγματος αὐτῶν. 19 συστροϕὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς, καὶ καταισχυνϑήσονται ἐκ τῶν ϑυσιαστηρίων αὐτῶν.

Liber Osee prophetæ - Ὠσῆε caput 5

1 Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ισραηλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσϑε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα, ὅτι παγὶς ἐγενήϑητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, 2 ὃ οἱ ἀγρεύοντες τὴν ϑήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν· 3 ἐγὼ ἔγνων τὸν Εϕραιμ, καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ᾽ ἐμοῦ, διότι νῦν ἐξεπόρνευσεν Εϕραιμ, ἐμιάνϑη Ισραηλ· 4 οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν ϑεὸν αὐτῶν, ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν, τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν. 5 καὶ ταπεινωϑήσεται ἡ ὕβρις τοῦ Ισραηλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ισραηλ καὶ Εϕραιμ ἀσϑενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσϑενήσει καὶ Ιουδας μετ᾽ αὐτῶν. 6 μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐξέκλινεν ἀπ᾽ αὐτῶν, 7 ὅτι τὸν κύριον ἐγκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήϑησαν αὐτοῖς· νῦν καταϕάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν. 8 Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ων· ἐξέστη Βενιαμιν, 9 Εϕραιμ εἰς ἀϕανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου· ἐν ταῖς ϕυλαῖς τοῦ Ισραηλ ἔδειξα πιστά. 10 ἐγένοντο οἱ ἄρχοντες Ιουδα ὡς μετατιϑέντες ὅρια, ἐπ᾽ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου. 11 κατεδυνάστευσεν Εϕραιμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησεν κρίμα, ὅτι ἤρξατο πορεύεσϑαι ὀπίσω τῶν ματαίων. 12 καὶ ἐγὼ ὡς ταραχὴ τῷ Εϕραιμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ιουδα. 13 καὶ εἶδεν Εϕραιμ τὴν νόσον αὐτοῦ καὶ Ιουδας τὴν ὀδύνην αὐτοῦ, καὶ ἐπορεύϑη Εϕραιμ πρὸς Ασσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ιαριμ· καὶ αὐτὸς οὐκ ἠδυνάσϑη ἰάσασϑαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη. 14 διότι ἐγώ εἰμι ὡς πανϑὴρ τῷ Εϕραιμ καὶ ὡς λέων τῷ οἴκῳ Ιουδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. 15 πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀϕανισϑῶσιν· καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου, ἐν ϑλίψει αὐτῶν ὀρϑριοῦσι πρός με λέγοντες

Liber Osee prophetæ - Ὠσῆε caput 6

1 Πορευϑῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν ϑεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς, πατάξει καὶ μοτώσει ἡμᾶς· 2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεϑα καὶ ζησόμεϑα ἐνώπιον αὐτοῦ· 3 καὶ γνωσόμεϑα διώξομεν τοῦ γνῶναι τὸν κύριον, ὡς ὄρϑρον ἕτοιμον εὑρήσομεν αὐτόν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ. – 4 τί σοι ποιήσω, Εϕραιμ; τί σοι ποιήσω, Ιουδα; τὸ δὲ ἔλεος ὑμῶν ὡς νεϕέλη πρωινὴ καὶ ὡς δρόσος ὀρϑρινὴ πορευομένη. 5 Διὰ τοῦτο ἀπεϑέρισα τοὺς προϕήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου, καὶ τὸ κρίμα μου ὡς ϕῶς ἐξελεύσεται. 6 διότι ἔλεος ϑέλω καὶ οὐ ϑυσίαν καὶ ἐπίγνωσιν ϑεοῦ ἢ ὁλοκαυτώματα. 7 αὐτοὶ δέ εἰσιν ὡς ἄνϑρωπος παραβαίνων διαϑήκην· ἐκεῖ κατεϕρόνησέν μου. 8 Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ, 9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ· ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου, ἐϕόνευσαν Σικιμα, ὅτι ἀνομίαν ἐποίησαν. 10 ἐν τῷ οἴκῳ Ισραηλ εἶδον ϕρικώδη, ἐκεῖ πορνείαν τοῦ Εϕραιμ· ἐμιάνϑη Ισραηλ καὶ Ιουδα. 11 Ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέϕειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου,

Liber Osee prophetæ - Ὠσῆε caput 7

1 ἐν τῷ ἰάσασϑαί με τὸν Ισραηλ. καὶ ἀποκαλυϕϑήσεται ἡ ἀδικία Εϕραιμ καὶ ἡ κακία Σαμαρείας, ὅτι ἠργάσαντο ψευδῆ· καὶ κλέπτης πρὸς αὐτὸν εἰσελεύσεται, ἐκδιδύσκων λῃστὴς ἐν τῇ ὁδῷ αὐτοῦ, 2 ὅπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν. πάσας τὰς κακίας αὐτῶν ἐμνήσϑην· νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶν, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο. 3 ἐν ταῖς κακίαις αὐτῶν εὔϕραναν βασιλεῖς καὶ ἐν τοῖς ψεύδεσιν αὐτῶν ἄρχοντας· 4 πάντες μοιχεύοντες, ὡς κλίβανος καιόμενος εἰς πέψιν κατακαύματος ἀπὸ τῆς ϕλογός, ἀπὸ ϕυράσεως στέατος ἕως τοῦ ζυμωϑῆναι αὐτό. 5 αἱ ἡμέραι τῶν βασιλέων ὑμῶν, ἤρξαντο οἱ ἄρχοντες ϑυμοῦσϑαι ἐξ οἴνου, ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν· 6 διότι ἀνεκαύϑησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν ἐν τῷ καταράσσειν αὐτούς, ὅλην τὴν νύκτα ὕπνου Εϕραιμ ἐνεπλήσϑη, πρωῒ ἐγενήϑη ἀνεκαύϑη ὡς πυρὸς ϕέγγος. 7 πάντες ἐϑερμάνϑησαν ὡς κλίβανος καὶ κατέϕαγον τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεῖς αὐτῶν ἔπεσαν, οὐκ ἦν ὁ ἐπικαλούμενος ἐν αὐτοῖς πρός με. 8 Εϕραιμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμείγνυτο, Εϕραιμ ἐγένετο ἐγκρυϕίας οὐ μεταστρεϕόμενος. 9 κατέϕαγον ἀλλότριοι τὴν ἰσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ ἐπέγνω· καὶ πολιαὶ ἐξήνϑησαν αὐτῷ, καὶ αὐτὸς οὐκ ἔγνω. 10 καὶ ταπεινωϑήσεται ἡ ὕβρις Ισραηλ εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἐπέστρεψαν πρὸς κύριον τὸν ϑεὸν αὐτῶν καὶ οὐκ ἐξεζήτησαν αὐτὸν ἐν πᾶσι τούτοις. 11 καὶ ἦν Εϕραιμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν· Αἴγυπτον ἐπεκαλεῖτο καὶ εἰς Ἀσσυρίους ἐπορεύϑησαν. 12 καϑὼς ἂν πορεύωνται, ἐπιβαλῶ ἐπ᾽ αὐτοὺς τὸ δίκτυόν μου· καϑὼς τὰ πετεινὰ τοῦ οὐρανοῦ κατάξω αὐτούς, παιδεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς ϑλίψεως αὐτῶν. 13 οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ᾽ ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ· ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς, αὐτοὶ δὲ κατελάλησαν κατ᾽ ἐμοῦ ψεύδη. 14 καὶ οὐκ ἐβόησαν πρός με αἱ καρδίαι αὐτῶν, ἀλλ᾽ ἢ ὠλόλυζον ἐν ταῖς κοίταις αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο. ἐπαιδεύϑησαν ἐν ἐμοί, 15 κἀγὼ κατίσχυσα τοὺς βραχίονας αὐτῶν, καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρά. 16 ἀπεστράϕησαν εἰς οὐϑέν, ἐγένοντο ὡς τόξον ἐντεταμένον· πεσοῦνται ἐν ῥομϕαίᾳ οἱ ἄρχοντες αὐτῶν δι᾽ ἀπαιδευσίαν γλώσσης αὐτῶν· οὗτος ὁ ϕαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ.

Liber Osee prophetæ - Ὠσῆε caput 8

1 Εἰς κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπ᾽ οἶκον κυρίου, ἀνϑ᾽ ὧν παρέβησαν τὴν διαϑήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν. 2 ἐμὲ κεκράξονται Ὁ ϑεός, ἐγνώκαμέν σε. 3 ὅτι Ισραηλ ἀπεστρέψατο ἀγαϑά, ἐχϑρὸν κατεδίωξαν. 4 ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι᾽ ἐμοῦ, ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολεϑρευϑῶσιν. 5 ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παρωξύνϑη ὁ ϑυμός μου ἐπ᾽ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καϑαρισϑῆναι 6 ἐν τῷ Ισραηλ; καὶ αὐτὸ τέκτων ἐποίησεν, καὶ οὐ ϑεός ἐστιν· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια. 7 ὅτι ἀνεμόϕϑορα ἔσπειραν, καὶ ἡ καταστροϕὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταϕάγονται αὐτό. 8 κατεπόϑη Ισραηλ, νῦν ἐγένετο ἐν τοῖς ἔϑνεσιν ὡς σκεῦος ἄχρηστον. 9 ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέϑαλεν καϑ᾽ ἑαυτὸν Εϕραιμ, δῶρα ἠγάπησαν· 10 διὰ τοῦτο παραδοϑήσονται ἐν τοῖς ἔϑνεσιν. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσιν μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας. 11 ὅτι ἐπλήϑυνεν Εϕραιμ ϑυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ ϑυσιαστήρια ἠγαπημένα. 12 καταγράψω αὐτῷ πλῆϑος καὶ τὰ νόμιμα αὐτοῦ, εἰς ἀλλότρια ἐλογίσϑησαν ϑυσιαστήρια τὰ ἠγαπημένα. 13 διότι ἐὰν ϑύσωσιν ϑυσίαν καὶ ϕάγωσιν κρέα, κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησϑήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν· αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάϑαρτα ϕάγονται. 14 καὶ ἐπελάϑετο Ισραηλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ιουδας ἐπλήϑυνεν πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταϕάγεται τὰ ϑεμέλια αὐτῶν.

Liber Osee prophetæ - Ὠσῆε caput 9

1 Μὴ χαῖρε, Ισραηλ, μηδὲ εὐϕραίνου καϑὼς οἱ λαοί· διότι ἐπόρνευσας ἀπὸ τοῦ ϑεοῦ σου, ἠγάπησας δόματα ἐπὶ πάντα ἅλωνα σίτου. 2 ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτούς, καὶ ὁ οἶνος ἐψεύσατο αὐτούς. 3 οὐ κατῴκησαν ἐν τῇ γῇ τοῦ κυρίου· κατῴκησεν Εϕραιμ εἰς Αἴγυπτον, καὶ ἐν Ἀσσυρίοις ἀκάϑαρτα ϕάγονται. 4 οὐκ ἔσπεισαν τῷ κυρίῳ οἶνον καὶ οὐχ ἥδυναν αὐτῷ· αἱ ϑυσίαι αὐτῶν ὡς ἄρτος πένϑους αὐτοῖς, πάντες οἱ ἔσϑοντες αὐτὰ μιανϑήσονται, διότι οἱ ἄρτοι αὐτῶν ταῖς ψυχαῖς αὐτῶν οὐκ εἰσελεύσονται εἰς τὸν οἶκον κυρίου. 5 τί ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέρᾳ ἑορτῆς τοῦ κυρίου; 6 διὰ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμϕις, καὶ ϑάψει αὐτοὺς Μαχμας· τὸ ἀργύριον αὐτῶν ὄλεϑρος κληρονομήσει, ἄκανϑαι ἐν τοῖς σκηνώμασιν αὐτῶν. 7 ἥκασιν αἱ ἡμέραι τῆς ἐκδικήσεως, ἥκασιν αἱ ἡμέραι τῆς ἀνταποδόσεώς σου, καὶ κακωϑήσεται Ισραηλ ὥσπερ ὁ προϕήτης ὁ παρεξεστηκώς, ἄνϑρωπος ὁ πνευματοϕόρος· ὑπὸ τοῦ πλήϑους τῶν ἀδικιῶν σου ἐπληϑύνϑη μανία σου. 8 σκοπὸς Εϕραιμ μετὰ ϑεοῦ· προϕήτης, παγὶς σκολιὰ ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ· μανίαν ἐν οἴκῳ κυρίου κατέπηξαν. 9 ἐϕϑάρησαν κατὰ τὰς ἡμέρας τοῦ βουνοῦ· μνησϑήσεται ἀδικίας αὐτοῦ, ἐκδικήσει ἁμαρτίας αὐτοῦ. 10 Ὡς σταϕυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ισραηλ καὶ ὡς σκοπὸν ἐν συκῇ πρόιμον εἶδον πατέρας αὐτῶν· αὐτοὶ εἰσῆλϑον πρὸς τὸν Βεελϕεγωρ καὶ ἀπηλλοτριώϑησαν εἰς αἰσχύνην, καὶ ἐγένοντο οἱ ἠγαπημένοι ὡς οἱ ἐβδελυγμένοι. 11 Εϕραιμ ὡς ὄρνεον ἐξεπετάσϑη, αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήμψεων· 12 διότι καὶ ἐὰν ἐκϑρέψωσιν τὰ τέκνα αὐτῶν, ἀτεκνωϑήσονται ἐξ ἀνϑρώπων· διότι καὶ οὐαὶ αὐτοῖς ἐστιν, σάρξ μου ἐξ αὐτῶν. 13 Εϕραιμ, ὃν τρόπον εἶδον, εἰς ϑήραν παρέστησαν τὰ τέκνα αὐτῶν, καὶ Εϕραιμ τοῦ ἐξαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ. 14 δὸς αὐτοῖς, κύριε· τί δώσεις αὐτοῖς; δὸς αὐτοῖς μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς. 15 πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γαλγαλ, ὅτι ἐκεῖ αὐτοὺς ἐμίσησα· διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτούς, οὐ μὴ προσϑήσω τοῦ ἀγαπῆσαι αὐτούς· πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειϑοῦντες. 16 ἐπόνεσεν Εϕραιμ, τὰς ῥίζας αὐτοῦ ἐξηράνϑη, καρπὸν οὐκέτι μὴ ἐνέγκῃ· διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιϑυμήματα κοιλίας αὐτῶν. 17 ἀπώσεται αὐτοὺς ὁ ϑεός, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔϑνεσιν.

Liber Osee prophetæ - Ὠσῆε caput 10

1 Ἄμπελος εὐκληματοῦσα Ισραηλ, ὁ καρπὸς αὐτῆς εὐϑηνῶν· κατὰ τὸ πλῆϑος τῶν καρπῶν αὐτοῦ ἐπλήϑυνεν τὰ ϑυσιαστήρια, κατὰ τὰ ἀγαϑὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας. 2 ἐμέρισαν καρδίας αὐτῶν, νῦν ἀϕανισϑήσονται· αὐτὸς κατασκάψει τὰ ϑυσιαστήρια αὐτῶν, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν. 3 διότι νῦν ἐροῦσιν Οὐκ ἔστιν βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐϕοβήϑημεν τὸν κύριον, ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν; 4 λαλῶν ῥήματα προϕάσεις ψευδεῖς διαϑήσεται διαϑήκην· ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ. 5 τῷ μόσχῳ τοῦ οἴκου Ων παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένϑησεν ὁ λαὸς αὐτοῦ ἐπ᾽ αὐτόν· καὶ καϑὼς παρεπίκραναν αὐτόν, ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ, ὅτι μετῳκίσϑη ἀπ᾽ αὐτοῦ. 6 καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ιαριμ· ἐν δόματι Εϕραιμ δέξεται, καὶ αἰσχυνϑήσεται Ισραηλ ἐν τῇ βουλῇ αὐτοῦ. 7 ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς ϕρύγανον ἐπὶ προσώπου ὕδατος. 8 καὶ ἐξαρϑήσονται βωμοὶ Ων, ἁμαρτήματα τοῦ Ισραηλ· ἄκανϑαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ ϑυσιαστήρια αὐτῶν· καὶ ἐροῦσιν τοῖς ὄρεσιν Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐϕ᾽ ἡμᾶς. 9 Ἀϕ οὗ οἱ βουνοί, ἥμαρτεν Ισραηλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας; 10 ἦλϑεν παιδεῦσαι αὐτούς, καὶ συναχϑήσονται ἐπ᾽ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσϑαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν. 11 Εϕραιμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος, ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Εϕραιμ καὶ παρασιωπήσομαι Ιουδαν, ἐνισχύσει αὐτῷ Ιακωβ. 12 σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, ϕωτίσατε ἑαυτοῖς ϕῶς γνώσεως, ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλϑεῖν γενήματα δικαιοσύνης ὑμῖν. 13 ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε, ἐϕάγετε καρπὸν ψευδῆ; ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου, ἐν πλήϑει δυνάμεώς σου. 14 καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάϕισαν. 15 οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ισραηλ, ἀπὸ προσώπου κακιῶν ὑμῶν· ὄρϑρου ἀπερρίϕησαν, ἀπερρίϕη βασιλεὺς Ισραηλ.

Liber Osee prophetæ - Ὠσῆε caput 11

1 Διότι νήπιος Ισραηλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. 2 καϑὼς μετεκάλεσα αὐτούς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου· αὐτοὶ τοῖς Βααλιμ ἔϑυον καὶ τοῖς γλυπτοῖς ἐϑυμίων. 3 καὶ ἐγὼ συνεπόδισα τὸν Εϕραιμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου, καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς. 4 ἐν διαϕϑορᾷ ἀνϑρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνϑρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ· καὶ ἐπιβλέψομαι πρὸς αὐτόν, δυνήσομαι αὐτῷ. 5 κατῴκησεν Εϕραιμ ἐν Αἰγύπτῳ, καὶ Ασσουρ αὐτὸς βασιλεὺς αὐτοῦ, ὅτι οὐκ ἠϑέλησεν ἐπιστρέψαι. 6 καὶ ἠσϑένησεν ῥομϕαία ἐν ταῖς πόλεσιν αὐτοῦ καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ ϕάγονται ἐκ τῶν διαβουλίων αὐτῶν. 7 καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ, καὶ ὁ ϑεὸς ἐπὶ τὰ τίμια αὐτοῦ ϑυμωϑήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν. 8 τί σε διαϑῶ, Εϕραιμ; ὑπερασπιῶ σου, Ισραηλ; τί σε διαϑῶ; ὡς Αδαμα ϑήσομαί σε καὶ ὡς Σεβωιμ; μετεστράϕη ἡ καρδία μου ἐν τῷ αὐτῷ, συνεταράχϑη ἡ μεταμέλειά μου. 9 οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ ϑυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειϕϑῆναι τὸν Εϕραιμ· διότι ϑεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνϑρωπος· ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. 10 ὀπίσω κυρίου πορεύσομαι· ὡς λέων ἐρεύξεται, ὅτι αὐτὸς ὠρύσεται, καὶ ἐκστήσονται τέκνα ὑδάτων. 11 καὶ ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν, λέγει κύριος.

Liber Osee prophetæ - Ὠσῆε caput 12

1 Ἐκύκλωσέν με ἐν ψεύδει Εϕραιμ καὶ ἐν ἀσεβείαις οἶκος Ισραηλ καὶ Ιουδα. νῦν ἔγνω αὐτοὺς ὁ ϑεός, καὶ λαὸς ἅγιος κεκλήσεται ϑεοῦ. 2 ὁ δὲ Εϕραιμ πονηρὸν πνεῦμα, ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν· κενὰ καὶ μάταια ἐπλήϑυνεν καὶ διαϑήκην μετὰ Ἀσσυρίων διέϑετο, καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο. 3 καὶ κρίσις τῷ κυρίῳ πρὸς Ιουδαν τοῦ ἐκδικῆσαι τὸν Ιακωβ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ. 4 ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς ϑεὸν 5 καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσϑη· ἔκλαυσαν καὶ ἐδεήϑησάν μου, ἐν τῷ οἴκῳ Ων εὕροσάν με, καὶ ἐκεῖ ἐλαλήϑη πρὸς αὐτόν. 6 ὁ δὲ κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ. 7 καὶ σὺ ἐν ϑεῷ σου ἐπιστρέψεις· ἔλεον καὶ κρίμα ϕυλάσσου καὶ ἔγγιζε πρὸς τὸν ϑεόν σου διὰ παντός. 8 Χανααν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. 9 καὶ εἶπεν Εϕραιμ Πλὴν πεπλούτηκα, εὕρηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεϑήσονται αὐτῷ δι᾽ ἀδικίας, ἃς ἥμαρτεν. 10 ἐγὼ δὲ κύριος ὁ ϑεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι κατοικιῶ σε ἐν σκηναῖς καϑὼς ἡμέρᾳ ἑορτῆς. 11 καὶ λαλήσω πρὸς προϕήτας, καὶ ἐγὼ ὁράσεις ἐπλήϑυνα καὶ ἐν χερσὶν προϕητῶν ὡμοιώϑην. 12 εἰ μὴ Γαλααδ ἔστιν· ἄρα ψευδεῖς ἦσαν ἐν Γαλγαλ ἄρχοντες ϑυσιάζοντες, καὶ τὰ ϑυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ. 13 καὶ ἀνεχώρησεν Ιακωβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐϕυλάξατο. 14 καὶ ἐν προϕήτῃ ἀνήγαγεν κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου, καὶ ἐν προϕήτῃ διεϕυλάχϑη. 15 ἐϑύμωσεν Εϕραιμ καὶ παρώργισεν, καὶ τὸ αἷμα αὐτοῦ ἐπ᾽ αὐτὸν ἐκχυϑήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος.

Liber Osee prophetæ - Ὠσῆε caput 13

1 Κατὰ τὸν λόγον Εϕραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ισραηλ καὶ ἔϑετο αὐτὰ τῇ Βααλ καὶ ἀπέϑανεν. 2 καὶ προσέϑετο τοῦ ἁμαρτάνειν ἔτι, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ᾽ εἰκόνα εἰδώλων, ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς· αὐτοὶ λέγουσιν Θύσατε ἀνϑρώπους, μόσχοι γὰρ ἐκλελοίπασιν. 3 διὰ τοῦτο ἔσονται ὡς νεϕέλη πρωινὴ καὶ ὡς δρόσος ὀρϑρινὴ πορευομένη, ὥσπερ χνοῦς ἀποϕυσώμενος ἀϕ᾽ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων. 4 ἐγὼ δὲ κύριος ὁ ϑεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσϑαι ὀπίσω αὐτῶν· καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ϑεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ. 5 ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀοικήτῳ 6 κατὰ τὰς νομὰς αὐτῶν. καὶ ἐνεπλήσϑησαν εἰς πλησμονήν, καὶ ὑψώϑησαν αἱ καρδίαι αὐτῶν· ἕνεκα τούτου ἐπελάϑοντό μου. 7 καὶ ἔσομαι αὐτοῖς ὡς πανϑὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων· 8 ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν, καὶ καταϕάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, ϑηρία ἀγροῦ διασπάσει αὐτούς. 9 τῇ διαϕϑορᾷ σου, Ισραηλ, τίς βοηϑήσει; 10 ποῦ ὁ βασιλεύς σου οὗτος; καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου· κρινάτω σε ὃν εἶπας Δός μοι βασιλέα καὶ ἄρχοντα. 11 καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου καὶ ἔσχον ἐν τῷ ϑυμῷ μου 12 συστροϕὴν ἀδικίας. Εϕραιμ, ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ. 13 ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ· οὗτος ὁ υἱός σου οὐ ϕρόνιμος, διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων. 14 ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς καὶ ἐκ ϑανάτου λυτρώσομαι αὐτούς· ποῦ ἡ δίκη σου, ϑάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη; παράκλησις κέκρυπται ἀπὸ ὀϕϑαλμῶν μου. 15 διότι οὗτος ἀνὰ μέσον ἀδελϕῶν διαστελεῖ. ἐπάξει ἄνεμον καύσωνα κύριος ἐκ τῆς ἐρήμου ἐπ᾽ αὐτόν, καὶ ἀναξηρανεῖ τὰς ϕλέβας αὐτοῦ, ἐξερημώσει τὰς πηγὰς αὐτοῦ· αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιϑυμητὰ αὐτοῦ.

Liber Osee prophetæ - Ὠσῆε caput 14

1 ἀϕανισϑήσεται Σαμάρεια, ὅτι ἀντέστη πρὸς τὸν ϑεὸν αὐτῆς· ἐν ῥομϕαίᾳ πεσοῦνται αὐτοί, καὶ τὰ ὑποτίτϑια αὐτῶν ἐδαϕισϑήσονται, καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται. 2 Ἐπιστράϕητι, Ισραηλ, πρὸς κύριον τὸν ϑεόν σου, διότι ἠσϑένησας ἐν ταῖς ἀδικίαις σου. 3 λάβετε μεϑ᾽ ἑαυτῶν λόγους καὶ ἐπιστράϕητε πρὸς κύριον τὸν ϑεὸν ὑμῶν· εἴπατε αὐτῷ ὅπως μὴ λάβητε ἀδικίαν καὶ λάβητε ἀγαϑά, καὶ ἀνταποδώσομεν καρπὸν χειλέων ἡμῶν. 4 Ασσουρ οὐ μὴ σώσῃ ἡμᾶς, ἐϕ᾽ ἵππον οὐκ ἀναβησόμεϑα· οὐκέτι μὴ εἴπωμεν Θεοὶ ἡμῶν, τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν· ὁ ἐν σοὶ ἐλεήσει ὀρϕανόν. 5 ἰάσομαι τὰς κατοικίας αὐτῶν, ἀγαπήσω αὐτοὺς ὁμολόγως, ὅτι ἀπέστρεψεν ἡ ὀργή μου ἀπ᾽ αὐτῶν. 6 ἔσομαι ὡς δρόσος τῷ Ισραηλ, ἀνϑήσει ὡς κρίνον καὶ βαλεῖ τὰς ῥίζας αὐτοῦ ὡς ὁ Λίβανος· 7 πορεύσονται οἱ κλάδοι αὐτοῦ, καὶ ἔσται ὡς ἐλαία κατάκαρπος, καὶ ἡ ὀσϕρασία αὐτοῦ ὡς Λιβάνου· 8 ἐπιστρέψουσιν καὶ καϑιοῦνται ὑπὸ τὴν σκέπην αὐτοῦ, ζήσονται καὶ μεϑυσϑήσονται σίτῳ· καὶ ἐξανϑήσει ὡς ἄμπελος τὸ μνημόσυνον αὐτοῦ, ὡς οἶνος Λιβάνου. 9 τῷ Εϕραιμ, τί αὐτῷ ἔτι καὶ εἰδώλοις; ἐγὼ ἐταπείνωσα αὐτόν, καὶ ἐγὼ κατισχύσω αὐτόν· ἐγὼ ὡς ἄρκευϑος πυκάζουσα, ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. 10 τίς σοϕὸς καὶ συνήσει ταῦτα; ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; διότι εὐϑεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσϑενήσουσιν ἐν αὐταῖς.

Liber Joel prophetæ - Ἰωῆλ

Liber Joel prophetæ - Ἰωῆλ caput 1

1 Λόγος κυρίου, ὃς ἐγενήϑη πρὸς Ιωηλ τὸν τοῦ Βαϑουηλ. 2 Ἀκούσατε δὴ ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασϑε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ὑμῶν ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν; 3 ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασϑε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν. 4 τὰ κατάλοιπα τῆς κάμπης κατέϕαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέϕαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέϕαγεν ἡ ἐρυσίβη. 5 ἐκνήψατε, οἱ μεϑύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· ϑρηνήσατε, πάντες οἱ πίνοντες οἶνον, εἰς μέϑην, ὅτι ἐξῆρται ἐκ στόματος ὑμῶν εὐϕροσύνη καὶ χαρά. 6 ὅτι ἔϑνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίϑμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μύλαι αὐτοῦ σκύμνου· 7 ἔϑετο τὴν ἄμπελόν μου εἰς ἀϕανισμὸν καὶ τὰς συκᾶς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν καὶ ἔρριψεν, ἐλεύκανεν κλήματα αὐτῆς. 8 ϑρήνησον πρός με ὑπὲρ νύμϕην περιεζωσμένην σάκκον ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρϑενικόν. 9 ἐξῆρται ϑυσία καὶ σπονδὴ ἐξ οἴκου κυρίου. πενϑεῖτε, οἱ ἱερεῖς οἱ λειτουργοῦντες ϑυσιαστηρίῳ, 10 ὅτι τεταλαιπώρηκεν τὰ πεδία· πενϑείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν σῖτος, ἐξηράνϑη οἶνος, ὠλιγώϑη ἔλαιον. 11 ἐξηράνϑησαν οἱ γεωργοί· ϑρηνεῖτε, κτήματα, ὑπὲρ πυροῦ καὶ κριϑῆς, ὅτι ἀπόλωλεν τρυγητὸς ἐξ ἀγροῦ· 12 ἡ ἄμπελος ἐξηράνϑη, καὶ αἱ συκαῖ ὠλιγώϑησαν· ῥόα καὶ ϕοῖνιξ καὶ μῆλον καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνϑησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνϑρώπων. 13 περιζώσασϑε καὶ κόπτεσϑε, οἱ ἱερεῖς, ϑρηνεῖτε, οἱ λειτουργοῦντες ϑυσιαστηρίῳ· εἰσέλϑατε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες ϑεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου ϑεοῦ ὑμῶν ϑυσία καὶ σπονδή. 14 ἁγιάσατε νηστείαν, κηρύξατε ϑεραπείαν, συναγάγετε πρεσβυτέρους πάντας κατοικοῦντας γῆν εἰς οἶκον ϑεοῦ ὑμῶν καὶ κεκράξατε πρὸς κύριον ἐκτενῶς 15 Οἴμμοι οἴμμοι οἴμμοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡμέρα κυρίου καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει. 16 κατέναντι τῶν ὀϕϑαλμῶν ὑμῶν βρώματα ἐξωλεϑρεύϑη, ἐξ οἴκου ϑεοῦ ὑμῶν εὐϕροσύνη καὶ χαρά. 17 ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς ϕάτναις αὐτῶν, ἠϕανίσϑησαν ϑησαυροί, κατεσκάϕησαν ληνοί, ὅτι ἐξηράνϑη σῖτος. 18 τί ἀποϑήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχεν νομὴ αὐτοῖς, καὶ τὰ ποίμνια τῶν προβάτων ἠϕανίσϑησαν. 19 πρὸς σέ, κύριε, βοήσομαι, ὅτι πῦρ ἀνήλωσεν τὰ ὡραῖα τῆς ἐρήμου, καὶ ϕλὸξ ἀνῆψεν πάντα τὰ ξύλα τοῦ ἀγροῦ· 20 καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σέ, ὅτι ἐξηράνϑησαν ἀϕέσεις ὑδάτων καὶ πῦρ κατέϕαγεν τὰ ὡραῖα τῆς ἐρήμου.

Liber Joel prophetæ - Ἰωῆλ caput 2

1 Σαλπίσατε σάλπιγγι ἐν Σιων, κηρύξατε ἐν ὄρει ἁγίῳ μου, καὶ συγχυϑήτωσαν πάντες οἱ κατοικοῦντες τὴν γῆν, διότι πάρεστιν ἡμέρα κυρίου, ὅτι ἐγγύς, 2 ἡμέρα σκότους καὶ γνόϕου, ἡμέρα νεϕέλης καὶ ὁμίχλης. ὡς ὄρϑρος χυϑήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος καὶ μετ᾽ αὐτὸν οὐ προστεϑήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν. 3 τὰ ἔμπροσϑεν αὐτοῦ πῦρ ἀναλίσκον, καὶ τὰ ὀπίσω αὐτοῦ ἀναπτομένη ϕλόξ· ὡς παράδεισος τρυϕῆς ἡ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὄπισϑεν αὐτοῦ πεδίον ἀϕανισμοῦ, καὶ ἀνασῳζόμενος οὐκ ἔσται αὐτῷ. 4 ὡς ὅρασις ἵππων ἡ ὄψις αὐτῶν, καὶ ὡς ἱππεῖς οὕτως καταδιώξονται· 5 ὡς ϕωνὴ ἁρμάτων ἐπὶ τὰς κορυϕὰς τῶν ὀρέων ἐξαλοῦνται καὶ ὡς ϕωνὴ ϕλογὸς πυρὸς κατεσϑιούσης καλάμην καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον. 6 ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαοί, πᾶν πρόσωπον ὡς πρόσκαυμα χύτρας. 7 ὡς μαχηταὶ δραμοῦνται καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται ἐπὶ τὰ τείχη, καὶ ἕκαστος ἐν τῇ ὁδῷ αὐτοῦ πορεύσεται, καὶ οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶν, 8 καὶ ἕκαστος ἀπὸ τοῦ ἀδελϕοῦ αὐτοῦ οὐκ ἀϕέξεται· καταβαρυνόμενοι ἐν τοῖς ὅπλοις αὐτῶν πορεύσονται καὶ ἐν τοῖς βέλεσιν αὐτῶν πεσοῦνται καὶ οὐ μὴ συντελεσϑῶσιν. 9 τῆς πόλεως ἐπιλήμψονται καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται καὶ ἐπὶ τὰς οἰκίας ἀναβήσονται καὶ διὰ ϑυρίδων εἰσελεύσονται ὡς κλέπται. 10 πρὸ προσώπου αὐτῶν συγχυϑήσεται ἡ γῆ καὶ σεισϑήσεται ὁ οὐρανός, ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ τὰ ἄστρα δύσουσιν τὸ ϕέγγος αὐτῶν. 11 καὶ κύριος δώσει ϕωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, ὅτι πολλή ἐστιν σϕόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ· διότι μεγάλη ἡ ἡμέρα τοῦ κυρίου, μεγάλη καὶ ἐπιϕανὴς σϕόδρα, καὶ τίς ἔσται ἱκανὸς αὐτῇ; 12 καὶ νῦν λέγει κύριος ὁ ϑεὸς ὑμῶν Ἐπιστράϕητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐν νηστείᾳ καὶ ἐν κλαυϑμῷ καὶ ἐν κοπετῷ· 13 καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν καὶ ἐπιστράϕητε πρὸς κύριον τὸν ϑεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστίν, μακρόϑυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 14 τίς οἶδεν εἰ ἐπιστρέψει καὶ μετανοήσει καὶ ὑπολείψεται ὀπίσω αὐτοῦ εὐλογίαν, ϑυσίαν καὶ σπονδὴν κυρίῳ τῷ ϑεῷ ἡμῶν; 15 σαλπίσατε σάλπιγγι ἐν Σιων, ἁγιάσατε νηστείαν, κηρύξατε ϑεραπείαν, 16 συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασϑε πρεσβυτέρους, συναγάγετε νήπια ϑηλάζοντα μαστούς, ἐξελϑάτω νυμϕίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμϕη ἐκ τοῦ παστοῦ αὐτῆς. 17 ἀνὰ μέσον τῆς κρηπῖδος τοῦ ϑυσιαστηρίου κλαύσονται οἱ ἱερεῖς οἱ λειτουργοῦντες κυρίῳ καὶ ἐροῦσιν Φεῖσαι, κύριε, τοῦ λαοῦ σου καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔϑνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔϑνεσιν Ποῦ ἐστιν ὁ ϑεὸς αὐτῶν; 18 Καὶ ἐζήλωσεν κύριος τὴν γῆν αὐτοῦ καὶ ἐϕείσατο τοῦ λαοῦ αὐτοῦ. 19 καὶ ἀπεκρίϑη κύριος καὶ εἶπεν τῷ λαῷ αὐτοῦ Ἰδοὺ ἐγὼ ἐξαποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, καὶ ἐμπλησϑήσεσϑε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκέτι εἰς ὀνειδισμὸν ἐν τοῖς ἔϑνεσι· 20 καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀϕ᾽ ὑμῶν καὶ ἐξώσω αὐτὸν εἰς γῆν ἄνυδρον καὶ ἀϕανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ϑάλασσαν τὴν πρώτην καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν ϑάλασσαν τὴν ἐσχάτην, καὶ ἀναβήσεται ἡ σαπρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόμος αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ. 21 ϑάρσει, γῆ, χαῖρε καὶ εὐϕραίνου, ὅτι ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι. 22 ϑαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκεν πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκεν τὸν καρπὸν αὐτοῦ, ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. 23 καὶ τὰ τέκνα Σιων, χαίρετε καὶ εὐϕραίνεσϑε ἐπὶ τῷ κυρίῳ ϑεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν τὰ βρώματα εἰς δικαιοσύνην καὶ βρέξει ὑμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον καϑὼς ἔμπροσϑεν, 24 καὶ πλησϑήσονται αἱ ἅλωνες σίτου, καὶ ὑπερεκχυϑήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου. 25 καὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐτῶν, ὧν κατέϕαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπη, ἡ δύναμίς μου ἡ μεγάλη, ἣν ἐξαπέστειλα εἰς ὑμᾶς· 26 καὶ ϕάγεσϑε ἐσϑίοντες καὶ ἐμπλησϑήσεσϑε καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ ϑεοῦ ὑμῶν, ἃ ἐποίησεν μεϑ᾽ ὑμῶν εἰς ϑαυμάσια, καὶ οὐ μὴ καταισχυνϑῇ ὁ λαός μου εἰς τὸν αἰῶνα· 27 καὶ ἐπιγνώσεσϑε ὅτι ἐν μέσῳ τοῦ Ισραηλ ἐγώ εἰμι, καὶ ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ, καὶ οὐ μὴ καταισχυνϑῶσιν οὐκέτι πᾶς ὁ λαός μου εἰς τὸν αἰῶνα.

Liber Joel prophetæ - Ἰωῆλ caput 3

1 Καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προϕητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ ϑυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασϑήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· 2 καὶ ἐπὶ τοὺς δούλους καὶ ἐπὶ τὰς δούλας ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου. 3 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 4 ὁ ἥλιος μεταστραϕήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλϑεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιϕανῆ. 5 καὶ ἔσται πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωϑήσεται· ὅτι ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἔσται ἀνασῳζόμενος, καϑότι εἶπεν κύριος, καὶ εὐαγγελιζόμενοι, οὓς κύριος προσκέκληται.

Liber Joel prophetæ - Ἰωῆλ caput 4

1 Διότι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ιουδα καὶ Ιερουσαλημ, 2 καὶ συνάξω πάντα τὰ ἔϑνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ιωσαϕατ καὶ διακριϑήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ισραηλ, οἳ διεσπάρησαν ἐν τοῖς ἔϑνεσιν· καὶ τὴν γῆν μου καταδιείλαντο 3 καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους καὶ ἔδωκαν τὰ παιδάρια πόρναις καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου καὶ ἔπινον. 4 καὶ τί καὶ ὑμεῖς ἐμοί, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοϕύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; ἢ μνησικακεῖτε ὑμεῖς ἐπ᾽ ἐμοὶ ὀξέως; καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεϕαλὰς ὑμῶν, 5 ἀνϑ᾽ ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν 6 καὶ τοὺς υἱοὺς Ιουδα καὶ τοὺς υἱοὺς Ιερουσαλημ ἀπέδοσϑε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν. 7 ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου, οὗ ἀπέδοσϑε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεϕαλὰς ὑμῶν 8 καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς ϑυγατέρας ὑμῶν εἰς χεῖρας υἱῶν Ιουδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔϑνος μακρὰν ἀπέχον, ὅτι κύριος ἐλάλησεν. 9 Κηρύξατε ταῦτα ἐν τοῖς ἔϑνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητάς· προσαγάγετε καὶ ἀναβαίνετε, πάντες ἄνδρες πολεμισταί. 10 συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομϕαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω ὅτι Ἰσχύω ἐγώ. 11 συναϑροίζεσϑε καὶ εἰσπορεύεσϑε, πάντα τὰ ἔϑνη κυκλόϑεν, καὶ συνάχϑητε ἐκεῖ· ὁ πραὺς ἔστω μαχητής. 12 ἐξεγειρέσϑωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔϑνη εἰς τὴν κοιλάδα Ιωσαϕατ, διότι ἐκεῖ καϑιῶ τοῦ διακρῖναι πάντα τὰ ἔϑνη κυκλόϑεν. 13 ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρύγητος· εἰσπορεύεσϑε πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερεκχεῖται τὰ ὑπολήνια, ὅτι πεπλήϑυνται τὰ κακὰ αὐτῶν. 14 ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης. 15 ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν ϕέγγος αὐτῶν. 16 ὁ δὲ κύριος ἐκ Σιων ἀνακεκράξεται καὶ ἐξ Ιερουσαλημ δώσει ϕωνὴν αὐτοῦ, καὶ σεισϑήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ· ὁ δὲ κύριος ϕείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει κύριος τοὺς υἱοὺς Ισραηλ. 17 καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν Σιων ἐν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ιερουσαλημ πόλις ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι᾽ αὐτῆς οὐκέτι. 18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀϕέσεις Ιουδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων. 19 Αἴγυπτος εἰς ἀϕανισμὸν ἔσται, καὶ ἡ Ιδουμαία εἰς πεδίον ἀϕανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν Ιουδα, ἀνϑ᾽ ὧν ἐξέχεαν αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν. 20 ἡ δὲ Ιουδαία εἰς τὸν αἰῶνα κατοικηϑήσεται καὶ Ιερουσαλημ εἰς γενεὰς γενεῶν. 21 καὶ ἐκδικήσω τὸ αἷμα αὐτῶν καὶ οὐ μὴ ἀϑῳώσω. καὶ κύριος κατασκηνώσει ἐν Σιων.

Liber Amos prophetæ - Ἀμῶς

Liber Amos prophetæ - Ἀμῶς caput 1

1 Λόγοι Αμως, οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ Θεκουε, οὓς εἶδεν ὑπὲρ Ιερουσαλημ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ τοῦ Ιωας βασιλέως Ισραηλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. 2 Καὶ εἶπεν Κύριος ἐκ Σιων ἐϕϑέγξατο καὶ ἐξ Ιερουσαλημ ἔδωκεν ϕωνὴν αὐτοῦ, καὶ ἐπένϑησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνϑη ἡ κορυϕὴ τοῦ Καρμήλου. 3 Καὶ εἶπεν κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ᾽ ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλααδ· 4 καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον Αζαηλ, καὶ καταϕάγεται ϑεμέλια υἱοῦ Αδερ· 5 καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολεϑρεύσω κατοικοῦντας ἐκ πεδίου Ων καὶ κατακόψω ϕυλὴν ἐξ ἀνδρῶν Χαρραν, καὶ αἰχμαλωτευϑήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει κύριος. 6 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμων τοῦ συγκλεῖσαι εἰς τὴν Ιδουμαίαν· 7 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταϕάγεται ϑεμέλια αὐτῆς· 8 καὶ ἐξολεϑρεύσω κατοικοῦντας ἐξ Ἀζώτου, καὶ ἐξαρϑήσεται ϕυλὴ ἐξ Ἀσκαλῶνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ Ακκαρων, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοϕύλων, λέγει κύριος. 9 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτήν, ἀνϑ᾽ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμων εἰς τὴν Ιδουμαίαν καὶ οὐκ ἐμνήσϑησαν διαϑήκης ἀδελϕῶν· 10 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταϕάγεται ϑεμέλια αὐτῆς. 11 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς Ιδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομϕαίᾳ τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον ϕρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐϕύλαξεν εἰς νεῖκος· 12 καὶ ἐξαποστελῶ πῦρ εἰς Θαιμαν, καὶ καταϕάγεται ϑεμέλια τειχέων αὐτῆς. 13 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Αμμων καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ᾽ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσιν τὰ ὅρια αὐτῶν· 14 καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη Ραββα, καὶ καταϕάγεται ϑεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισϑήσεται ἐν ἡμέρᾳ συντελείας αὐτῆς· 15 καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτό, λέγει κύριος.

Liber Amos prophetæ - Ἀμῶς caput 2

1 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Μωαβ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ᾽ ὧν κατέκαυσαν τὰ ὀστᾶ βασιλέως τῆς Ιδουμαίας εἰς κονίαν· 2 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Μωαβ, καὶ καταϕάγεται ϑεμέλια τῶν πόλεων αὐτῆς, καὶ ἀποϑανεῖται ἐν ἀδυναμίᾳ Μωαβ μετὰ κραυγῆς καὶ μετὰ ϕωνῆς σάλπιγγος· 3 καὶ ἐξολεϑρεύσω κριτὴν ἐξ αὐτῆς, καὶ πάντας τοὺς ἄρχοντας αὐτῆς ἀποκτενῶ μετ᾽ αὐτοῦ, λέγει κύριος. 4 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ιουδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἕνεκα τοῦ ἀπώσασϑαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐϕυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν, ἃ ἐποίησαν, οἷς ἐξηκολούϑησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· 5 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ιουδαν, καὶ καταϕάγεται ϑεμέλια Ιερουσαλημ. 6 Τάδε λέγει κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ισραηλ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραϕήσομαι αὐτόν, ἀνϑ᾽ ὧν ἀπέδοντο ἀργυρίου δίκαιον καὶ πένητα ἕνεκεν ὑποδημάτων, 7 τὰ πατοῦντα ἐπὶ τὸν χοῦν τῆς γῆς καὶ ἐκονδύλιζον εἰς κεϕαλὰς πτωχῶν καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν, καὶ υἱὸς καὶ πατὴρ αὐτοῦ εἰσεπορεύοντο πρὸς τὴν αὐτὴν παιδίσκην, ὅπως βεβηλώσωσιν τὸ ὄνομα τοῦ ϑεοῦ αὐτῶν, 8 καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ ϑυσιαστηρίου καὶ οἶνον ἐκ συκοϕαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ ϑεοῦ αὐτῶν. 9 ἐγὼ δὲ ἐξῆρα τὸν Αμορραῖον ἐκ προσώπου αὐτῶν, οὗ ἦν καϑὼς ὕψος κέδρου τὸ ὕψος αὐτοῦ καὶ ἰσχυρὸς ἦν ὡς δρῦς, καὶ ἐξῆρα τὸν καρπὸν αὐτοῦ ἐπάνωϑεν καὶ τὰς ῥίζας αὐτοῦ ὑποκάτωϑεν· 10 καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Αμορραίων· 11 καὶ ἔλαβον ἐκ τῶν υἱῶν ὑμῶν εἰς προϕήτας καὶ ἐκ τῶν νεανίσκων ὑμῶν εἰς ἁγιασμόν· μὴ οὐκ ἔστιν ταῦτα, υἱοὶ Ισραηλ; λέγει κύριος. 12 καὶ ἐποτίζετε τοὺς ἡγιασμένους οἶνον καὶ τοῖς προϕήταις ἐνετέλλεσϑε λέγοντες Οὐ μὴ προϕητεύσητε. 13 διὰ τοῦτο ἰδοὺ ἐγὼ κυλίω ὑποκάτω ὑμῶν, ὃν τρόπον κυλίεται ἡ ἅμαξα ἡ γέμουσα καλάμης· 14 καὶ ἀπολεῖται ϕυγὴ ἐκ δρομέως, καὶ ὁ κραταιὸς οὐ μὴ κρατήσῃ τῆς ἰσχύος αὐτοῦ, καὶ ὁ μαχητὴς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, 15 καὶ ὁ τοξότης οὐ μὴ ὑποστῇ, καὶ ὁ ὀξὺς τοῖς ποσὶν αὐτοῦ οὐ μὴ διασωϑῇ, οὐδὲ ὁ ἱππεὺς οὐ μὴ σώσῃ τὴν ψυχὴν αὐτοῦ, 16 καὶ εὑρήσει τὴν καρδίαν αὐτοῦ ἐν δυναστείαις, ὁ γυμνὸς διώξεται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος.

Liber Amos prophetæ - Ἀμῶς caput 3

1 Ἀκούσατε τὸν λόγον τοῦτον, ὃν ἐλάλησεν κύριος ἐϕ᾽ ὑμᾶς, οἶκος Ισραηλ, καὶ κατὰ πάσης ϕυλῆς, ἧς ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, λέγων 2 Πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν ϕυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐϕ᾽ ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν. 3 εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καϑόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; 4 εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ ϑήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος ϕωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καϑόλου ἐὰν μὴ ἁρπάσῃ τι; 5 εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασϑήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι; 6 εἰ ϕωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηϑήσεται; εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν; 7 διότι οὐ μὴ ποιήσῃ κύριος ὁ ϑεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προϕήτας. 8 λέων ἐρεύξεται, καὶ τίς οὐ ϕοβηϑήσεται; κύριος ὁ ϑεὸς ἐλάλησεν, καὶ τίς οὐ προϕητεύσει; 9 Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου καὶ εἴπατε Συνάχϑητε ἐπὶ τὸ ὄρος Σαμαρείας καὶ ἴδετε ϑαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ· 10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει κύριος, οἱ ϑησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. 11 διὰ τοῦτο τάδε λέγει κύριος ὁ ϑεός Τύρος, κυκλόϑεν ἡ γῆ σου ἐρημωϑήσεται, καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου. 12 τάδε λέγει κύριος Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου, οὕτως ἐκσπασϑήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι ϕυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς. 13 ἀκούσατε καὶ ἐπιμαρτύρασϑε τῷ οἴκῳ Ιακωβ, λέγει κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ, 14 διότι ἐν τῇ ἡμέρᾳ, ὅταν ἐκδικῶ ἀσεβείας τοῦ Ισραηλ ἐπ᾽ αὐτόν, καὶ ἐκδικήσω ἐπὶ τὰ ϑυσιαστήρια Βαιϑηλ, καὶ κατασκαϕήσεται τὰ κέρατα τοῦ ϑυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν· 15 συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν ϑερινόν, καὶ ἀπολοῦνται οἶκοι ἐλεϕάντινοι, καὶ προστεϑήσονται οἶκοι ἕτεροι πολλοί, λέγει κύριος.

Liber Amos prophetæ - Ἀμῶς caput 4

1 Ἀκούσατε τὸν λόγον τοῦτον, δαμάλεις τῆς Βασανίτιδος αἱ ἐν τῷ ὄρει τῆς Σαμαρείας αἱ καταδυναστεύουσαι πτωχοὺς καὶ καταπατοῦσαι πένητας αἱ λέγουσαι τοῖς κυρίοις αὐτῶν Ἐπίδοτε ἡμῖν ὅπως πίωμεν· 2 ὀμνύει κύριος κατὰ τῶν ἁγίων αὐτοῦ Διότι ἰδοὺ ἡμέραι ἔρχονται ἐϕ᾽ ὑμᾶς, καὶ λήμψονται ὑμᾶς ἐν ὅπλοις, καὶ τοὺς μεϑ᾽ ὑμῶν εἰς λέβητας ὑποκαιομένους ἐμβαλοῦσιν ἔμπυροι λοιμοί, 3 καὶ ἐξενεχϑήσεσϑε γυμναὶ κατέναντι ἀλλήλων καὶ ἀπορριϕήσεσϑε εἰς τὸ ὄρος τὸ Ρεμμαν, λέγει κύριος ὁ ϑεός. 4 Εἰσήλϑατε εἰς Βαιϑηλ καὶ ἠνομήσατε καὶ εἰς Γαλγαλα ἐπληϑύνατε τοῦ ἀσεβῆσαι καὶ ἠνέγκατε εἰς τὸ πρωῒ ϑυσίας ὑμῶν, εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα ὑμῶν· 5 καὶ ἀνέγνωσαν ἔξω νόμον καὶ ἐπεκαλέσαντο ὁμολογίας· ἀπαγγείλατε ὅτι ταῦτα ἠγάπησαν οἱ υἱοὶ Ισραηλ, λέγει κύριος ὁ ϑεός. 6 καὶ ἐγὼ δώσω ὑμῖν γομϕιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν ὑμῶν καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν· καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει κύριος. 7 καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τριῶν μηνῶν τοῦ τρυγήτου· καὶ βρέξω ἐπὶ πόλιν μίαν, ἐπὶ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μία βραχήσεται, καὶ μερίς, ἐϕ᾽ ἣν οὐ βρέξω ἐπ᾽ αὐτήν, ξηρανϑήσεται· 8 καὶ συναϑροισϑήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησϑῶσιν· καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει κύριος. 9 ἐπάταξα ὑμᾶς ἐν πυρώσει καὶ ἐν ἰκτέρῳ· ἐπληϑύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν καὶ συκῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέϕαγεν ἡ κάμπη· καὶ οὐδ᾽ ὧς ἐπεστρέψατε πρός με, λέγει κύριος. 10 ἐξαπέστειλα εἰς ὑμᾶς ϑάνατον ἐν ὁδῷ Αἰγύπτου καὶ ἀπέκτεινα ἐν ῥομϕαίᾳ τοὺς νεανίσκους ὑμῶν μετὰ αἰχμαλωσίας ἵππων σου καὶ ἀνήγαγον ἐν πυρὶ τὰς παρεμβολὰς ὑμῶν ἐν τῇ ὀργῇ μου· καὶ οὐδ᾽ ὧς ἐπεστρέψατε πρός με, λέγει κύριος. 11 κατέστρεψα ὑμᾶς, καϑὼς κατέστρεψεν ὁ ϑεὸς Σοδομα καὶ Γομορρα, καὶ ἐγένεσϑε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός· καὶ οὐδ᾽ ὧς ἐπεστρέψατε πρός με, λέγει κύριος. 12 διὰ τοῦτο οὕτως ποιήσω σοι, Ισραηλ· πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου τοῦ ἐπικαλεῖσϑαι τὸν ϑεόν σου, Ισραηλ. 13 διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνϑρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρϑρον καὶ ὁμίχλην καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς· κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

Liber Amos prophetæ - Ἀμῶς caput 5

1 Ἀκούσατε τὸν λόγον κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐϕ᾽ ὑμᾶς ϑρῆνον, οἶκος Ισραηλ 2 Ἔπεσεν οὐκέτι μὴ προσϑῇ τοῦ ἀναστῆναι παρϑένος τοῦ Ισραηλ· ἔσϕαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν. 3 διότι τάδε λέγει κύριος κύριος Ἡ πόλις, ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, ὑπολειϕϑήσονται ἑκατόν, καὶ ἐξ ἧς ἐξεπορεύοντο ἑκατόν, ὑπολειϕϑήσονται δέκα τῷ οἴκῳ Ισραηλ. 4 διότι τάδε λέγει κύριος πρὸς τὸν οἶκον Ισραηλ Ἐκζητήσατέ με καὶ ζήσεσϑε· 5 καὶ μὴ ἐκζητεῖτε Βαιϑηλ καὶ εἰς Γαλγαλα μὴ εἰσπορεύεσϑε καὶ ἐπὶ τὸ ϕρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευϑήσεται, καὶ Βαιϑηλ ἔσται ὡς οὐχ ὑπάρχουσα· 6 ἐκζητήσατε τὸν κύριον καὶ ζήσατε, ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ιωσηϕ, καὶ καταϕάγεται αὐτόν, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ισραηλ. 7 κύριος ὁ ποιῶν εἰς ὕψος κρίμα καὶ δικαιοσύνην εἰς γῆν ἔϑηκεν, 8 ποιῶν πάντα καὶ μετασκευάζων καὶ ἐκτρέπων εἰς τὸ πρωῒ σκιὰν ϑανάτου καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς ϑαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς, κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ· 9 ὁ διαιρῶν συντριμμὸν ἐπ᾽ ἰσχὺν καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων. 10 ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο. 11 διὰ τοῦτο ἀνϑ᾽ ὧν κατεκονδυλίζετε πτωχοὺς καὶ δῶρα ἐκλεκτὰ ἐδέξασϑε παρ᾽ αὐτῶν, οἴκους ξυστοὺς ᾠκοδομήσατε καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, ἀμπελῶνας ἐπιϑυμητοὺς ἐϕυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον ἐξ αὐτῶν. 12 ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. 13 διὰ τοῦτο ὁ συνίων ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστιν. 14 ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρόν, ὅπως ζήσητε· καὶ ἔσται οὕτως μεϑ᾽ ὑμῶν κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ, ὃν τρόπον εἴπατε 15 Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά· καὶ ἀποκαταστήσατε ἐν πύλαις κρίμα, ὅπως ἐλεήσῃ κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ιωσηϕ. 16 διὰ τοῦτο τάδε λέγει κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετός, καὶ ἐν πάσαις ὁδοῖς ῥηϑήσεται Οὐαὶ οὐαί· κληϑήσεται γεωργὸς εἰς πένϑος καὶ κοπετὸν καὶ εἰς εἰδότας ϑρῆνον, 17 καὶ ἐν πάσαις ὁδοῖς κοπετός, διότι διελεύσομαι διὰ μέσου σου, εἶπεν κύριος. 18 Οὐαὶ οἱ ἐπιϑυμοῦντες τὴν ἡμέραν κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ ἡμέρα τοῦ κυρίου; καὶ αὐτή ἐστιν σκότος καὶ οὐ ϕῶς, 19 ὃν τρόπον ὅταν ϕύγῃ ἄνϑρωπος ἐκ προσώπου τοῦ λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπερείσηται τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον καὶ δάκῃ αὐτὸν ὁ ὄϕις. 20 οὐχὶ σκότος ἡ ἡμέρα τοῦ κυρίου καὶ οὐ ϕῶς; καὶ γνόϕος οὐκ ἔχων ϕέγγος αὐτῇ. 21 μεμίσηκα ἀπῶσμαι ἑορτὰς ὑμῶν καὶ οὐ μὴ ὀσϕρανϑῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· 22 διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ ϑυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτά, καὶ σωτηρίου ἐπιϕανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. 23 μετάστησον ἀπ᾽ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι· 24 καὶ κυλισϑήσεται ὡς ὕδωρ κρίμα καὶ δικαιοσύνη ὡς χειμάρρους ἄβατος. 25 μὴ σϕάγια καὶ ϑυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ισραηλ; 26 καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολοχ καὶ τὸ ἄστρον τοῦ ϑεοῦ ὑμῶν Ραιϕαν, τοὺς τύπους αὐτῶν, οὓς ἐποιήσατε ἑαυτοῖς. 27 καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει κύριος, ὁ ϑεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.

Liber Amos prophetæ - Ἀμῶς caput 6

1 Οὐαὶ τοῖς ἐξουϑενοῦσιν Σιων καὶ τοῖς πεποιϑόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας· ἀπετρύγησαν ἀρχὰς ἐϑνῶν, καὶ εἰσῆλϑον αὐτοί. οἶκος τοῦ Ισραηλ, 2 διάβητε πάντες καὶ ἴδετε καὶ διέλϑατε ἐκεῖϑεν εἰς Εμαϑ Ραββα καὶ κατάβητε ἐκεῖϑεν εἰς Γεϑ ἀλλοϕύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλειῶν τούτων, εἰ πλέονα τὰ ὅρια αὐτῶν ἐστιν τῶν ὑμετέρων ὁρίων. 3 οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἐϕαπτόμενοι σαββάτων ψευδῶν, 4 οἱ καϑεύδοντες ἐπὶ κλινῶν ἐλεϕαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν καὶ ἔσϑοντες ἐρίϕους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαϑηνά, 5 οἱ ἐπικροτοῦντες πρὸς τὴν ϕωνὴν τῶν ὀργάνων ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς ϕεύγοντα· 6 οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ιωσηϕ. 7 διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ᾽ ἀρχῆς δυναστῶν, καὶ ἐξαρϑήσεται χρεμετισμὸς ἵππων ἐξ Εϕραιμ. 8 ὅτι ὤμοσεν κύριος καϑ᾽ ἑαυτοῦ Διότι βδελύσσομαι ἐγὼ πᾶσαν τὴν ὕβριν Ιακωβ καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα, καὶ ἐξαρῶ πόλιν σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν· 9 καὶ ἔσται ἐὰν ὑπολειϕϑῶσιν δέκα ἄνδρες ἐν οἰκίᾳ μιᾷ, καὶ ἀποϑανοῦνται, καὶ ὑπολειϕϑήσονται οἱ κατάλοιποι, 10 καὶ λήμψονται οἱ οἰκεῖοι αὐτῶν καὶ παραβιῶνται τοῦ ἐξενέγκαι τὰ ὀστᾶ αὐτῶν ἐκ τοῦ οἴκου· καὶ ἐρεῖ τοῖς προεστηκόσι τῆς οἰκίας Εἰ ἔτι ὑπάρχει παρὰ σοί; καὶ ἐρεῖ Οὐκέτι· καὶ ἐρεῖ Σίγα, ἕνεκα τοῦ μὴ ὀνομάσαι τὸ ὄνομα κυρίου. 11 διότι ἰδοὺ κύριος ἐντέλλεται καὶ πατάξει τὸν οἶκον τὸν μέγαν ϑλάσμασιν καὶ τὸν οἶκον τὸν μικρὸν ῥάγμασιν. 12 εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν ϑηλείαις; ὅτι ὑμεῖς ἐξεστρέψατε εἰς ϑυμὸν κρίμα καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν, 13 οἱ εὐϕραινόμενοι ἐπ᾽ οὐδενὶ λόγῳ, οἱ λέγοντες Οὐκ ἐν τῇ ἰσχύι ἡμῶν ἔσχομεν κέρατα; 14 διότι ἰδοὺ ἐγὼ ἐπεγείρω ἐϕ᾽ ὑμᾶς, οἶκος τοῦ Ισραηλ, ἔϑνος, καὶ ἐκϑλίψουσιν ὑμᾶς τοῦ μὴ εἰσελϑεῖν εἰς Εμαϑ καὶ ἕως τοῦ χειμάρρου τῶν δυσμῶν.

Liber Amos prophetæ - Ἀμῶς caput 7

1 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωϑινή, καὶ ἰδοὺ βροῦχος εἷς Γωγ ὁ βασιλεύς. 2 καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταϕαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα Κύριε κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν· 3 μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐκ ἔσται, λέγει κύριος. 4 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος, καὶ κατέϕαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέϕαγεν τὴν μερίδα. 5 καὶ εἶπα Κύριε κύριε, κόπασον δή· τίς ἀναστήσει τὸν Ιακωβ; ὅτι ὀλιγοστός ἐστιν· 6 μετανόησον, κύριε, ἐπὶ τούτῳ. Καὶ τοῦτο οὐ μὴ γένηται, λέγει κύριος. 7 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. 8 καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Αμως; καὶ εἶπα Ἀδάμαντα. καὶ εἶπεν κύριος πρός με Ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ισραηλ, οὐκέτι μὴ προσϑῶ τοῦ παρελϑεῖν αὐτόν· 9 καὶ ἀϕανισϑήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ισραηλ ἐξερημωϑήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ιεροβοαμ ἐν ῥομϕαίᾳ. 10 Καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιϑηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων Συστροϕὰς ποιεῖται κατὰ σοῦ Αμως ἐν μέσῳ οἴκου Ισραηλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ· 11 διότι τάδε λέγει Αμως Ἐν ῥομϕαίᾳ τελευτήσει Ιεροβοαμ, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχϑήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. 12 καὶ εἶπεν Αμασιας πρὸς Αμως Ὁ ὁρῶν, βάδιζε ἐκχώρησον εἰς γῆν Ιουδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προϕητεύσεις· 13 εἰς δὲ Βαιϑηλ οὐκέτι μὴ προσϑῇς τοῦ προϕητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν. 14 καὶ ἀπεκρίϑη Αμως καὶ εἶπεν πρὸς Αμασιαν Οὐκ ἤμην προϕήτης ἐγὼ οὐδὲ υἱὸς προϕήτου, ἀλλ᾽ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα· 15 καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπεν κύριος πρός με Βάδιζε προϕήτευσον ἐπὶ τὸν λαόν μου Ισραηλ. 16 καὶ νῦν ἄκουε λόγον κυρίου Σὺ λέγεις Μὴ προϕήτευε ἐπὶ τὸν Ισραηλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ιακωβ· 17 διὰ τοῦτο τάδε λέγει κύριος Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ ϑυγατέρες σου ἐν ῥομϕαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηϑήσεται, καὶ σὺ ἐν γῇ ἀκαϑάρτῳ τελευτήσεις, ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχϑήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.

Liber Amos prophetæ - Ἀμῶς caput 8

1 Οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ. 2 καὶ εἶπεν Τί σὺ βλέπεις, Αμως; καὶ εἶπα Ἄγγος ἰξευτοῦ. καὶ εἶπεν κύριος πρός με Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ, οὐκέτι μὴ προσϑῶ τοῦ παρελϑεῖν αὐτόν· 3 καὶ ὀλολύξει τὰ ϕατνώματα τοῦ ναοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν. 4 Ἀκούσατε δὴ ταῦτα, οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, 5 οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν ϑησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάϑμια καὶ ποιῆσαι ζυγὸν ἄδικον 6 τοῦ κτᾶσϑαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεϑα; 7 ὀμνύει κύριος καϑ᾽ ὑπερηϕανίας Ιακωβ Εἰ ἐπιλησϑήσεται εἰς νεῖκος πάντα τὰ ἔργα ὑμῶν. 8 καὶ ἐπὶ τούτοις οὐ ταραχϑήσεται ἡ γῆ, καὶ πενϑήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου. 9 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος ὁ ϑεός, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ ϕῶς· 10 καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένϑος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς ϑρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσϕὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεϕαλὴν ϕαλάκρωμα καὶ ϑήσομαι αὐτὸν ὡς πένϑος ἀγαπητοῦ καὶ τοὺς μετ᾽ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. 11 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου· 12 καὶ σαλευϑήσονται ὕδατα ἕως ϑαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν. 13 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρϑένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει 14 οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες Ζῇ ὁ ϑεός σου, Δαν, καὶ ζῇ ὁ ϑεός σου, Βηρσαβεε· καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.

Liber Amos prophetæ - Ἀμῶς caput 9

1 Εἶδον τὸν κύριον ἐϕεστῶτα ἐπὶ τοῦ ϑυσιαστηρίου, καὶ εἶπεν Πάταξον ἐπὶ τὸ ἱλαστήριον καὶ σεισϑήσεται τὰ πρόπυλα καὶ διάκοψον εἰς κεϕαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῶν ἐν ῥομϕαίᾳ ἀποκτενῶ, οὐ μὴ διαϕύγῃ ἐξ αὐτῶν ϕεύγων, καὶ οὐ μὴ διασωϑῇ ἐξ αὐτῶν ἀνασῳζόμενος. 2 ἐὰν κατορυγῶσιν εἰς ᾅδου, ἐκεῖϑεν ἡ χείρ μου ἀνασπάσει αὐτούς· καὶ ἐὰν ἀναβῶσιν εἰς τὸν οὐρανόν, ἐκεῖϑεν κατάξω αὐτούς· 3 ἐὰν ἐγκρυβῶσιν εἰς τὴν κορυϕὴν τοῦ Καρμήλου, ἐκεῖϑεν ἐξερευνήσω καὶ λήμψομαι αὐτούς· καὶ ἐὰν καταδύσωσιν ἐξ ὀϕϑαλμῶν μου εἰς τὰ βάϑη τῆς ϑαλάσσης, ἐκεῖ ἐντελοῦμαι τῷ δράκοντι καὶ δήξεται αὐτούς· 4 καὶ ἐὰν πορευϑῶσιν ἐν αἰχμαλωσίᾳ πρὸ προσώπου τῶν ἐχϑρῶν αὐτῶν, ἐκεῖ ἐντελοῦμαι τῇ ῥομϕαίᾳ καὶ ἀποκτενεῖ αὐτούς· καὶ στηριῶ τοὺς ὀϕϑαλμούς μου ἐπ᾽ αὐτοὺς εἰς κακὰ καὶ οὐκ εἰς ἀγαϑά. 5 καὶ κύριος κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ, ὁ ἐϕαπτόμενος τῆς γῆς καὶ σαλεύων αὐτήν, καὶ πενϑήσουσιν πάντες οἱ κατοικοῦντες αὐτήν, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια αὐτῆς καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου· 6 ὁ οἰκοδομῶν εἰς τὸν οὐρανὸν ἀνάβασιν αὐτοῦ καὶ τὴν ἐπαγγελίαν αὐτοῦ ἐπὶ τῆς γῆς ϑεμελιῶν, ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς ϑαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς· κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. 7 οὐχ ὡς υἱοὶ Αἰϑιόπων ὑμεῖς ἐστε ἐμοί, υἱοὶ Ισραηλ; λέγει κύριος. οὐ τὸν Ισραηλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοϕύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόϑρου; 8 Ἰδοὺ οἱ ὀϕϑαλμοὶ κυρίου τοῦ ϑεοῦ ἐπὶ τὴν βασιλείαν τῶν ἁμαρτωλῶν καὶ ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς· πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ιακωβ, λέγει κύριος. 9 διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔϑνεσιν τὸν οἶκον τοῦ Ισραηλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν. 10 ἐν ῥομϕαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ μου οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ᾽ οὐ μὴ γένηται ἐϕ᾽ ἡμᾶς τὰ κακά. 11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυιδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καϑὼς αἱ ἡμέραι τοῦ αἰῶνος, 12 ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνϑρώπων καὶ πάντα τὰ ἔϑνη, ἐϕ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει κύριος ὁ ϑεὸς ὁ ποιῶν ταῦτα. 13 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ καταλήμψεται ὁ ἀλοητὸς τὸν τρύγητον, καὶ περκάσει ἡ σταϕυλὴ ἐν τῷ σπόρῳ, καὶ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ πάντες οἱ βουνοὶ σύμϕυτοι ἔσονται· 14 καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν λαοῦ μου Ισραηλ, καὶ οἰκοδομήσουσιν πόλεις τὰς ἠϕανισμένας καὶ κατοικήσουσιν καὶ καταϕυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν καὶ ϕυτεύσουσιν κήπους καὶ ϕάγονται τὸν καρπὸν αὐτῶν· 15 καὶ καταϕυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν, καὶ οὐ μὴ ἐκσπασϑῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν, ἧς ἔδωκα αὐτοῖς, λέγει κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ.

Liber Abdiæ prophetæ - Ἀβδίας

1 Ὅρασις Αβδιου. Τάδε λέγει κύριος ὁ ϑεὸς τῇ Ιδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔϑνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ᾽ αὐτὴν εἰς πόλεμον. 2 ἰδοὺ ὀλιγοστὸν δέδωκά σε ἐν τοῖς ἔϑνεσιν, ἠτιμωμένος σὺ εἶ σϕόδρα. 3 ὑπερηϕανία τῆς καρδίας σου ἐπῆρέν σε κατασκηνοῦντα ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψῶν κατοικίαν αὐτοῦ λέγων ἐν καρδίᾳ αὐτοῦ Τίς με κατάξει ἐπὶ τὴν γῆν; 4 ἐὰν μετεωρισϑῇς ὡς ἀετὸς καὶ ἐὰν ἀνὰ μέσον τῶν ἄστρων ϑῇς νοσσιάν σου, ἐκεῖϑεν κατάξω σε, λέγει κύριος. 5 εἰ κλέπται εἰσῆλϑον πρὸς σὲ ἢ λῃσταὶ νυκτός, ποῦ ἂν ἀπερρίϕης; οὐκ ἂν ἔκλεψαν τὰ ἱκανὰ ἑαυτοῖς; καὶ εἰ τρυγηταὶ εἰσῆλϑον πρὸς σέ, οὐκ ἂν ὑπελίποντο ἐπιϕυλλίδα; 6 πῶς ἐξηρευνήϑη Ησαυ καὶ κατελήμϕϑη αὐτοῦ τὰ κεκρυμμένα. 7 ἕως τῶν ὁρίων σου ἐξαπέστειλάν σε πάντες οἱ ἄνδρες τῆς διαϑήκης σου, ἀντέστησάν σοι ἠδυνάσϑησαν πρὸς σὲ ἄνδρες εἰρηνικοί σου, ἔϑηκαν ἔνεδρα ὑποκάτω σου, οὐκ ἔστιν σύνεσις αὐτοῖς. 8 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἀπολῶ σοϕοὺς ἐκ τῆς Ιδουμαίας καὶ σύνεσιν ἐξ ὄρους Ησαυ· 9 καὶ πτοηϑήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαιμαν, ὅπως ἐξαρϑῇ ἄνϑρωπος ἐξ ὄρους Ησαυ 10 διὰ τὴν σϕαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελϕόν σου Ιακωβ, καὶ καλύψει σε αἰσχύνη καὶ ἐξαρϑήσῃ εἰς τὸν αἰῶνα. 11 Ἀϕ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλϑον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ιερουσαλημ ἔβαλον κλήρους, καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν. 12 καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελϕοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ιουδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν καὶ μὴ μεγαλορρημονήσῃς ἐν ἡμέρᾳ ϑλίψεως· 13 μηδὲ εἰσέλϑῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συναγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέϑρου αὐτῶν μηδὲ συνεπιϑῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· 14 μηδὲ ἐπιστῇς ἐπὶ τὰς διεκβολὰς αὐτῶν τοῦ ἐξολεϑρεῦσαι τοὺς ἀνασῳζομένους αὐτῶν μηδὲ συγκλείσῃς τοὺς ϕεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ ϑλίψεως. 15 διότι ἐγγὺς ἡμέρα κυρίου ἐπὶ πάντα τὰ ἔϑνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοϑήσεται εἰς κεϕαλήν σου· 16 διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔϑνη οἶνον· πίονται καὶ καταβήσονται καὶ ἔσονται καϑὼς οὐχ ὑπάρχοντες. 17 Ἐν δὲ τῷ ὄρει Σιων ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον· καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ιακωβ τοὺς κατακληρονομήσαντας αὐτούς. 18 καὶ ἔσται ὁ οἶκος Ιακωβ πῦρ, ὁ δὲ οἶκος Ιωσηϕ ϕλόξ, ὁ δὲ οἶκος Ησαυ εἰς καλάμην, καὶ ἐκκαυϑήσονται εἰς αὐτοὺς καὶ καταϕάγονται αὐτούς, καὶ οὐκ ἔσται πυροϕόρος ἐν τῷ οἴκῳ Ησαυ, διότι κύριος ἐλάλησεν. 19 καὶ κατακληρονομήσουσιν οἱ ἐν Ναγεβ τὸ ὄρος τὸ Ησαυ καὶ οἱ ἐν τῇ Σεϕηλα τοὺς ἀλλοϕύλους καὶ κατακληρονομήσουσιν τὸ ὄρος Εϕραιμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμιν καὶ τὴν Γαλααδῖτιν. 20 καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη· τοῖς υἱοῖς Ισραηλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτων καὶ ἡ μετοικεσία Ιερουσαλημ ἕως Εϕραϑα, καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ Ναγεβ. 21 καὶ ἀναβήσονται ἄνδρες σεσῳσμένοι ἐξ ὄρους Σιων τοῦ ἐκδικῆσαι τὸ ὄρος Ησαυ, καὶ ἔσται τῷ κυρίῳ ἡ βασιλεία.

Liber Jonæ prophetæ - Ἰωνάς

Liber Jonæ prophetæ - Ἰωνάς caput 1

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν τὸν τοῦ Αμαϑι λέγων 2 Ἀνάστηϑι καὶ πορεύϑητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ, ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρός με. 3 καὶ ἀνέστη Ιωνας τοῦ ϕυγεῖν εἰς Θαρσις ἐκ προσώπου κυρίου καὶ κατέβη εἰς Ιοππην καὶ εὗρεν πλοῖον βαδίζον εἰς Θαρσις καὶ ἔδωκεν τὸ ναῦλον αὐτοῦ καὶ ἐνέβη εἰς αὐτὸ τοῦ πλεῦσαι μετ᾽ αὐτῶν εἰς Θαρσις ἐκ προσώπου κυρίου. 4 καὶ κύριος ἐξήγειρεν πνεῦμα εἰς τὴν ϑάλασσαν, καὶ ἐγένετο κλύδων μέγας ἐν τῇ ϑαλάσσῃ, καὶ τὸ πλοῖον ἐκινδύνευεν συντριβῆναι. 5 καὶ ἐϕοβήϑησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν ϑεὸν αὐτῶν καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν ϑάλασσαν τοῦ κουϕισϑῆναι ἀπ᾽ αὐτῶν· Ιωνας δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου καὶ ἐκάϑευδεν καὶ ἔρρεγχεν. 6 καὶ προσῆλϑεν πρὸς αὐτὸν ὁ πρωρεὺς καὶ εἶπεν αὐτῷ Τί σὺ ῥέγχεις; ἀνάστα καὶ ἐπικαλοῦ τὸν ϑεόν σου, ὅπως διασώσῃ ὁ ϑεὸς ἡμᾶς καὶ μὴ ἀπολώμεϑα. 7 καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Δεῦτε βάλωμεν κλήρους καὶ ἐπιγνῶμεν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ιωναν. 8 καὶ εἶπον πρὸς αὐτόν Ἀπάγγειλον ἡμῖν τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν. τίς σου ἡ ἐργασία ἐστίν; καὶ πόϑεν ἔρχῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ; 9 καὶ εἶπεν πρὸς αὐτούς Δοῦλος κυρίου ἐγώ εἰμι καὶ τὸν κύριον ϑεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησεν τὴν ϑάλασσαν καὶ τὴν ξηράν. 10 καὶ ἐϕοβήϑησαν οἱ ἄνδρες ϕόβον μέγαν καὶ εἶπαν πρὸς αὐτόν Τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου κυρίου ἦν ϕεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς. 11 καὶ εἶπαν πρὸς αὐτόν Τί σοι ποιήσωμεν καὶ κοπάσει ἡ ϑάλασσα ἀϕ᾽ ἡμῶν; ὅτι ἡ ϑάλασσα ἐπορεύετο καὶ ἐξήγειρεν μᾶλλον κλύδωνα. 12 καὶ εἶπεν Ιωνας πρὸς αὐτούς Ἄρατέ με καὶ ἐμβάλετέ με εἰς τὴν ϑάλασσαν, καὶ κοπάσει ἡ ϑάλασσα ἀϕ᾽ ὑμῶν· διότι ἔγνωκα ἐγὼ ὅτι δι᾽ ἐμὲ ὁ κλύδων ὁ μέγας οὗτος ἐϕ᾽ ὑμᾶς ἐστιν. 13 καὶ παρεβιάζοντο οἱ ἄνδρες τοῦ ἐπιστρέψαι πρὸς τὴν γῆν καὶ οὐκ ἠδύναντο, ὅτι ἡ ϑάλασσα ἐπορεύετο καὶ ἐξηγείρετο μᾶλλον ἐπ᾽ αὐτούς. 14 καὶ ἀνεβόησαν πρὸς κύριον καὶ εἶπαν Μηδαμῶς, κύριε, μὴ ἀπολώμεϑα ἕνεκεν τῆς ψυχῆς τοῦ ἀνϑρώπου τούτου, καὶ μὴ δῷς ἐϕ᾽ ἡμᾶς αἷμα δίκαιον, ὅτι σύ, κύριε, ὃν τρόπον ἐβούλου πεποίηκας. 15 καὶ ἔλαβον τὸν Ιωναν καὶ ἐξέβαλον αὐτὸν εἰς τὴν ϑάλασσαν, καὶ ἔστη ἡ ϑάλασσα ἐκ τοῦ σάλου αὐτῆς. 16 καὶ ἐϕοβήϑησαν οἱ ἄνδρες ϕόβῳ μεγάλῳ τὸν κύριον καὶ ἔϑυσαν ϑυσίαν τῷ κυρίῳ καὶ εὔξαντο εὐχάς.

Liber Jonæ prophetæ - Ἰωνάς caput 2

1 Καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν· καὶ ἦν Ιωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 2 καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν ϑεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους 3 καὶ εἶπεν Ἐβόησα ἐν ϑλίψει μου πρὸς κύριον τὸν ϑεόν μου, καὶ εἰς ήκουσέν μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας ϕωνῆς μου. 4 ἀπέρριψάς με εἰς βάϑη καρδίας ϑαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλϑον. 5 καὶ ἐγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀϕϑαλμῶν σου· ἆρα προσϑήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου; 6 περιεχύϑη ὕδωρ μοι ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεϕαλή μου εἰς σχισμὰς ὀρέων. 7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ϕϑορὰ ζωῆς μου, κύριε ὁ ϑεός μου. 8 ἐν τῷ ἐκλείπειν ἀπ᾽ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσϑην, καὶ ἔλϑοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου. 9 ϕυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον. 10 ἐγὼ δὲ μετὰ ϕωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως ϑύσω σοι· ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ. 11 καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ιωναν ἐπὶ τὴν ξηράν.

Liber Jonæ prophetæ - Ἰωνάς caput 3

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιωναν ἐκ δευτέρου λέγων 2 Ἀνάστηϑι καὶ πορεύϑητι εἰς Νινευη τὴν πόλιν τὴν μεγάλην καὶ κήρυξον ἐν αὐτῇ κατὰ τὸ κήρυγμα τὸ ἔμπροσϑεν, ὃ ἐγὼ ἐλάλησα πρὸς σέ. 3 καὶ ἀνέστη Ιωνας καὶ ἐπορεύϑη εἰς Νινευη, καϑὼς ἐλάλησεν κύριος· ἡ δὲ Νινευη ἦν πόλις μεγάλη τῷ ϑεῷ ὡσεὶ πορείας ὁδοῦ ἡμερῶν τριῶν. 4 καὶ ἤρξατο Ιωνας τοῦ εἰσελϑεῖν εἰς τὴν πόλιν ὡσεὶ πορείαν ἡμέρας μιᾶς καὶ ἐκήρυξεν καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευη καταστραϕήσεται. 5 καὶ ἐνεπίστευσαν οἱ ἄνδρες Νινευη τῷ ϑεῷ καὶ ἐκήρυξαν νηστείαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μεγάλου αὐτῶν ἕως μικροῦ αὐτῶν. 6 καὶ ἤγγισεν ὁ λόγος πρὸς τὸν βασιλέα τῆς Νινευη, καὶ ἐξανέστη ἀπὸ τοῦ ϑρόνου αὐτοῦ καὶ περιείλατο τὴν στολὴν αὐτοῦ ἀϕ᾽ ἑαυτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐκάϑισεν ἐπὶ σποδοῦ. 7 καὶ ἐκηρύχϑη καὶ ἐρρέϑη ἐν τῇ Νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων Οἱ ἄνϑρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσϑωσαν μηδὲν μηδὲ νεμέσϑωσαν μηδὲ ὕδωρ πιέτωσαν. 8 καὶ περιεβάλοντο σάκκους οἱ ἄνϑρωποι καὶ τὰ κτήνη, καὶ ἀνεβόησαν πρὸς τὸν ϑεὸν ἐκτενῶς· καὶ ἀπέστρεψαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες 9 Τίς οἶδεν εἰ μετανοήσει ὁ ϑεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς ϑυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεϑα; 10 καὶ εἶδεν ὁ ϑεὸς τὰ ἔργα αὐτῶν, ὅτι ἀπέστρεψαν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ μετενόησεν ὁ ϑεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησεν τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.

Liber Jonæ prophetæ - Ἰωνάς caput 4

1 Καὶ ἐλυπήϑη Ιωνας λύπην μεγάλην καὶ συνεχύϑη. 2 καὶ προσεύξατο πρὸς κύριον καὶ εἶπεν Ὦ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέϕϑασα τοῦ ϕυγεῖν εἰς Θαρσις, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόϑυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. 3 καὶ νῦν, δέσποτα κύριε, λαβὲ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποϑανεῖν με ἢ ζῆν με. 4 καὶ εἶπεν κύριος πρὸς Ιωναν Εἰ σϕόδρα λελύπησαι σύ; 5 καὶ ἐξῆλϑεν Ιωνας ἐκ τῆς πόλεως καὶ ἐκάϑισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάϑητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει. 6 καὶ προσέταξεν κύριος ὁ ϑεὸς κολοκύνϑῃ, καὶ ἀνέβη ὑπὲρ κεϕαλῆς τοῦ Ιωνα τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεϕαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ιωνας ἐπὶ τῇ κολοκύνϑῃ χαρὰν μεγάλην. 7 καὶ προσέταξεν ὁ ϑεὸς σκώληκι ἑωϑινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξεν τὴν κολόκυνϑαν, καὶ ἀπεξηράνϑη. 8 καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ὁ ϑεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεϕαλὴν Ιωνα· καὶ ὠλιγοψύχησεν καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπεν Καλόν μοι ἀποϑανεῖν με ἢ ζῆν. 9 καὶ εἶπεν ὁ ϑεὸς πρὸς Ιωναν Εἰ σϕόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνϑῃ; καὶ εἶπεν Σϕόδρα λελύπημαι ἐγὼ ἕως ϑανάτου. 10 καὶ εἶπεν κύριος Σὺ ἐϕείσω ὑπὲρ τῆς κολοκύνϑης, ὑπὲρ ἧς οὐκ ἐκακοπάϑησας ἐπ᾽ αὐτὴν καὶ οὐκ ἐξέϑρεψας αὐτήν, ἣ ἐγενήϑη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο. 11 ἐγὼ δὲ οὐ ϕείσομαι ὑπὲρ Νινευη τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνϑρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;

Liber Michææ prophetæ -Μιχαίας

Liber Michææ prophetæ -Μιχαίας caput 1

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασϑι ἐν ἡμέραις Ιωαϑαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα, ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ. 2 Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ· 3 διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, 4 καὶ σαλευϑήσεται τὰ ὄρη ὑποκάτωϑεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταϕερόμενον ἐν καταβάσει. 5 διὰ ἀσέβειαν Ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ. τίς ἡ ἀσέβεια τοῦ Ιακωβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ιουδα; οὐχὶ Ιερουσαλημ; 6 καὶ ϑήσομαι Σαμάρειαν εἰς ὀπωροϕυλάκιον ἀγροῦ καὶ εἰς ϕυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίϑους αὐτῆς καὶ τὰ ϑεμέλια αὐτῆς ἀποκαλύψω· 7 καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισϑώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς ϑήσομαι εἰς ἀϕανισμόν· διότι ἐκ μισϑωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισϑωμάτων πορνείας συνέστρεψεν. 8 Ἕνεκεν τούτου κόψεται καὶ ϑρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένϑος ὡς ϑυγατέρων σειρήνων· 9 ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλϑεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ιερουσαλημ. 10 οἱ ἐν Γεϑ, μὴ μεγαλύνεσϑε· οἱ ἐν Ακιμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασϑε κατὰ γέλωτα ὑμῶν. 11 κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλϑεν κατοικοῦσα Σεννααν κόψασϑαι οἶκον ἐχόμενον αὐτῆς, λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης. 12 τίς ἤρξατο εἰς ἀγαϑὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ, 13 ψόϕος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα Λαχις, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ ϑυγατρὶ Σιων, ὅτι ἐν σοὶ εὑρέϑησαν ἀσέβειαι τοῦ Ισραηλ. 14 διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γεϑ οἴκους ματαίους· εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ισραηλ. 15 ἕως τοὺς κληρονόμους ἀγάγω σοι, κατοικοῦσα Λαχις κληρονομία, ἕως Οδολλαμ ἥξει ἡ δόξα τῆς ϑυγατρὸς Ισραηλ. 16 ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυϕερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύϑησαν ἀπὸ σοῦ.

Liber Michææ prophetæ -Μιχαίας caput 2

1 Ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά, διότι οὐκ ἦραν πρὸς τὸν ϑεὸν τὰς χεῖρας αὐτῶν· 2 καὶ ἐπεϑύμουν ἀγροὺς καὶ διήρπαζον ὀρϕανοὺς καὶ οἴκους κατεδυνάστευον καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ. 3 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν ϕυλὴν ταύτην κακά, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν καὶ οὐ μὴ πορευϑῆτε ὀρϑοὶ ἐξαίϕνης, ὅτι καιρὸς πονηρός ἐστιν. 4 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λημϕϑήσεται ἐϕ᾽ ὑμᾶς παραβολή, καὶ ϑρηνηϑήσεται ϑρῆνος ἐν μέλει λέγων Ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήϑη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ἡμῶν διεμερίσϑησαν. 5 διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ ἐν ἐκκλησίᾳ κυρίου. 6 μὴ κλαίετε δάκρυσιν, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐ γὰρ ἀπώσεται ὀνείδη. 7 ὁ λέγων Οἶκος Ιακωβ παρώργισεν πνεῦμα κυρίου· εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσιν καλοὶ μετ᾽ αὐτοῦ καὶ ὀρϑοὶ πεπόρευνται; 8 καὶ ἔμπροσϑεν ὁ λαός μου εἰς ἔχϑραν ἀντέστη· κατέναντι τῆς εἰρήνης αὐτοῦ τὴν δορὰν αὐτοῦ ἐξέδειραν τοῦ ἀϕελέσϑαι ἐλπίδα συντριμμὸν πολέμου. 9 διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀπορριϕήσονται ἐκ τῶν οἰκιῶν τρυϕῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσϑησαν· ἐγγίσατε ὄρεσιν αἰωνίοις. 10 ἀνάστηϑι καὶ πορεύου, ὅτι οὐκ ἔστιν σοι αὕτη ἡ ἀνάπαυσις ἕνεκεν ἀκαϑαρσίας. διεϕϑάρητε ϕϑορᾷ, 11 κατεδιώχϑητε οὐδενὸς διώκοντος· πνεῦμα ἔστησεν ψεῦδος, ἐστάλαξέν σοι εἰς οἶνον καὶ μέϑυσμα. καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου 12 συναγόμενος συναχϑήσεται Ιακωβ σὺν πᾶσιν· ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ισραηλ, ἐπὶ τὸ αὐτὸ ϑήσομαι τὴν ἀποστροϕὴν αὐτῶν· ὡς πρόβατα ἐν ϑλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν ἐξαλοῦνται ἐξ ἀνϑρώπων. 13 διὰ τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν διέκοψαν καὶ διῆλϑον πύλην καὶ ἐξῆλϑον δι᾽ αὐτῆς, καὶ ἐξῆλϑεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν, ὁ δὲ κύριος ἡγήσεται αὐτῶν.

Liber Michææ prophetæ -Μιχαίας caput 3

1 Καὶ ἐρεῖ Ἀκούσατε δὴ ταῦτα, αἱ ἀρχαὶ οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ. οὐχ ὑμῖν ἐστιν τοῦ γνῶναι τὸ κρίμα; 2 οἱ μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρά, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ᾽ αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. 3 ὃν τρόπον κατέϕαγον τὰς σάρκας τοῦ λαοῦ μου καὶ τὰ δέρματα αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτῶν συνέϑλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν, 4 οὕτως κεκράξονται πρὸς κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν· καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνϑ᾽ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ᾽ αὐτούς. 5 τάδε λέγει κύριος ἐπὶ τοὺς προϕήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας ἐπ᾽ αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόϑη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ᾽ αὐτὸν πόλεμον· 6 διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προϕήτας, καὶ συσκοτάσει ἐπ᾽ αὐτοὺς ἡ ἡμέρα· 7 καὶ καταισχυνϑήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασϑήσονται οἱ μάντεις, καὶ καταλαλήσουσιν κατ᾽ αὐτῶν πάντες αὐτοί, διότι οὐκ ἔσται ὁ εἰσακούων αὐτῶν. 8 ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ Ιακωβ ἀσεβείας αὐτοῦ καὶ τῷ Ισραηλ ἁμαρτίας αὐτοῦ. 9 ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ιακωβ καὶ οἱ κατάλοιποι οἴκου Ισραηλ οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρϑὰ διαστρέϕοντες, 10 οἱ οἰκοδομοῦντες Σιων ἐν αἵμασιν καὶ Ιερουσαλημ ἐν ἀδικίαις· 11 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισϑοῦ ἀπεκρίνοντο, καὶ οἱ προϕῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες Οὐχὶ κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλϑῃ ἐϕ᾽ ἡμᾶς κακά. 12 διὰ τοῦτο δι᾽ ὑμᾶς Σιων ὡς ἀγρὸς ἀροτριαϑήσεται, καὶ Ιερουσαλημ ὡς ὀπωροϕυλάκιον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.

Liber Michææ prophetæ -Μιχαίας caput 4

1 Καὶ ἔσται ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐμϕανὲς τὸ ὄρος τοῦ κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυϕὰς τῶν ὀρέων, καὶ μετεωρισϑήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν πρὸς αὐτὸ λαοί, 2 καὶ πορεύσονται ἔϑνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ ϑεοῦ Ιακωβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεϑα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ. 3 καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐξελέγξει ἔϑνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν, καὶ κατακόψουσιν τὰς ῥομϕαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐκέτι μὴ ἀντάρῃ ἔϑνος ἐπ᾽ ἔϑνος ῥομϕαίαν, καὶ οὐκέτι μὴ μάϑωσιν πολεμεῖν. 4 καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκϕοβῶν, διότι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα. 5 ὅτι πάντες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν αὐτοῦ, ἡμεῖς δὲ πορευσόμεϑα ἐν ὀνόματι κυρίου ϑεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα. 6 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, συνάξω τὴν συντετριμμένην καὶ τὴν ἐξωσμένην εἰσδέξομαι καὶ οὓς ἀπωσάμην· 7 καὶ ϑήσομαι τὴν συντετριμμένην εἰς ὑπόλειμμα καὶ τὴν ἀπωσμένην εἰς ἔϑνος ἰσχυρόν, καὶ βασιλεύσει κύριος ἐπ᾽ αὐτοὺς ἐν ὄρει Σιων ἀπὸ τοῦ νῦν καὶ ἕως εἰς τὸν αἰῶνα. 8 καὶ σύ, πύργος ποιμνίου αὐχμώδης, ϑύγατερ Σιων, ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία ἐκ Βαβυλῶνος τῇ ϑυγατρὶ Ιερουσαλημ. 9 Καὶ νῦν ἵνα τί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο ὅτι κατεκράτησάν σου ὠδῖνες ὡς τικτούσης; 10 ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε, ϑύγατερ Σιων, ὡς τίκτουσα· διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως καὶ κατασκηνώσεις ἐν πεδίῳ καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖϑεν ῥύσεταί σε καὶ ἐκεῖϑεν λυτρώσεταί σε κύριος ὁ ϑεός σου ἐκ χειρὸς ἐχϑρῶν σου. 11 καὶ νῦν ἐπισυνήχϑη ἐπὶ σὲ ἔϑνη πολλὰ οἱ λέγοντες Ἐπιχαρούμεϑα, καὶ ἐπόψονται ἐπὶ Σιων οἱ ὀϕϑαλμοὶ ἡμῶν. 12 αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸν λογισμὸν κυρίου καὶ οὐ συνῆκαν τὴν βουλὴν αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος. 13 ἀνάστηϑι καὶ ἀλόα αὐτούς, ϑύγατερ Σιων, ὅτι τὰ κέρατά σου ϑήσομαι σιδηρᾶ καὶ τὰς ὁπλάς σου ϑήσομαι χαλκᾶς, καὶ κατατήξεις ἐν αὐτοῖς ἔϑνη καὶ λεπτυνεῖς λαοὺς πολλοὺς καὶ ἀναϑήσεις τῷ κυρίῳ τὸ πλῆϑος αὐτῶν καὶ τὴν ἰσχὺν αὐτῶν τῷ κυρίῳ πάσης τῆς γῆς. 14 νῦν ἐμϕραχϑήσεται ϑυγάτηρ Εϕραιμ ἐν ϕραγμῷ, συνοχὴν ἔταξεν ἐϕ᾽ ἡμᾶς, ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς ϕυλὰς τοῦ Ισραηλ.

Liber Michææ prophetæ -Μιχαίας caput 5

1 Καὶ σύ, Βηϑλεεμ οἶκος τοῦ Εϕραϑα, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ιουδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ισραηλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾽ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. 2 διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελϕῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ισραηλ. 3 καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι κυρίου, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου τοῦ ϑεοῦ αὐτῶν ὑπάρξουσιν· διότι νῦν μεγαλυνϑήσεται ἕως ἄκρων τῆς γῆς. 4 καὶ ἔσται αὕτη εἰρήνη· ὅταν Ἀσσύριος ἐπέλϑῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερϑήσονται ἐπ᾽ αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνϑρώπων· 5 καὶ ποιμανοῦσιν τὸν Ασσουρ ἐν ῥομϕαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρωδ ἐν τῇ τάϕρῳ αὐτῆς· καὶ ῥύσεται ἐκ τοῦ Ασσουρ, ὅταν ἐπέλϑῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν. 6 καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔϑνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν, ὅπως μὴ συναχϑῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνϑρώπων. 7 καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔϑνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλϑῃ καὶ διαστείλας ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. 8 ὑψωϑήσεται ἡ χείρ σου ἐπὶ τοὺς ϑλίβοντάς σε, καὶ πάντες οἱ ἐχϑροί σου ἐξολεϑρευϑήσονται. 9 Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἐξολεϑρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου 10 καὶ ἐξολεϑρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου· 11 καὶ ἐξαρῶ τὰ ϕάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποϕϑεγγόμενοι οὐκ ἔσονται ἐν σοί· 12 καὶ ἐξολεϑρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου, καὶ οὐκέτι μὴ προσκυνήσῃς τοῖς ἔργοις τῶν χειρῶν σου· 13 καὶ ἐκκόψω τὰ ἄλση σου ἐκ μέσου σου καὶ ἀϕανιῶ τὰς πόλεις σου· 14 καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν ϑυμῷ ἐκδίκησιν ἐν τοῖς ἔϑνεσιν, ἀνϑ᾽ ὧν οὐκ εἰσήκουσαν.

Liber Michææ prophetæ -Μιχαίας caput 6

1 Ἀκούσατε δὴ λόγον κυρίου· κύριος εἶπεν Ἀνάστηϑι κρίϑητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ ϕωνήν σου. 2 ἀκούσατε, βουνοί, τὴν κρίσιν τοῦ κυρίου, καὶ αἱ ϕάραγγες ϑεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ισραηλ διελεγχϑήσεται. 3 λαός μου, τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι; ἀποκρίϑητί μοι. 4 διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυσῆν καὶ Ααρων καὶ Μαριαμ. 5 λαός μου, μνήσϑητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλακ βασιλεὺς Μωαβ, καὶ τί ἀπεκρίϑη αὐτῷ Βαλααμ υἱὸς τοῦ Βεωρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγαλ, ὅπως γνωσϑῇ ἡ δικαιοσύνη τοῦ κυρίου. 6 ἐν τίνι καταλάβω τὸν κύριον, ἀντιλήμψομαι ϑεοῦ μου ὑψίστου; εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; 7 εἰ προσδέξεται κύριος ἐν χιλιάσιν κριῶν ἢ ἐν μυριάσιν χειμάρρων πιόνων; εἰ δῶ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; 8 εἰ ἀνηγγέλη σοι, ἄνϑρωπε, τί καλόν; ἢ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ᾽ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσϑαι μετὰ κυρίου ϑεοῦ σου; 9 Φωνὴ κυρίου τῇ πόλει ἐπικληϑήσεται, καὶ σώσει ϕοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, ϕυλή, καὶ τίς κοσμήσει πόλιν; 10 μὴ πῦρ καὶ οἶκος ἀνόμου ϑησαυρίζων ϑησαυροὺς ἀνόμους καὶ μετὰ ὕβρεως ἀδικία; 11 εἰ δικαιωϑήσεται ἐν ζυγῷ ἄνομος καὶ ἐν μαρσίππῳ στάϑμια δόλου; 12 ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψευδῆ, καὶ ἡ γλῶσσα αὐτῶν ὑψώϑη ἐν τῷ στόματι αὐτῶν. 13 καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀϕανιῶ σε ἐπὶ ταῖς ἁμαρτίαις σου. 14 σὺ ϕάγεσαι καὶ οὐ μὴ ἐμπλησϑῇς· καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ οὐ μὴ διασωϑῇς· καὶ ὅσοι ἐὰν διασωϑῶσιν, εἰς ῥομϕαίαν παραδοϑήσονται. 15 σὺ σπερεῖς καὶ οὐ μὴ ἀμήσῃς, σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον καὶ οὐ μὴ πίητε, καὶ ἀϕανισϑήσεται νόμιμα λαοῦ μου. 16 καὶ ἐϕύλαξας τὰ δικαιώματα Ζαμβρι καὶ πάντα τὰ ἔργα οἴκου Αχααβ καὶ ἐπορεύϑητε ἐν ταῖς βουλαῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀϕανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν· καὶ ὀνείδη λαῶν λήμψεσϑε.

Liber Michææ prophetæ -Μιχαίας caput 7

1 Οἴμμοι ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιϕυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος τοῦ ϕαγεῖν τὰ πρωτόγονα. οἴμμοι, ψυχή, 2 ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ κατορϑῶν ἐν ἀνϑρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκϑλίβουσιν ἐκϑλιβῇ. 3 ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταϑύμιον ψυχῆς αὐτοῦ ἐστιν. καὶ ἐξελοῦμαι 4 τὰ ἀγαϑὰ αὐτῶν ὡς σὴς ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς. οὐαὶ οὐαί, αἱ ἐκδικήσεις σου ἥκασιν, νῦν ἔσονται κλαυϑμοὶ αὐτῶν. 5 μὴ καταπιστεύετε ἐν ϕίλοις καὶ μὴ ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συγκοίτου σου ϕύλαξαι τοῦ ἀναϑέσϑαι τι αὐτῇ· 6 διότι υἱὸς ἀτιμάζει πατέρα, ϑυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμϕη ἐπὶ τὴν πενϑερὰν αὐτῆς, ἐχϑροὶ ἀνδρὸς πάντες οἱ ἄνδρες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. 7 Ἐγὼ δὲ ἐπὶ τὸν κύριον ἐπιβλέψομαι, ὑπομενῶ ἐπὶ τῷ ϑεῷ τῷ σωτῆρί μου, εἰσακούσεταί μου ὁ ϑεός μου. 8 μὴ ἐπίχαιρέ μοι, ἡ ἐχϑρά μου, ὅτι πέπτωκα· καὶ ἀναστήσομαι, διότι ἐὰν καϑίσω ἐν τῷ σκότει, κύριος ϕωτιεῖ μοι. 9 ὀργὴν κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ ϕῶς, ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ. 10 καὶ ὄψεται ἡ ἐχϑρά μου καὶ περιβαλεῖται αἰσχύνην ἡ λέγουσα πρός με Ποῦ κύριος ὁ ϑεός σου; οἱ ὀϕϑαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς 11 ἡμέρας ἀλοιϕῆς πλίνϑου. ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη, καὶ ἀποτρίψεται νόμιμά σου 12 ἡ ἡμέρα ἐκείνη· καὶ αἱ πόλεις σου ἥξουσιν εἰς ὁμαλισμὸν καὶ εἰς διαμερισμὸν Ἀσσυρίων καὶ αἱ πόλεις σου αἱ ὀχυραὶ εἰς διαμερισμὸν ἀπὸ Τύρου ἕως τοῦ ποταμοῦ Συρίας, ἡμέρα ὕδατος καὶ ϑορύβου· 13 καὶ ἔσται ἡ γῆ εἰς ἀϕανισμὸν σὺν τοῖς κατοικοῦσιν αὐτὴν ἐκ καρπῶν ἐπιτηδευμάτων αὐτῶν. 14 Ποίμαινε λαόν σου ἐν ῥάβδῳ σου, πρόβατα κληρονομίας σου, κατασκηνοῦντας καϑ᾽ ἑαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου· νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν καϑὼς αἱ ἡμέραι τοῦ αἰῶνος. 15 καὶ κατὰ τὰς ἡμέρας ἐξοδίας σου ἐξ Αἰγύπτου ὄψεσϑε ϑαυμαστά. 16 ὄψονται ἔϑνη καὶ καταισχυνϑήσονται ἐκ πάσης τῆς ἰσχύος αὐτῶν, ἐπιϑήσουσιν χεῖρας ἐπὶ τὸ στόμα αὐτῶν, τὰ ὦτα αὐτῶν ἀποκωϕωϑήσονται. 17 λείξουσιν χοῦν ὡς ὄϕεις σύροντες γῆν, συγχυϑήσονται ἐν συγκλεισμῷ αὐτῶν· ἐπὶ τῷ κυρίῳ ϑεῷ ἡμῶν ἐκστήσονται καὶ ϕοβηϑήσονται ἀπὸ σοῦ. 18 τίς ϑεὸς ὥσπερ σύ; ἐξαίρων ἀδικίας καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι ϑελητὴς ἐλέους ἐστίν. 19 αὐτὸς ἐπιστρέψει καὶ οἰκτιρήσει ἡμᾶς, καταδύσει τὰς ἀδικίας ἡμῶν καὶ ἀπορριϕήσονται εἰς τὰ βάϑη τῆς ϑαλάσσης, πάσας τὰς ἁμαρτίας ἡμῶν. 20 δώσεις ἀλήϑειαν τῷ Ιακωβ, ἔλεον τῷ Αβρααμ, καϑότι ὤμοσας τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς ἔμπροσϑεν.

Liber Nahum prophetæ - Ναοῦμ

Liber Nahum prophetæ - Ναοῦμ caput 1

1 Λῆμμα Νινευη· βιβλίον ὁράσεως Ναουμ τοῦ Ελκεσαίου. 2 Θεὸς ζηλωτὴς καὶ ἐκδικῶν κύριος, ἐκδικῶν κύριος μετὰ ϑυμοῦ ἐκδικῶν κύριος τοὺς ὑπεναντίους αὐτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχϑροὺς αὐτοῦ. 3 κύριος μακρόϑυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ ἀϑῳῶν οὐκ ἀϑῳώσει κύριος. ἐν συντελείᾳ καὶ ἐν συσσεισμῷ ἡ ὁδὸς αὐτοῦ, καὶ νεϕέλαι κονιορτὸς ποδῶν αὐτοῦ. 4 ἀπειλῶν ϑαλάσσῃ καὶ ξηραίνων αὐτὴν καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· ὠλιγώϑη ἡ Βασανῖτις καὶ ὁ Κάρμηλος, καὶ τὰ ἐξανϑοῦντα τοῦ Λιβάνου ἐξέλιπεν. 5 τὰ ὄρη ἐσείσϑησαν ἀπ᾽ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύϑησαν· καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. 6 ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ ϑυμοῦ αὐτοῦ; ὁ ϑυμὸς αὐτοῦ τήκει ἀρχάς, καὶ αἱ πέτραι διεϑρύβησαν ἀπ᾽ αὐτοῦ. 7 χρηστὸς κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ ϑλίψεως καὶ γινώσκων τοὺς εὐλαβουμένους αὐτόν· 8 καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται τοὺς ἐπεγειρομένους, καὶ τοὺς ἐχϑροὺς αὐτοῦ διώξεται σκότος. 9 τί λογίζεσϑε ἐπὶ τὸν κύριον; συντέλειαν αὐτὸς ποιήσεται, οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν ϑλίψει· 10 ὅτι ἕως ϑεμελίου αὐτῶν χερσωϑήσεται καὶ ὡς σμῖλαξ περιπλεκομένη βρωϑήσεται καὶ ὡς καλάμη ξηρασίας μεστή. 11 ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ κυρίου πονηρὰ λογιζόμενος ἐναντία. 12 τάδε λέγει κύριος κατάρχων ὑδάτων πολλῶν Καὶ οὕτως διασταλήσονται, καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσϑήσεται ἔτι. 13 καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ καὶ τοὺς δεσμούς σου διαρρήξω· 14 καὶ ἐντελεῖται ὑπὲρ σοῦ κύριος, οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι· ἐξ οἴκου ϑεοῦ σου ἐξολεϑρεύσω τὰ γλυπτὰ καὶ χωνευτά· ϑήσομαι ταϕήν σου, ὅτι ταχεῖς.

Liber Nahum prophetæ - Ναοῦμ caput 2

1 Ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε, Ιουδα, τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσϑήσωσιν ἔτι τοῦ διελϑεῖν διὰ σοῦ εἰς παλαίωσιν Συντετέλεσται, ἐξῆρται. 2 ἀνέβη ἐμϕυσῶν εἰς πρόσωπόν σου ἐξαιρούμενος ἐκ ϑλίψεως· σκόπευσον ὁδόν, κράτησον ὀσϕύος, ἄνδρισαι τῇ ἰσχύι σϕόδρα, 3 διότι ἀπέστρεψεν κύριος τὴν ὕβριν Ιακωβ καϑὼς ὕβριν τοῦ Ισραηλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν, διέϕϑειραν 4 ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνϑρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί· αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς ϑορυβηϑήσονται 5 ἐν ταῖς ὁδοῖς, καὶ συγχυϑήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ἡ ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι. 6 καὶ μνησϑήσονται οἱ μεγιστᾶνες αὐτῶν καὶ ϕεύξονται ἡμέρας καὶ ἀσϑενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη καὶ ἑτοιμάσουσιν τὰς προϕυλακὰς αὐτῶν. 7 πύλαι τῶν ποταμῶν διηνοίχϑησαν, καὶ τὰ βασίλεια διέπεσεν, 8 καὶ ἡ ὑπόστασις ἀπεκαλύϕϑη, καὶ αὕτη ἀνέβαινεν, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καϑὼς περιστεραὶ ϕϑεγγόμεναι ἐν καρδίαις αὐτῶν. 9 καὶ Νινευη, ὡς κολυμβήϑρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ ϕεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ὁ ἐπιβλέπων. 10 διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιϑυμητὰ αὐτῆς. 11 ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας ϑραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσϕύν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας. 12 ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων καὶ ἡ νομὴ ἡ οὖσα τοῖς σκύμνοις, οὗ ἐπορεύϑη λέων τοῦ εἰσελϑεῖν ἐκεῖ, σκύμνος λέοντος καὶ οὐκ ἦν ὁ ἐκϕοβῶν; 13 λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ καὶ ἔπλησεν ϑήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς. 14 ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆϑός σου, καὶ τοὺς λέοντάς σου καταϕάγεται ῥομϕαία, καὶ ἐξολεϑρεύσω ἐκ τῆς γῆς τὴν ϑήραν σου, καὶ οὐ μὴ ἀκουσϑῇ οὐκέτι τὰ ἔργα σου.

Liber Nahum prophetæ - Ναοῦμ caput 3

1 Ὦ πόλις αἱμάτων ὅλη ψευδὴς ἀδικίας πλήρης, οὐ ψηλαϕηϑήσεται ϑήρα. 2 ϕωνὴ μαστίγων καὶ ϕωνὴ σεισμοῦ τροχῶν καὶ ἵππου διώκοντος καὶ ἅρματος ἀναβράσσοντος 3 καὶ ἱππέως ἀναβαίνοντος καὶ στιλβούσης ῥομϕαίας καὶ ἐξαστραπτόντων ὅπλων καὶ πλήϑους τραυματιῶν καὶ βαρείας πτώσεως· καὶ οὐκ ἦν πέρας τοῖς ἔϑνεσιν αὐτῆς, καὶ ἀσϑενήσουσιν ἐν τοῖς σώμασιν αὐτῶν 4 ἀπὸ πλήϑους πορνείας. πόρνη καλὴ καὶ ἐπιχαρὴς ἡγουμένη ϕαρμάκων ἡ πωλοῦσα ἔϑνη ἐν τῇ πορνείᾳ αὐτῆς καὶ ϕυλὰς ἐν τοῖς ϕαρμάκοις αὐτῆς, 5 ἰδοῦ ἐγὼ ἐπὶ σέ, λέγει κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ, καὶ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου καὶ δείξω ἔϑνεσιν τὴν αἰσχύνην σου καὶ βασιλείαις τὴν ἀτιμίαν σου 6 καὶ ἐπιρρίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαϑαρσίας σου καὶ ϑήσομαί σε εἰς παράδειγμα, 7 καὶ ἔσται πᾶς ὁ ὁρῶν σε ἀποπηδήσεται ἀπὸ σοῦ καὶ ἐρεῖ Δειλαία Νινευη· τίς στενάξει αὐτήν; πόϑεν ζητήσω παράκλησιν αὐτῇ; 8 ἑτοίμασαι μερίδα, ἅρμοσαι χορδήν, ἑτοίμασαι μερίδα, Αμων ἡ κατοικοῦσα ἐν ποταμοῖς, ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἡ ἀρχὴ ϑάλασσα καὶ ὕδωρ τὰ τείχη αὐτῆς, 9 καὶ Αἰϑιοπία ἡ ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστιν πέρας τῆς ϕυγῆς, καὶ Λίβυες ἐγένοντο βοηϑοὶ αὐτῆς. 10 καὶ αὐτὴ εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος, καὶ τὰ νήπια αὐτῆς ἐδαϕιοῦσιν ἐπ᾽ ἀρχὰς πασῶν τῶν ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσιν κλήρους, καὶ πάντες οἱ μεγιστᾶνες αὐτῆς δεϑήσονται χειροπέδαις. 11 καὶ σὺ μεϑυσϑήσῃ καὶ ἔσῃ ὑπερεωραμένη, καὶ σὺ ζητήσεις σεαυτῇ στάσιν ἐξ ἐχϑρῶν. 12 πάντα τὰ ὀχυρώματά σου συκαῖ σκοποὺς ἔχουσαι· ἐὰν σαλευϑῶσιν, καὶ πεσοῦνται εἰς στόμα ἔσϑοντος. 13 ἰδοὺ ὁ λαός σου ὡς γυναῖκες ἐν σοί· τοῖς ἐχϑροῖς σου ἀνοιγόμεναι ἀνοιχϑήσονται πύλαι τῆς γῆς σου, καὶ καταϕάγεται πῦρ τοὺς μοχλούς σου. 14 ὕδωρ περιοχῆς ἐπίσπασαι σεαυτῇ καὶ κατακράτησον τῶν ὀχυρωμάτων σου, ἔμβηϑι εἰς πηλὸν καὶ συμπατήϑητι ἐν ἀχύροις, κατακράτησον ὑπὲρ πλίνϑον· 15 ἐκεῖ καταϕάγεταί σε πῦρ, ἐξολεϑρεύσει σε ῥομϕαία, καταϕάγεταί σε ὡς ἀκρίς, καὶ βαρυνϑήσῃ ὡς βροῦχος. 16 ἐπλήϑυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ· βροῦχος ὥρμησεν καὶ ἐξεπετάσϑη. 17 ἐξήλατο ὡς ἀττέλεβος ὁ σύμμικτός σου, ὡς ἀκρὶς ἐπιβεβηκυῖα ἐπὶ ϕραγμὸν ἐν ἡμέραις πάγους· ὁ ἥλιος ἀνέτειλεν, καὶ ἀϕήλατο, καὶ οὐκ ἔγνω τὸν τόπον αὐτῆς· οὐαὶ αὐτοῖς. 18 ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισεν τοὺς δυνάστας σου· ἀπῆρεν ὁ λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ὁ ἐκδεχόμενος. 19 οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου, ἐϕλέγμανεν ἡ πληγή σου· πάντες οἱ ἀκούοντες τὴν ἀγγελίαν σου κροτήσουσιν χεῖρας ἐπὶ σέ· διότι ἐπὶ τίνα οὐκ ἐπῆλϑεν ἡ κακία σου διὰ παντός;

Liber Habacuc prophetæ - Ἀμβακοῦμ

Liber Habacuc prophetæ - Ἀμβακοῦμ caput 1

1 Τὸ λῆμμα, ὃ εἶδεν Αμβακουμ ὁ προϕήτης. 2 Ἕως τίνος, κύριε, κεκράξομαι καὶ οὐ μὴ εἰσακούσῃς; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; 3 ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονεν κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. 4 διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον· ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον. 5 ἴδετε, οἱ καταϕρονηταί, καὶ ἐπιβλέψατε καὶ ϑαυμάσατε ϑαυμάσια καὶ ἀϕανίσϑητε, διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται. 6 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ἐϕ᾽ ὑμᾶς τοὺς Χαλδαίους τοὺς μαχητάς, τὸ ἔϑνος τὸ πικρὸν καὶ τὸ ταχινὸν τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ· 7 ϕοβερὸς καὶ ἐπιϕανής ἐστιν, ἐξ αὐτοῦ τὸ κρίμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· 8 καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσιν μακρόϑεν καὶ πετασϑήσονται ὡς ἀετὸς πρόϑυμος εἰς τὸ ϕαγεῖν. 9 συντέλεια εἰς ἀσεβεῖς ἥξει ἀνϑεστηκότας προσώποις αὐτῶν ἐξ ἐναντίας καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν. 10 καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυϕήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ. 11 τότε μεταβαλεῖ τὸ πνεῦμα καὶ διελεύσεται καὶ ἐξιλάσεται· αὕτη ἡ ἰσχὺς τῷ ϑεῷ μου. – 12 οὐχὶ σὺ ἀπ᾽ ἀρχῆς, κύριε, ὁ ϑεὸς ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποϑάνωμεν. κύριε, εἰς κρίμα τέταχας αὐτόν· καὶ ἔπλασέν με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. 13 καϑαρὸς ὀϕϑαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά, καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ· ἵνα τί ἐπιβλέπεις ἐπὶ καταϕρονοῦντας; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; 14 καὶ ποιήσεις τοὺς ἀνϑρώπους ὡς τοὺς ἰχϑύας τῆς ϑαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον. 15 συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμϕιβλήστρῳ καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ· ἕνεκεν τούτου εὐϕρανϑήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ· 16 ἕνεκεν τούτου ϑύσει τῇ σαγήνῃ αὐτοῦ καὶ ϑυμιάσει τῷ ἀμϕιβλήστρῳ αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανεν μερίδα αὐτοῦ, καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά· 17 διὰ τοῦτο ἀμϕιβαλεῖ τὸ ἀμϕίβληστρον αὐτοῦ καὶ διὰ παντὸς ἀποκτέννειν ἔϑνη οὐ ϕείσεται.

Liber Habacuc prophetæ - Ἀμβακοῦμ caput 2

1 Ἐπὶ τῆς ϕυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ καὶ τί ἀποκριϑῶ ἐπὶ τὸν ἔλεγχόν μου. 2 καὶ ἀπεκρίϑη πρός με κύριος καὶ εἶπεν Γράψον ὅρασιν καὶ σαϕῶς ἐπὶ πυξίον, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά. 3 διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. 4 ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. 5 ὁ δὲ κατοινωμένος καὶ καταϕρονητὴς ἀνὴρ ἀλάζων οὐδὲν μὴ περάνῃ, ὃς ἐπλάτυνεν καϑὼς ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ οὗτος ὡς ϑάνατος οὐκ ἐμπιπλάμενος καὶ ἐπισυνάξει ἐπ᾽ αὐτὸν πάντα τὰ ἔϑνη καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς. 6 οὐχὶ ταῦτα πάντα παραβολὴν κατ᾽ αὐτοῦ λήμψονται καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν Οὐαὶ ὁ πληϑύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ – ἕως τίνος; – καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς. 7 ὅτι ἐξαίϕνης ἀναστήσονται δάκνοντες αὐτόν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς. 8 διότι σὺ ἐσκύλευσας ἔϑνη πολλά, σκυλεύσουσίν σε πάντες οἱ ὑπολελειμμένοι λαοὶ δι᾽ αἵματα ἀνϑρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν. – 9 ὦ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ τοῦ ἐκσπασϑῆναι ἐκ χειρὸς κακῶν. 10 ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας λαοὺς πολλούς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου· 11 διότι λίϑος ἐκ τοίχου βοήσεται, καὶ κάνϑαρος ἐκ ξύλου ϕϑέγξεται αὐτά. – 12 οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἵμασιν καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις. 13 οὐ ταῦτά ἐστιν παρὰ κυρίου παντοκράτορος; καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔϑνη πολλὰ ὠλιγοψύχησαν. 14 ὅτι πλησϑήσεται ἡ γῆ τοῦ γνῶναι τὴν δόξαν κυρίου, ὡς ὕδωρ κατακαλύψει αὐτούς. – 15 ὦ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπῇ ϑολερᾷ καὶ μεϑύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὰ σπήλαια αὐτῶν. 16 πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε καὶ σὺ καὶ διασαλεύϑητι καὶ σείσϑητι· ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς κυρίου, καὶ συνήχϑη ἀτιμία ἐπὶ τὴν δόξαν σου. 17 διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία ϑηρίων πτοήσει σε διὰ αἵματα ἀνϑρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως καὶ πάντων τῶν κατοικούντων αὐτήν. – 18 Τί ὠϕελεῖ γλυπτόν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασαν αὐτὸ χώνευμα, ϕαντασίαν ψευδῆ, ὅτι πέποιϑεν ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωϕά. 19 οὐαὶ ὁ λέγων τῷ ξύλῳ Ἔκνηψον ἐξεγέρϑητι, καὶ τῷ λίϑῳ Ὑψώϑητι· καὶ αὐτό ἐστιν ϕαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶν πνεῦμα οὐκ ἔστιν ἐν αὐτῷ. 20 ὁ δὲ κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσϑω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.

Liber Habacuc prophetæ - Ἀμβακοῦμ caput 3

1 Προσευχὴ Αμβακουμ τοῦ προϕήτου μετὰ ᾠδῆς. 2 Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐϕοβήϑην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ἐν μέσῳ δύο ζῴων γνωσϑήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσϑήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχϑήσῃ, ἐν τῷ ταραχϑῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησϑήσῃ. 3 ὁ ϑεὸς ἐκ Θαιμαν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. διάψαλμα. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. 4 καὶ ϕέγγος αὐτοῦ ὡς ϕῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔϑετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. 5 πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται, ἐν πεδίλοις οἱ πόδες αὐτοῦ. 6 ἔστη, καὶ ἐσαλεύϑη ἡ γῆ· ἐπέβλεψεν, καὶ διετάκη ἔϑνη. διεϑρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι. 7 πορείας αἰωνίας αὐτοῦ ἀντὶ κόπων εἶδον· σκηνώματα Αἰϑιόπων πτοηϑήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιαμ. 8 μὴ ἐν ποταμοῖς ὠργίσϑης, κύριε, ἢ ἐν ποταμοῖς ὁ ϑυμός σου, ἢ ἐν ϑαλάσσῃ τὸ ὅρμημά σου; ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. 9 ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει κύριος. διάψαλμα. ποταμῶν ῥαγήσεται γῆ. 10 ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί, σκορπίζων ὕδατα πορείας αὐτοῦ· ἔδωκεν ἡ ἄβυσσος ϕωνὴν αὐτῆς, ὕψος ϕαντασίας αὐτῆς. 11 ἐπήρϑη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς· εἰς ϕῶς βολίδες σου πορεύσονται, εἰς ϕέγγος ἀστραπῆς ὅπλων σου. 12 ἐν ἀπειλῇ ὀλιγώσεις γῆν καὶ ἐν ϑυμῷ κατάξεις ἔϑνη. 13 ἐξῆλϑες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου· ἔβαλες εἰς κεϕαλὰς ἀνόμων ϑάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου. διάψαλμα. 14 διέκοψας ἐν ἐκστάσει κεϕαλὰς δυναστῶν, σεισϑήσονται ἐν αὐτῇ· διανοίξουσιν χαλινοὺς αὐτῶν ὡς ἔσϑων πτωχὸς λάϑρᾳ. 15 καὶ ἐπεβίβασας εἰς ϑάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδωρ πολύ. 16 ἐϕυλαξάμην, καὶ ἐπτοήϑη ἡ κοιλία μου ἀπὸ ϕωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλϑεν τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωϑέν μου ἐταράχϑη ἡ ἕξις μου. ἀναπαύσομαι ἐν ἡμέρᾳ ϑλίψεως τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου. 17 διότι συκῆ οὐ καρποϕορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ ϕάτναις. 18 ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ ϑεῷ τῷ σωτῆρί μου. 19 κύριος ὁ ϑεὸς δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ.

Liber Sophoniæ prophetæ - Σοϕονίας

Liber Sophoniæ prophetæ - Σοϕονίας caput 1

1 Λόγος κυρίου, ὃς ἐγενήϑη πρὸς Σοϕονιαν τὸν τοῦ Χουσι υἱὸν Γοδολιου τοῦ Αμαριου τοῦ Εζεκιου ἐν ἡμέραις Ιωσιου υἱοῦ Αμων βασιλέως Ιουδα. 2 Ἐκλείψει ἐκλιπέτω πάντα ἀπὸ προσώπου τῆς γῆς, λέγει κύριος, 3 ἐκλιπέτω ἄνϑρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχϑύες τῆς ϑαλάσσης, καὶ ἐξαρῶ τοὺς ἀνϑρώπους ἀπὸ προσώπου τῆς γῆς, λέγει κύριος. 4 καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βααλ καὶ τὰ ὀνόματα τῶν ἱερέων 5 καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ κυρίου καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν 6 καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ κυρίου καὶ τοὺς μὴ ζητήσαντας τὸν κύριον καὶ τοὺς μὴ ἀντεχομένους τοῦ κυρίου. 7 Εὐλαβεῖσϑε ἀπὸ προσώπου κυρίου τοῦ ϑεοῦ, δίοτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου, ὅτι ἡτοίμακεν κύριος τὴν ϑυσίαν αὐτοῦ, ἡγίακεν τοὺς κλητοὺς αὐτοῦ. 8 καὶ ἔσται ἐν ἡμέρᾳ ϑυσίας κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· 9 καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμϕανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον κυρίου τοῦ ϑεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου. 10 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ϕωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν. 11 ϑρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώϑη πᾶς ὁ λαὸς Χανααν, ἐξωλεϑρεύϑησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ. 12 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐξερευνήσω τὴν Ιερουσαλημ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταϕρονοῦντας ἐπὶ τὰ ϕυλάγματα αὐτῶν, οἱ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαϑοποιήσῃ κύριος οὐδ᾽ οὐ μὴ κακώσῃ, 13 καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγὴν καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀϕανισμόν, καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς καὶ καταϕυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν. 14 Ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σϕόδρα· ϕωνὴ ἡμέρας κυρίου πικρὰ καὶ σκληρά, τέτακται δυνατή. 15 ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα ϑλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀϕανισμοῦ, ἡμέρα σκότους καὶ γνόϕου, ἡμέρα νεϕέλης καὶ ὁμίχλης, 16 ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς. 17 καὶ ἐκϑλίψω τοὺς ἀνϑρώπους, καὶ πορεύσονται ὡς τυϕλοί, ὅτι τῷ κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα. 18 καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσϑαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς κυρίου, καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωϑήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.

Liber Sophoniæ prophetæ - Σοϕονίας caput 2

1 Συνάχϑητε καὶ συνδέϑητε, τὸ ἔϑνος τὸ ἀπαίδευτον, 2 πρὸ τοῦ γενέσϑαι ὑμᾶς ὡς ἄνϑος παραπορευόμενον, πρὸ τοῦ ἐπελϑεῖν ἐϕ᾽ ὑμᾶς ὀργὴν κυρίου, πρὸ τοῦ ἐπελϑεῖν ἐϕ᾽ ὑμᾶς ἡμέραν ϑυμοῦ κυρίου. 3 ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσϑε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνεσϑε αὐτά, ὅπως σκεπασϑῆτε ἐν ἡμέρᾳ ὀργῆς κυρίου. 4 Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκαλὼν ἔσται εἰς ἀϕανισμόν, καὶ Ἄζωτος μεσημβρίας ἐκριϕήσεται, καὶ Ακκαρων ἐκριζωϑήσεται. 5 οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς ϑαλάσσης, πάροικοι Κρητῶν· λόγος κυρίου ἐϕ᾽ ὑμᾶς, Χανααν γῆ ἀλλοϕύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας· 6 καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων, 7 καὶ ἔσται τὸ σχοίνισμα τῆς ϑαλάσσης τοῖς καταλοίποις οἴκου Ιουδα· ἐπ᾽ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκαλῶνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ιουδα, ὅτι ἐπέσκεπται αὐτοὺς κύριος ὁ ϑεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν. 8 Ἤκουσα ὀνειδισμοὺς Μωαβ καὶ κονδυλισμοὺς υἱῶν Αμμων, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. 9 διὰ τοῦτο ζῶ ἐγώ, λέγει κύριος τῶν δυνάμεων ὁ ϑεὸς Ισραηλ, διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα, καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς ϑιμωνιὰ ἅλωνος καὶ ἠϕανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς, καὶ οἱ κατάλοιποι ἔϑνους μου κληρονομήσουσιν αὐτούς. 10 αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνϑησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα. 11 ἐπιϕανήσεται κύριος ἐπ᾽ αὐτοὺς καὶ ἐξολεϑρεύσει πάντας τοὺς ϑεοὺς τῶν ἐϑνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐϑνῶν. 12 Καὶ ὑμεῖς, Αἰϑίοπες, τραυματίαι ῥομϕαίας μού ἐστε. 13 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον καὶ ϑήσει τὴν Νινευη εἰς ἀϕανισμὸν ἄνυδρον ὡς ἔρημον· 14 καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ ϑηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς ϕατνώμασιν αὐτῆς κοιτασϑήσονται, καὶ ϑηρία ϕωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς. 15 αὕτη ἡ πόλις ἡ ϕαυλίστρια ἡ κατοικοῦσα ἐπ᾽ ἐλπίδι ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν μετ᾽ ἐμὲ ἔτι. πῶς ἐγενήϑη εἰς ἀϕανισμόν, νομὴ ϑηρίων· πᾶς ὁ διαπορευόμενος δι᾽ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ.

Liber Sophoniæ prophetæ - Σοϕονίας caput 3

1 Ὦ ἡ ἐπιϕανὴς καὶ ἀπολελυτρωμένη, ἡ πόλις ἡ περιστερά· 2 οὐκ εἰσήκουσεν ϕωνῆς, οὐκ ἐδέξατο παιδείαν, ἐπὶ τῷ κυρίῳ οὐκ ἐπεποίϑει καὶ πρὸς τὸν ϑεὸν αὐτῆς οὐκ ἤγγισεν. 3 οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι· οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωί· 4 οἱ προϕῆται αὐτῆς πνευματοϕόροι, ἄνδρες καταϕρονηταί· οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσιν τὰ ἅγια καὶ ἀσεβοῦσιν νόμον. 5 ὁ δὲ κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωῒ πρωῒ δώσει κρίμα αὐτοῦ εἰς ϕῶς καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει καὶ οὐκ εἰς νεῖκος ἀδικίαν. 6 ἐν διαϕϑορᾷ κατέσπασα ὑπερηϕάνους, ἠϕανίσϑησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν. 7 εἶπα Πλὴν ϕοβεῖσϑέ με καὶ δέξασϑε παιδείαν, καὶ οὐ μὴ ἐξολεϑρευϑῆτε ἐξ ὀϕϑαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπ᾽ αὐτήν· ἑτοιμάζου ὄρϑρισον, διέϕϑαρται πᾶσα ἡ ἐπιϕυλλὶς αὐτῶν. 8 Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐϑνῶν τοῦ εἰσδέξασϑαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ᾽ αὐτοὺς πᾶσαν ὀργὴν ϑυμοῦ μου· διότι ἐν πυρὶ ζήλους μου καταναλωϑήσεται πᾶσα ἡ γῆ. 9 ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσϑαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. 10 ἐκ περάτων ποταμῶν Αἰϑιοπίας οἴσουσιν ϑυσίας μοι. 11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνϑῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ ϕαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσϑῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. 12 καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραὺν καὶ ταπεινόν, καὶ εὐλαβηϑήσονται ἀπὸ τοῦ ὀνόματος κυρίου 13 οἱ κατάλοιποι τοῦ Ισραηλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεϑῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασϑήσονται, καὶ οὐκ ἔσται ὁ ἐκϕοβῶν αὐτούς. 14 Χαῖρε σϕόδρα, ϑύγατερ Σιων, κήρυσσε, ϑύγατερ Ιερουσαλημ· εὐϕραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, ϑύγατερ Ιερουσαλημ. 15 περιεῖλεν κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχϑρῶν σου· βασιλεὺς Ισραηλ κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι. 16 ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ κύριος τῇ Ιερουσαλημ Θάρσει, Σιων, μὴ παρείσϑωσαν αἱ χεῖρές σου· 17 κύριος ὁ ϑεός σου ἐν σοί, δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐϕροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ καὶ εὐϕρανϑήσεται ἐπὶ σὲ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. 18 καὶ συνάξω τοὺς συντετριμμένους· οὐαί, τίς ἔλαβεν ἐπ᾽ αὐτὴν ὀνειδισμόν; 19 ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην· εἰσδέξομαι καὶ ϑήσομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ. 20 καὶ καταισχυνϑήσονται ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ, ὅταν εἰσδέξωμαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς ἐν τῷ ἐπιστρέϕειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει κύριος.

Liber Aggæi prophetæ - Ἀγγαῖος

Liber Aggæi prophetæ - Ἀγγαῖος caput 1

1 Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κύριου ἐν χειρὶ Αγγαιου τοῦ προϕήτου λέγων Εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν λέγων 2 Τάδε λέγει κύριος παντοκράτωρ λέγων Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου. 3 καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Αγγαιου τοῦ προϕήτου λέγων 4 Εἰ καιρὸς ὑμῖν μέν ἐστιν τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάϑμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται; 5 καὶ νῦν τάδε λέγει κύριος παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· 6 ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐϕάγετε καὶ οὐκ εἰς πλησμονήν, ἐπίετε καὶ οὐκ εἰς μέϑην, περιεβάλεσϑε καὶ οὐκ ἐϑερμάνϑητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισϑοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. 7 τάδε λέγει κύριος παντοκράτωρ Θέσϑε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· 8 ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασϑήσομαι, εἶπεν κύριος. 9 ἐπεβλέψατε εἰς πολλά, καὶ ἐγένετο ὀλίγα· καὶ εἰσηνέχϑη εἰς τὸν οἶκον, καὶ ἐξεϕύσησα αὐτά. διὰ τοῦτο τάδε λέγει κύριος παντοκράτωρ Ἀνϑ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, 10 διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκϕόρια αὐτῆς· 11 καὶ ἐπάξω ῥομϕαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκϕέρει ἡ γῆ καὶ ἐπὶ τοὺς ἀνϑρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν. – 12 καὶ ἤκουσεν Ζοροβαβελ ὁ τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ αὐτῶν καὶ τῶν λόγων Αγγαιου τοῦ προϕήτου, καϑότι ἐξαπέστειλεν αὐτὸν κύριος ὁ ϑεὸς αὐτῶν πρὸς αὐτούς, καὶ ἐϕοβήϑη ὁ λαὸς ἀπὸ προσώπου κυρίου. 13 καὶ εἶπεν Αγγαιος ὁ ἄγγελος κυρίου τῷ λαῷ Ἐγώ εἰμι μεϑ᾽ ὑμῶν, λέγει κύριος. 14 καὶ ἐξήγειρεν κύριος τὸ πνεῦμα Ζοροβαβελ τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλϑον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος ϑεοῦ αὐτῶν 15 τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως.

Liber Aggæi prophetæ - Ἀγγαῖος caput 2

1 Τῷ ἑβδόμῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν κύριος ἐν χειρὶ Αγγαιου τοῦ προϕήτου λέγων 2 Εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων 3 Τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσϑεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν; καϑὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν. 4 καὶ νῦν κατίσχυε, Ζοροβαβελ, λέγει κύριος, καὶ κατίσχυε, Ἰησοῦ ὁ τοῦ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας, καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει κύριος, καὶ ποιεῖτε· διότι μεϑ᾽ ὑμῶν ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, 5 καὶ τὸ πνεῦμά μου ἐϕέστηκεν ἐν μέσῳ ὑμῶν· ϑαρσεῖτε. 6 διότι τάδε λέγει κύριος παντοκράτωρ Ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ϑάλασσαν καὶ τὴν ξηράν· 7 καὶ συσσείσω πάντα τὰ ἔϑνη, καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐϑνῶν, καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης, λέγει κύριος παντοκράτωρ. 8 ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, λέγει κύριος παντοκράτωρ. 9 διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην, λέγει κύριος παντοκράτωρ, καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον. 10 Τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Αγγαιον τὸν προϕήτην λέγων 11 Τάδε λέγει κύριος παντοκράτωρ Ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων 12 Ἐὰν λάβῃ ἄνϑρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος, εἰ ἁγιασϑήσεται; καὶ ἀπεκρίϑησαν οἱ ἱερεῖς καὶ εἶπαν Οὔ. 13 καὶ εἶπεν Αγγαιος Ἐὰν ἅψηται μεμιαμμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων, εἰ μιανϑήσεται; καὶ ἀπεκρίϑησαν οἱ ἱερεῖς καὶ εἶπαν Μιανϑήσεται. 14 καὶ ἀπεκρίϑη Αγγαιος καὶ εἶπεν Οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔϑνος τοῦτο ἐνώπιον ἐμοῦ, λέγει κύριος, καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν, καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ, μιανϑήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρϑρινῶν, ὀδυνηϑήσονται ἀπὸ προσώπου πόνων αὐτῶν· καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας. 15 καὶ νῦν ϑέσϑε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ ϑεῖναι λίϑον ἐπὶ λίϑον ἐν τῷ ναῷ κυρίου 16 τίνες ἦτε· ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριϑῆς εἴκοσι σάτα, καὶ ἐγένετο κριϑῆς δέκα σάτα· καὶ εἰσεπορεύεσϑε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς, καὶ ἐγένοντο εἴκοσι. 17 ἐπάταξα ὑμᾶς ἐν ἀϕορίᾳ καὶ ἐν ἀνεμοϕϑορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν, καὶ οὐκ ἐπεστρέψατε πρός με, λέγει κύριος. 18 ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα· ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας, ἧς ἐϑεμελιώϑη ὁ ναὸς κυρίου, ϑέσϑε ἐν ταῖς καρδίαις ὑμῶν 19 εἰ ἔτι ἐπιγνωσϑήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥόα καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ ϕέροντα καρπόν, ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω. 20 Καὶ ἐγένετο λόγος κυρίου ἐκ δευτέρου πρὸς Αγγαιον τὸν προϕήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων 21 Εἰπὸν πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ ἐκ ϕυλῆς Ιουδα λέγων Ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν ϑάλασσαν καὶ τὴν ξηρὰν 22 καὶ καταστρέψω ϑρόνους βασιλέων καὶ ὀλεϑρεύσω δύναμιν βασιλέων τῶν ἐϑνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας, καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομϕαίᾳ πρὸς τὸν ἀδελϕὸν αὐτοῦ. 23 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, λήμψομαί σε Ζοροβαβελ τὸν τοῦ Σαλαϑιηλ τὸν δοῦλόν μου, λέγει κύριος, καὶ ϑήσομαί σε ὡς σϕραγῖδα, διότι σὲ ᾑρέτισα, λέγει κύριος παντοκράτωρ.

Liber Zachariæ prophetæ - Ζαχαρίας

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 1

1 Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προϕήτην λέγων 2 Ὠργίσϑη κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην. 3 καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος παντοκράτωρ Ἐπιστρέψατε πρός με, καὶ ἐπιστραϕήσομαι πρὸς ὑμᾶς, λέγει κύριος. 4 καὶ μὴ γίνεσϑε καϑὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προϕῆται οἱ ἔμπροσϑεν λέγοντες Τάδε λέγει κύριος παντοκράτωρ Ἀποστρέψατε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει κύριος. 5 οἱ πατέρες ὑμῶν ποῦ εἰσιν; καὶ οἱ προϕῆται μὴ τὸν αἰῶνα ζήσονται; 6 πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσϑε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προϕήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑμῶν. καὶ ἀπεκρίϑησαν καὶ εἶπαν Καϑὼς παρατέτακται κύριος παντοκράτωρ τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν. 7 Τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί – οὗτός ἐστιν ὁ μὴν Σαβατ – ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν τοῦ Βαραχιου υἱὸν Αδδω τὸν προϕήτην λέγων 8 Ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν δύο ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. 9 καὶ εἶπα Τί οὗτοι, κύριε; καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἐγὼ δείξω σοι τί ἐστιν ταῦτα. 10 καὶ ἀπεκρίϑη ὁ ἀνὴρ ὁ ἐϕεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπεν πρός με Οὗτοί εἰσιν οὓς ἐξαπέσταλκεν κύριος τοῦ περιοδεῦσαι τὴν γῆν. 11 καὶ ἀπεκρίϑησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐϕεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπον Περιωδεύκαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. 12 καὶ ἀπεκρίϑη ὁ ἄγγελος κυρίου καὶ εἶπεν Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; 13 καὶ ἀπεκρίϑη κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς. 14 καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν 15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔϑνη τὰ συνεπιτιϑέμενα ἀνϑ᾽ ὧν ἐγὼ μὲν ὠργίσϑην ὀλίγα, αὐτοὶ δὲ συνεπέϑεντο εἰς κακά. 16 διὰ τοῦτο τάδε λέγει κύριος Ἐπιστρέψω ἐπὶ Ιερουσαλημ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηϑήσεται ἐν αὐτῇ, λέγει κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταϑήσεται ἐπὶ Ιερουσαλημ ἔτι. 17 καὶ εἶπεν πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί Ἀνάκραγε λέγων Τάδε λέγει κύριος παντοκράτωρ Ἔτι διαχυϑήσονται πόλεις ἐν ἀγαϑοῖς, καὶ ἐλεήσει κύριος ἔτι τὴν Σιων καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 2

1 Καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. 2 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ. 3 καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας. 4 καὶ εἶπα Τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπεν πρός με Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρεν κεϕαλήν· καὶ εἰσῆλϑον οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν τὰ τέσσαρα κέρατα τὰ ἔϑνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν κυρίου τοῦ διασκορπίσαι αὐτήν. 5 Καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν. 6 καὶ εἶπα πρὸς αὐτόν Ποῦ σὺ πορεύῃ; καὶ εἶπεν πρός με Διαμετρῆσαι τὴν Ιερουσαλημ τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστιν καὶ πηλίκον τὸ μῆκος. 7 καὶ ἰδοὺ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς συνάντησιν αὐτῷ 8 καὶ εἶπεν πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατακάρπως κατοικηϑήσεται Ιερουσαλημ ἀπὸ πλήϑους ἀνϑρώπων καὶ κτηνῶν ἐν μέσῳ αὐτῆς· 9 καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόϑεν καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. 10 ὦ ὦ ϕεύγετε ἀπὸ γῆς βορρᾶ, λέγει κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάξω ὑμᾶς, λέγει κύριος· 11 εἰς Σιων ἀνασῴζεσϑε, οἱ κατοικοῦντες ϑυγατέρα Βαβυλῶνος. 12 διότι τάδε λέγει κύριος παντοκράτωρ Ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔϑνη τὰ σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀϕϑαλμοῦ αὐτοῦ· 13 διότι ἰδοὺ ἐγὼ ἐπιϕέρω τὴν χεῖρά μου ἐπ᾽ αὐτούς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύουσιν αὐτοῖς, καὶ γνώσεσϑε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με. 14 τέρπου καὶ εὐϕραίνου, ϑύγατερ Σιων, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. 15 καὶ καταϕεύξονται ἔϑνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαὸν καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. 16 καὶ κατακληρονομήσει κύριος τὸν Ιουδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ιερουσαλημ. 17 εὐλαβείσϑω πᾶσα σὰρξ ἀπὸ προσώπου κυρίου, διότι ἐξεγήγερται ἐκ νεϕελῶν ἁγίων αὐτοῦ.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 3

1 Καὶ ἔδειξέν μοι Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσϑαι αὐτῷ. 2 καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον Ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; 3 καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου. 4 καὶ ἀπεκρίϑη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων Ἀϕέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ᾽ αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν Ἰδοὺ ἀϕῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη 5 καὶ ἐπίϑετε κίδαριν καϑαρὰν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ. καὶ περιέβαλον αὐτὸν ἱμάτια καὶ ἐπέϑηκαν κίδαριν καϑαρὰν ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ, καὶ ὁ ἄγγελος κυρίου εἱστήκει. 6 καὶ διεμαρτύρατο ὁ ἄγγελος κυρίου πρὸς Ἰησοῦν λέγων 7 Τάδε λέγει κύριος παντοκράτωρ Ἐὰν ἐν ταῖς ὁδοῖς μου πορεύῃ καὶ ἐὰν τὰ προστάγματά μου ϕυλάξῃς, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου· καὶ ἐὰν διαϕυλάξῃς καί γε τὴν αὐλήν μου, καὶ δώσω σοι ἀναστρεϕομένους ἐν μέσῳ τῶν ἑστηκότων τούτων. 8 ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καϑήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατοσκόποι εἰσί· διότι ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν· 9 διότι ὁ λίϑος, ὃν ἔδωκα πρὸ προσώπου Ἰησοῦ, ἐπὶ τὸν λίϑον τὸν ἕνα ἑπτὰ ὀϕϑαλμοί εἰσιν· ἰδοὺ ἐγὼ ὀρύσσω βόϑρον, λέγει κύριος παντοκράτωρ, καὶ ψηλαϕήσω πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ. 10 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, συγκαλέσετε ἕκαστος τὸν πλησίον αὐτοῦ ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 4

1 Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ ἐξήγειρέν με ὃν τρόπον ὅταν ἐξεγερϑῇ ἄνϑρωπος ἐξ ὕπνου αὐτοῦ 2 καὶ εἶπεν πρός με Τί σύ βλέπεις; καὶ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς· 3 καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου καὶ μία ἐξ εὐωνύμων. 4 καὶ ἐπηρώτησα καὶ εἶπον πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ λέγων Τί ἐστιν ταῦτα, κύριε; 5 καὶ ἀπεκρίϑη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Οὐ γινώσκεις τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε. 6 καὶ ἀπεκρίϑη καὶ εἶπεν πρός με λέγων Οὗτος ὁ λόγος κυρίου πρὸς Ζοροβαβελ λέγων Οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ἰσχύι, ἀλλ᾽ ἢ ἐν πνεύματί μου, λέγει κύριος παντοκράτωρ. 7 τίς εἶ σύ, τὸ ὄρος τὸ μέγα, πρὸ προσώπου Ζοροβαβελ τοῦ κατορϑῶσαι; καὶ ἐξοίσω τὸν λίϑον τῆς κληρονομίας ἰσότητα χάριτος χάριτα αὐτῆς. 8 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 9 Αἱ χεῖρες Ζοροβαβελ ἐϑεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν, καὶ ἐπιγνώσῃ διότι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ. 10 διότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαροῦνται καὶ ὄψονται τὸν λίϑον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβαβελ. ἑπτὰ οὗτοι ὀϕϑαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. 11 καὶ ἀπεκρίϑην καὶ εἶπα πρὸς αὐτόν Τί αἱ δύο ἐλαῖαι αὗται αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ ἐξ εὐωνύμων; 12 καὶ ἐπηρώτησα ἐκ δευτέρου καὶ εἶπα πρὸς αὐτόν Τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶν τῶν δύο μυξωτήρων τῶν χρυσῶν τῶν ἐπιχεόντων καὶ ἐπαναγόντων τὰς ἐπαρυστρίδας τὰς χρυσᾶς; 13 καὶ εἶπεν πρός με Οὐκ οἶδας τί ἐστιν ταῦτα; καὶ εἶπα Οὐχί, κύριε. 14 καὶ εἶπεν Οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος παρεστήκασιν τῷ κυρίῳ πάσης τῆς γῆς.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 5

1 Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δρέπανον πετόμενον. 2 καὶ εἶπεν πρός με Τί σὺ βλέπεις; καὶ εἶπα Ἐγὼ ὁρῶ δρέπανον πετόμενον μῆκος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα. 3 καὶ εἶπεν πρός με Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τῆς γῆς, διότι πᾶς ὁ κλέπτης ἐκ τούτου ἕως ϑανάτου ἐκδικηϑήσεται, καὶ πᾶς ὁ ἐπίορκος ἐκ τούτου ἕως ϑανάτου ἐκδικηϑήσεται· 4 καὶ ἐξοίσω αὐτό, λέγει κύριος παντοκράτωρ, καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσῳ τοῦ οἴκου αὐτοῦ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτοῦ καὶ τοὺς λίϑους αὐτοῦ. 5 Καὶ ἐξῆλϑεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν πρός με Ἀνάβλεψον τοῖς ὀϕϑαλμοῖς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον τοῦτο. 6 καὶ εἶπα Τί ἐστιν; καὶ εἶπεν Τοῦτο τὸ μέτρον τὸ ἐκπορευόμενον. καὶ εἶπεν Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. 7 καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον, καὶ ἰδοὺ μία γυνὴ ἐκάϑητο ἐν μέσῳ τοῦ μέτρου. 8 καὶ εἶπεν Αὕτη ἐστὶν ἡ ἀνομία· καὶ ἔρριψεν αὐτὴν ἐν μέσῳ τοῦ μέτρου καὶ ἔρριψεν τὸν λίϑον τοῦ μολίβου εἰς τὸ στόμα αὐτῆς. 9 καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ δύο γυναῖκες ἐκπορευόμεναι, καὶ πνεῦμα ἐν ταῖς πτέρυξιν αὐτῶν, καὶ αὗται εἶχον πτέρυγας ὡς πτέρυγας ἔποπος· καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ. 10 καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Ποῦ αὗται ἀποϕέρουσιν τὸ μέτρον; 11 καὶ εἶπεν πρός με Οἰκοδομῆσαι αὐτῷ οἰκίαν ἐν γῇ Βαβυλῶνος καὶ ἑτοιμάσαι, καὶ ϑήσουσιν αὐτὸ ἐκεῖ ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 6

1 Καὶ ἐπέστρεψα καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα ἅρματα ἐκπορευόμενα ἐκ μέσου δύο ὀρέων, καὶ τὰ ὄρη ἦν ὄρη χαλκᾶ. 2 ἐν τῷ ἅρματι τῷ πρώτῳ ἵπποι πυρροί, καὶ ἐν τῷ ἅρματι τῷ δευτέρῳ ἵπποι μέλανες, 3 καὶ ἐν τῷ ἅρματι τῷ τρίτῳ ἵπποι λευκοί, καὶ ἐν τῷ ἅρματι τῷ τετάρτῳ ἵπποι ποικίλοι ψαροί. 4 καὶ ἀπεκρίϑην καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστιν ταῦτα, κύριε; 5 καὶ ἀπεκρίϑη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ καὶ εἶπεν Ταῦτά ἐστιν οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ, ἐκπορεύονται παραστῆναι τῷ κυρίῳ πάσης τῆς γῆς· 6 ἐν ᾧ ἦσαν οἱ ἵπποι οἱ μέλανες, ἐξεπορεύοντο ἐπὶ γῆν βορρᾶ, καὶ οἱ λευκοὶ ἐξεπορεύοντο κατόπισϑεν αὐτῶν, καὶ οἱ ποικίλοι ἐξεπορεύοντο ἐπὶ γῆν νότου, 7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο καὶ ἐπέβλεπον τοῦ πορεύεσϑαι τοῦ περιοδεῦσαι τὴν γῆν. καὶ εἶπεν Πορεύεσϑε καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν. 8 καὶ ἀνεβόησεν καὶ ἐλάλησεν πρός με λέγων Ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βορρᾶ ἀνέπαυσαν τὸν ϑυμόν μου ἐν γῇ βορρᾶ. 9 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 10 Λαβὲ τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησίμων αὐτῆς καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύσῃ σὺ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὸν οἶκον Ιωσιου τοῦ Σοϕονιου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος 11 καὶ λήψῃ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεϕάνους καὶ ἐπιϑήσεις ἐπὶ τὴν κεϕαλὴν Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου 12 καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος παντοκράτωρ Ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωϑεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου· 13 καὶ αὐτὸς λήμψεται ἀρετὴν καὶ καϑίεται καὶ κατάρξει ἐπὶ τοῦ ϑρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμϕοτέρων. 14 ὁ δὲ στέϕανος ἔσται τοῖς ὑπομένουσιν καὶ τοῖς χρησίμοις αὐτῆς καὶ τοῖς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱοῦ Σοϕονιου καὶ εἰς ψαλμὸν ἐν οἴκῳ κυρίου. 15 καὶ οἱ μακρὰν ἀπ᾽ αὐτῶν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τῷ οἴκῳ κυρίου, καὶ γνώσεσϑε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμᾶς· καὶ ἔσται, ἐὰν εἰσακούοντες εἰσακούσητε τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ὑμῶν.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 7

1 Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου, ὅς ἐστιν Χασελευ, 2 καὶ ἐξαπέστειλεν εἰς Βαιϑηλ Σαρασαρ καὶ Αρβεσεερ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασϑαι τὸν κύριον 3 λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος καὶ πρὸς τοὺς προϕήτας λέγων Εἰσελήλυϑεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καϑότι ἐποίησα ἤδη ἱκανὰ ἔτη. 4 καὶ ἐγένετο λόγος κυρίου τῶν δυνάμεων πρός με λέγων 5 Εἰπὸν πρὸς ἅπαντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησϑε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη μὴ νηστείαν νενηστεύκατέ μοι; 6 καὶ ἐὰν ϕάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἔσϑετε καὶ ὑμεῖς πίνετε; 7 οὐχ οὗτοι οἱ λόγοι εἰσίν, οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τῶν προϕητῶν τῶν ἔμπροσϑεν, ὅτε ἦν Ιερουσαλημ κατοικουμένη καὶ εὐϑηνοῦσα καὶ αἱ πόλεις αὐτῆς κυκλόϑεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο; 8 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων 9 Τάδε λέγει κύριος παντοκράτωρ Κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελϕὸν αὐτοῦ 10 καὶ χήραν καὶ ὀρϕανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος τοῦ ἀδελϕοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. 11 καὶ ἠπείϑησαν τοῦ προσέχειν καὶ ἔδωκαν νῶτον παραϕρονοῦντα καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ εἰσακούειν 12 καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειϑῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου μου καὶ τοὺς λόγους, οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτοῦ ἐν χερσὶν τῶν προϕητῶν τῶν ἔμπροσϑεν· καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος. 13 καὶ ἔσται ὃν τρόπον εἶπεν καὶ οὐκ εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται καὶ οὐ μὴ εἰσακούσω, λέγει κύριος παντοκράτωρ. 14 καὶ ἐκβαλῶ αὐτοὺς εἰς πάντα τὰ ἔϑνη, ἃ οὐκ ἔγνωσαν, καὶ ἡ γῆ ἀϕανισϑήσεται κατόπισϑεν αὐτῶν ἐκ διοδεύοντος καὶ ἐξ ἀναστρέϕοντος· καὶ ἔταξαν γῆν ἐκλεκτὴν εἰς ἀϕανισμόν.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 8

1 Καὶ ἐγένετο λόγος κυρίου παντοκράτορος λέγων 2 Τάδε λέγει κύριος παντοκράτωρ Ἐζήλωσα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζῆλον μέγαν καὶ ϑυμῷ μεγάλῳ ἐζήλωσα αὐτήν. 3 τάδε λέγει κύριος Καὶ ἐπιστρέψω ἐπὶ Σιων καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ, καὶ κληϑήσεται ἡ Ιερουσαλημ πόλις ἡ ἀληϑινὴ καὶ τὸ ὄρος κυρίου παντοκράτορος ὄρος ἅγιον. 4 τάδε λέγει κύριος παντοκράτωρ Ἔτι καϑήσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ιερουσαλημ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήϑους ἡμερῶν· 5 καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησϑήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς. 6 τάδε λέγει κύριος παντοκράτωρ Διότι εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον ἐμοῦ ἀδυνατήσει; λέγει κύριος παντοκράτωρ. 7 τάδε λέγει κύριος παντοκράτωρ Ἰδοὺ ἐγὼ ἀνασῴζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν 8 καὶ εἰσάξω αὐτοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ιερουσαλημ, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεὸν ἐν ἀληϑείᾳ καὶ ἐν δικαιοσύνῃ. 9 τάδε λέγει κύριος παντοκράτωρ Κατισχυέτωσαν αἱ χεῖρες ὑμῶν τῶν ἀκουόντων ἐν ταῖς ἡμέραις ταύταις τοὺς λόγους τούτους ἐκ στόματος τῶν προϕητῶν, ἀϕ᾽ ἧς ἡμέρας τεϑεμελίωται ὁ οἶκος κυρίου παντοκράτορος, καὶ ὁ ναὸς ἀϕ᾽ οὗ ᾠκοδόμηται. 10 διότι πρὸ τῶν ἡμερῶν ἐκείνων ὁ μισϑὸς τῶν ἀνϑρώπων οὐκ ἔσται εἰς ὄνησιν, καὶ ὁ μισϑὸς τῶν κτηνῶν οὐχ ὑπάρξει, καὶ τῷ ἐκπορευομένῳ καὶ τῷ εἰσπορευομένῳ οὐκ ἔσται εἰρήνη ἀπὸ τῆς ϑλίψεως· καὶ ἐξαποστελῶ πάντας τοὺς ἀνϑρώπους ἕκαστον ἐπὶ τὸν πλησίον αὐτοῦ. 11 καὶ νῦν οὐ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσϑεν ἐγὼ ποιῶ τοῖς καταλοίποις τοῦ λαοῦ τούτου, λέγει κύριος παντοκράτωρ, 12 ἀλλ᾽ ἢ δείξω εἰρήνην· ἡ ἄμπελος δώσει τὸν καρπὸν αὐτῆς, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ ὁ οὐρανὸς δώσει τὴν δρόσον αὐτοῦ, καὶ κατακληρονομήσω τοῖς καταλοίποις τοῦ λαοῦ μου πάντα ταῦτα. 13 καὶ ἔσται ὃν τρόπον ἦτε ἐν κατάρᾳ ἐν τοῖς ἔϑνεσιν, οἶκος Ιουδα καὶ οἶκος Ισραηλ, οὕτως διασώσω ὑμᾶς καὶ ἔσεσϑε ἐν εὐλογίᾳ· ϑαρσεῖτε καὶ κατισχύετε ἐν ταῖς χερσὶν ὑμῶν. 14 διότι τάδε λέγει κύριος παντοκράτωρ Ὃν τρόπον διενοήϑην τοῦ κακῶσαι ὑμᾶς ἐν τῷ παροργίσαι με τοὺς πατέρας ὑμῶν, λέγει κύριος παντοκράτωρ, καὶ οὐ μετενόησα, 15 οὕτως παρατέταγμαι καὶ διανενόημαι ἐν ταῖς ἡμέραις ταύταις τοῦ καλῶς ποιῆσαι τὴν Ιερουσαλημ καὶ τὸν οἶκον Ιουδα· ϑαρσεῖτε. 16 οὗτοι οἱ λόγοι, οὓς ποιήσετε· λαλεῖτε ἀλήϑειαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ κρίμα εἰρηνικὸν κρίνατε ἐν ταῖς πύλαις ὑμῶν 17 καὶ ἕκαστος τὴν κακίαν τοῦ πλησίον αὐτοῦ μὴ λογίζεσϑε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε, διότι ταῦτα πάντα ἐμίσησα, λέγει κύριος παντοκράτωρ. 18 Καὶ ἐγένετο λόγος κύριου παντοκράτορος πρός με λέγων 19 Τάδε λέγει κύριος παντοκράτωρ Νηστεία ἡ τετρὰς καὶ νηστεία ἡ πέμπτη καὶ νηστεία ἡ ἑβδόμη καὶ νηστεία ἡ δεκάτη ἔσονται τῷ οἴκῳ Ιουδα εἰς χαρὰν καὶ εἰς εὐϕροσύνην καὶ εἰς ἑορτὰς ἀγαϑὰς καὶ εὐϕρανϑήσεσϑε, καὶ τὴν ἀλήϑειαν καὶ τὴν εἰρήνην ἀγαπήσατε. 20 τάδε λέγει κύριος παντοκράτωρ Ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικοῦντες πόλεις πολλάς· 21 καὶ συνελεύσονται κατοικοῦντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες Πορευϑῶμεν δεηϑῆναι τοῦ προσώπου κυρίου καὶ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος· πορεύσομαι κἀγώ. 22 καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔϑνη πολλὰ ἐκζητῆσαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ τοῦ ἐξιλάσκεσϑαι τὸ πρόσωπον κυρίου. 23 τάδε λέγει κύριος παντοκράτωρ Ἐν ταῖς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασῶν τῶν γλωσσῶν τῶν ἐϑνῶν καὶ ἐπιλάβωνται τοῦ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες Πορευσόμεϑα μετὰ σοῦ, διότι ἀκηκόαμεν ὅτι ὁ ϑεὸς μεϑ᾽ ὑμῶν ἐστιν.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 9

1 Λῆμμα λόγου κυρίου· ἐν γῇ Σεδραχ καὶ Δαμασκοῦ ϑυσία αὐτοῦ, διότι κύριος ἐϕορᾷ ἀνϑρώπους καὶ πάσας ϕυλὰς τοῦ Ισραηλ. 2 καὶ Εμαϑ ἐν τοῖς ὁρίοις αὐτῆς, Τύρος καὶ Σιδών, διότι ἐϕρόνησαν σϕόδρα. 3 καὶ ᾠκοδόμησεν Τύρος ὀχυρώματα ἑαυτῇ καὶ ἐϑησαύρισεν ἀργύριον ὡς χοῦν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδῶν. 4 διὰ τοῦτο κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς ϑάλασσαν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωϑήσεται. 5 ὄψεται Ἀσκαλὼν καὶ ϕοβηϑήσεται, καὶ Γάζα καὶ ὀδυνηϑήσεται σϕόδρα, καὶ Ακκαρων, ὅτι ᾐσχύνϑη ἐπὶ τῷ παραπτώματι αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ Ἀσκαλὼν οὐ μὴ κατοικηϑῇ. 6 καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ, καὶ καϑελῶ ὕβριν ἀλλοϕύλων. 7 καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν ἐκ μέσου ὀδόντων αὐτῶν, καὶ ὑπολειϕϑήσεται καὶ οὗτος τῷ ϑεῷ ἡμῶν, καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ιουδα καὶ Ακκαρων ὡς ὁ Ιεβουσαῖος. 8 καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσϑαι μηδὲ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλϑῃ ἐπ᾽ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑώρακα ἐν τοῖς ὀϕϑαλμοῖς μου. 9 Χαῖρε σϕόδρα, ϑύγατερ Σιων· κήρυσσε, ϑύγατερ Ιερουσαλημ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. 10 καὶ ἐξολεϑρεύσει ἅρματα ἐξ Εϕραιμ καὶ ἵππον ἐξ Ιερουσαλημ, καὶ ἐξολεϑρευϑήσεται τόξον πολεμικόν, καὶ πλῆϑος καὶ εἰρήνη ἐξ ἐϑνῶν· καὶ κατάρξει ὑδάτων ἕως ϑαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. 11 καὶ σὺ ἐν αἵματι διαϑήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. 12 καϑήσεσϑε ἐν ὀχυρώματι, δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι· 13 διότι ἐνέτεινά σε, Ιουδα, ἐμαυτῷ τόξον, ἔπλησα τὸν Εϕραιμ καὶ ἐπεγερῶ τὰ τέκνα σου, Σιων, ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων καὶ ψηλαϕήσω σε ὡς ῥομϕαίαν μαχητοῦ· 14 καὶ κύριος ἔσται ἐπ᾽ αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ. 15 κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτῶν, καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίϑοις σϕενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον καὶ πλήσουσιν ὡς ϕιάλας ϑυσιαστήριον. 16 καὶ σώσει αὐτοὺς κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίϑοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ. 17 ὅτι εἴ τι ἀγαϑὸν αὐτοῦ καὶ εἴ τι καλὸν παρ᾽ αὐτοῦ, σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων εἰς παρϑένους.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 10

1 Αἰτεῖσϑε ὑετὸν παρὰ κυρίου καϑ᾽ ὥραν πρόιμον καὶ ὄψιμον· κύριος ἐποίησεν ϕαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ. 2 διότι οἱ ἀποϕϑεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξήρϑησαν ὡς πρόβατα καὶ ἐκακώϑησαν, διότι οὐκ ἦν ἴασις. 3 ἐπὶ τοὺς ποιμένας παρωξύνϑη ὁ ϑυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται κύριος ὁ ϑεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ιουδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ. 4 καὶ ἐξ αὐτοῦ ἐπέβλεψεν καὶ ἐξ αὐτοῦ ἔταξεν, καὶ ἐξ αὐτοῦ τόξον ἐν ϑυμῷ· ἐξ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ. 5 καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ καὶ παρατάξονται, διότι κύριος μετ᾽ αὐτῶν, καὶ καταισχυνϑήσονται ἀναβάται ἵππων. 6 καὶ κατισχύσω τὸν οἶκον Ιουδα καὶ τὸν οἶκον Ιωσηϕ σώσω καὶ κατοικιῶ αὐτούς, ὅτι ἠγάπησα αὐτούς, καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς, διότι ἐγὼ κύριος ὁ ϑεὸς αὐτῶν καὶ ἐπακούσομαι αὐτοῖς. 7 καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Εϕραιμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἴνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψονται καὶ εὐϕρανϑήσονται, καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ κυρίῳ. 8 σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληϑυνϑήσονται καϑότι ἦσαν πολλοί· 9 καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησϑήσονταί μου, ἐκϑρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν. 10 καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτοὺς καὶ εἰς τὴν Γαλααδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ οὐ μὴ ὑπολειϕϑῇ ἐξ αὐτῶν οὐδὲ εἷς· 11 καὶ διελεύσονται ἐν ϑαλάσσῃ στενῇ καὶ πατάξουσιν ἐν ϑαλάσσῃ κύματα, καὶ ξηρανϑήσεται πάντα τὰ βάϑη ποταμῶν, καὶ ἀϕαιρεϑήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεϑήσεται. 12 καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ ϑεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει κύριος.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 11

1 Διάνοιξον, ὁ Λίβανος, τὰς ϑύρας σου, καὶ καταϕαγέτω πῦρ τὰς κέδρους σου· 2 ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσϑη ὁ δρυμὸς ὁ σύμϕυτος. 3 ϕωνὴ ϑρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· ϕωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκεν τὸ ϕρύαγμα τοῦ Ιορδάνου. 4 τάδε λέγει κύριος παντοκράτωρ Ποιμαίνετε τὰ πρόβατα τῆς σϕαγῆς, 5 ἃ οἱ κτησάμενοι κατέσϕαζον καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον Εὐλογητὸς κύριος καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ᾽ αὐτοῖς. 6 διὰ τοῦτο οὐ ϕείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν, λέγει κύριος, καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνϑρώπους ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ, καὶ κατακόψουσιν τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν. 7 καὶ ποιμανῶ τὰ πρόβατα τῆς σϕαγῆς εἰς τὴν Χαναανῖτιν· καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους – τὴν μίαν ἐκάλεσα Κάλλος καὶ τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα – καὶ ποιμανῶ τὰ πρόβατα. 8 καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνϑήσεται ἡ ψυχή μου ἐπ᾽ αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ᾽ ἐμέ. 9 καὶ εἶπα Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποϑνῇσκον ἀποϑνῃσκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα κατεσϑιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. 10 καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλὴν καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαϑήκην μου, ἣν διεϑέμην πρὸς πάντας τοὺς λαούς· 11 καὶ διασκεδασϑήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ ϕυλασσόμενα, διότι λόγος κυρίου ἐστίν. 12 καὶ ἐρῶ πρὸς αὐτούς Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε στήσαντες τὸν μισϑόν μου ἢ ἀπείπασϑε· καὶ ἔστησαν τὸν μισϑόν μου τριάκοντα ἀργυροῦς. 13 καὶ εἶπεν κύριος πρός με Κάϑες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσϑην ὑπὲρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον. 14 καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ Σχοίνισμα, τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον Ιουδα καὶ ἀνὰ μέσον τοῦ Ισραηλ. 15 Καὶ εἶπεν κύριος πρός με Ἔτι λαβὲ σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου. 16 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν· τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευϑύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταϕάγεται καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει. 17 ὦ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα· μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὸν ὀϕϑαλμὸν τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανϑήσεται, καὶ ὁ ὀϕϑαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυϕλούμενος ἐκτυϕλωϑήσεται.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 12

1 Λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ· λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ ϑεμελιῶν γῆν καὶ πλάσσων πνεῦμα ἀνϑρώπου ἐν αὐτῷ 2 Ἰδοὺ ἐγὼ τίϑημι τὴν Ιερουσαλημ ὡς πρόϑυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ιουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ιερουσαλημ. 3 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ϑήσομαι τὴν Ιερουσαλημ λίϑον καταπατούμενον πᾶσιν τοῖς ἔϑνεσιν· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχϑήσονται ἐπ᾽ αὐτὴν πάντα τὰ ἔϑνη τῆς γῆς. 4 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραϕρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ιουδα διανοίξω τοὺς ὀϕϑαλμούς μου καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυϕλώσει. 5 καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ιουδα ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ιερουσαλημ ἐν κυρίῳ παντοκράτορι ϑεῷ αὐτῶν. 6 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ϑήσομαι τοὺς χιλιάρχους Ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταϕάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόϑεν, καὶ κατοικήσει Ιερουσαλημ ἔτι καϑ᾽ ἑαυτήν. 7 καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καϑὼς ἀπ᾽ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τῶν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν. 8 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ κύριος ὑπὲρ τῶν κατοικούντων Ιερουσαλημ, καὶ ἔσται ὁ ἀσϑενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς οἶκος Δαυιδ, ὁ δὲ οἶκος Δαυιδ ὡς οἶκος ϑεοῦ, ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτῶν. 9 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω τοῦ ἐξᾶραι πάντα τὰ ἔϑνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ. 10 καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ, καὶ ἐπιβλέψονται πρός με ἀνϑ᾽ ὧν κατωρχήσαντο καὶ κόψονται ἐπ᾽ αὐτὸν κοπετὸν ὡς ἐπ᾽ ἀγαπητὸν καὶ ὀδυνηϑήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. 11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνϑήσεται ὁ κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, 12 καὶ κόψεται ἡ γῆ κατὰ ϕυλὰς ϕυλάς, ϕυλὴ καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς, ϕυλὴ οἴκου Δαυιδ καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς, ϕυλὴ οἴκου Ναϑαν καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς, 13 ϕυλὴ οἴκου Λευι καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς, ϕυλὴ τοῦ Συμεων καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς, 14 πᾶσαι αἱ ϕυλαὶ αἱ ὑπολελειμμέναι ϕυλὴ καϑ᾽ ἑαυτὴν καὶ αἱ γυναῖκες αὐτῶν καϑ᾽ ἑαυτάς.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 13

1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος ἐν τῷ οἴκῳ Δαυιδ. 2 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος, ἐξολεϑρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία· καὶ τοὺς ψευδοπροϕήτας καὶ τὸ πνεῦμα τὸ ἀκάϑαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς. 3 καὶ ἔσται ἐὰν προϕητεύσῃ ἄνϑρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτόν Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπ᾽ ὀνόματι κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οἱ γεννήσαντες αὐτὸν ἐν τῷ προϕητεύειν αὐτόν. 4 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνϑήσονται οἱ προϕῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ ἐν τῷ προϕητεύειν αὐτόν, καὶ ἐνδύσονται δέρριν τριχίνην ἀνϑ᾽ ὧν ἐψεύσαντο. 5 καὶ ἐρεῖ Οὔκ εἰμι προϕήτης ἐγώ, διότι ἄνϑρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι, ὅτι ἄνϑρωπος ἐγέννησέν με ἐκ νεότητός μου. 6 καὶ ἐρῶ πρὸς αὐτόν Τί αἱ πληγαὶ αὗται ἀνὰ μέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. 7 Ῥομϕαία, ἐξεγέρϑητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ᾽ ἄνδρα πολίτην μου, λέγει κύριος παντοκράτωρ· πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. 8 καὶ ἔσται ἐν πάσῃ τῇ γῇ, λέγει κύριος, τὰ δύο μέρη ἐξολεϑρευϑήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειϕϑήσεται ἐν αὐτῇ· 9 καὶ διάξω τὸ τρίτον διὰ πυρὸς καὶ πυρώσω αὐτούς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτούς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ καὶ ἐρῶ Λαός μου οὗτός ἐστιν, καὶ αὐτὸς ἐρεῖ Κύριος ὁ ϑεός μου.

Liber Zachariæ prophetæ - Ζαχαρίας caput 14

1 Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισϑήσεται τὰ σκῦλά σου ἐν σοί. 2 καὶ ἐπισυνάξω πάντα τὰ ἔϑνη ἐπὶ Ιερουσαλημ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνϑήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολεϑρευϑῶσιν ἐκ τῆς πόλεως. 3 καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔϑνεσιν ἐκείνοις καϑὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. 4 καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ιερουσαλημ ἐξ ἀνατολῶν· καὶ σχισϑήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς ϑάλασσαν, χάος μέγα σϕόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βορρᾶν καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον. 5 καὶ ἐμϕραχϑήσεται ϕάραγξ ὀρέων μου, καὶ ἐγκολληϑήσεται ϕάραγξ ὀρέων ἕως Ιασολ καὶ ἐμϕραχϑήσεται καϑὼς ἐνεϕράγη ἐν ταῖς ἡμέραις τοῦ σεισμοῦ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα· καὶ ἥξει κύριος ὁ ϑεός μου καὶ πάντες οἱ ἅγιοι μετ᾽ αὐτοῦ. 6 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται ϕῶς καὶ ψῦχος καὶ πάγος· 7 ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, καὶ πρὸς ἑσπέραν ἔσται ϕῶς. 8 καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ιερουσαλημ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν ϑάλασσαν τὴν πρώτην καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν ϑάλασσαν τὴν ἐσχάτην, καὶ ἐν ϑέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. 9 καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς καὶ τὸ ὄνομα αὐτοῦ ἕν. 10 κυκλῶν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον ἀπὸ Γαβε ἕως Ρεμμων κατὰ νότον Ιερουσαλημ· Ραμα δὲ ἐπὶ τόπου μενεῖ ἀπὸ τῆς πύλης Βενιαμιν ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τῶν γωνιῶν καὶ ἕως τοῦ πύργου Ανανεηλ, ἕως τῶν ὑποληνίων τοῦ βασιλέως. 11 κατοικήσουσιν ἐν αὐτῇ, καὶ οὐκ ἔσται ἀνάϑεμα ἔτι, καὶ κατοικήσει Ιερουσαλημ πεποιϑότως. 12 Καὶ αὕτη ἔσται ἡ πτῶσις, ἣν κόψει κύριος πάντας τοὺς λαούς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ιερουσαλημ· τακήσονται αἱ σάρκες αὐτῶν ἑστηκότων αὐτῶν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ οἱ ὀϕϑαλμοὶ αὐτῶν ῥυήσονται ἐκ τῶν ὀπῶν αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν τακήσεται ἐν τῷ στόματι αὐτῶν. 13 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκστασις κυρίου ἐπ᾽ αὐτοὺς μεγάλη, καὶ ἐπιλήμψονται ἕκαστος τῆς χειρὸς τοῦ πλησίον αὐτοῦ, καὶ συμπλακήσεται ἡ χεὶρ αὐτοῦ πρὸς χεῖρα τοῦ πλησίον αὐτοῦ. 14 καὶ ὁ Ιουδας παρατάξεται ἐν Ιερουσαλημ καὶ συνάξει τὴν ἰσχὺν πάντων τῶν λαῶν κυκλόϑεν, χρυσίον καὶ ἀργύριον καὶ ἱματισμὸν εἰς πλῆϑος σϕόδρα. 15 καὶ αὕτη ἔσται ἡ πτῶσις τῶν ἵππων καὶ τῶν ἡμιόνων καὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ πάντων τῶν κτηνῶν τῶν ὄντων ἐν ταῖς παρεμβολαῖς ἐκείναις κατὰ τὴν πτῶσιν ταύτην. 16 καὶ ἔσται ὅσοι ἐὰν καταλειϕϑῶσιν ἐκ πάντων τῶν ἐϑνῶν τῶν ἐλϑόντων ἐπὶ Ιερουσαλημ, καὶ ἀναβήσονται κατ᾽ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 17 καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν ϕυλῶν τῆς γῆς εἰς Ιερουσαλημ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεϑήσονται. 18 ἐὰν δὲ ϕυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλϑῃ ἐκεῖ, καὶ ἐπὶ τούτοις ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔϑνη, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 19 αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐϑνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. 20 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ κυρίῳ παντοκράτορι, καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τῷ οἴκῳ κυρίου ὡς ϕιάλαι πρὸ προσώπου τοῦ ϑυσιαστηρίου, 21 καὶ ἔσται πᾶς λέβης ἐν Ιερουσαλημ καὶ ἐν τῷ Ιουδα ἅγιον τῷ κυρίῳ παντοκράτορι· καὶ ἥξουσιν πάντες οἱ ϑυσιάζοντες καὶ λήμψονται ἐξ αὐτῶν καὶ ἑψήσουσιν ἐν αὐτοῖς. καὶ οὐκ ἔσται Χαναναῖος οὐκέτι ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

Liber Malachiæ prophetæ - Μαλαχίας

Liber Malachiæ prophetæ - Μαλαχίας caput 1

1 Λῆμμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ· ϑέσϑε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν. 2 Ἠγάπησα ὑμᾶς, λέγει κύριος. καὶ εἴπατε Ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελϕὸς ἦν Ησαυ τοῦ Ιακωβ; λέγει κύριος· καὶ ἠγάπησα τὸν Ιακωβ, 3 τὸν δὲ Ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀϕανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου. 4 διότι ἐρεῖ ἡ Ιδουμαία Κατέστραπται, καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους· τάδε λέγει κύριος παντοκράτωρ Αὐτοὶ οἰκοδομήσουσιν, καὶ ἐγὼ καταστρέψω· καὶ ἐπικληϑήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐϕ᾽ ὃν παρατέτακται κύριος ἕως αἰῶνος. 5 καὶ οἱ ὀϕϑαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε Ἐμεγαλύνϑη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ Ισραηλ. 6 Υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ. καὶ εἰ πατήρ εἰμι ἐγώ, ποῦ ἐστιν ἡ δόξα μου; καὶ εἰ κύριός εἰμι ἐγώ, ποῦ ἐστιν ὁ ϕόβος μου; λέγει κύριος παντοκράτωρ. ὑμεῖς οἱ ἱερεῖς οἱ ϕαυλίζοντες τὸ ὄνομά μου· καὶ εἴπατε Ἐν τίνι ἐϕαυλίσαμεν τὸ ὄνομά σου; 7 προσάγοντες πρὸς τὸ ϑυσιαστήριόν μου ἄρτους ἠλισγημένους. καὶ εἴπατε Ἐν τίνι ἠλισγήσαμεν αὐτούς; ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιϑέμενα βρώματα ἐξουδενωμένα. 8 διότι ἐὰν προσαγάγητε τυϕλὸν εἰς ϑυσίαν, οὐ κακόν; καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον, οὐ κακόν; προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου, εἰ προσδέξεται αὐτό, εἰ λήμψεται πρόσωπόν σου, λέγει κύριος παντοκράτωρ. 9 καὶ νῦν ἐξιλάσκεσϑε τὸ πρόσωπον τοῦ ϑεοῦ ὑμῶν καὶ δεήϑητε αὐτοῦ· ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα· εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν; λέγει κύριος παντοκράτωρ. 10 διότι καὶ ἐν ὑμῖν συγκλεισϑήσονται ϑύραι, καὶ οὐκ ἀνάψετε τὸ ϑυσιαστήριόν μου δωρεάν· οὐκ ἔστιν μου ϑέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ ϑυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. 11 διότι ἀπ᾽ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔϑνεσιν, καὶ ἐν παντὶ τόπῳ ϑυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ ϑυσία καϑαρά, διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔϑνεσιν, λέγει κύριος παντοκράτωρ. 12 ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς Τράπεζα κυρίου ἠλισγημένη ἐστίν, καὶ τὰ ἐπιτιϑέμενα ἐξουδένωνται βρώματα αὐτοῦ. 13 καὶ εἴπατε Ταῦτα ἐκ κακοπαϑείας ἐστίν, καὶ ἐξεϕύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ· καὶ εἰσεϕέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα· καὶ ἐὰν ϕέρητε τὴν ϑυσίαν, εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; λέγει κύριος παντοκράτωρ. 14 καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ᾽ αὐτῷ καὶ ϑύει διεϕϑαρμένον τῷ κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει κύριος παντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιϕανὲς ἐν τοῖς ἔϑνεσιν.

Liber Malachiæ prophetæ - Μαλαχίας caput 2

1 Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, οἱ ἱερεῖς· 2 ἐὰν μὴ ἀκούσητε, καὶ ἐὰν μὴ ϑῆσϑε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει κύριος παντοκράτωρ, καὶ ἐξαποστελῶ ἐϕ᾽ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίϑεσϑε εἰς τὴν καρδίαν ὑμῶν. 3 ἰδοὺ ἐγὼ ἀϕορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἤνυστρον ἑορτῶν ὑμῶν, καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό· 4 καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαϑήκην μου πρὸς τοὺς Λευίτας, λέγει κύριος παντοκράτωρ. 5 ἡ διαϑήκη μου ἦν μετ᾽ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ ἐν ϕόβῳ ϕοβεῖσϑαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσϑαι αὐτόν. 6 νόμος ἀληϑείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέϑη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευϑύνων ἐπορεύϑη μετ᾽ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. 7 ὅτι χείλη ἱερέως ϕυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν. 8 ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσϑενήσατε ἐν νόμῳ, διεϕϑείρατε τὴν διαϑήκην τοῦ Λευι, λέγει κύριος παντοκράτωρ. 9 κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔϑνη, ἀνϑ᾽ ὧν ὑμεῖς οὐκ ἐϕυλάξασϑε τὰς ὁδούς μου, ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. 10 Οὐχὶ ϑεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελϕὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαϑήκην τῶν πατέρων ὑμῶν; 11 ἐγκατελείϕϑη Ιουδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ισραηλ καὶ ἐν Ιερουσαλημ, διότι ἐβεβήλωσεν Ιουδας τὰ ἅγια κυρίου, ἐν οἷς ἠγάπησεν, καὶ ἐπετήδευσεν εἰς ϑεοὺς ἀλλοτρίους. 12 ἐξολεϑρεύσει κύριος τὸν ἄνϑρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωϑῇ ἐκ σκηνωμάτων Ιακωβ καὶ ἐκ προσαγόντων ϑυσίαν τῷ κυρίῳ παντοκράτορι. 13 καὶ ταῦτα, ἃ ἐμίσουν, ἐποιεῖτε· ἐκαλύπτετε δάκρυσιν τὸ ϑυσιαστήριον κυρίου καὶ κλαυϑμῷ καὶ στεναγμῷ ἐκ κόπων. ἔτι ἄξιον ἐπιβλέψαι εἰς ϑυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; 14 καὶ εἴπατε Ἕνεκεν τίνος; ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες, καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαϑήκης σου. 15 καὶ οὐκ ἄλλος ἐποίησεν, καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ. καὶ εἴπατε Τί ἄλλο ἀλλ᾽ ἢ σπέρμα ζητεῖ ὁ ϑεός; καὶ ϕυλάξασϑε ἐν τῷ πνεύματι ὑμῶν, καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς· 16 ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς, λέγει κύριος ὁ ϑεὸς τοῦ Ισραηλ, καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνϑυμήματά σου, λέγει κύριος παντοκράτωρ. καὶ ϕυλάξασϑε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε. 17 Οἱ παροξύνοντες τὸν ϑεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε Ἐν τίνι παρωξύναμεν αὐτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρόν, καλὸν ἐνώπιον κυρίου, καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν· καί Ποῦ ἐστιν ὁ ϑεὸς τῆς δικαιοσύνης;

Liber Malachiæ prophetæ - Μαλαχίας caput 3

1 ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίϕνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαϑήκης, ὃν ὑμεῖς ϑέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ. 2 καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων. 3 καὶ καϑιεῖται χωνεύων καὶ καϑαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον· καὶ καϑαρίσει τοὺς υἱοὺς Λευι καὶ χεεῖ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον· καὶ ἔσονται τῷ κυρίῳ προσάγοντες ϑυσίαν ἐν δικαιοσύνῃ. 4 καὶ ἀρέσει τῷ κυρίῳ ϑυσία Ιουδα καὶ Ιερουσαλημ καϑὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καϑὼς τὰ ἔτη τὰ ἔμπροσϑεν. 5 καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς ϕαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισϑὸν μισϑωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρϕανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ ϕοβουμένους με, λέγει κύριος παντοκράτωρ. 6 Διότι ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν, καὶ οὐκ ἠλλοίωμαι· καὶ ὑμεῖς, υἱοὶ Ιακωβ, οὐκ ἀπέχεσϑε 7 ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐϕυλάξασϑε. ἐπιστρέψατε πρός με, καὶ ἐπιστραϕήσομαι πρὸς ὑμᾶς, λέγει κύριος παντοκράτωρ. καὶ εἴπατε Ἐν τίνι ἐπιστρέψωμεν; 8 εἰ πτερνιεῖ ἄνϑρωπος ϑεόν; διότι ὑμεῖς πτερνίζετέ με. καὶ ἐρεῖτε Ἐν τίνι ἐπτερνίκαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεϑ᾽ ὑμῶν εἰσιν· 9 καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε, καὶ ἐμὲ ὑμεῖς πτερνίζετε· τὸ ἔϑνος συνετελέσϑη. 10 καὶ εἰσηνέγκατε πάντα τὰ ἐκϕόρια εἰς τοὺς ϑησαυρούς, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ. ἐπισκέψασϑε δὴ ἐν τούτῳ, λέγει κύριος παντοκράτωρ, ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταρράκτας τοῦ οὐρανοῦ καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου ἕως τοῦ ἱκανωϑῆναι· 11 καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν καὶ οὐ μὴ διαϕϑείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, καὶ οὐ μὴ ἀσϑενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ, λέγει κύριος παντοκράτωρ. 12 καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔϑνη, διότι ἔσεσϑε ὑμεῖς γῆ ϑελητή, λέγει κύριος παντοκράτωρ. 13 Ἐβαρύνατε ἐπ᾽ ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει κύριος, καὶ εἴπατε Ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ; 14 εἴπατε Μάταιος ὁ δουλεύων ϑεῷ, καὶ τί πλέον ὅτι ἐϕυλάξαμεν τὰ ϕυλάγματα αὐτοῦ καὶ διότι ἐπορεύϑημεν ἱκέται πρὸ προσώπου κυρίου παντοκράτορος; 15 καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα καὶ ἀντέστησαν ϑεῷ καὶ ἐσώϑησαν. 16 Ταῦτα κατελάλησαν οἱ ϕοβούμενοι τὸν κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχεν κύριος καὶ εἰσήκουσεν καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς ϕοβουμένοις τὸν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ. 17 καὶ ἔσονταί μοι, λέγει κύριος παντοκράτωρ, εἰς ἡμέραν, ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνϑρωπος τὸν υἱὸν αὐτοῦ τὸν δουλεύοντα αὐτῷ. 18 καὶ ἐπιστραϕήσεσϑε καὶ ὄψεσϑε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος ϑεῷ καὶ τοῦ μὴ δουλεύοντος. 19 διότι ἰδοὺ ἡμέρα κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ ϕλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειϕϑῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα. 20 καὶ ἀνατελεῖ ὑμῖν τοῖς ϕοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσϑε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. 21 καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐγὼ ποιῶ, λέγει κύριος παντοκράτωρ. 22 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ηλιαν τὸν Θεσβίτην πρὶν ἐλϑεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιϕανῆ, 23 ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνϑρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἔλϑω καὶ πατάξω τὴν γῆν ἄρδην. 24 μνήσϑητε νόμου Μωυσῆ τοῦ δούλου μου, καϑότι ἐνετειλάμην αὐτῷ ἐν Χωρηβ πρὸς πάντα τὸν Ισραηλ προστάγματα καὶ δικαιώματα.

Liber Isaiæ prophetæ - Ἠσαίας

Liber Isaiæ prophetæ - Ἠσαίας caput 1

1 Ὅρασις, ἣν εἶδεν Ησαιας υἱὸς Αμως, ἣν εἶδεν κατὰ τῆς Ιουδαίας καὶ κατὰ Ιερουσαλημ ἐν βασιλείᾳ Οζιου καὶ Ιωαϑαμ καὶ Αχαζ καὶ Εζεκιου, οἳ ἐβασίλευσαν τῆς Ιουδαίας. 2 Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠϑέτησαν. 3 ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν ϕάτνην τοῦ κυρίου αὐτοῦ· Ισραηλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. 4 οὐαὶ ἔϑνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελίπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ισραηλ. 5 τί ἔτι πληγῆτε προστιϑέντες ἀνομίαν; πᾶσα κεϕαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. 6 ἀπὸ ποδῶν ἕως κεϕαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ ϕλεγμαίνουσα, οὐκ ἔστιν μάλαγμα ἐπιϑεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους. 7 ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσϑίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. 8 ἐγκαταλειϕϑήσεται ἡ ϑυγάτηρ Σιων ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροϕυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη· 9 καὶ εἰ μὴ κύριος σαβαωϑ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σοδομα ἂν ἐγενήϑημεν καὶ ὡς Γομορρα ἂν ὡμοιώϑημεν. 10 Ἀκούσατε λόγον κυρίου, ἄρχοντες Σοδομων· προσέχετε νόμον ϑεοῦ, λαὸς Γομορρας. 11 τί μοι πλῆϑος τῶν ϑυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, 12 οὐδ᾽ ἐὰν ἔρχησϑε ὀϕϑῆναί μοι. τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου 13 οὐ προσϑήσεσϑε· ἐὰν ϕέρητε σεμίδαλιν, μάταιον· ϑυμίαμα βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν 14 καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήϑητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. 15 ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀϕϑαλμούς μου ἀϕ᾽ ὑμῶν, καὶ ἐὰν πληϑύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. 16 λούσασϑε, καϑαροὶ γένεσϑε, ἀϕέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀϕϑαλμῶν μου, παύσασϑε ἀπὸ τῶν πονηριῶν ὑμῶν, 17 μάϑετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασϑε ἀδικούμενον, κρίνατε ὀρϕανῷ καὶ δικαιώσατε χήραν· 18 καὶ δεῦτε καὶ διελεγχϑῶμεν, λέγει κύριος, καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς ϕοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. 19 καὶ ἐὰν ϑέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαϑὰ τῆς γῆς ϕάγεσϑε· 20 ἐὰν δὲ μὴ ϑέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. 21 Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιων, πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήϑη ἐν αὐτῇ, νῦν δὲ ϕονευταί. 22 τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι· 23 οἱ ἄρχοντές σου ἀπειϑοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρϕανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες. 24 διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης κύριος σαβαωϑ Οὐαὶ οἱ ἰσχύοντες Ισραηλ· οὐ παύσεται γάρ μου ὁ ϑυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχϑρῶν μου ποιήσω. 25 καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καϑαρόν, τοὺς δὲ ἀπειϑοῦντας ἀπολέσω καὶ ἀϕελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηϕάνους ταπεινώσω. 26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ᾽ ἀρχῆς· καὶ μετὰ ταῦτα κληϑήσῃ Πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιων. 27 μετὰ γὰρ κρίματος σωϑήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης· 28 καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλείποντες τὸν κύριον συντελεσϑήσονται. 29 διότι αἰσχυνϑήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνϑησαν ἐπὶ τοῖς κήποις αὐτῶν, ἃ ἐπεϑύμησαν· 30 ἔσονται γὰρ ὡς τερέβινϑος ἀποβεβληκυῖα τὰ ϕύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· 31 καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινϑῆρες πυρός, καὶ κατακαυϑήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 2

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ησαιαν υἱὸν Αμως περὶ τῆς Ιουδαίας καὶ περὶ Ιερουσαλημ. 2 Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμϕανὲς τὸ ὄρος κυρίου καὶ ὁ οἶκος τοῦ ϑεοῦ ἐπ᾽ ἄκρων τῶν ὀρέων καὶ ὑψωϑήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ᾽ αὐτὸ πάντα τὰ ἔϑνη, 3 καὶ πορεύσονται ἔϑνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ ϑεοῦ Ιακωβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεϑα ἐν αὐτῇ· ἐκ γὰρ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ. 4 καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐϑνῶν καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήμψεται ἔτι ἔϑνος ἐπ᾽ ἔϑνος μάχαιραν, καὶ οὐ μὴ μάϑωσιν ἔτι πολεμεῖν. 5 Καὶ νῦν, ὁ οἶκος τοῦ Ιακωβ, δεῦτε πορευϑῶμεν τῷ ϕωτὶ κυρίου. 6 ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ισραηλ, ὅτι ἐνεπλήσϑη ὡς τὸ ἀπ᾽ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν ὡς ἡ τῶν ἀλλοϕύλων, καὶ τέκνα πολλὰ ἀλλόϕυλα ἐγενήϑη αὐτοῖς. 7 ἐνεπλήσϑη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριϑμὸς τῶν ϑησαυρῶν αὐτῶν· καὶ ἐνεπλήσϑη ἡ γῆ ἵππων, καὶ οὐκ ἦν ἀριϑμὸς τῶν ἁρμάτων αὐτῶν· 8 καὶ ἐνεπλήσϑη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· 9 καὶ ἔκυψεν ἄνϑρωπος, καὶ ἐταπεινώϑη ἀνήρ, καὶ οὐ μὴ ἀνήσω αὐτούς. 10 καὶ νῦν εἰσέλϑετε εἰς τὰς πέτρας καὶ κρύπτεσϑε εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ ϕόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ ϑραῦσαι τὴν γῆν. 11 οἱ γὰρ ὀϕϑαλμοὶ κυρίου ὑψηλοί, ὁ δὲ ἄνϑρωπος ταπεινός· καὶ ταπεινωϑήσεται τὸ ὕψος τῶν ἀνϑρώπων, καὶ ὑψωϑήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 12 ἡμέρα γὰρ κυρίου σαβαωϑ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήϕανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωϑήσονται, 13 καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασαν 14 καὶ ἐπὶ πᾶν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν 15 καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλὸν 16 καὶ ἐπὶ πᾶν πλοῖον ϑαλάσσης καὶ ἐπὶ πᾶσαν ϑέαν πλοίων κάλλους· 17 καὶ ταπεινωϑήσεται πᾶς ἄνϑρωπος, καὶ πεσεῖται ὕψος ἀνϑρώπων, καὶ ὑψωϑήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 18 καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν 19 εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ ϕόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ ϑραῦσαι τὴν γῆν. 20 τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνϑρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν προσκυνεῖν, τοῖς ματαίοις καὶ ταῖς νυκτερίσιν 21 τοῦ εἰσελϑεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν ἀπὸ προσώπου τοῦ ϕόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ ϑραῦσαι τὴν γῆν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 3

1 Ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαωϑ ἀϕελεῖ ἀπὸ τῆς Ιουδαίας καὶ ἀπὸ Ιερουσαλημ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, 2 γίγαντα καὶ ἰσχύοντα καὶ ἄνϑρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προϕήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον 3 καὶ πεντηκόνταρχον καὶ ϑαυμαστὸν σύμβουλον καὶ σοϕὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν· 4 καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. 5 καὶ συμπεσεῖται ὁ λαός, ἄνϑρωπος πρὸς ἄνϑρωπον καὶ ἄνϑρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. 6 ὅτι ἐπιλήμψεται ἄνϑρωπος τοῦ ἀδελϕοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. 7 καὶ ἀποκριϑεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου. 8 ὅτι ἀνεῖται Ιερουσαλημ, καὶ ἡ Ιουδαία συμπέπτωκεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειϑοῦντες· διότι νῦν ἐταπεινώϑη ἡ δόξα αὐτῶν, 9 καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεϕάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καϑ᾽ ἑαυτῶν 10 εἰπόντες Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν ϕάγονται. 11 οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. 12 λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. 13 ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ, 14 αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; 15 τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; 16 Τάδε λέγει κύριος Ἀνϑ ὧν ὑψώϑησαν αἱ ϑυγατέρες Σιων καὶ ἐπορεύϑησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀϕϑαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, 17 καὶ ταπεινώσει ὁ ϑεὸς ἀρχούσας ϑυγατέρας Σιων, καὶ κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν 18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀϕελεῖ κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τοὺς κόσμους αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους 19 καὶ τὸ κάϑεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν 20 καὶ τὴν σύνϑεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια 21 καὶ τὰ περιπόρϕυρα καὶ τὰ μεσοπόρϕυρα 22 καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαϕανῆ Λακωνικὰ 23 καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνϑινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον, σὺν χρυσίῳ καὶ ὑακίνϑῳ συγκαϑυϕασμένα καὶ ϑέριστρα κατάκλιτα. 24 καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεϕαλῆς τοῦ χρυσίου ϕαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορϕύρου περιζώσῃ σάκκον. 25 καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. 26 καὶ ταπεινωϑήσονται καὶ πενϑήσουσιν αἱ ϑῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειϕϑήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαϕισϑήσῃ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 4

1 καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνϑρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν ϕαγόμεϑα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεϑα, πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσϑω ἐϕ᾽ ἡμᾶς, ἄϕελε τὸν ὀνειδισμὸν ἡμῶν. 2 Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ ϑεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειϕϑὲν τοῦ Ισραηλ, 3 καὶ ἔσται τὸ ὑπολειϕϑὲν ἐν Σιων καὶ τὸ καταλειϕϑὲν ἐν Ιερουσαλημ ἅγιοι κληϑήσονται, πάντες οἱ γραϕέντες εἰς ζωὴν ἐν Ιερουσαλημ· 4 ὅτι ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν ϑυγατέρων Σιων καὶ τὸ αἷμα ἐκκαϑαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως. 5 καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σιων καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεϕέλη ἡμέρας καὶ ὡς καπνοῦ καὶ ὡς ϕωτὸς πυρὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ σκεπασϑήσεται· 6 καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύϕῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 5

1 Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἐγενήϑη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. 2 καὶ ϕραγμὸν περιέϑηκα καὶ ἐχαράκωσα καὶ ἐϕύτευσα ἄμπελον σωρηχ καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταϕυλήν, ἐποίησεν δὲ ἀκάνϑας. 3 καὶ νῦν, ἄνϑρωπος τοῦ Ιουδα καὶ οἱ ἐνοικοῦντες ἐν Ιερουσαλημ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. 4 τί ποιήσω ἔτι τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταϕυλήν, ἐποίησεν δὲ ἀκάνϑας. 5 νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀϕελῶ τὸν ϕραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καϑελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, 6 καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ τμηϑῇ οὐδὲ μὴ σκαϕῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανϑα· καὶ ταῖς νεϕέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. 7 ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωϑ οἶκος τοῦ Ισραηλ ἐστίν καὶ ἄνϑρωπος τοῦ Ιουδα νεόϕυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν. 8 Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀϕέλωνταί τι· μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; 9 ἠκούσϑη γὰρ εἰς τὰ ὦτα κυρίου σαβαωϑ ταῦτα· ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. 10 οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία. – 11 οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σικερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. 12 μετὰ γὰρ κιϑάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσιν, τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν. 13 τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήϑη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ πλῆϑος ἐγενήϑη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος. 14 καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν, καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς. 15 καὶ ταπεινωϑήσεται ἄνϑρωπος, καὶ ἀτιμασϑήσεται ἀνήρ, καὶ οἱ ὀϕϑαλμοὶ οἱ μετέωροι ταπεινωϑήσονται· 16 καὶ ὑψωϑήσεται κύριος σαβαωϑ ἐν κρίματι, καὶ ὁ ϑεὸς ὁ ἅγιος δοξασϑήσεται ἐν δικαιοσύνῃ. 17 καὶ βοσκηϑήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες ϕάγονται. – 18 οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, 19 οἱ λέγοντες Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλϑάτω ἡ βουλὴ τοῦ ἁγίου Ισραηλ, ἵνα γνῶμεν. – 20 οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιϑέντες τὸ σκότος ϕῶς καὶ τὸ ϕῶς σκότος, οἱ τιϑέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν. – 21 οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. – 22 οὐαὶ οἱ ἰσχύοντες ὑμῶν οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σικερα, 23 οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. 24 διὰ τοῦτο ὃν τρόπον καυϑήσεται καλάμη ὑπὸ ἄνϑρακος πυρὸς καὶ συγκαυϑήσεται ὑπὸ ϕλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνϑος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠϑέλησαν τὸν νόμον κυρίου σαβαωϑ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ισραηλ παρώξυναν. 25 καὶ ἐϑυμώϑη ὀργῇ κύριος σαβαωϑ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλεν τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς, καὶ παρωξύνϑη τὰ ὄρη, καὶ ἐγενήϑη τὰ ϑνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράϕη ὁ ϑυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. 26 τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔϑνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοῖς ἀπ᾽ ἄκρου τῆς γῆς, καὶ ἰδοὺ ταχὺ κούϕως ἔρχονται· 27 οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοιμηϑήσονται οὐδὲ λύσουσιν τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσϕύος αὐτῶν, οὐδὲ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν· 28 ὧν τὰ βέλη ὀξεῖά ἐστιν καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα, οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσϑησαν, οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς· 29 ὁρμῶσιν ὡς λέοντες καὶ παρέστηκαν ὡς σκύμνος λέοντος· καὶ ἐπιλήμψεται καὶ βοήσει ὡς ϑηρίου καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς. 30 καὶ βοήσει δι᾽ αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς ϕωνὴ ϑαλάσσης κυμαινούσης· καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 6

1 Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέϑανεν Οζιας ὁ βασιλεύς, εἶδον τὸν κύριον καϑήμενον ἐπὶ ϑρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. 2 καὶ σεραϕιν εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶν κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶν κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο. 3 καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον Ἅγιος ἅγιος ἅγιος κύριος σαβαωϑ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. 4 καὶ ἐπήρϑη τὸ ὑπέρϑυρον ἀπὸ τῆς ϕωνῆς, ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσϑη καπνοῦ. 5 καὶ εἶπα Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνϑρωπος ὢν καὶ ἀκάϑαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάϑαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαωϑ εἶδον τοῖς ὀϕϑαλμοῖς μου. 6 καὶ ἀπεστάλη πρός με ἓν τῶν σεραϕιν, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνϑρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ ϑυσιαστηρίου, 7 καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀϕελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαϑαριεῖ. 8 καὶ ἤκουσα τῆς ϕωνῆς κυρίου λέγοντος Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα Ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με. 9 καὶ εἶπεν Πορεύϑητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· 10 ἐπαχύνϑη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀϕϑαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀϕϑαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς. 11 καὶ εἶπα Ἕως πότε, κύριε; καὶ εἶπεν Ἕως ἂν ἐρημωϑῶσιν πόλεις παρὰ τὸ μὴ κατοικεῖσϑαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνϑρώπους καὶ ἡ γῆ καταλειϕϑήσεται ἔρημος. 12 καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ ϑεὸς τοὺς ἀνϑρώπους, καὶ οἱ καταλειϕϑέντες πληϑυνϑήσονται ἐπὶ τῆς γῆς· 13 καὶ ἔτι ἐπ᾽ αὐτῆς ἔστιν τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινϑος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἀπὸ τῆς ϑήκης αὐτῆς.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 7

1 Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Αχαζ τοῦ Ιωαϑαμ τοῦ υἱοῦ Οζιου βασιλέως Ιουδα ἀνέβη Ραασσων βασιλεὺς Αραμ καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ ἐπὶ Ιερουσαλημ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήϑησαν πολιορκῆσαι αὐτήν. 2 καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυιδ λέγοντες Συνεϕώνησεν Αραμ πρὸς τὸν Εϕραιμ· καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευϑῇ. 3 καὶ εἶπεν κύριος πρὸς Ησαιαν Ἔξελϑε εἰς συνάντησιν Αχαζ σὺ καὶ ὁ καταλειϕϑεὶς Ιασουβ ὁ υἱός σου πρὸς τὴν κολυμβήϑραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναϕέως 4 καὶ ἐρεῖς αὐτῷ Φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ ϕοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσϑενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ ϑυμοῦ μου γένηται, πάλιν ἰάσομαι. 5 καὶ ὁ υἱὸς τοῦ Αραμ καὶ ὁ υἱὸς τοῦ Ρομελιου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες 6 Ἀναβησόμεϑα εἰς τὴν Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεηλ, 7 τάδε λέγει κύριος σαβαωϑ Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται· 8 ἀλλ᾽ ἡ κεϕαλὴ Αραμ Δαμασκός, ἀλλ᾽ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Εϕραιμ ἀπὸ λαοῦ, 9 καὶ ἡ κεϕαλὴ Εϕραιμ Σομορων, καὶ ἡ κεϕαλὴ Σομορων υἱὸς τοῦ Ρομελιου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. 10 Καὶ προσέϑετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων 11 Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου ϑεοῦ σου εἰς βάϑος ἢ εἰς ὕψος. 12 καὶ εἶπεν Αχαζ Οὐ μὴ αἰτήσω οὐδ᾽ οὐ μὴ πειράσω κύριον. 13 καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυιδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνϑρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; 14 διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρϑένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ· 15 βούτυρον καὶ μέλι ϕάγεται· πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσϑαι πονηρὰ ἐκλέξεται τὸ ἀγαϑόν· 16 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαϑὸν ἢ κακὸν ἀπειϑεῖ πονηρίᾳ τοῦ ἐκλέξασϑαι τὸ ἀγαϑόν, καὶ καταλειϕϑήσεται ἡ γῆ, ἣν σὺ ϕοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων. 17 ἀλλὰ ἐπάξει ὁ ϑεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀϕ᾽ ἧς ἡμέρας ἀϕεῖλεν Εϕραιμ ἀπὸ Ιουδα, τὸν βασιλέα τῶν Ἀσσυρίων. 18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων, 19 καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς ϕάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. 20 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεϑυσμένῳ, ὅ ἐστιν πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεϕαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀϕελεῖ. 21 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ϑρέψει ἄνϑρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα, 22 καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι ϕάγεται πᾶς ὁ καταλειϕϑεὶς ἐπὶ τῆς γῆς. 23 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος, οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανϑαν· 24 μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανϑα ἔσται πᾶσα ἡ γῆ. 25 καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαϑήσεται, καὶ οὐ μὴ ἐπέλϑῃ ἐκεῖ ϕόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνϑης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 8

1 Καὶ εἶπεν κύριος πρός με Λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραϕίδι ἀνϑρώπου Τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ. 2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνϑρώπους, τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου. 3 καὶ προσῆλϑον πρὸς τὴν προϕῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν κύριός μοι Κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· 4 διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. 5 Καὶ προσέϑετο κύριος λαλῆσαί μοι ἔτι 6 Διὰ τὸ μὴ βούλεσϑαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωαμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσϑαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐϕ᾽ ὑμῶν, 7 διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐϕ᾽ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ, καὶ ἀναβήσεται ἐπὶ πᾶσαν ϕάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν 8 καὶ ἀϕελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνϑρωπον ὃς δυνήσεται κεϕαλὴν ἆραι ἢ δυνατὸν συντελέσασϑαί τι, καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου· μεϑ᾽ ἡμῶν ὁ ϑεός. 9 γνῶτε ἔϑνη καὶ ἡττᾶσϑε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, ἰσχυκότες ἡττᾶσϑε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηϑήσεσϑε. 10 καὶ ἣν ἂν βουλεύσησϑε βουλήν, διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ὑμῖν, ὅτι μεϑ᾽ ἡμῶν κύριος ὁ ϑεός. 11 Οὕτως λέγει κύριος Τῇ ἰσχυρᾷ χειρὶ ἀπειϑοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες 12 Μήποτε εἴπητε σκληρόν· πᾶν γάρ, ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος, σκληρόν ἐστιν· τὸν δὲ ϕόβον αὐτοῦ οὐ μὴ ϕοβηϑῆτε οὐδὲ μὴ ταραχϑῆτε· 13 κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου ϕόβος. 14 καὶ ἐὰν ἐπ᾽ αὐτῷ πεποιϑὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίϑου προσκόμματι συναντήσεσϑε αὐτῷ οὐδὲ ὡς πέτρας πτώματι· ὁ δὲ οἶκος Ιακωβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαϑήμενοι ἐν Ιερουσαλημ. 15 διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνϑρωποι ἐν ἀσϕαλείᾳ ὄντες. 16 Τότε ϕανεροὶ ἔσονται οἱ σϕραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαϑεῖν. 17 καὶ ἐρεῖ Μενῶ τὸν ϑεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ιακωβ καὶ πεποιϑὼς ἔσομαι ἐπ᾽ αὐτῷ. 18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ ϑεός, καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωϑ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων. 19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς ϕωνοῦντας καὶ τοὺς ἐγγαστριμύϑους, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας ϕωνοῦσιν, οὐκ ἔϑνος πρὸς ϑεὸν αὐτοῦ; τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς; 20 νόμον γὰρ εἰς βοήϑειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ. 21 καὶ ἥξει ἐϕ᾽ ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηϑήσεσϑε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ παταχρα, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω 22 καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ϑλῖψις καὶ στενοχωρία καὶ σκότος, ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν, 23 καὶ οὐκ ἀπορηϑήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Τοῦτο πρῶτον ποίει, ταχὺ ποίει, χώρα Ζαβουλων, ἡ γῆ Νεϕϑαλιμ ὁδὸν ϑαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ιορδάνου, Γαλιλαία τῶν ἐϑνῶν, τὰ μέρη τῆς Ιουδαίας.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 9

1 ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε ϕῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ ϑανάτου, ϕῶς λάμψει ἐϕ᾽ ὑμᾶς. 2 τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐϕροσύνῃ σου, καὶ εὐϕρανϑήσονται ἐνώπιόν σου ὡς οἱ εὐϕραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. 3 διότι ἀϕῄρηται ὁ ζυγὸς ὁ ἐπ᾽ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιαμ. 4 ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτείσουσιν καὶ ϑελήσουσιν εἰ ἐγενήϑησαν πυρίκαυστοι. 5 ὅτι παιδίον ἐγεννήϑη ἡμῖν, υἱὸς καὶ ἐδόϑη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήϑη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῷ. 6 μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν ϑρόνον Δαυιδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορϑῶσαι αὐτὴν καὶ ἀντιλαβέσϑαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ὁ ζῆλος κυρίου σαβαωϑ ποιήσει ταῦτα. 7 Θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ιακωβ, καὶ ἦλϑεν ἐπὶ Ισραηλ, 8 καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Εϕραιμ καὶ οἱ ἐγκαϑήμενοι ἐν Σαμαρείᾳ ἐϕ᾽ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες 9 Πλίνϑοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίϑους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον. 10 καὶ ῥάξει ὁ ϑεὸς τοὺς ἐπανιστανομένους ἐπ᾽ ὄρος Σιων ἐπ᾽ αὐτοὺς καὶ τοὺς ἐχϑροὺς αὐτῶν διασκεδάσει, 11 Συρίαν ἀϕ᾽ ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀϕ᾽ ἡλίου δυσμῶν τοὺς κατεσϑίοντας τὸν Ισραηλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράϕη ὁ ϑυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. – 12 καὶ ὁ λαὸς οὐκ ἀπεστράϕη, ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν. 13 καὶ ἀϕεῖλεν κύριος ἀπὸ Ισραηλ κεϕαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ, 14 πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα ϑαυμάζοντας [αὕτη ἡ ἀρχή] καὶ προϕήτην διδάσκοντα ἄνομα [οὗτος ἡ οὐρά]. 15 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς. 16 διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐϕρανϑήσεται ὁ ϑεὸς καὶ τοὺς ὀρϕανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράϕη ὁ ϑυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. – 17 καὶ καυϑήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωϑήσεται ὑπὸ πυρός· καὶ καυϑήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταϕάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. 18 διὰ ϑυμὸν ὀργῆς κυρίου συγκέκαυται ἡ γῆ ὅλη, καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος· ἄνϑρωπος τὸν ἀδελϕὸν αὐτοῦ οὐκ ἐλεήσει, 19 ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ ϕάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησϑῇ ἄνϑρωπος ἔσϑων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ. 20 ϕάγεται γὰρ Μανασση τοῦ Εϕραιμ καὶ Εϕραιμ τοῦ Μανασση, ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράϕη ὁ ϑυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. –

Liber Isaiæ prophetæ - Ἠσαίας caput 10

1 οὐαὶ τοῖς γράϕουσιν πονηρίαν· γράϕοντες γὰρ πονηρίαν γράϕουσιν 2 ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρϕανὸν εἰς προνομήν. 3 καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; ἡ γὰρ ϑλῖψις ὑμῖν πόρρωϑεν ἥξει· καὶ πρὸς τίνα καταϕεύξεσϑε τοῦ βοηϑηϑῆναι; καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν 4 τοῦ μὴ ἐμπεσεῖν εἰς ἐπαγωγήν; ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράϕη ὁ ϑυμός, ἀλλ᾽ ἔτι ἡ χεὶρ ὑψηλή. 5 Οὐαὶ Ἀσσυρίοις· ἡ ῥάβδος τοῦ ϑυμοῦ μου καὶ ὀργῆς ἐστιν ἐν ταῖς χερσὶν αὐτῶν. 6 τὴν ὀργήν μου εἰς ἔϑνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ ϑεῖναι αὐτὰς εἰς κονιορτόν. 7 αὐτὸς δὲ οὐχ οὕτως ἐνεϑυμήϑη καὶ τῇ ψυχῇ οὐχ οὕτως λελόγισται, ἀλλὰ ἀπαλλάξει ὁ νοῦς αὐτοῦ καὶ τοῦ ἔϑνη ἐξολεϑρεῦσαι οὐκ ὀλίγα. 8 καὶ ἐὰν εἴπωσιν αὐτῷ Σὺ μόνος εἶ ἄρχων, 9 καὶ ἐρεῖ Οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλῶνος καὶ Χαλαννη, οὗ ὁ πύργος ᾠκοδομήϑη; καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν· 10 ὃν τρόπον ταύτας ἔλαβον ἐν τῇ χειρί μου, καὶ πάσας τὰς ἀρχὰς λήμψομαι. ὀλολύξατε, τὰ γλυπτὰ ἐν Ιερουσαλημ καὶ ἐν Σαμαρείᾳ· 11 ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ιερουσαλημ καὶ τοῖς εἰδώλοις αὐτῆς. – 12 καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀϕϑαλμῶν αὐτοῦ. 13 εἶπεν γάρ Τῇ ἰσχύι ποιήσω καὶ τῇ σοϕίᾳ τῆς συνέσεως, ἀϕελῶ ὅρια ἐϑνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας 14 καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ᾠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαϕεύξεταί με ἢ ἀντείπῃ μοι. 15 μὴ δοξασϑήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωϑήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; ὡσαύτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον. 16 καὶ οὐχ οὕτως, ἀλλὰ ἀποστελεῖ κύριος σαβαωϑ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυϑήσεται· 17 καὶ ἔσται τὸ ϕῶς τοῦ Ισραηλ εἰς πῦρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ καὶ ϕάγεται ὡσεὶ χόρτον τὴν ὕλην. τῇ ἡμέρᾳ ἐκείνῃ 18 ἀποσβεσϑήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταϕάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ ϕεύγων ὡς ὁ ϕεύγων ἀπὸ ϕλογὸς καιομένης· 19 καὶ οἱ καταλειϕϑέντες ἀπ᾽ αὐτῶν ἔσονται ἀριϑμός, καὶ παιδίον γράψει αὐτούς. 20 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεϑήσεται τὸ καταλειϕϑὲν Ισραηλ, καὶ οἱ σωϑέντες τοῦ Ιακωβ οὐκέτι μὴ πεποιϑότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλὰ ἔσονται πεποιϑότες ἐπὶ τὸν ϑεὸν τὸν ἅγιον τοῦ Ισραηλ τῇ ἀληϑείᾳ, 21 καὶ ἔσται τὸ καταλειϕϑὲν τοῦ Ιακωβ ἐπὶ ϑεὸν ἰσχύοντα. 22 καὶ ἐὰν γένηται ὁ λαὸς Ισραηλ ὡς ἡ ἄμμος τῆς ϑαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωϑήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, 23 ὅτι λόγον συντετμημένον ποιήσει ὁ ϑεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ. 24 Διὰ τοῦτο τάδε λέγει κύριος σαβαωϑ Μὴ ϕοβοῦ, ὁ λαός μου οἱ κατοικοῦντες ἐν Σιων, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε· πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. 25 ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή, ὁ δὲ ϑυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν· 26 καὶ ἐπεγερεῖ ὁ ϑεὸς ἐπ᾽ αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιαμ ἐν τόπῳ ϑλίψεως, καὶ ὁ ϑυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ ϑάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ᾽ Αἴγυπτον. 27 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀϕαιρεϑήσεται ὁ ϕόβος αὐτοῦ ἀπὸ σοῦ καὶ ὁ ζυγὸς αὐτοῦ ἀπὸ τοῦ ὤμου σου, καὶ καταϕϑαρήσεται ὁ ζυγὸς ἀπὸ τῶν ὤμων ὑμῶν. 28 ἥξει γὰρ εἰς τὴν πόλιν Αγγαι καὶ παρελεύσεται εἰς Μαγεδω καὶ ἐν Μαχμας ϑήσει τὰ σκεύη αὐτοῦ· 29 καὶ παρελεύσεται ϕάραγγα καὶ ἥξει εἰς Αγγαι, ϕόβος λήμψεται Ραμα πόλιν Σαουλ· ϕεύξεται 30 ἡ ϑυγάτηρ Γαλλιμ, ἐπακούσεται Λαισα, ἐπακούσεται Αναϑωϑ· 31 ἐξέστη Μαδεβηνα καὶ οἱ κατοικοῦντες Γιββιρ· παρακαλεῖτε 32 σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, τῇ χειρὶ παρακαλεῖτε, τὸ ὄρος, τὴν ϑυγατέρα Σιων, καὶ οἱ βουνοὶ οἱ ἐν Ιερουσαλημ. 33 ἰδοὺ γὰρ ὁ δεσπότης κύριος σαβαωϑ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ ταπεινωϑήσονται, 34 καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 11

1 Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ιεσσαι, καὶ ἄνϑος ἐκ τῆς ῥίζης ἀναβήσεται. 2 καὶ ἀναπαύσεται ἐπ᾽ αὐτὸν πνεῦμα τοῦ ϑεοῦ, πνεῦμα σοϕίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· 3 ἐμπλήσει αὐτὸν πνεῦμα ϕόβου ϑεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, 4 ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς· καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· 5 καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσϕὺν αὐτοῦ καὶ ἀληϑείᾳ εἰλημένος τὰς πλευράς. 6 καὶ συμβοσκηϑήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίϕῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηϑήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς· 7 καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηϑήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων καὶ βοῦς ἅμα ϕάγονται ἄχυρα. 8 καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ. 9 καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, ὅτι ἐνεπλήσϑη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι ϑαλάσσας. 10 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ιεσσαι καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐϑνῶν, ἐπ᾽ αὐτῷ ἔϑνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. 11 καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσϑήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειϕϑὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειϕϑῇ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰϑιοπίας καὶ ἀπὸ Αιλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ Ἀραβίας. 12 καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔϑνη καὶ συνάξει τοὺς ἀπολομένους Ισραηλ καὶ τοὺς διεσπαρμένους τοῦ Ιουδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς. 13 καὶ ἀϕαιρεϑήσεται ὁ ζῆλος Εϕραιμ, καὶ οἱ ἐχϑροὶ Ιουδα ἀπολοῦνται· Εϕραιμ οὐ ζηλώσει Ιουδαν, καὶ Ιουδας οὐ ϑλίψει Εϕραιμ. 14 καὶ πετασϑήσονται ἐν πλοίοις ἀλλοϕύλων ϑάλασσαν, ἅμα προνομεύσουσιν καὶ τοὺς ἀϕ᾽ ἡλίου ἀνατολῶν καὶ Ιδουμαίαν· καὶ ἐπὶ Μωαβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν, οἱ δὲ υἱοὶ Αμμων πρῶτοι ὑπακούσονται. 15 καὶ ἐρημώσει κύριος τὴν ϑάλασσαν Αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ ϕάραγγας ὥστε διαπορεύεσϑαι αὐτὸν ἐν ὑποδήμασιν· 16 καὶ ἔσται δίοδος τῷ καταλειϕϑέντι μου λαῷ ἐν Αἰγύπτῳ, καὶ ἔσται τῷ Ισραηλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλϑεν ἐκ γῆς Αἰγύπτου.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 12

1 Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσϑης μοι καὶ ἀπέστρεψας τὸν ϑυμόν σου καὶ ἠλέησάς με. 2 ἰδοὺ ὁ ϑεός μου σωτήρ μου κύριος, πεποιϑὼς ἔσομαι ἐπ᾽ αὐτῷ καὶ σωϑήσομαι ἐν αὐτῷ καὶ οὐ ϕοβηϑήσομαι, διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 3 καὶ ἀντλήσετε ὕδωρ μετ᾽ εὐϕροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. 4 καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔϑνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσϑε ὅτι ὑψώϑη τὸ ὄνομα αὐτοῦ. 5 ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. 6 ἀγαλλιᾶσϑε καὶ εὐϕραίνεσϑε, οἱ κατοικοῦντες Σιων, ὅτι ὑψώϑη ὁ ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 13

1 Ὅρασις, ἣν εἶδεν Ησαιας υἱὸς Αμως κατὰ Βαβυλῶνος. 2 Ἐπ᾽ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν ϕωνὴν αὐτοῖς, μὴ ϕοβεῖσϑε, παρακαλεῖτε τῇ χειρί Ἀνοίξατε, οἱ ἄρχοντες. 3 ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς· ἡγιασμένοι εἰσίν, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν ϑυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. 4 ϕωνὴ ἐϑνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐϑνῶν πολλῶν, ϕωνὴ βασιλέων καὶ ἐϑνῶν συνηγμένων. κύριος σαβαωϑ ἐντέταλται ἔϑνει ὁπλομάχῳ 5 ἔρχεσϑαι ἐκ γῆς πόρρωϑεν ἀπ᾽ ἄκρου ϑεμελίου τοῦ οὐρανοῦ, κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, τοῦ καταϕϑεῖραι τὴν οἰκουμένην ὅλην. 6 ὀλολύζετε, ἐγγὺς γὰρ ἡ ἡμέρα κυρίου, καὶ συντριβὴ παρὰ τοῦ ϑεοῦ ἥξει. 7 διὰ τοῦτο πᾶσα χεὶρ ἐκλυϑήσεται, καὶ πᾶσα ψυχὴ ἀνϑρώπου δειλιάσει· 8 καὶ ταραχϑήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμϕοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς ϕλὸξ μεταβαλοῦσιν. 9 ἰδοὺ γὰρ ἡμέρα κυρίου ἀνίατος ἔρχεται ϑυμοῦ καὶ ὀργῆς ϑεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. 10 οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ ϕῶς οὐ δώσουσιν, καὶ σκοτισϑήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ ϕῶς αὐτῆς. 11 καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηϕάνων ταπεινώσω. 12 καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ὁ ἄνϑρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίϑος ὁ ἐκ Σουϕιρ. 13 ὁ γὰρ οὐρανὸς ϑυμωϑήσεται καὶ ἡ γῆ σεισϑήσεται ἐκ τῶν ϑεμελίων αὐτῆς διὰ ϑυμὸν ὀργῆς κυρίου σαβαωϑ τῇ ἡμέρᾳ, ᾗ ἂν ἐπέλϑῃ ὁ ϑυμὸς αὐτοῦ. 14 καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον ϕεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνϑρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραϕῆναι καὶ ἄνϑρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι. 15 ὃς γὰρ ἂν ἁλῷ, ἡττηϑήσεται, καὶ οἵτινες συνηγμένοι εἰσίν, μαχαίρᾳ πεσοῦνται· 16 καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσιν καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν. 17 ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον οὐδὲ χρυσίου χρείαν ἔχουσιν. 18 τοξεύματα νεανίσκων συντρίψουσιν καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις οὐ ϕείσονται οἱ ὀϕϑαλμοὶ αὐτῶν. 19 καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ ϑεὸς Σοδομα καὶ Γομορρα· 20 οὐ κατοικηϑήσεται εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ μὴ εἰσέλϑωσιν εἰς αὐτὴν διὰ πολλῶν γενεῶν, οὐδὲ μὴ διέλϑωσιν αὐτὴν Ἄραβες, οὐδὲ ποιμένες οὐ μὴ ἀναπαύσωνται ἐν αὐτῇ· 21 καὶ ἀναπαύσονται ἐκεῖ ϑηρία, καὶ ἐμπλησϑήσονται αἱ οἰκίαι ἤχου, καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται, 22 καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν· ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 14

1 Καὶ ἐλεήσει κύριος τὸν Ιακωβ καὶ ἐκλέξεται ἔτι τὸν Ισραηλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γιώρας προστεϑήσεται πρὸς αὐτοὺς καὶ προστεϑήσεται πρὸς τὸν οἶκον Ιακωβ, 2 καὶ λήμψονται αὐτοὺς ἔϑνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσιν καὶ πληϑυνϑήσονται ἐπὶ τῆς γῆς τοῦ ϑεοῦ εἰς δούλους καὶ δούλας· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευϑήσονται οἱ κυριεύσαντες αὐτῶν. 3 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε ὁ ϑεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ ϑυμοῦ σου καὶ τῆς δουλείας σου τῆς σκληρᾶς, ἧς ἐδούλευσας αὐτοῖς. 4 καὶ λήμψῃ τὸν ϑρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; 5 συνέτριψεν ὁ ϑεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων· 6 πατάξας ἔϑνος ϑυμῷ πληγῇ ἀνιάτῳ, παίων ἔϑνος πληγὴν ϑυμοῦ, ἣ οὐκ ἐϕείσατο, 7 ἀνεπαύσατο πεποιϑώς. πᾶσα ἡ γῆ βοᾷ μετ᾽ εὐϕροσύνης, 8 καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐϕράνϑησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου Ἀϕ οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. 9 ὁ ᾅδης κάτωϑεν ἐπικράνϑη συναντήσας σοι, συνηγέρϑησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς οἱ ἐγείραντες ἐκ τῶν ϑρόνων αὐτῶν πάντας βασιλεῖς ἐϑνῶν. 10 πάντες ἀποκριϑήσονται καὶ ἐροῦσίν σοι Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσϑης. 11 κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλή σου εὐϕροσύνη· ὑποκάτω σου στρώσουσιν σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. 12 πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσϕόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔϑνη. 13 σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ ϑήσω τὸν ϑρόνον μου, καϑιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν, 14 ἀναβήσομαι ἐπάνω τῶν νεϕελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. 15 νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ ϑεμέλια τῆς γῆς. 16 οἱ ἰδόντες σε ϑαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν Οὗτος ὁ ἄνϑρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς; 17 ὁ ϑεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις καϑεῖλεν, τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν. 18 πάντες οἱ βασιλεῖς τῶν ἐϑνῶν ἐκοιμήϑησαν ἐν τιμῇ, ἄνϑρωπος ἐν τῷ οἴκῳ αὐτοῦ· 19 σὺ δὲ ῥιϕήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεϑνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου. ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεϕυρμένον οὐκ ἔσται καϑαρόν, 20 οὕτως οὐδὲ σὺ ἔσῃ καϑαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον, σπέρμα πονηρόν. 21 ἑτοίμασον τὰ τέκνα σου σϕαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου, ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων. 22 Καὶ ἐπαναστήσομαι αὐτοῖς, λέγει κύριος σαβαωϑ, καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα – τάδε λέγει κύριος – 23 καὶ ϑήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικεῖν ἐχίνους, καὶ ἔσται εἰς οὐδέν· καὶ ϑήσω αὐτὴν πηλοῦ βάραϑρον εἰς ἀπώλειαν. – 24 τάδε λέγει κύριος σαβαωϑ Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ, 25 τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου, καὶ ἔσονται εἰς καταπάτημα, καὶ ἀϕαιρεϑήσεται ἀπ᾽ αὐτῶν ὁ ζυγὸς αὐτῶν, καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀϕαιρεϑήσεται. 26 αὕτη ἡ βουλή, ἣν βεβούλευται κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην, καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔϑνη τῆς οἰκουμένης. 27 ἃ γὰρ ὁ ϑεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; 28 Τοῦ ἔτους, οὗ ἀπέϑανεν Αχαζ ὁ βασιλεύς, ἐγενήϑη τὸ ῥῆμα τοῦτο. 29 Μὴ εὐϕρανϑείητε, πάντες οἱ ἀλλόϕυλοι, συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς· ἐκ γὰρ σπέρματος ὄϕεων ἐξελεύσεται ἔκγονα ἀσπίδων, καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄϕεις πετόμενοι. 30 καὶ βοσκηϑήσονται πτωχοὶ δι᾽ αὐτοῦ, πτωχοὶ δὲ ἄνδρες ἐπ᾽ εἰρήνης ἀναπαύσονται· ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ. 31 ὀλολύζετε, πύλαι πόλεων, κεκραγέτωσαν πόλεις τεταραγμέναι, οἱ ἀλλόϕυλοι πάντες, ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται, καὶ οὐκ ἔστιν τοῦ εἶναι. 32 καὶ τί ἀποκριϑήσονται βασιλεῖς ἐϑνῶν; ὅτι κύριος ἐϑεμελίωσεν Σιων, καὶ δι᾽ αὐτοῦ σωϑήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 15

1 Τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος. Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. 2 λυπεῖσϑε ἐϕ᾽ ἑαυτοῖς, ἀπολεῖται γὰρ καὶ Δηβων· οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσϑε κλαίειν· ἐπὶ Ναβαυ τῆς Μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεϕαλῆς ϕαλάκρωμα, πάντες βραχίονες κατατετμημένοι· 3 ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασϑε σάκκους καὶ κόπτεσϑε, ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυϑμοῦ. 4 ὅτι κέκραγεν Εσεβων καὶ Ελεαλη, ἕως Ιασσα ἠκούσϑη ἡ ϕωνὴ αὐτῶν· διὰ τοῦτο ἡ ὀσϕὺς τῆς Μωαβίτιδος βοᾷ, ἡ ψυχὴ αὐτῆς γνώσεται. 5 ἡ καρδία τῆς Μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως Σηγωρ, δάμαλις γάρ ἐστιν τριετής· ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς Λουιϑ πρὸς σὲ κλαίοντες ἀναβήσονται, τῇ ὁδῷ Αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός. 6 τὸ ὕδωρ τῆς Νεμριμ ἔρημον ἔσται, καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται. 7 μὴ καὶ οὕτως μέλλει σωϑῆναι; ἐπάξω γὰρ ἐπὶ τὴν ϕάραγγα Ἄραβας, καὶ λήμψονται αὐτήν. 8 συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Αγαλλιμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ ϕρέατος τοῦ Αιλιμ. 9 τὸ δὲ ὕδωρ τὸ Ρεμμων πλησϑήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ρεμμων Ἄραβας καὶ ἀρῶ τὸ σπέρμα Μωαβ καὶ Αριηλ καὶ τὸ κατάλοιπον Αδαμα.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 16

1 Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων; 2 ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀϕῃρημένος, ϑύγατερ Μωαβ. ἔπειτα δέ, Αρνων, 3 πλείονα βουλεύου, ποιεῖτε σκέπην πένϑους αὐτῇ διὰ παντός· ἐν μεσημβρινῇ σκοτίᾳ ϕεύγουσιν, ἐξέστησαν, μὴ ἀπαχϑῇς. 4 παροικήσουσίν σοι οἱ ϕυγάδες Μωαβ, ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρϑη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. 5 καὶ διορϑωϑήσεται μετ᾽ ἐλέους ϑρόνος, καὶ καϑίεται ἐπ᾽ αὐτοῦ μετὰ ἀληϑείας ἐν σκηνῇ Δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. 6 Ἠκούσαμεν τὴν ὕβριν Μωαβ, ὑβριστὴς σϕόδρα, τὴν ὑπερηϕανίαν ἐξῆρας. οὐχ οὕτως ἡ μαντεία σου, 7 οὐχ οὕτως. ὀλολύξει Μωαβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν· τοῖς κατοικοῦσιν Δεσεϑ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ. 8 τὰ πεδία Εσεβων πενϑήσει, ἄμπελος Σεβαμα· καταπίνοντες τὰ ἔϑνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ιαζηρ· οὐ μὴ συνάψητε, πλανήϑητε τὴν ἔρημον· οἱ ἀπεσταλμένοι ἐγκατελείϕϑησαν, διέβησαν γὰρ τὴν ἔρημον. 9 διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυϑμὸν Ιαζηρ ἄμπελον Σεβαμα· τὰ δένδρα σου κατέβαλεν, Εσεβων καὶ Ελεαλη, ὅτι ἐπὶ τῷ ϑερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. 10 καὶ ἀρϑήσεται εὐϕροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου, καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐϕρανϑήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. 11 διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωαβ ὡς κιϑάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος, ὃ ἐνεκαίνισας. 12 καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασϑαι, καὶ οὐ μὴ δύνηται ἐξελέσϑαι αὐτόν. 13 Τοῦτο τὸ ῥῆμα, ὃ ἐλάλησεν κύριος ἐπὶ Μωαβ, ὁπότε καὶ ἐλάλησεν. 14 καὶ νῦν λέγω Ἐν τρισὶν ἔτεσιν ἐτῶν μισϑωτοῦ ἀτιμασϑήσεται ἡ δόξα Μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειϕϑήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 17

1 Τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ. Ἰδοὺ Δαμασκὸς ἀρϑήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν, 2 καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων. 3 καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταϕυγεῖν Εϕραιμ, καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ισραηλ καὶ τῆς δόξης αὐτῶν· τάδε λέγει κύριος σαβαωϑ. 4 Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ιακωβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισϑήσεται. 5 καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν ϕάραγγι στερεᾷ 6 καὶ καταλειϕϑῇ ἐν αὐτῇ καλάμη ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾽ ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειϕϑῇ· τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ. 7 τῇ ἡμέρᾳ ἐκείνῃ πεποιϑὼς ἔσται ἄνϑρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀϕϑαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ισραηλ ἐμβλέψονται, 8 καὶ οὐ μὴ πεποιϑότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν. 9 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Αμορραῖοι καὶ οἱ Ευαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, καὶ ἔσονται ἔρημοι, 10 διότι κατέλιπες τὸν ϑεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ βοηϑοῦ σου οὐκ ἐμνήσϑης. διὰ τοῦτο ϕυτεύσεις ϕύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον· 11 τῇ δὲ ἡμέρᾳ, ᾗ ἂν ϕυτεύσῃς, πλανηϑήσῃ· τὸ δὲ πρωί, ἐὰν σπείρῃς, ἀνϑήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνϑρώπου κληρώσῃ τοῖς υἱοῖς σου. 12 Οὐαὶ πλῆϑος ἐϑνῶν πολλῶν· ὡς ϑάλασσα κυμαίνουσα οὕτως ταραχϑήσεσϑε, καὶ νῶτος ἐϑνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει. 13 ὡς ὕδωρ πολὺ ἔϑνη πολλά, ὡς ὕδατος πολλοῦ βίᾳ καταϕερομένου· καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς ϕέρουσα. 14 πρὸς ἑσπέραν ἔσται πένϑος, πρὶν ἢ πρωῒ καὶ οὐκ ἔσται. αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 18

1 Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰϑιοπίας, 2 ὁ ἀποστέλλων ἐν ϑαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος· πορεύσονται γὰρ ἄγγελοι κοῦϕοι πρὸς ἔϑνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν, τίς αὐτοῦ ἐπέκεινα; ἔϑνος ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ τῆς γῆς 3 πάντες ὡς χώρα κατοικουμένη· κατοικηϑήσεται ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρϑῇ, ὡς σάλπιγγος ϕωνὴ ἀκουστὸν ἔσται. 4 ὅτι οὕτως εἶπέν μοι κύριος Ἀσϕάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς ϕῶς καύματος μεσημβρίας, καὶ ὡς νεϕέλη δρόσου ἡμέρας ἀμήτου ἔσται. 5 πρὸ τοῦ ϑερισμοῦ, ὅταν συντελεσϑῇ ἄνϑος καὶ ὄμϕαξ ἀνϑήσῃ ἄνϑος ὀμϕακίζουσα, καὶ ἀϕελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς κληματίδας ἀϕελεῖ καὶ κατακόψει 6 καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς, καὶ συναχϑήσεται ἐπ᾽ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ ϑηρία τῆς γῆς ἐπ᾽ αὐτὸν ἥξει. 7 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχϑήσεται δῶρα κυρίῳ σαβαωϑ ἐκ λαοῦ τεϑλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔϑνος ἐλπίζον καὶ καταπεπατημένον, ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον, οὗ τὸ ὄνομα κυρίου σαβαωϑ ἐπεκλήϑη, ὄρος Σιων.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 19

1 Ὅρασις Αἰγύπτου. Ἰδοὺ κύριος κάϑηται ἐπὶ νεϕέλης κούϕης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισϑήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηϑήσεται ἐν αὐτοῖς. 2 καὶ ἐπεγερϑήσονται Αἰγύπτιοι ἐπ᾽ Αἰγυπτίους, καὶ πολεμήσει ἄνϑρωπος τὸν ἀδελϕὸν αὐτοῦ καὶ ἄνϑρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. 3 καὶ ταραχϑήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσιν τοὺς ϑεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς ϕωνοῦντας καὶ τοὺς ἐγγαστριμύϑους. 4 καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνϑρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν· τάδε λέγει κύριος σαβαωϑ. 5 καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ ϑάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανϑήσεται· 6 καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ, καὶ ξηρανϑήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου· 7 καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανϑήσεται ἀνεμόϕϑορον. 8 καὶ στενάξουσιν οἱ ἁλεεῖς, καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν, καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμϕιβολεῖς πενϑήσουσιν. 9 καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον, 10 καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζῦϑον ποιοῦντες λυπηϑήσονται καὶ τὰς ψυχὰς πονέσουσιν. 11 καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοϕοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανϑήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; 12 ποῦ εἰσιν νῦν οἱ σοϕοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωϑ ἐπ᾽ Αἴγυπτον. 13 ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώϑησαν οἱ ἄρχοντες Μέμϕεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ ϕυλάς. 14 κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεϑύων καὶ ὁ ἐμῶν ἅμα. 15 καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεϕαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος. 16 Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν ϕόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου σαβαωϑ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς. 17 καὶ ἔσται ἡ χώρα τῶν Ιουδαίων τοῖς Αἰγυπτίοις εἰς ϕόβητρον· πᾶς, ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, ϕοβηϑήσονται διὰ τὴν βουλήν, ἣν βεβούλευται κύριος ἐπ᾽ αὐτήν. – 18 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου· Πόλις – ασεδεκ κληϑήσεται ἡ μία πόλις. – 19 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ϑυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ 20 καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς ϑλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνϑρωπον, ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς. 21 καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσιν ϑυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν. 22 καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραϕήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς. – 23 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. – 24 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ισραηλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ, 25 ἣν εὐλόγησεν κύριος σαβαωϑ λέγων Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ισραηλ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 20

1 Τοῦ ἔτους οὗ εἰσῆλϑεν Ταναϑαν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ κατελάβετο αὐτήν, 2 τότε ἐλάλησεν κύριος πρὸς Ησαιαν λέγων Πορεύου καὶ ἄϕελε τὸν σάκκον ἀπὸ τῆς ὀσϕύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου· καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. 3 καὶ εἶπεν κύριος Ὃν τρόπον πεπόρευται Ησαιας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰϑίοψιν· 4 ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰϑιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. 5 καὶ αἰσχυνϑήσονται ἡττηϑέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰϑίοψιν, ἐϕ᾽ οἷς ἦσαν πεποιϑότες οἱ Αἰγύπτιοι, ἦσαν γὰρ αὐτοῖς δόξα. 6 καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ Ἰδοὺ ἡμεῖς ἦμεν πεποιϑότες τοῦ ϕυγεῖν εἰς αὐτοὺς εἰς βοήϑειαν, οἳ οὐκ ἐδύναντο σωϑῆναι ἀπὸ βασιλέως Ασσυρίων· καὶ πῶς ἡμεῖς σωϑησόμεϑα;

Liber Isaiæ prophetæ - Ἠσαίας caput 21

1 Τὸ ὅραμα τῆς ἐρήμου. Ὡς καταιγὶς δι᾽ ἐρήμου διέλϑοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, ϕοβερὸν 2 τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀϑετῶν ἀϑετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπ᾽ ἐμοὶ οἱ Αιλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ᾽ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν. 3 διὰ τοῦτο ἐνεπλήσϑη ἡ ὀσϕύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. 4 ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐϕέστηκεν εἰς ϕόβον. 5 ἑτοίμασον τὴν τράπεζαν· πίετε, ϕάγετε· ἀναστάντες, οἱ ἄρχοντες, ἑτοιμάσατε ϑυρεούς. 6 ὅτι οὕτως εἶπεν κύριος πρός με Βαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον· 7 καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλὴν 8 καὶ κάλεσον Ουριαν εἰς τὴν σκοπιὰν κυρίου. καὶ εἶπεν Ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα, 9 καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριϑεὶς εἶπεν Πέπτωκεν Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν. 10 ἀκούσατε, οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαωϑ· ὁ ϑεὸς τοῦ Ισραηλ ἀνήγγειλεν ἡμῖν. 11 Τὸ ὅραμα τῆς Ιδουμαίας. Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηιρ Φυλάσσετε ἐπάλξεις. 12 ϕυλάσσω τὸ πρωῒ καὶ τὴν νύκτα· ἐὰν ζητῇς, ζήτει καὶ παρ᾽ ἐμοὶ οἴκει· 13 ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηϑήσῃ ἐν τῇ ὁδῷ Δαιδαν. 14 εἰς συνάντησιν διψῶντι ὕδωρ ϕέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμαν, ἄρτοις συναντᾶτε τοῖς ϕεύγουσιν 15 διὰ τὸ πλῆϑος τῶν ϕευγόντων καὶ διὰ τὸ πλῆϑος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆϑος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆϑος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆϑος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ. 16 ὅτι οὕτως εἶπέν μοι κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισϑωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδαρ, 17 καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδαρ ἔσται ὀλίγον, διότι κύριος ἐλάλησεν ὁ ϑεὸς Ισραηλ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 22

1 Τὸ ῥῆμα τῆς ϕάραγγος Σιων. Τί ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα 2 μάταια; ἐνεπλήσϑη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. 3 πάντες οἱ ἄρχοντές σου πεϕεύγασιν, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεϕεύγασιν. 4 διὰ τοῦτο εἶπα Ἄϕετέ με πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς ϑυγατρὸς τοῦ γένους μου. 5 ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαωϑ ἐν ϕάραγγι Σιων· πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη. 6 οἱ δὲ Αιλαμῖται ἔλαβον ϕαρέτρας, ἀναβάται ἄνϑρωποι ἐϕ᾽ ἵπποις καὶ συναγωγὴ παρατάξεως. 7 καὶ ἔσονται αἱ ἐκλεκταὶ ϕάραγγές σου πλησϑήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμϕράξουσι τὰς πύλας σου· 8 καὶ ἀνακαλύψουσιν τὰς πύλας Ιουδα καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως 9 καὶ ἀνακαλύψουσιν τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυιδ. καὶ εἴδοσαν ὅτι πλείους εἰσὶν καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήϑρας εἰς τὴν πόλιν 10 καὶ ὅτι καϑείλοσαν τοὺς οἴκους Ιερουσαλημ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει. 11 καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχέων ἐσώτερον τῆς κολυμβήϑρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ᾽ ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε. 12 καὶ ἐκάλεσεν κύριος σαβαωϑ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυϑμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, 13 αὐτοὶ δὲ ἐποιήσαντο εὐϕροσύνην καὶ ἀγαλλίαμα σϕάζοντες μόσχους καὶ ϑύοντες πρόβατα ὥστε ϕαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποϑνῄσκομεν. 14 καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶν κυρίου σαβαωϑ, ὅτι οὐκ ἀϕεϑήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποϑάνητε. 15 Τάδε λέγει κύριος σαβαωϑ Πορεύου εἰς τὸ παστοϕόριον πρὸς Σομναν τὸν ταμίαν καὶ εἰπὸν αὐτῷ 16 Τί σὺ ὧδε καὶ τί σοί ἐστιν ὧδε, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν; 17 ἰδοὺ δὴ κύριος σαβαωϑ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀϕελεῖ τὴν στολήν σου 18 καὶ τὸν στέϕανόν σου τὸν ἔνδοξον καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποϑανῇ· καὶ ϑήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα, 19 καὶ ἀϕαιρεϑήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου. 20 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ελιακιμ τὸν τοῦ Χελκιου 21 καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου καὶ τὸν στέϕανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ, καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ιερουσαλημ καὶ τοῖς ἐνοικοῦσιν ἐν Ιουδα. 22 καὶ δώσω τὴν δόξαν Δαυιδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων. 23 καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς ϑρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ. 24 καὶ ἔσται πεποιϑὼς ἐπ᾽ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ. 25 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ – τάδε λέγει κύριος σαβαωϑ – κινηϑήσεται ὁ ἄνϑρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ πεσεῖται, καὶ ἀϕαιρεϑήσεται ἡ δόξα ἡ ἐπ᾽ αὐτόν, ὅτι κύριος ἐλάλησεν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 23

1 Τὸ ὅραμα Τύρου. Ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων· ἦκται αἰχμάλωτος. 2 τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ μεταβόλοι Φοινίκης διαπερῶντες τὴν ϑάλασσαν 3 ἐν ὕδατι πολλῷ, σπέρμα μεταβόλων; ὡς ἀμητοῦ εἰσϕερομένου οἱ μεταβόλοι τῶν ἐϑνῶν. 4 αἰσχύνϑητι, Σιδών, εἶπεν ἡ ϑάλασσα· ἡ δὲ ἰσχὺς τῆς ϑαλάσσης εἶπεν Οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέϑρεψα νεανίσκους οὐδὲ ὕψωσα παρϑένους. 5 ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου. 6 ἀπέλϑατε εἰς Καρχηδόνα, ὀλολύξατε, οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ. 7 οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπ᾽ ἀρχῆς πρὶν ἢ παραδοϑῆναι αὐτήν; 8 τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς. 9 κύριος σαβαωϑ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς. 10 ἐργάζου τὴν γῆν σου, καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. 11 ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ ϑάλασσαν, ἡ παροξύνουσα βασιλεῖς· κύριος σαβαωϑ ἐνετείλατο περὶ Χανααν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. 12 καὶ ἐροῦσιν Οὐκέτι μὴ προσϑῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν ϑυγατέρα Σιδῶνος· καὶ ἐὰν ἀπέλϑῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται· 13 καὶ εἰς γῆν Χαλδαίων, καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται, ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν. 14 ὀλολύζετε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν. 15 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειϕϑήσεται Τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως, ὡς χρόνος ἀνϑρώπου· καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ᾆσμα πόρνης 16 Λαβὲ κιϑάραν, ῥέμβευσον πόλεις, πόρνη ἐπιλελησμένη· καλῶς κιϑάρισον, πολλὰ ᾆσον, ἵνα σου μνεία γένηται. 17 καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ ϑεὸς Τύρου, καὶ πάλιν ἀποκατασταϑήσεται εἰς τὸ ἀρχαῖον καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης. 18 καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισϑὸς ἅγιον τῷ κυρίῳ· οὐκ αὐτοῖς συναχϑήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου πᾶσα ἡ ἐμπορία αὐτῆς ϕαγεῖν καὶ πιεῖν καὶ ἐμπλησϑῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 24

1 Ἰδοὺ κύριος καταϕϑείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτὴν καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. 2 καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς καὶ ὁ παῖς ὡς ὁ κύριος καὶ ἡ ϑεράπαινα ὡς ἡ κυρία, ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος καὶ ὁ ὀϕείλων ὡς ᾧ ὀϕείλει. 3 ϕϑορᾷ ϕϑαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευϑήσεται ἡ γῆ· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. 4 ἐπένϑησεν ἡ γῆ, καὶ ἐϕϑάρη ἡ οἰκουμένη, ἐπένϑησαν οἱ ὑψηλοὶ τῆς γῆς. 5 ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὰ προστάγματα, διαϑήκην αἰώνιον. 6 διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειϕϑήσονται ἄνϑρωποι ὀλίγοι. 7 πενϑήσει οἶνος, πενϑήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐϕραινόμενοι τὴν ψυχήν. 8 πέπαυται εὐϕροσύνη τυμπάνων, πέπαυται αὐϑάδεια καὶ πλοῦτος ἀσεβῶν, πέπαυται ϕωνὴ κιϑάρας. 9 ᾐσχύνϑησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σικερα τοῖς πίνουσιν. 10 ἠρημώϑη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελϑεῖν. 11 ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐϕροσύνη τῆς γῆς. 12 καὶ καταλειϕϑήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται. 13 ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐϑνῶν, ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρύγητος. 14 οὗτοι ϕωνῇ βοήσονται, οἱ δὲ καταλειϕϑέντες ἐπὶ τῆς γῆς εὐϕρανϑήσονται ἅμα τῇ δόξῃ κυρίου. ταραχϑήσεται τὸ ὕδωρ τῆς ϑαλάσσης· 15 διὰ τοῦτο ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς ϑαλάσσης, τὸ ὄνομα κυρίου ἔνδοξον ἔσται Κύριε ὁ ϑεὸς Ισραηλ. 16 ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ εὐσεβεῖ. καὶ ἐροῦσιν Οὐαὶ τοῖς ἀϑετοῦσιν, οἱ ἀϑετοῦντες τὸν νόμον. 17 ϕόβος καὶ βόϑυνος καὶ παγὶς ἐϕ᾽ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς· 18 καὶ ἔσται ὁ ϕεύγων τὸν ϕόβον ἐμπεσεῖται εἰς τὸν βόϑυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοϑύνου ἁλώσεται ὑπὸ τῆς παγίδος, ὅτι ϑυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχϑησαν, καὶ σεισϑήσεται τὰ ϑεμέλια τῆς γῆς. 19 ταραχῇ ταραχϑήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηϑήσεται ἡ γῆ· 20 ἔκλινεν καὶ σεισϑήσεται ὡς ὀπωροϕυλάκιον ἡ γῆ ὡς ὁ μεϑύων καὶ κραιπαλῶν καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι, κατίσχυσεν γὰρ ἐπ᾽ αὐτῆς ἡ ἀνομία. 21 καὶ ἐπάξει ὁ ϑεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς· 22 καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον, διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν. 23 καὶ τακήσεται ἡ πλίνϑος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει κύριος ἐν Σιων καὶ ἐν Ιερουσαλημ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασϑήσεται.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 25

1 Κύριε ὁ ϑεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας ϑαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληϑινήν· γένοιτο, κύριε. 2 ὅτι ἔϑηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ ϑεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηϑῇ. 3 διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνϑρώπων ἀδικουμένων εὐλογήσουσίν σε· 4 ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηϑὸς καὶ τοῖς ἀϑυμήσασιν διὰ ἔνδειαν σκέπη, ἀπὸ ἀνϑρώπων πονηρῶν ῥύσῃ αὐτούς, σκέπη διψώντων καὶ πνεῦμα ἀνϑρώπων ἀδικουμένων. 5 εὐλογήσουσίν σε ὡς ἄνϑρωποι ὀλιγόψυχοι διψῶντες ἐν Σιων ἀπὸ ἀνϑρώπων ἀσεβῶν, οἷς ἡμᾶς παρέδωκας. 6 καὶ ποιήσει κύριος σαβαωϑ πᾶσι τοῖς ἔϑνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. πίονται εὐϕροσύνην, πίονται οἶνον, χρίσονται μύρον. 7 ἐν τῷ ὄρει τούτῳ παράδος ταῦτα πάντα τοῖς ἔϑνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔϑνη. 8 κατέπιεν ὁ ϑάνατος ἰσχύσας, καὶ πάλιν ἀϕεῖλεν ὁ ϑεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀϕεῖλεν ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα κυρίου ἐλάλησεν. 9 καὶ ἐροῦσιν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰδοὺ ὁ ϑεὸς ἡμῶν, ἐϕ᾽ ᾧ ἠλπίζομεν καὶ ἠγαλλιώμεϑα, καὶ εὐϕρανϑησόμεϑα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. 10 ὅτι ἀνάπαυσιν δώσει ὁ ϑεὸς ἐπὶ τὸ ὄρος τοῦτο, καὶ καταπατηϑήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις· 11 καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσεν τοῦ ἀπολέσαι, καὶ ταπεινώσει τὴν ὕβριν αὐτοῦ ἐϕ᾽ ἃ τὰς χεῖρας ἐπέβαλεν· 12 καὶ τὸ ὕψος τῆς καταϕυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ καταβήσεται ἕως τοῦ ἐδάϕους.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 26

1 Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ιουδα λέγοντες Ἰδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῶν ϑήσει τεῖχος καὶ περίτειχος. 2 ἀνοίξατε πύλας, εἰσελϑάτω λαὸς ϕυλάσσων δικαιοσύνην καὶ ϕυλάσσων ἀλήϑειαν, 3 ἀντιλαμβανόμενος ἀληϑείας καὶ ϕυλάσσων εἰρήνην. ὅτι ἐπὶ σοὶ 4 ἤλπισαν, κύριε, ἕως τοῦ αἰῶνος, ὁ ϑεὸς ὁ μέγας ὁ αἰώνιος, 5 ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάϕους, 6 καὶ πατήσουσιν αὐτοὺς πόδες πραέων καὶ ταπεινῶν. 7 ὁδὸς εὐσεβῶν εὐϑεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. 8 ἡ γὰρ ὁδὸς κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ, 9 ᾗ ἐπιϑυμεῖ ἡ ψυχὴ ἡμῶν. ἐκ νυκτὸς ὀρϑρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ ϑεός, διότι ϕῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. δικαιοσύνην μάϑετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. 10 πέπαυται γὰρ ὁ ἀσεβής, οὐ μὴ μάϑῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήϑειαν οὐ μὴ ποιήσῃ· ἀρϑήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου. 11 κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνϑήσονται· ζῆλος λήμψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. – 12 κύριε ὁ ϑεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν. 13 κύριε ὁ ϑεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. 14 οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσιν· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. 15 πρόσϑες αὐτοῖς κακά, κύριε, πρόσϑες κακὰ πᾶσιν τοῖς ἐνδόξοις τῆς γῆς. 16 κύριε, ἐν ϑλίψει ἐμνήσϑην σου, ἐν ϑλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. 17 καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήϑημεν τῷ ἀγαπητῷ σου διὰ τὸν ϕόβον σου, κύριε. 18 ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. 19 ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερϑήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐϕρανϑήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. – 20 βάδιζε, λαός μου, εἴσελϑε εἰς τὰ ταμίειά σου, ἀπόκλεισον τὴν ϑύραν σου, ἀποκρύβηϑι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλϑῃ ἡ ὀργὴ κυρίου· 21 ἰδοὺ γὰρ κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς, καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 27

1 Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ ϑεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄϕιν ϕεύγοντα, ἐπὶ τὸν δράκοντα ὄϕιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα. 2 τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός· ἐπιϑύμημα ἐξάρχειν κατ᾽ αὐτῆς. 3 ἐγὼ πόλις ἰσχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος. 4 οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτῆς· τίς με ϑήσει ϕυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠϑέτηκα αὐτήν. τοίνυν διὰ τοῦτο ἐποίησεν κύριος ὁ ϑεὸς πάντα, ὅσα συνέταξεν. κατακέκαυμαι, 5 βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην. 6 οἱ ἐρχόμενοι, τέκνα Ιακωβ, βλαστήσει καὶ ἐξανϑήσει Ισραηλ, καὶ ἐμπλησϑήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. 7 μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται, καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεϑήσεται; 8 μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὐ σὺ ἦσϑα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι ϑυμοῦ; 9 διὰ τοῦτο ἀϕαιρεϑήσεται ἡ ἀνομία Ιακωβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀϕέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν ϑῶσιν πάντας τοὺς λίϑους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν. 10 τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται. 11 καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανϑῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ ϑέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὰ τοῦτο οὐ μὴ οἰκτιρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ. 12 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμϕράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων, ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕνα. 13 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 28

1 Οὐαὶ τῷ στεϕάνῳ τῆς ὕβρεως, οἱ μισϑωτοὶ Εϕραιμ· τὸ ἄνϑος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυϕῆς τοῦ ὄρους τοῦ παχέος, οἱ μεϑύοντες ἄνευ οἴνου. 2 ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ ϑυμὸς κυρίου ὡς χάλαζα καταϕερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταϕερομένη· ὡς ὕδατος πολὺ πλῆϑος σῦρον χώραν τῇ γῇ ποιήσει ἀνάπαυσιν ταῖς χερσίν. 3 καὶ τοῖς ποσὶν καταπατηϑήσεται ὁ στέϕανος τῆς ὕβρεως, οἱ μισϑωτοὶ τοῦ Εϕραιμ. 4 καὶ ἔσται τὸ ἄνϑος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ᾽ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτὸ πρὶν ἢ εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν ϑελήσει αὐτὸ καταπιεῖν. 5 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος σαβαωϑ ὁ στέϕανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης τῷ καταλειϕϑέντι μου λαῷ· 6 καταλειϕϑήσονται ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν. – 7 οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν, ἐπλανήϑησαν διὰ τὸ σικερα· ἱερεὺς καὶ προϕήτης ἐξέστησαν διὰ τὸν οἶνον, ἐσείσϑησαν ἀπὸ τῆς μέϑης τοῦ σικερα, ἐπλανήϑησαν· τοῦτ᾽ ἔστι ϕάσμα. 8 ἀρὰ ἔδεται ταύτην τὴν βουλήν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας. 9 τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν, οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπεσπασμένοι ἀπὸ μαστοῦ; 10 ϑλῖψιν ἐπὶ ϑλῖψιν προσδέχου, ἐλπίδα ἐπ᾽ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν 11 διὰ ϕαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας, ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ 12 λέγοντες αὐτῷ Τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠϑέλησαν ἀκούειν. 13 καὶ ἔσται αὐτοῖς τὸ λόγιον κυρίου τοῦ ϑεοῦ ϑλῖψις ἐπὶ ϑλῖψιν, ἐλπὶς ἐπ᾽ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευϑῶσιν καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ κινδυνεύσουσιν καὶ συντριβήσονται καὶ ἁλώσονται. – 14 διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, ἄνδρες τεϑλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ιερουσαλημ 15 Ὅτι εἴπατε Ἐποιήσαμεν διαϑήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ ϑανάτου συνϑήκας, καταιγὶς ϕερομένη ἐὰν παρέλϑῃ οὐ μὴ ἔλϑῃ ἐϕ᾽ ἡμᾶς, ἐϑήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασϑησόμεϑα, 16 διὰ τοῦτο οὕτως λέγει κύριος Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ ϑεμέλια Σιων λίϑον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον εἰς τὰ ϑεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ μὴ καταισχυνϑῇ. 17 καὶ ϑήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταϑμούς, καὶ οἱ πεποιϑότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλϑῃ ὑμᾶς καταιγίς, 18 μὴ καὶ ἀϕέλῃ ὑμῶν τὴν διαϑήκην τοῦ ϑανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· καταιγὶς ϕερομένη ἐὰν ἐπέλϑῃ, ἔσεσϑε αὐτῇ εἰς καταπάτημα. 19 ὅταν παρέλϑῃ, λήμψεται ὑμᾶς· πρωῒ πρωῒ παρελεύσεται ἡμέρας, καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά· μάϑετε ἀκούειν. 20 στενοχωρούμενοι οὐ δυνάμεϑα μάχεσϑαι, αὐτοὶ δὲ ἀσϑενοῦμεν τοῦ ἡμᾶς συναχϑῆναι. 21 ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται καὶ ἔσται ἐν τῇ ϕάραγγι Γαβαων· μετὰ ϑυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ ϑυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία. 22 καὶ ὑμεῖς μὴ εὐϕρανϑείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ κυρίου σαβαωϑ, ἃ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν. 23 Ἐνωτίζεσϑε καὶ ἀκούετε τῆς ϕωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου. 24 μὴ ὅλην τὴν ἡμέραν μέλλει ὁ ἀροτριῶν ἀροτριᾶν; ἢ σπόρον προετοιμάσει πρὶν ἐργάσασϑαι τὴν γῆν; 25 οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνϑιον καὶ κύμινον καὶ πάλιν σπείρει πυρὸν καὶ κριϑὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου; 26 καὶ παιδευϑήσῃ κρίματι ϑεοῦ σου καὶ εὐϕρανϑήσῃ. 27 οὐ γὰρ μετὰ σκληρότητος καϑαίρεται τὸ μελάνϑιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνϑιον, τὸ δὲ κύμινον 28 μετὰ ἄρτου βρωϑήσεται. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισϑήσομαι, οὐδὲ ϕωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς. 29 καὶ ταῦτα παρὰ κυρίου σαβαωϑ ἐξῆλϑεν τὰ τέρατα· βουλεύσασϑε, ὑψώσατε ματαίαν παράκλησιν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 29

1 Οὐαὶ πόλις Αριηλ, ἣν Δαυιδ ἐπολέμησεν· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ᾽ ἐνιαυτόν, ϕάγεσϑε γὰρ σὺν Μωαβ. 2 ἐκϑλίψω γὰρ Αριηλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί. 3 καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλῶ περὶ σὲ χάρακα καὶ ϑήσω περὶ σὲ πύργους, 4 καὶ ταπεινωϑήσονται οἱ λόγοι σου εἰς τὴν γῆν, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσται ὡς οἱ ϕωνοῦντες ἐκ τῆς γῆς ἡ ϕωνή σου, καὶ πρὸς τὸ ἔδαϕος ἡ ϕωνή σου ἀσϑενήσει. 5 καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν καὶ ὡς χνοῦς ϕερόμενος, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα 6 παρὰ κυρίου σαβαωϑ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ ϕωνῆς μεγάλης, καταιγὶς ϕερομένη καὶ ϕλὸξ πυρὸς κατεσϑίουσα. 7 καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος ἐν ὕπνῳ ὁ πλοῦτος τῶν ἐϑνῶν πάντων, ὅσοι ἐπεστράτευσαν ἐπὶ Αριηλ, καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ιερουσαλημ καὶ πάντες οἱ συνηγμένοι ἐπ᾽ αὐτὴν καὶ ϑλίβοντες αὐτήν. 8 καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες καὶ ἔσϑοντες, καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον, καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐϑνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων. 9 ἐκλύϑητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου· 10 ὅτι πεπότικεν ὑμᾶς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀϕϑαλμοὺς αὐτῶν καὶ τῶν προϕητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. 11 καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσϕραγισμένου τούτου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνϑρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες Ἀνάγνωϑι ταῦτα· καὶ ἐρεῖ Οὐ δύναμαι ἀναγνῶναι, ἐσϕράγισται γάρ. 12 καὶ δοϑήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνϑρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ Ἀνάγνωϑι τοῦτο· καὶ ἐρεῖ Οὐκ ἐπίσταμαι γράμματα. 13 Καὶ εἶπεν κύριος Ἐγγίζει μοι ὁ λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ, μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνϑρώπων καὶ διδασκαλίας. 14 διὰ τοῦτο ἰδοὺ ἐγὼ προσϑήσω τοῦ μεταϑεῖναι τὸν λαὸν τοῦτον καὶ μεταϑήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοϕίαν τῶν σοϕῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω. 15 οὐαὶ οἱ βαϑέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου· οὐαὶ οἱ ἐν κρυϕῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσιν Τίς ἡμᾶς ἑώρακεν καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν; 16 οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισϑήσεσϑε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας; 17 οὐκέτι μικρὸν καὶ μετατεϑήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισϑήσεται; 18 καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωϕοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀϕϑαλμοὶ τυϕλῶν βλέψονται· 19 καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κύριον ἐν εὐϕροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνϑρώπων ἐμπλησϑήσονται εὐϕροσύνης. 20 ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήϕανος, καὶ ἐξωλεϑρεύϑησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ 21 καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνϑρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα ϑήσουσιν καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον. 22 διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τὸν οἶκον Ιακωβ, ὃν ἀϕώρισεν ἐξ Αβρααμ Οὐ νῦν αἰσχυνϑήσεται Ιακωβ οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ισραηλ· 23 ἀλλ᾽ ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι᾽ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ιακωβ καὶ τὸν ϑεὸν τοῦ Ισραηλ ϕοβηϑήσονται. 24 καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαϑήσονται ὑπακούειν, καὶ αἱ γλώσσαι αἱ ψελλίζουσαι μαϑήσονται λαλεῖν εἰρήνην.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 30

1 Οὐαὶ τέκνα ἀποστάται, τάδε λέγει κύριος, ἐποιήσατε βουλὴν οὐ δι᾽ ἐμοῦ καὶ συνϑήκας οὐ διὰ τοῦ πνεύματός μου προσϑεῖναι ἁμαρτίας ἐϕ᾽ ἁμαρτίαις, 2 οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηϑηϑῆναι ὑπὸ Φαραω καὶ σκεπασϑῆναι ὑπὸ Αἰγυπτίων. 3 ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραω εἰς αἰσχύνην καὶ τοῖς πεποιϑόσιν ἐπ᾽ Αἴγυπτον ὄνειδος. 4 ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί· μάτην κοπιάσουσιν 5 πρὸς λαόν, ὃς οὐκ ὠϕελήσει αὐτοὺς οὔτε εἰς βοήϑειαν οὔτε εἰς ὠϕέλειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος. 6 Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ ϑλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖϑεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔϕερον ἐπ᾽ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔϑνος ὃ οὐκ ὠϕελήσει αὐτοὺς εἰς βοήϑειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος. 7 Αἰγύπτιοι μάταια καὶ κενὰ ὠϕελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι Ματαία ἡ παράκλησις ὑμῶν αὕτη. 8 Νῦν οὖν καϑίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα. 9 ὅτι λαὸς ἀπειϑής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ ϑεοῦ, 10 οἱ λέγοντες τοῖς προϕήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν 11 καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης, ἀϕέλετε ἀϕ᾽ ἡμῶν τὸν τρίβον τοῦτον καὶ ἀϕέλετε ἀϕ᾽ ἡμῶν τὸν ἅγιον τοῦ Ισραηλ. 12 διὰ τοῦτο οὕτως λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ Ὅτι ἠπειϑήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιϑὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ, 13 διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα, 14 καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν. 15 οὕτω λέγει κύριος ὁ ἅγιος τοῦ Ισραηλ Ὅταν ἀποστραϕεὶς στενάξῃς, τότε σωϑήσῃ καὶ γνώσῃ ποῦ ἦσϑα· ὅτε ἐπεποίϑεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήϑη. καὶ οὐκ ἠβούλεσϑε ἀκούειν, 16 ἀλλ᾽ εἴπατε Ἐϕ᾽ ἵππων ϕευξόμεϑα· διὰ τοῦτο ϕεύξεσϑε· καὶ εἴπατε Ἐπὶ κούϕοις ἀναβάται ἐσόμεϑα· διὰ τοῦτο κοῦϕοι ἔσονται οἱ διώκοντες ὑμᾶς. 17 διὰ ϕωνὴν ἑνὸς ϕεύξονται χίλιοι, καὶ διὰ ϕωνὴν πέντε ϕεύξονται πολλοί, ἕως ἂν καταλειϕϑῆτε ὡς ἱστὸς ἐπ᾽ ὄρους καὶ ὡς σημαίαν ϕέρων ἐπὶ βουνοῦ. 18 καὶ πάλιν μενεῖ ὁ ϑεὸς τοῦ οἰκτιρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωϑήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς κύριος ὁ ϑεὸς ἡμῶν ἐστιν, καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ. 19 Διότι λαὸς ἅγιος ἐν Σιων οἰκήσει, καὶ Ιερουσαλημ κλαυϑμῷ ἔκλαυσεν Ἐλέησόν με· ἐλεήσει σε τὴν ϕωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου. 20 καὶ δώσει κύριος ὑμῖν ἄρτον ϑλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀϕϑαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε, 21 καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες Αὕτη ἡ ὁδός, πορευϑῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά. 22 καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαϑημένης καὶ ὡς κόπρον ὤσεις αὐτά. 23 τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηϑήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, 24 οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν ϕάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριϑῇ λελικμημένα. 25 καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι. 26 καὶ ἔσται τὸ ϕῶς τῆς σελήνης ὡς τὸ ϕῶς τοῦ ἡλίου καὶ τὸ ϕῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται. 27 Ἰδοὺ τὸ ὄνομα κυρίου διὰ χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ ϑυμός, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ ϑυμοῦ ὡς πῦρ ἔδεται. 28 καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν ϕάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεϑήσεται τοῦ ἔϑνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν. 29 μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐϕραίνεσϑαι καὶ εἰσπορεύεσϑαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐϕραινομένους εἰσελϑεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος τοῦ κυρίου πρὸς τὸν ϑεὸν τοῦ Ισραηλ; 30 καὶ ἀκουστὴν ποιήσει ὁ ϑεὸς τὴν δόξαν τῆς ϕωνῆς αὐτοῦ καὶ τὸν ϑυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ ϑυμοῦ καὶ ὀργῆς καὶ ϕλογὸς κατεσϑιούσης· κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταϕερομένη βίᾳ. 31 διὰ γὰρ ϕωνὴν κυρίου ἡττηϑήσονται Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτούς. 32 καὶ ἔσται αὐτῷ κυκλόϑεν, ὅϑεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηϑείας, ἐϕ᾽ ᾗ αὐτὸς ἐπεποίϑει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιϑάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς. 33 σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηϑήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσϑη βασιλεύειν ϕάραγγα βαϑεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά; ὁ ϑυμὸς κυρίου ὡς ϕάραγξ ὑπὸ ϑείου καιομένη.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 31

1 Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήϑειαν, οἱ ἐϕ᾽ ἵπποις πεποιϑότες καὶ ἐϕ᾽ ἅρμασιν, ἔστιν γὰρ πολλά, καὶ ἐϕ᾽ ἵπποις, πλῆϑος σϕόδρα, καὶ οὐκ ἦσαν πεποιϑότες ἐπὶ τὸν ἅγιον τοῦ Ισραηλ καὶ τὸν ϑεὸν οὐκ ἐξεζήτησαν. 2 καὶ αὐτὸς σοϕὸς ἦγεν ἐπ᾽ αὐτοὺς κακά, καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀϑετηϑῇ, καὶ ἐπαναστήσεται ἐπ᾽ οἴκους ἀνϑρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν, 3 Αἰγύπτιον ἄνϑρωπον καὶ οὐ ϑεόν, ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήϑεια· ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτούς, καὶ κοπιάσουσιν οἱ βοηϑοῦντες, καὶ ἅμα πάντες ἀπολοῦνται. 4 ὅτι οὕτως εἶπέν μοι κύριος Ὃν τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ ϑήρᾳ, ᾗ ἔλαβεν, καὶ κεκράξῃ ἐπ᾽ αὐτῇ, ἕως ἂν ἐμπλησϑῇ τὰ ὄρη τῆς ϕωνῆς αὐτοῦ, καὶ ἡττήϑησαν καὶ τὸ πλῆϑος τοῦ ϑυμοῦ ἐπτοήϑησαν, οὕτως καταβήσεται κύριος σαβαωϑ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτῆς. 5 ὡς ὄρνεα πετόμενα, οὕτως ὑπερασπιεῖ κύριος ὑπὲρ Ιερουσαλημ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει. 6 ἐπιστράϕητε, οἱ τὴν βαϑεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον. 7 ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνϑρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν. 8 καὶ πεσεῖται Ασσουρ· οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνϑρώπου καταϕάγεται αὐτόν, καὶ ϕεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας· οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα, 9 πέτρᾳ γὰρ περιλημϕϑήσονται ὡς χάρακι καὶ ἡττηϑήσονται, ὁ δὲ ϕεύγων ἁλώσεται. Τάδε λέγει κύριος Μακάριος ὃς ἔχει ἐν Σιων σπέρμα καὶ οἰκείους ἐν Ιερουσαλημ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 32

1 ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. 2 καὶ ἔσται ὁ ἄνϑρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀϕ᾽ ὕδατος ϕερομένου· καὶ ϕανήσεται ἐν Σιων ὡς ποταμὸς ϕερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ. 3 καὶ οὐκέτι ἔσονται πεποιϑότες ἐπ᾽ ἀνϑρώποις, ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν. 4 καὶ ἡ καρδία τῶν ἀσϑενούντων προσέξει τοῦ ἀκούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαϑήσονται λαλεῖν εἰρήνην. 5 καὶ οὐκέτι μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν, καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου Σίγα. 6 ὁ γὰρ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. 7 ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταϕϑεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. 8 οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο, καὶ αὕτη ἡ βουλὴ μενεῖ. 9 Γυναῖκες πλούσιαι, ἀνάστητε καὶ ἀκούσατε τῆς ϕωνῆς μου· ϑυγατέρες ἐν ἐλπίδι, ἀκούσατε τοὺς λόγους μου. 10 ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασϑε ἐν ὀδύνῃ μετ᾽ ἐλπίδος· ἀνήλωται ὁ τρύγητος, πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλϑῃ. 11 ἔκστητε, λυπήϑητε, αἱ πεποιϑυῖαι, ἐκδύσασϑε, γυμναὶ γένεσϑε, περιζώσασϑε σάκκους τὰς ὀσϕύας 12 καὶ ἐπὶ τῶν μαστῶν κόπτεσϑε ἀπὸ ἀγροῦ ἐπιϑυμήματος καὶ ἀμπέλου γενήματος. 13 ἡ γῆ τοῦ λαοῦ μου ἄκανϑα καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐϕροσύνη ἀρϑήσεται· πόλις πλουσία, 14 οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιϑυμητοὺς ἀϕήσουσιν· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐϕροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων, 15 ἕως ἂν ἐπέλϑῃ ἐϕ᾽ ὑμᾶς πνεῦμα ἀϕ᾽ ὑψηλοῦ. καὶ ἔσται ἔρημος ὁ Χερμελ, καὶ ὁ Χερμελ εἰς δρυμὸν λογισϑήσεται. 16 καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα, καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει· 17 καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν, καὶ πεποιϑότες ἕως τοῦ αἰῶνος· 18 καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιϑώς, καὶ ἀναπαύσονται μετὰ πλούτου. 19 ἡ δὲ χάλαζα ἐὰν καταβῇ, οὐκ ἐϕ᾽ ὑμᾶς ἥξει. καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιϑότες ὡς οἱ ἐν τῇ πεδινῇ. 20 μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 33

1 Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀϑετῶν ὑμᾶς οὐκ ἀϑετεῖ· ἁλώσονται οἱ ἀϑετοῦντες καὶ παραδοϑήσονται καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηϑήσονται. 2 κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίϑαμεν· ἐγενήϑη τὸ σπέρμα τῶν ἀπειϑούντων εἰς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ ϑλίψεως. 3 διὰ ϕωνὴν τοῦ ϕόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ ϕόβου σου, καὶ διεσπάρησαν τὰ ἔϑνη. 4 νῦν δὲ συναχϑήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν. 5 ἅγιος ὁ ϑεὸς ὁ κατοικῶν ἐν ὑψηλοῖς, ἐνεπλήσϑη Σιων κρίσεως καὶ δικαιοσύνης. 6 ἐν νόμῳ παραδοϑήσονται, ἐν ϑησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοϕία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον· οὗτοί εἰσιν ϑησαυροὶ δικαιοσύνης. 7 ἰδοὺ δὴ ἐν τῷ ϕόβῳ ὑμῶν αὐτοὶ ϕοβηϑήσονται· οὓς ἐϕοβεῖσϑε, ϕοβηϑήσονται ἀϕ᾽ ὑμῶν· ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην πικρῶς κλαίοντες παρακαλοῦντες εἰρήνην. 8 ἐρημωϑήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ ϕόβος τῶν ἐϑνῶν, καὶ ἡ πρὸς τούτους διαϑήκη αἴρεται, καὶ οὐ μὴ λογίσησϑε αὐτοὺς ἀνϑρώπους. 9 ἐπένϑησεν ἡ γῆ, ᾐσχύνϑη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σαρων· ϕανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος. 10 νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασϑήσομαι, νῦν ὑψωϑήσομαι· 11 νῦν ὄψεσϑε, νῦν αἰσϑηϑήσεσϑε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ ὑμᾶς κατέδεται. 12 καὶ ἔσονται ἔϑνη κατακεκαυμένα ὡς ἄκανϑα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη. 13 ἀκούσονται οἱ πόρρωϑεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. 14 ἀπέστησαν οἱ ἐν Σιων ἄνομοι, λήμψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; 15 πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐϑεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀϕϑαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν, 16 οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοϑήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. 17 βασιλέα μετὰ δόξης ὄψεσϑε, καὶ οἱ ὀϕϑαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωϑεν. 18 ἡ ψυχὴ ὑμῶν μελετήσει ϕόβον· ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὁ ἀριϑμῶν τοὺς τρεϕομένους 19 μικρὸν καὶ μέγαν λαόν; ᾧ οὐ συνεβουλεύσαντο οὐδὲ ᾔδει βαϑύϕωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεϕαυλισμένος, καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις. 20 ἰδοὺ Σιων ἡ πόλις τὸ σωτήριον ἡμῶν· οἱ ὀϕϑαλμοί σου ὄψονται Ιερουσαλημ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισϑῶσιν, οὐδὲ μὴ κινηϑῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν. 21 ὅτι τὸ ὄνομα κυρίου μέγα ὑμῖν· τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον. 22 ὁ γὰρ ϑεός μου μέγας ἐστίν, οὐ παρελεύσεταί με κύριος· κριτὴς ἡμῶν κύριος, ἄρχων ἡμῶν κύριος, βασιλεὺς ἡμῶν κύριος, οὗτος ἡμᾶς σώσει. 23 ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία· οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοϑῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν. 24 καὶ οὐ μὴ εἴπῃ Κοπιῶ ὁ λαὸς ὁ ἐνοικῶν ἐν αὐτοῖς· ἀϕέϑη γὰρ αὐτοῖς ἡ ἁμαρτία.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 34

1 Προσαγάγετε, ἔϑνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ. 2 διότι ϑυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔϑνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριϑμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σϕαγήν. 3 οἱ δὲ τραυματίαι αὐτῶν ῥιϕήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν. 4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς ϕύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει ϕύλλα ἀπὸ συκῆς. 5 ἐμεϑύσϑη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως. 6 ἡ μάχαιρα κυρίου ἐνεπλήσϑη αἵματος, ἐπαχύνϑη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν· ὅτι ϑυσία κυρίῳ ἐν Βοσορ καὶ σϕαγὴ μεγάλη ἐν τῇ Ιδουμαίᾳ. 7 καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ᾽ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεϑυσϑήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησϑήσεται. 8 ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιων. 9 καὶ στραϕήσονται αὐτῆς αἱ ϕάραγγες εἰς πίσσαν καὶ ἡ γῆ αὐτῆς εἰς ϑεῖον, καὶ ἔσται αὐτῆς ἡ γῆ καιομένη ὡς πίσσα 10 νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσϑήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω· εἰς γενεὰς ἐρημωϑήσεται καὶ εἰς χρόνον πολύν. 11 καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες, καὶ ἐπιβληϑήσεται ἐπ᾽ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ. 12 οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. 13 καὶ ἀναϕύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνϑινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουϑῶν. 14 καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν. 15 ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσϕαλείας· ἐκεῖ ἔλαϕοι συνήντησαν καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· 16 ἀριϑμῷ παρῆλϑον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν· ὅτι κύριος ἐνετείλατο αὐτοῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς. 17 καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσϑαι· εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε, εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ᾽ αὐτῆς.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 35

1 Εὐϕράνϑητι, ἔρημος διψῶσα, ἀγαλλιάσϑω ἔρημος καὶ ἀνϑείτω ὡς κρίνον, 2 καὶ ἐξανϑήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ιορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόϑη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ ϑεοῦ. 3 ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· 4 παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ ϕοβεῖσϑε· ἰδοὺ ὁ ϑεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. 5 τότε ἀνοιχϑήσονται ὀϕϑαλμοὶ τυϕλῶν, καὶ ὦτα κωϕῶν ἀκούσονται. 6 τότε ἁλεῖται ὡς ἔλαϕος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ϕάραγξ ἐν γῇ διψώσῃ, 7 καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται· ἐκεῖ εὐϕροσύνη ὀρνέων, ἔπαυλις καλάμου καὶ ἕλη. 8 ἐκεῖ ἔσται ὁδὸς καϑαρὰ καὶ ὁδὸς ἁγία κληϑήσεται, καὶ οὐ μὴ παρέλϑῃ ἐκεῖ ἀκάϑαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάϑαρτος· οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ᾽ αὐτῆς καὶ οὐ μὴ πλανηϑῶσιν. 9 καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν ϑηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ ἐπ᾽ αὐτὴν οὐδὲ μὴ εὑρεϑῇ ἐκεῖ, ἀλλὰ πορεύσονται ἐν αὐτῇ λελυτρωμένοι. 10 καὶ συνηγμένοι διὰ κύριον ἀποστραϕήσονται καὶ ἥξουσιν εἰς Σιων μετ᾽ εὐϕροσύνης, καὶ εὐϕροσύνη αἰώνιος ὑπὲρ κεϕαλῆς αὐτῶν· ἐπὶ γὰρ κεϕαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα, καὶ εὐϕροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 36

1 Καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς. 2 καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ραψακην ἐκ Λαχις εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα Εζεκιαν μετὰ δυνάμεως πολλῆς, καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήϑρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναϕέως. 3 καὶ ἐξῆλϑεν πρὸς αὐτὸν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωαχ ὁ τοῦ Ασαϕ ὁ ὑπομνηματογράϕος. 4 καὶ εἶπεν αὐτοῖς Ραψακης Εἴπατε Εζεκια Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί πεποιϑὼς εἶ; 5 μὴ ἐν βουλῇ ἢ λόγοις χειλέων παράταξις γίνεται; καὶ νῦν ἐπὶ τίνι πέποιϑας ὅτι ἀπειϑεῖς μοι; 6 ἰδοὺ πεποιϑὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεϑλασμένην ταύτην, ἐπ᾽ Αἴγυπτον· ὃς ἂν ἐπ᾽ αὐτὴν ἐπιστηρισϑῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιϑότες ἐπ᾽ αὐτῷ. 7 εἰ δὲ λέγετε Ἐπὶ κύριον τὸν ϑεὸν ἡμῶν πεποίϑαμεν, 8 νῦν μείχϑητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων, καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον, εἰ δυνήσεσϑε δοῦναι ἀναβάτας ἐπ᾽ αὐτούς. 9 καὶ πῶς δύνασϑε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός; οἰκέται εἰσὶν οἱ πεποιϑότες ἐπ᾽ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην. 10 καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; 11 καὶ εἶπεν πρὸς αὐτὸν Ελιακιμ καὶ Σομνας καὶ Ιωαχ Λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί, ἀκούομεν γὰρ ἡμεῖς, καὶ μὴ λάλει πρὸς ἡμᾶς Ιουδαιστί· καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνϑρώπων τῶν ἐπὶ τῷ τείχει; 12 καὶ εἶπεν Ραψακης πρὸς αὐτούς Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνϑρώπους τοὺς καϑημένους ἐπὶ τῷ τείχει, ἵνα ϕάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεϑ᾽ ὑμῶν ἅμα; 13 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν ϕωνῇ μεγάλῃ Ιουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων 14 Τάδε λέγει ὁ βασιλεύς Μὴ ἀπατάτω ὑμᾶς Εζεκιας λόγοις, οἳ οὐ δυνήσονται ῥύσασϑαι ὑμᾶς· 15 καὶ μὴ λεγέτω ὑμῖν Εζεκιας ὅτι Ῥύσεται ὑμᾶς ὁ ϑεός, καὶ οὐ μὴ παραδοϑῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων· 16 μὴ ἀκούετε Εζεκιου. τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Εἰ βούλεσϑε εὐλογηϑῆναι, ἐκπορεύεσϑε πρός με καὶ ϕάγεσϑε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσϑε ὕδωρ τοῦ λάκκου ὑμῶν, 17 ἕως ἂν ἔλϑω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων. 18 μὴ ὑμᾶς ἀπατάτω Εζεκιας λέγων Ὁ ϑεὸς ὑμῶν ῥύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ ϑεοὶ τῶν ἐϑνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; 19 ποῦ ἐστιν ὁ ϑεὸς Αιμαϑ καὶ Αρϕαϑ; καὶ ποῦ ὁ ϑεὸς τῆς πόλεως Σεπϕαριμ; μὴ ἐδύναντο ῥύσασϑαι Σαμάρειαν ἐκ χειρός μου; 20 τίς τῶν ϑεῶν πάντων τῶν ἐϑνῶν τούτων ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ τῆς χειρός μου, ὅτι ῥύσεται ὁ ϑεὸς Ιερουσαλημ ἐκ χειρός μου; 21 καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίϑη αὐτῷ λόγον διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριϑῆναι. 22 Καὶ εἰσῆλϑεν Ελιακιμ ὁ τοῦ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ιωαχ ὁ τοῦ Ασαϕ ὁ ὑπομνηματογράϕος πρὸς Εζεκιαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 37

1 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Εζεκιαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἶκον κυρίου. 2 καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν υἱὸν Αμως τὸν προϕήτην, 3 καὶ εἶπαν αὐτῷ Τάδε λέγει Εζεκιας Ἡμέρα ϑλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. 4 εἰσακούσαι κύριος ὁ ϑεός σου τοὺς λόγους Ραψακου, οὓς ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν ϑεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους, οὓς ἤκουσεν κύριος ὁ ϑεός σου· καὶ δεηϑήσῃ πρὸς κύριον τὸν ϑεόν σου περὶ τῶν καταλελειμμένων τούτων. 5 καὶ ἦλϑον οἱ παῖδες τοῦ βασιλέως πρὸς Ησαιαν, 6 καὶ εἶπεν αὐτοῖς Ησαιας Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει κύριος Μὴ ϕοβηϑῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων· 7 ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραϕήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ. 8 Καὶ ἀπέστρεψεν Ραψακης καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα Λομναν. καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων ὅτι 9 ἐξῆλϑεν Θαρακα βασιλεὺς Αἰϑιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων 10 Οὕτως ἐρεῖτε Εζεκια βασιλεῖ τῆς Ιουδαίας Μή σε ἀπατάτω ὁ ϑεός σου, ἐϕ᾽ ᾧ πεποιϑὼς εἶ ἐπ᾽ αὐτῷ λέγων Οὐ μὴ παραδοϑῇ Ιερουσαλημ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. 11 ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν; 12 μὴ ἐρρύσαντο αὐτοὺς οἱ ϑεοὶ τῶν ἐϑνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γωζαν καὶ Χαρραν καὶ Ραϕες, αἵ εἰσιν ἐν χώρᾳ Θεμαδ; 13 ποῦ εἰσιν οἱ βασιλεῖς Αιμαϑ καὶ Αρϕαϑ καὶ πόλεως Σεπϕαριμ, Αναγ, Ουγαυα; – 14 καὶ ἔλαβεν Εζεκιας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἤνοιξεν αὐτὸ ἐναντίον κυρίου, 15 καὶ προσεύξατο Εζεκιας πρὸς κύριον λέγων 16 Κύριε σαβαωϑ ὁ ϑεὸς Ισραηλ ὁ καϑήμενος ἐπὶ τῶν χερουβιν, σὺ ϑεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 17 εἰσάκουσον, κύριε, εἴσβλεψον, κύριε, καὶ ἰδὲ τοὺς λόγους, οὓς ἀπέστειλεν Σενναχηριμ ὀνειδίζειν ϑεὸν ζῶντα. 18 ἐπ᾽ ἀληϑείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν 19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ, οὐ γὰρ ϑεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνϑρώπων, ξύλα καὶ λίϑοι, καὶ ἀπώλεσαν αὐτούς. 20 σὺ δέ, κύριε ὁ ϑεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ ϑεὸς μόνος. 21 Καὶ ἀπεστάλη Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων. 22 οὗτος ὁ λόγος, ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ ϑεός Ἐϕαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρϑένος ϑυγάτηρ Σιων, ἐπὶ σοὶ κεϕαλὴν ἐκίνησεν ϑυγάτηρ Ιερουσαλημ. 23 τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν ϕωνήν σου; καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀϕϑαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ. 24 ὅτι δι᾽ ἀγγέλων ὠνείδισας κύριον· σὺ γὰρ εἶπας Τῷ πλήϑει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλϑον εἰς ὕψος μέρους τοῦ δρυμοῦ 25 καὶ ἔϑηκα γέϕυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος. 26 οὐ ταῦτα ἤκουσας πάλαι, ἃ ἐγὼ ἐποίησα; ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔϑνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς· 27 ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνϑησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις. 28 νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι· 29 ὁ δὲ ϑυμός σου, ὃν ἐϑυμώϑης, καὶ ἡ πικρία σου ἀνέβη πρός με, καὶ ἐμβαλῶ ϕιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ, ᾗ ἦλϑες ἐν αὐτῇ. 30 τοῦτο δέ σοι τὸ σημεῖον· ϕάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ ϕυτεύσατε ἀμπελῶνας καὶ ϕάγεσϑε τὸν καρπὸν αὐτῶν. 31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ιουδαίᾳ ϕυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω. 32 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιων· ὁ ζῆλος κυρίου σαβαωϑ ποιήσει ταῦτα. 33 διὰ τοῦτο οὕτως λέγει κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλϑῃ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλῃ ἐπ᾽ αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλῃ ἐπ᾽ αὐτὴν ϑυρεὸν οὐδὲ μὴ κυκλώσῃ ἐπ᾽ αὐτὴν χάρακα, 34 ἀλλὰ τῇ ὁδῷ, ᾗ ἦλϑεν, ἐν αὐτῇ ἀποστραϕήσεται· τάδε λέγει κύριος. 35 ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾽ ἐμὲ καὶ διὰ Δαυιδ τὸν παῖδά μου. 36 Καὶ ἐξῆλϑεν ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ ἐξαναστάντες τὸ πρωῒ εὗρον πάντα τὰ σώματα νεκρά. 37 καὶ ἀποστραϕεὶς ἀπῆλϑεν βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευη. 38 καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαραχ τὸν παταχρον αὐτοῦ, Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώϑησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτοῦ ἀντ αὐτοῦ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 38

1 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσϑη Εζεκιας ἕως ϑανάτου· καὶ ἦλϑεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προϕήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ἀποϑνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ. 2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς κύριον 3 λέγων Μνήσϑητι, κύριε, ὡς ἐπορεύϑην ἐνώπιόν σου μετὰ ἀληϑείας ἐν καρδίᾳ ἀληϑινῇ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Εζεκιας κλαυϑμῷ μεγάλῳ. 4 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ησαιαν λέγων 5 Πορεύϑητι καὶ εἰπὸν Εζεκια Τάδε λέγει κύριος ὁ ϑεὸς Δαυιδ τοῦ πατρός σου Ἤκουσα τῆς ϕωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίϑημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε· 6 καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ. 7 τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ὁ ϑεὸς ποιήσει τὸ ῥῆμα τοῦτο· 8 τὴν σκιὰν τῶν ἀναβαϑμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαϑμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαϑμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαϑμούς, οὓς κατέβη ἡ σκιά. 9 Προσευχὴ Εζεκιου βασιλέως τῆς Ιουδαίας, ἡνίκα ἐμα λακίσϑη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ. 10 Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα. 11 εἶπα Οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ ϑεοῦ ἐπὶ τῆς γῆς, οὐκέτι μὴ ἴδω ἄνϑρωπον 12 ἐκ τῆς συγγενείας μου. κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλϑεν καὶ ἀπῆλϑεν ἀπ᾽ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ᾽ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίϑου ἐγγιζούσης ἐκτεμεῖν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόϑην 13 ἕως πρωῒ ὡς λέοντι· οὕτως τὰ ὀστᾶ μου συνέτριψεν, ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόϑην. 14 ὡς χελιδών, οὕτως ϕωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀϕϑαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με 15 καὶ ἀϕείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. 16 κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληϑεὶς ἔζησα. 17 εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. 18 οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποϑανόντες εὐλογήσουσίν σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου· 19 οἱ ζῶντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ. ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου, 20 κύριε τῆς σωτηρίας μου· καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ ϑεοῦ. 21 Καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν Λαβὲ παλάϑην ἐκ σύκων καὶ τρῖψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. 22 καὶ εἶπεν Εζεκιας Τοῦτο τὸ σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον κυρίου τοῦ ϑεοῦ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 39

1 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχ υἱὸς τοῦ Λααδαν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Εζεκια· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσϑη ἕως ϑανάτου καὶ ἀνέστη. 2 καὶ ἐχάρη ἐπ᾽ αὐτοῖς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωϑα καὶ τῆς στακτῆς καὶ τῶν ϑυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα, ὅσα ἦν ἐν τοῖς ϑησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐϑέν, ὃ οὐκ ἔδειξεν Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ. 3 καὶ ἦλϑεν Ησαιας ὁ προϕήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἄνϑρωποι οὗτοι καὶ πόϑεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Εζεκιας Ἐκ γῆς πόρρωϑεν ἥκασιν πρός με, ἐκ Βαβυλῶνος. 4 καὶ εἶπεν Ησαιας Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Εζεκιας Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς ϑησαυροῖς μου. 5 καὶ εἶπεν αὐτῷ Ησαιας Ἄκουσον τὸν λόγον κυρίου σαβαωϑ 6 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης, εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ ϑεὸς 7 ὅτι καὶ ἀπὸ τῶν τέκνων σου, ὧν ἐγέννησας, λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων. 8 καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν Ἀγαϑὸς ὁ λόγος κυρίου, ὃν ἐλάλησεν· γενέσϑω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 40

1 Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ ϑεός. 2 ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ιερουσαλημ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσϑη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. 3 ϕωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐϑείας ποιεῖτε τὰς τρίβους τοῦ ϑεοῦ ἡμῶν· 4 πᾶσα ϕάραγξ πληρωϑήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωϑήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐϑεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία· 5 καὶ ὀϕϑήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ ϑεοῦ· ὅτι κύριος ἐλάλησεν. 6 ϕωνὴ λέγοντος Βόησον· καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνϑρώπου ὡς ἄνϑος χόρτου· 7 ἐξηράνϑη ὁ χόρτος, καὶ τὸ ἄνϑος ἐξέπεσεν, 8 τὸ δὲ ῥῆμα τοῦ ϑεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα. 9 ἐπ᾽ ὄρος ὑψηλὸν ἀνάβηϑι, ὁ εὐαγγελιζόμενος Σιων· ὕψωσον τῇ ἰσχύι τὴν ϕωνήν σου, ὁ εὐαγγελιζόμενος Ιερουσαλημ· ὑψώσατε, μὴ ϕοβεῖσϑε· εἰπὸν ταῖς πόλεσιν Ιουδα Ἰδοὺ ὁ ϑεὸς ὑμῶν. 10 ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυριείας, ἰδοὺ ὁ μισϑὸς αὐτοῦ μετ᾽ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. 11 ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. 12 Τίς ἐμέτρησεν τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιϑαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὰ ὄρη σταϑμῷ καὶ τὰς νάπας ζυγῷ; 13 τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν; 14 ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; 15 εἰ πάντα τὰ ἔϑνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσϑησαν, καὶ ὡς σίελος λογισϑήσονται· 16 ὁ δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, 17 καὶ πάντα τὰ ἔϑνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐϑὲν ἐλογίσϑησαν. 18 τίνι ὡμοιώσατε κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; 19 μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν; 20 ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοϕῶς ζητεῖ πῶς στήσει αὐτοῦ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται. 21 οὐ γνώσεσϑε; οὐκ ἀκούσεσϑε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐκ ἔγνωτε τὰ ϑεμέλια τῆς γῆς; 22 ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, 23 ὁ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. 24 οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ ϕυτεύσωσιν, οὐδὲ μὴ ῥιζωϑῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν· ἔπνευσεν ἐπ᾽ αὐτοὺς καὶ ἐξηράνϑησαν, καὶ καταιγὶς ὡς ϕρύγανα ἀναλήμψεται αὐτούς. 25 νῦν οὖν τίνι με ὡμοιώσατε καὶ ὑψωϑήσομαι; εἶπεν ὁ ἅγιος. 26 ἀναβλέψατε εἰς ὕψος τοὺς ὀϕϑαλμοὺς ὑμῶν καὶ ἴδετε· τίς κατέδειξεν πάντα ταῦτα; ὁ ἐκϕέρων κατὰ ἀριϑμὸν τὸν κόσμον αὐτοῦ πάντας ἐπ᾽ ὀνόματι καλέσει· ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαϑεν. 27 Μὴ γὰρ εἴπῃς, Ιακωβ, καὶ τί ἐλάλησας, Ισραηλ Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ ϑεοῦ, καὶ ὁ ϑεός μου τὴν κρίσιν ἀϕεῖλεν καὶ ἀπέστη; 28 καὶ νῦν οὐκ ἔγνως εἰ μὴ ἤκουσας; ϑεὸς αἰώνιος ὁ ϑεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς ϕρονήσεως αὐτοῦ· 29 διδοὺς τοῖς πεινῶσιν ἰσχὺν καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην. 30 πεινάσουσιν γὰρ νεώτεροι, καὶ κοπιάσουσιν νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται· 31 οἱ δὲ ὑπομένοντες τὸν ϑεὸν ἀλλάξουσιν ἰσχύν, πτεροϕυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσιν, βαδιοῦνται καὶ οὐ πεινάσουσιν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 41

1 Ἐγκαινίζεσϑε πρός με, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν. 2 τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐϑνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς ϕρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν· 3 καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ. 4 τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, ἐγὼ ϑεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. 5 εἴδοσαν ἔϑνη καὶ ἐϕοβήϑησαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλϑοσαν ἅμα 6 κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελϕῷ βοηϑῆσαι καὶ ἐρεῖ 7 Ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σϕύρῃ ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ Σύμβλημα καλόν ἐστιν· ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις, ϑήσουσιν αὐτὰ καὶ οὐ κινηϑήσονται. 8 Σὺ δέ, Ισραηλ, παῖς μου Ιακωβ, ὃν ἐξελεξάμην, σπέρμα Αβρααμ, ὃν ἠγάπησα, 9 οὗ ἀντελαβόμην ἀπ᾽ ἄκρων τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι Παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε, 10 μὴ ϕοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ ϑεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήϑησά σοι καὶ ἠσϕαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου. 11 ἰδοὺ αἰσχυνϑήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου. 12 ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνϑρώπους, οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε. 13 ὅτι ἐγὼ ὁ ϑεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ ϕοβοῦ, 14 Ιακωβ, ὀλιγοστὸς Ισραηλ· ἐγὼ ἐβοήϑησά σοι, λέγει ὁ ϑεὸς ὁ λυτρούμενός σε, Ισραηλ. 15 ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χνοῦν ϑήσεις· 16 καὶ λικμήσεις, καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς, σὺ δὲ εὐϕρανϑήσῃ ἐν τοῖς ἁγίοις Ισραηλ. καὶ ἀγαλλιάσονται 17 οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς· ζητήσουσιν γὰρ ὕδωρ, καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνϑη· ἐγὼ κύριος ὁ ϑεός, ἐγὼ ἐπακούσομαι, ὁ ϑεὸς Ισραηλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, 18 ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς, 19 ϑήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην, 20 ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηϑῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα πάντα καὶ ὁ ἅγιος τοῦ Ισραηλ κατέδειξεν. 21 Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει κύριος ὁ ϑεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ιακωβ. 22 ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεϑα τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν. 23 ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ᾽ ἐσχάτου, καὶ γνωσόμεϑα ὅτι ϑεοί ἐστε· εὖ ποιήσατε καὶ κακώσατε, καὶ ϑαυμασόμεϑα καὶ ὀψόμεϑα ἅμα· 24 ὅτι πόϑεν ἐστὲ ὑμεῖς καὶ πόϑεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς. 25 ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀϕ᾽ ἡλίου ἀνατολῶν, κληϑήσονται τῷ ὀνόματί μου· ἐρχέσϑωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηϑήσεσϑε. 26 τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσϑεν, καὶ ἐροῦμεν ὅτι ἀληϑῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους. 27 ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν. 28 ἀπὸ γὰρ τῶν ἐϑνῶν ἰδοὺ οὐδείς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτούς Πόϑεν ἐστέ, οὐ μὴ ἀποκριϑῶσίν μοι. 29 εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 42

1 Ιακωβ ὁ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ισραηλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, κρίσιν τοῖς ἔϑνεσιν ἐξοίσει. 2 οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσϑήσεται ἔξω ἡ ϕωνὴ αὐτοῦ. 3 κάλαμον τεϑλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήϑειαν ἐξοίσει κρίσιν. 4 ἀναλάμψει καὶ οὐ ϑραυσϑήσεται, ἕως ἂν ϑῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔϑνη ἐλπιοῦσιν. 5 οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ᾽ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν· 6 ἐγὼ κύριος ὁ ϑεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαϑήκην γένους, εἰς ϕῶς ἐϑνῶν 7 ἀνοῖξαι ὀϕϑαλμοὺς τυϕλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου ϕυλακῆς καϑημένους ἐν σκότει. – 8 ἐγὼ κύριος ὁ ϑεός, τοῦτό μού ἐστιν τὸ ὄνομα· τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. 9 τὰ ἀπ᾽ ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ ἃ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀνατεῖλαι ἐδηλώϑη ὑμῖν. 10 Ὑμνήσατε τῷ κυρίῳ ὕμνον καινόν, ἡ ἀρχὴ αὐτοῦ· δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπ᾽ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν ϑάλασσαν καὶ πλέοντες αὐτήν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς. 11 εὐϕράνϑητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδαρ· εὐϕρανϑήσονται οἱ κατοικοῦντες Πέτραν, ἀπ᾽ ἄκρων τῶν ὀρέων βοήσουσιν· 12 δώσουσιν τῷ ϑεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν. 13 κύριος ὁ ϑεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχϑροὺς αὐτοῦ μετὰ ἰσχύος. 14 ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἐκστήσω καὶ ξηρανῶ ἅμα. 15 καὶ ϑήσω ποταμοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ. 16 καὶ ἄξω τυϕλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους, οὓς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς ϕῶς καὶ τὰ σκολιὰ εἰς εὐϑεῖαν· ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς. 17 αὐτοὶ δὲ ἀπεστράϕησαν εἰς τὰ ὀπίσω· αἰσχύνϑητε αἰσχύνην, οἱ πεποιϑότες ἐπὶ τοῖς γλυπτοῖς οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε ϑεοὶ ἡμῶν. 18 Οἱ κωϕοί, ἀκούσατε, καὶ οἱ τυϕλοί, ἀναβλέψατε ἰδεῖν. 19 καὶ τίς τυϕλὸς ἀλλ᾽ ἢ οἱ παῖδές μου καὶ κωϕοὶ ἀλλ᾽ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυϕλώϑησαν οἱ δοῦλοι τοῦ ϑεοῦ. 20 εἴδετε πλεονάκις, καὶ οὐκ ἐϕυλάξασϑε· ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. 21 κύριος ὁ ϑεὸς ἐβούλετο ἵνα δικαιωϑῇ καὶ μεγαλύνῃ αἴνεσιν. καὶ εἶδον, 22 καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς, ἐγένοντο εἰς προνομήν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων Ἀπόδος. 23 τίς ἐν ὑμῖν, ὃς ἐνωτιεῖται ταῦτα, εἰσακούσεται εἰς τὰ ἐπερχόμενα; 24 τίς ἔδωκεν εἰς διαρπαγὴν Ιακωβ καὶ Ισραηλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ ὁ ϑεός, ᾧ ἡμάρτοσαν αὐτῷ καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσϑαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ; 25 καὶ ἐπήγαγεν ἐπ᾽ αὐτοὺς ὀργὴν ϑυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος καὶ οἱ συμϕλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔϑεντο ἐπὶ ψυχήν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 43

1 Καὶ νῦν οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ ποιήσας σε, Ιακωβ, ὁ πλάσας σε, Ισραηλ Μὴ ϕοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ. 2 καὶ ἐὰν διαβαίνῃς δι᾽ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διέλϑῃς διὰ πυρός, οὐ μὴ κατακαυϑῇς, ϕλὸξ οὐ κατακαύσει σε. 3 ὅτι ἐγὼ κύριος ὁ ϑεός σου ὁ ἅγιος Ισραηλ ὁ σῴζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰϑιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ. 4 ἀϕ᾽ οὗ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσϑης, κἀγώ σε ἠγάπησα· καὶ δώσω ἀνϑρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεϕαλῆς σου. 5 μὴ ϕοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε. 6 ἐρῶ τῷ βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωϑεν καὶ τὰς ϑυγατέρας μου ἀπ᾽ ἄκρων τῆς γῆς, 7 πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα αὐτόν· 8 καὶ ἐξήγαγον λαὸν τυϕλόν, καὶ ὀϕϑαλμοί εἰσιν ὡσαύτως τυϕλοί, καὶ κωϕοὶ τὰ ὦτα ἔχοντες. 9 πάντα τὰ ἔϑνη συνήχϑησαν ἅμα, καὶ συναχϑήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωϑήτωσαν καὶ εἰπάτωσαν ἀληϑῆ. 10 γένεσϑέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ ϑεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι, ἔμπροσϑέν μου οὐκ ἐγένετο ἄλλος ϑεὸς καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται· 11 ἐγὼ ὁ ϑεός, καὶ οὐκ ἔστιν πάρεξ ἐμοῦ σῴζων. 12 ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες κἀγὼ μάρτυς, λέγει κύριος ὁ ϑεός. 13 ἔτι ἀπ᾽ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; 14 Οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος Ισραηλ Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ πάντας ϕεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεϑήσονται. 15 ἐγὼ κύριος ὁ ϑεὸς ὁ ἅγιος ὑμῶν ὁ καταδείξας Ισραηλ βασιλέα ὑμῶν. 16 οὕτως λέγει κύριος ὁ διδοὺς ὁδὸν ἐν ϑαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον 17 ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν, ἀλλὰ ἐκοιμήϑησαν καὶ οὐκ ἀναστήσονται, ἐσβέσϑησαν ὡς λίνον ἐσβεσμένον 18 Μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσϑε. 19 ἰδοὺ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσϑε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς. 20 εὐλογήσει με τὰ ϑηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ ϑυγατέρες στρουϑῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, 21 λαόν μου, ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσϑαι. 22 οὐ νῦν ἐκάλεσά σε, Ιακωβ, οὐδὲ κοπιᾶσαί σε ἐποίησα, Ισραηλ· 23 οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς ϑυσίαις σου ἐδόξασάς με, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ, 24 οὐδὲ ἐκτήσω μοι ἀργυρίου ϑυμίαμα, οὐδὲ τὸ στέαρ τῶν ϑυσιῶν σου ἐπεϑύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου. 25 ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείϕων τὰς ἀνομίας σου καὶ οὐ μὴ μνησϑήσομαι. 26 σὺ δὲ μνήσϑητι καὶ κριϑῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωϑῇς. 27 οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες αὐτῶν ἠνόμησαν εἰς ἐμέ, 28 καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου, καὶ ἔδωκα ἀπολέσαι Ιακωβ καὶ Ισραηλ εἰς ὀνειδισμόν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 44

1 νῦν δὲ ἄκουσον, παῖς μου Ιακωβ καὶ Ισραηλ, ὃν ἐξελεξάμην· 2 οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηϑηϑήσῃ, μὴ ϕοβοῦ, παῖς μου Ιακωβ καὶ ὁ ἠγαπημένος Ισραηλ, ὃν ἐξελεξάμην· 3 ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιϑήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, 4 καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ. 5 οὗτος ἐρεῖ Τοῦ ϑεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ιακωβ, καὶ ἕτερος ἐπιγράψει Τοῦ ϑεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ισραηλ. 6 Οὕτως λέγει ὁ ϑεὸς ὁ βασιλεὺς τοῦ Ισραηλ ὁ ῥυσάμενος αὐτὸν ϑεὸς σαβαωϑ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν ϑεός. 7 τίς ὥσπερ ἐγώ; στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀϕ᾽ οὗ ἐποίησα ἄνϑρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλϑεῖν ἀναγγειλάτωσαν ὑμῖν. 8 μὴ παρακαλύπτεσϑε· οὐκ ἀπ᾽ ἀρχῆς ἠνωτίσασϑε καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε, εἰ ἔστιν ϑεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε. 9 οἱ πλάσσοντες καὶ γλύϕοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταϑύμια αὐτῶν, ἃ οὐκ ὠϕελήσει αὐτούς· ἀλλὰ αἰσχυνϑήσονται 10 πάντες οἱ πλάσσοντες ϑεὸν καὶ γλύϕοντες ἀνωϕελῆ, 11 καὶ πάντες ὅϑεν ἐγένοντο ἐξηράνϑησαν, καὶ κωϕοὶ ἀπὸ ἀνϑρώπων συναχϑήτωσαν πάντες καὶ στήτωσαν ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνϑήτωσαν ἅμα. 12 ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει καὶ ἀσϑενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ. ἐκλεξάμενος 13 τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύϑμισεν αὐτό, ἐποίησεν αὐτὸ ὡς μορϕὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνϑρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ. 14 ὃ ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐϕύτευσεν κύριος καὶ ὑετὸς ἐμήκυνεν, 15 ἵνα ᾖ ἀνϑρώποις εἰς καῦσιν· καὶ λαβὼν ἀπ᾽ αὐτοῦ ἐϑερμάνϑη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾽ αὐτῶν· τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς ϑεούς, καὶ προσκυνοῦσιν αὐτούς. 16 οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ᾽ αὐτῶν· καὶ ἐπ᾽ αὐτοῦ κρέας ὀπτήσας ἔϕαγεν καὶ ἐνεπλήσϑη· καὶ ϑερμανϑεὶς εἶπεν Ἡδύ μοι ὅτι ἐϑερμάνϑην καὶ εἶδον πῦρ. 17 τὸ δὲ λοιπὸν ἐποίησεν εἰς ϑεὸν γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων Ἐξελοῦ με, ὅτι ϑεός μου εἶ σύ. 18 οὐκ ἔγνωσαν ϕρονῆσαι, ὅτι ἀπημαυρώϑησαν τοῦ βλέπειν τοῖς ὀϕϑαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν. 19 καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὐτοῦ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ ϕρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνϑράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέας ἔϕαγεν καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ. 20 γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσϑαι τὴν ψυχὴν αὐτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι Ψεῦδος ἐν τῇ δεξιᾷ μου; 21 Μνήσϑητι ταῦτα, Ιακωβ καὶ Ισραηλ, ὅτι παῖς μου εἶ σύ· ἔπλασά σε παῖδά μου, καὶ σύ, Ισραηλ, μὴ ἐπιλανϑάνου μου. 22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεϕέλην τὰς ἀνομίας σου καὶ ὡς γνόϕον τὰς ἁμαρτίας σου· ἐπιστράϕητι πρός με, καὶ λυτρώσομαί σε. 23 εὐϕράνϑητε, οὐρανοί, ὅτι ἠλέησεν ὁ ϑεὸς τὸν Ισραηλ· σαλπίσατε, ϑεμέλια τῆς γῆς, βοήσατε, ὄρη, εὐϕροσύνην, οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς, ὅτι ἐλυτρώσατο ὁ ϑεὸς τὸν Ιακωβ, καὶ Ισραηλ δοξασϑήσεται. 24 Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας Ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. τίς ἕτερος 25 διασκεδάσει σημεῖα ἐγγαστριμύϑων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέϕων ϕρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων 26 καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληϑεύων; ὁ λέγων Ιερουσαλημ Κατοικηϑήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ιουδαίας Οἰκοδομηϑήσεσϑε, καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ· 27 ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωϑήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ· 28 ὁ λέγων Κύρῳ ϕρονεῖν, καὶ Πάντα τὰ ϑελήματά μου ποιήσει· ὁ λέγων Ιερουσαλημ Οἰκοδομηϑήσῃ, καὶ τὸν οἶκον τὸν ἅγιόν μου ϑεμελιώσω.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 45

1 Οὕτως λέγει κύριος ὁ ϑεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσϑεν αὐτοῦ ἔϑνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσϑεν αὐτοῦ ϑύρας, καὶ πόλεις οὐ συγκλεισϑήσονται 2 Ἐγὼ ἔμπροσϑέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, ϑύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω 3 καὶ δώσω σοι ϑησαυροὺς σκοτεινούς, ἀποκρύϕους ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ ϑεὸς ὁ καλῶν τὸ ὄνομά σου, ϑεὸς Ισραηλ. 4 ἕνεκεν Ιακωβ τοῦ παιδός μου καὶ Ισραηλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου καὶ προσδέξομαί σε, σὺ δὲ οὐκ ἔγνως με. 5 ὅτι ἐγὼ κύριος ὁ ϑεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ ϑεός, καὶ οὐκ ᾔδεις με, 6 ἵνα γνῶσιν οἱ ἀπὸ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ· ἐγὼ κύριος ὁ ϑεός, καὶ οὐκ ἔστιν ἔτι· 7 ἐγὼ ὁ κατασκευάσας ϕῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ κύριος ὁ ϑεὸς ὁ ποιῶν ταῦτα πάντα. 8 εὐϕρανϑήτω ὁ οὐρανὸς ἄνωϑεν, καὶ αἱ νεϕέλαι ῥανάτωσαν δικαιοσύνην· ἀνατειλάτω ἡ γῆ ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα· ἐγώ εἰμι κύριος ὁ κτίσας σε. 9 Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν; μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας; 10 ὁ λέγων τῷ πατρί Τί γεννήσεις; καὶ τῇ μητρί Τί ὠδινήσεις; 11 ὅτι οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ ἅγιος Ισραηλ ὁ ποιήσας τὰ ἐπερχόμενα Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ϑυγατέρων μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασϑέ μοι. 12 ἐγὼ ἐποίησα γῆν καὶ ἄνϑρωπον ἐπ᾽ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. 13 ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐϑεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν κύριος σαβαωϑ. 14 Οὕτως λέγει κύριος σαβαωϑ Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰϑιόπων, καὶ οἱ Σεβωιν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουϑήσουσιν δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσίν σοι καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ ϑεός ἐστιν, καὶ ἐροῦσιν Οὐκ ἔστιν ϑεὸς πλὴν σοῦ· 15 σὺ γὰρ εἶ ϑεός, καὶ οὐκ ᾔδειμεν, ὁ ϑεὸς τοῦ Ισραηλ σωτήρ. 16 αἰσχυνϑήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσϑε πρός με, νῆσοι. 17 Ισραηλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνϑήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. 18 Οὕτως λέγει κύριος ὁ ποιήσας τὸν οὐρανόν – οὗτος ὁ ϑεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν ἀλλὰ κατοικεῖσϑαι – Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἔτι. 19 οὐκ ἐν κρυϕῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ιακωβ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι κύριος λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήϑειαν. 20 συνάχϑητε καὶ ἥκετε, βουλεύσασϑε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐϑνῶν. οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι ὡς πρὸς ϑεούς, οἳ οὐ σῴζουσιν. 21 εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπ᾽ ἀρχῆς. τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὁ ϑεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· δίκαιος καὶ σωτὴρ οὐκ ἔστιν πάρεξ ἐμοῦ. 22 ἐπιστράϕητε πρός με καὶ σωϑήσεσϑε, οἱ ἀπ᾽ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ ϑεός, καὶ οὐκ ἔστιν ἄλλος. 23 κατ᾽ ἐμαυτοῦ ὀμνύω Ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραϕήσονται ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ ϑεῷ 24 λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξουσιν, καὶ αἰσχυνϑήσονται πάντες οἱ ἀϕορίζοντες ἑαυτούς· 25 ἀπὸ κυρίου δικαιωϑήσονται καὶ ἐν τῷ ϑεῷ ἐνδοξασϑήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ισραηλ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 56

1 Ἔπεσε Βηλ, συνετρίβη Δαγων, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς ϑηρία καὶ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς ϕορτίον κοπιῶντι 2 καὶ πεινῶντι καὶ ἐκλελυμένῳ οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωϑῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχϑησαν. 3 Ἀκούσατέ μου, οἶκος τοῦ Ιακωβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ισραηλ οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου· 4 ἕως γήρους ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι· ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς. 5 τίνι με ὡμοιώσατε; ἴδετε τεχνάσασϑε, οἱ πλανώμενοι. 6 οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ στήσουσιν ἐν σταϑμῷ καὶ μισϑωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς. 7 αἴρουσιν αὐτὸ ἐπὶ τῶν ὤμων, καὶ πορεύονται· ἐὰν δὲ ϑῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηϑῇ· καὶ ὃς ἂν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν. 8 μνήσϑητε ταῦτα καὶ στενάξατε, μετανοήσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ. 9 καὶ μνήσϑητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ ϑεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ 10 ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσϑαι, καὶ ἅμα συνετελέσϑη· καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα, ὅσα βεβούλευμαι, ποιήσω· 11 καλῶν ἀπ᾽ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωϑεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ. 12 ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης. 13 ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ᾽ ἐμοῦ οὐ βραδυνῶ· δέδωκα ἐν Σιων σωτηρίαν τῷ Ισραηλ εἰς δόξασμα.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 47

1 Κατάβηϑι κάϑισον ἐπὶ τὴν γῆν, παρϑένος ϑυγάτηρ Βαβυλῶνος, εἴσελϑε εἰς τὸ σκότος, ϑυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεϑήσῃ κληϑῆναι ἁπαλὴ καὶ τρυϕερά. 2 λαβὲ μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυραι τὰς κνήμας, διάβηϑι ποταμούς· 3 ἀνακαλυϕϑήσεται ἡ αἰσχύνη σου, ϕανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ ἀνϑρώποις. 4 εἶπεν ὁ ῥυσάμενός σε κύριος σαβαωϑ ὄνομα αὐτῷ ἅγιος Ισραηλ 5 Κάϑισον κατανενυγμένη, εἴσελϑε εἰς τὸ σκότος, ϑυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληϑῇς ἰσχὺς βασιλείας. 6 παρωξύνϑην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σϕόδρα. 7 καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα· οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου οὐδὲ ἐμνήσϑης τὰ ἔσχατα. 8 νῦν δὲ ἄκουσον ταῦτα, ἡ τρυϕερὰ ἡ καϑημένη πεποιϑυῖα ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· οὐ καϑιῶ χήρα οὐδὲ γνώσομαι ὀρϕανείαν. 9 νῦν δὲ ἥξει ἐξαίϕνης ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν μιᾷ ἡμέρᾳ· χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίϕνης ἐπὶ σὲ ἐν τῇ ϕαρμακείᾳ σου ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σϕόδρα 10 τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ εἶπας Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. γνῶϑι ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη. καὶ εἶπας τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. 11 καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια, καὶ οὐ μὴ γνῷς, βόϑυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καϑαρὰ γενέσϑαι· καὶ ἥξει ἐπὶ σὲ ἐξαπίνης ἀπώλεια, καὶ οὐ μὴ γνῷς. 12 στῆϑι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ τῇ πολλῇ ϕαρμακείᾳ σου, ἃ ἐμάνϑανες ἐκ νεότητός σου, εἰ δυνήσῃ ὠϕεληϑῆναι. 13 κεκοπίακας ἐν ταῖς βουλαῖς σου· στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ, οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσϑαι. 14 ἰδοὺ πάντες ὡς ϕρύγανα ἐπὶ πυρὶ κατακαήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ ϕλογός· ὅτι ἔχεις ἄνϑρακας πυρός, κάϑισαι ἐπ᾽ αὐτούς. 15 οὗτοι ἔσονταί σοι βοήϑεια, ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος, ἄνϑρωπος καϑ᾽ ἑαυτὸν ἐπλανήϑη, σοὶ δὲ οὐκ ἔσται σωτηρία.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 48

1 Ἀκούσατε ταῦτα, οἶκος Ιακωβ οἱ κεκλημένοι τῷ ὀνόματι Ισραηλ καὶ οἱ ἐξ Ιουδα ἐξελϑόντες οἱ ὀμνύοντες τῷ ὀνόματι κυρίου ϑεοῦ Ισραηλ μιμνῃσκόμενοι οὐ μετὰ ἀληϑείας οὐδὲ μετὰ δικαιοσύνης 2 καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας καὶ ἐπὶ τῷ ϑεῷ τοῦ Ισραηλ ἀντιστηριζόμενοι, κύριος σαβαωϑ ὄνομα αὐτῷ. 3 Τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλϑεν καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλϑεν. 4 γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν. 5 καὶ ἀνήγγειλά σοι πάλαι, πρὶν ἐλϑεῖν ἐπὶ σὲ ἀκουστόν σοι ἐποίησα· μὴ εἴπῃς ὅτι Τὰ εἴδωλά μου ἐποίησαν, καὶ μὴ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι. 6 ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ καὶ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν, ἃ μέλλει γίνεσϑαι, καὶ οὐκ εἶπας. 7 νῦν γίνεται καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς ὅτι Ναί, γινώσκω αὐτά. 8 οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπ᾽ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ ὅτι ἀϑετῶν ἀϑετήσεις καὶ ἄνομος ἔτι ἐκ κοιλίας κηλϑήσῃ. 9 ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν ϑυμόν μου καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σοί, ἵνα μὴ ἐξολεϑρεύσω σε. 10 ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου, ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας· 11 ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. 12 Ἄκουέ μου, Ιακωβ καὶ Ισραηλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, 13 καὶ ἡ χείρ μου ἐϑεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα 14 καὶ συναχϑήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ ϑέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων. 15 ἐγὼ ἐλάλησα, ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ. 16 προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα· οὐκ ἀπ᾽ ἀρχῆς ἐν κρυϕῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ. 17 οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ἅγιος Ισραηλ Ἐγώ εἰμι ὁ ϑεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. 18 καὶ εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα ϑαλάσσης· 19 καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολεϑρευϑῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιόν μου. 20 Ἔξελϑε ἐκ Βαβυλῶνος ϕεύγων ἀπὸ τῶν Χαλδαίων· ϕωνὴν εὐϕροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσϑω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς, λέγετε Ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ιακωβ. 21 καὶ ἐὰν διψήσωσιν, δι᾽ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισϑήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. 22 οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, λέγει κύριος.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 49

1 Ἀκούσατέ μου, νῆσοι, καὶ προσέχετε, ἔϑνη· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου 2 καὶ ἔϑηκεν τὸ στόμα μου ὡσεὶ μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέν με, ἔϑηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ ϕαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με. 3 καὶ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ισραηλ, καὶ ἐν σοὶ δοξασϑήσομαι. 4 καὶ ἐγὼ εἶπα Κενῶς ἐκοπίασα καὶ εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ ϑεοῦ μου. 5 καὶ νῦν οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ τοῦ συναγαγεῖν τὸν Ιακωβ καὶ Ισραηλ πρὸς αὐτόν – συναχϑήσομαι καὶ δοξασϑήσομαι ἐναντίον κυρίου, καὶ ὁ ϑεός μου ἔσται μου ἰσχύς – 6 καὶ εἶπέν μοι Μέγα σοί ἐστιν τοῦ κληϑῆναί σε παῖδά μου τοῦ στῆσαι τὰς ϕυλὰς Ιακωβ καὶ τὴν διασπορὰν τοῦ Ισραηλ ἐπιστρέψαι· ἰδοὺ τέϑεικά σε εἰς διαϑήκην γένους εἰς ϕῶς ἐϑνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. 7 Οὕτως λέγει κύριος ὁ ῥυσάμενός σε ὁ ϑεὸς Ισραηλ Ἁγιάσατε τὸν ϕαυλίζοντα τὴν ψυχὴν αὐτοῦ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐϑνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν καὶ ἀναστήσονται, ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου· ὅτι πιστός ἐστιν ὁ ἅγιος Ισραηλ, καὶ ἐξελεξάμην σε. 8 οὕτως λέγει κύριος Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήϑησά σοι καὶ ἔδωκά σε εἰς διαϑήκην ἐϑνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, 9 λέγοντα τοῖς ἐν δεσμοῖς Ἐξέλϑατε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυϕϑῆναι. καὶ ἐν πάσαις ταῖς ὁδοῖς αὐτῶν βοσκηϑήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· 10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλὰ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· 11 καὶ ϑήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. 12 ἰδοὺ οὗτοι πόρρωϑεν ἔρχονται, οὗτοι ἀπὸ βορρᾶ καὶ οὗτοι ἀπὸ ϑαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. 13 εὐϕραίνεσϑε, οὐρανοί, καὶ ἀγαλλιάσϑω ἡ γῆ, ῥηξάτωσαν τὰ ὄρη εὐϕροσύνην καὶ οἱ βουνοὶ δικαιοσύνην, ὅτι ἠλέησεν ὁ ϑεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. 14 Εἶπεν δὲ Σιων Ἐγκατέλιπέν με κύριος, καὶ ὁ κύριος ἐπελάϑετό μου. 15 μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου αὐτῆς τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; εἰ δὲ καὶ ἐπιλάϑοιτο ταῦτα γυνή, ἀλλ᾽ ἐγὼ οὐκ ἐπιλήσομαί σου, εἶπεν κύριος. 16 ἰδοὺ ἐπὶ τῶν χειρῶν μου ἐζωγράϕησά σου τὰ τείχη, καὶ ἐνώπιόν μου εἶ διὰ παντός· 17 καὶ ταχὺ οἰκοδομηϑήσῃ ὑϕ᾽ ὧν καϑῃρέϑης, καὶ οἱ ἐρημώσαντές σε ἐκ σοῦ ἐξελεύσονται. 18 ἆρον κύκλῳ τοὺς ὀϕϑαλμούς σου καὶ ἰδὲ πάντας, ἰδοὺ συνήχϑησαν καὶ ἤλϑοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ καὶ περιϑήσῃ αὐτοὺς ὡς κόσμον νύμϕης. 19 ὅτι τὰ ἔρημά σου καὶ τὰ διεϕϑαρμένα καὶ τὰ πεπτωκότα νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνϑήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε. 20 ἐροῦσιν γὰρ εἰς τὰ ὦτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω. 21 καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέϑρεψέν μοι; ἐγὼ δὲ κατελείϕϑην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν; 22 Οὕτως λέγει κύριος Ἰδοὺ αἴρω εἰς τὰ ἔϑνη τὴν χεῖρά μου καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ ϑυγατέρας σου ἐπ᾽ ὤμων ἀροῦσιν, 23 καὶ ἔσονται βασιλεῖς τιϑηνοί σου, αἱ δὲ ἄρχουσαι τροϕοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος, καὶ οὐκ αἰσχυνϑήσῃ. 24 μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωϑήσεται; 25 οὕτως λέγει κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωϑήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι· 26 καὶ ϕάγονται οἱ ϑλίψαντές σε τὰς σάρκας αὐτῶν καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεϑυσϑήσονται, καὶ αἰσϑανϑήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ὁ ῥυσάμενός σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ιακωβ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 50

1 Οὕτως λέγει κύριος Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράϑητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν. 2 τί ὅτι ἦλϑον καὶ οὐκ ἦν ἄνϑρωπος; ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασϑαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσϑαι; ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν ϑάλασσαν καὶ ϑήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανϑήσονται οἱ ἰχϑύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ καὶ ἀποϑανοῦνται ἐν δίψει. 3 καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος καὶ ϑήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ. 4 Κύριος δίδωσίν μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἐν καιρῷ ἡνίκα δεῖ εἰπεῖν λόγον, ἔϑηκέν μοι πρωί, προσέϑηκέν μοι ὠτίον ἀκούειν· 5 καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ δὲ οὐκ ἀπειϑῶ οὐδὲ ἀντιλέγω. 6 τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· 7 καὶ κύριος βοηϑός μου ἐγενήϑη, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔϑηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνϑῶ. 8 ὅτι ἐγγίζει ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι ἅμα· καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι. 9 ἰδοὺ κύριος βοηϑεῖ μοι· τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωϑήσεσϑε, καὶ ὡς σὴς καταϕάγεται ὑμᾶς. 10 Τίς ἐν ὑμῖν ὁ ϕοβούμενος τὸν κύριον; ἀκουσάτω τῆς ϕωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει οὐκ ἔστιν αὐτοῖς ϕῶς, πεποίϑατε ἐπὶ τῷ ὀνόματι κυρίου καὶ ἀντιστηρίσασϑε ἐπὶ τῷ ϑεῷ. 11 ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε ϕλόγα· πορεύεσϑε τῷ ϕωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ ϕλογί, ᾗ ἐξεκαύσατε· δι᾽ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηϑήσεσϑε.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 51

1 Ἀκούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόϑυνον τοῦ λάκκου, ὃν ὠρύξατε. 2 ἐμβλέψατε εἰς Αβρααμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σαρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήϑυνα αὐτόν. 3 καὶ σὲ νῦν παρακαλέσω, Σιων, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ ϑήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον κυρίου· εὐϕροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ ϕωνὴν αἰνέσεως. – 4 ἀκούσατέ μου ἀκούσατε, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασϑε· ὅτι νόμος παρ᾽ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς ϕῶς ἐϑνῶν. 5 ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς ϕῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔϑνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσιν καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. 6 ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀϕϑαλμοὺς ὑμῶν καὶ ἐμβλέψατε εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώϑη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωϑήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποϑανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ. – 7 ἀκούσατέ μου, οἱ εἰδότες κρίσιν, λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν· μὴ ϕοβεῖσϑε ὀνειδισμὸν ἀνϑρώπων καὶ τῷ ϕαυλισμῷ αὐτῶν μὴ ἡττᾶσϑε. 8 ὥσπερ γὰρ ἱμάτιον βρωϑήσεται ὑπὸ χρόνου καὶ ὡς ἔρια βρωϑήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη μου εἰς τὸν αἰῶνα ἔσται, τὸ δὲ σωτήριόν μου εἰς γενεὰς γενεῶν. 9 Ἐξεγείρου ἐξεγείρου, Ιερουσαλημ, καὶ ἔνδυσαι τὴν ἰσχὺν τοῦ βραχίονός σου· ἐξεγείρου ὡς ἐν ἀρχῇ ἡμέρας, ὡς γενεὰ αἰῶνος. οὐ σὺ εἶ 10 ἡ ἐρημοῦσα ϑάλασσαν, ὕδωρ ἀβύσσου πλῆϑος; ἡ ϑεῖσα τὰ βάϑη τῆς ϑαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις 11 καὶ λελυτρωμένοις; ὑπὸ γὰρ κυρίου ἀποστραϕήσονται καὶ ἥξουσιν εἰς Σιων μετ᾽ εὐϕροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεϕαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐϕροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. 12 ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶϑι τίνα εὐλαβηϑεῖσα ἐϕοβήϑης ἀπὸ ἀνϑρώπου ϑνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνϑρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνϑησαν. 13 καὶ ἐπελάϑου ϑεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ ϑεμελιώσαντα τὴν γῆν, καὶ ἐϕόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ πρόσωπον τοῦ ϑυμοῦ τοῦ ϑλίβοντός σε· ὃν τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε, καὶ νῦν ποῦ ὁ ϑυμὸς τοῦ ϑλίβοντός σε; 14 ἐν γὰρ τῷ σῴζεσϑαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ· 15 ὅτι ἐγὼ ὁ ϑεός σου ὁ ταράσσων τὴν ϑάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, κύριος σαβαωϑ ὄνομά μοι. 16 ϑήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ ἐϑεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιων Λαός μου εἶ σύ. 17 Ἐξεγείρου ἐξεγείρου ἀνάστηϑι, Ιερουσαλημ ἡ πιοῦσα τὸ ποτήριον τοῦ ϑυμοῦ ἐκ χειρὸς κυρίου· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ ϑυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας. 18 καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου, ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου, ὧν ὕψωσας. 19 δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συλλυπηϑήσεται; πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα· τίς σε παρακαλέσει; 20 οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καϑεύδοντες ἐπ᾽ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεϕϑον, οἱ πλήρεις ϑυμοῦ κυρίου, ἐκλελυμένοι διὰ κυρίου τοῦ ϑεοῦ. 21 διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεϑύουσα οὐκ ἀπὸ οἴνου· 22 οὕτως λέγει κύριος ὁ ϑεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ Ἰδοὺ εἴληϕα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ ϑυμοῦ, καὶ οὐ προσϑήσῃ ἔτι πιεῖν αὐτό· 23 καὶ ἐμβαλῶ αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε, οἳ εἶπαν τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλϑωμεν· καὶ ἔϑηκας ἴσα τῇ γῇ τὰ μετάϕρενά σου ἔξω τοῖς παραπορευομένοις.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 52

1 Ἐξεγείρου ἐξεγείρου, Σιων, ἔνδυσαι τὴν ἰσχύν σου, Σιων, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ιερουσαλημ πόλις ἡ ἁγία· οὐκέτι προστεϑήσεται διελϑεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάϑαρτος. 2 ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηϑι κάϑισον, Ιερουσαλημ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος ϑυγάτηρ Σιων. 3 ὅτι τάδε λέγει κύριος Δωρεὰν ἐπράϑητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωϑήσεσϑε. 4 οὕτως λέγει κύριος Εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχϑησαν· 5 καὶ νῦν τί ὧδέ ἐστε; τάδε λέγει κύριος. ὅτι ἐλήμϕϑη ὁ λαός μου δωρεάν, ϑαυμάζετε καὶ ὀλολύζετε· τάδε λέγει κύριος. δι᾽ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασϕημεῖται ἐν τοῖς ἔϑνεσιν. 6 διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι 7 ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαϑά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων Βασιλεύσει σου ὁ ϑεός· 8 ὅτι ϕωνὴ τῶν ϕυλασσόντων σε ὑψώϑη, καὶ τῇ ϕωνῇ ἅμα εὐϕρανϑήσονται· ὅτι ὀϕϑαλμοὶ πρὸς ὀϕϑαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιων. 9 ῥηξάτω εὐϕροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ. 10 καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐϑνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ ϑεοῦ. 11 ἀπόστητε ἀπόστητε ἐξέλϑατε ἐκεῖϑεν καὶ ἀκαϑάρτου μὴ ἅπτεσϑε, ἐξέλϑατε ἐκ μέσου αὐτῆς ἀϕορίσϑητε, οἱ ϕέροντες τὰ σκεύη κυρίου· 12 ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσϑε οὐδὲ ϕυγῇ πορεύσεσϑε, πορεύσεται γὰρ πρότερος ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς κύριος ὁ ϑεὸς Ισραηλ. 13 Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωϑήσεται καὶ δοξασϑήσεται σϕόδρα. 14 ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί – οὕτως ἀδοξήσει ἀπὸ ἀνϑρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνϑρώπων – , 15 οὕτως ϑαυμάσονται ἔϑνη πολλὰ ἐπ᾽ αὐτῷ, καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν, συνήσουσιν. –

Liber Isaiæ prophetæ - Ἠσαίας caput 53

1 κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύϕϑη; 2 ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ, οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· 3 ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ πάντας ἀνϑρώπους, ἄνϑρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς ϕέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσϑη καὶ οὐκ ἐλογίσϑη. 4 οὗτος τὰς ἁμαρτίας ἡμῶν ϕέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεϑα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. 5 αὐτὸς δὲ ἐτραυματίσϑη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάϑημεν. 6 πάντες ὡς πρόβατα ἐπλανήϑημεν, ἄνϑρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήϑη· καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. 7 καὶ αὐτὸς διὰ τὸ κεκακῶσϑαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σϕαγὴν ἤχϑη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄϕωνος οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. 8 ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρϑη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχϑη εἰς ϑάνατον. 9 καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταϕῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ ϑανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέϑη δόλος ἐν τῷ στόματι αὐτοῦ. 10 καὶ κύριος βούλεται καϑαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται κύριος ἀϕελεῖν 11 ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ ϕῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει. 12 διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνϑ᾽ ὧν παρεδόϑη εἰς ϑάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσϑη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόϑη.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 54

1 Εὐϕράνϑητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, εἶπεν γὰρ κύριος. 2 πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ ϕείσῃ· μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους σου κατίσχυσον. 3 ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον, καὶ τὸ σπέρμα σου ἔϑνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς. 4 μὴ ϕοβοῦ ὅτι κατῃσχύνϑης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσϑης· ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησϑήσῃ. 5 ὅτι κύριος ὁ ποιῶν σε, κύριος σαβαωϑ ὄνομα αὐτῷ· καὶ ὁ ῥυσάμενός σε αὐτὸς ϑεὸς Ισραηλ, πάσῃ τῇ γῇ κληϑήσεται. 6 οὐχ ὡς γυναῖκα καταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε κύριος οὐδ᾽ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην, εἶπεν ὁ ϑεός σου· 7 χρόνον μικρὸν κατέλιπόν σε καὶ μετὰ ἐλέους μεγάλου ἐλεήσω σε, 8 ἐν ϑυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε, εἶπεν ὁ ῥυσάμενός σε κύριος. 9 ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νωε τοῦτό μοί ἐστιν· καϑότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ τῇ γῇ μὴ ϑυμωϑήσεσϑαι ἐπὶ σοὶ ἔτι μηδὲ ἐν ἀπειλῇ σου 10 τὰ ὄρη μεταστήσεσϑαι οὐδὲ οἱ βουνοί σου μετακινηϑήσονται, οὕτως οὐδὲ τὸ παρ᾽ ἐμοῦ σοι ἔλεος ἐκλείψει οὐδὲ ἡ διαϑήκη τῆς εἰρήνης σου οὐ μὴ μεταστῇ· εἶπεν γὰρ κύριος Ἵλεώς σοι. 11 Ταπεινὴ καὶ ἀκατάστατος, οὐ παρεκλήϑης, ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνϑρακα τὸν λίϑον σου καὶ τὰ ϑεμέλιά σου σάπϕειρον 12 καὶ ϑήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίϑους κρυστάλλου καὶ τὸν περίβολόν σου λίϑους ἐκλεκτοὺς 13 καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς ϑεοῦ καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου. 14 καὶ ἐν δικαιοσύνῃ οἰκοδομηϑήσῃ· ἀπέχου ἀπὸ ἀδίκου καὶ οὐ ϕοβηϑήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι. 15 ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι᾽ ἐμοῦ καὶ ἐπὶ σὲ καταϕεύξονται. 16 ἰδοὺ ἐγὼ κτίζω σε, οὐχ ὡς χαλκεὺς ϕυσῶν ἄνϑρακας καὶ ἐκϕέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν ϕϑεῖραι 17 πᾶν σκεῦος ϕϑαρτόν. ἐπὶ σὲ οὐκ εὐοδώσω, καὶ πᾶσα ϕωνὴ ἀναστήσεται ἐπὶ σὲ εἰς κρίσιν· πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστιν κληρονομία τοῖς ϑεραπεύουσιν κύριον, καὶ ὑμεῖς ἔσεσϑέ μοι δίκαιοι, λέγει κύριος.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 55

1 Οἱ διψῶντες, πορεύεσϑε ἐϕ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἴνου καὶ στέαρ. 2 ἵνα τί τιμᾶσϑε ἀργυρίου, καὶ τὸν μόχϑον ὑμῶν οὐκ εἰς πλησμονήν; ἀκούσατέ μου καὶ ϕάγεσϑε ἀγαϑά, καὶ ἐντρυϕήσει ἐν ἀγαϑοῖς ἡ ψυχὴ ὑμῶν. 3 προσέχετε τοῖς ὠτίοις ὑμῶν καὶ ἐπακολουϑήσατε ταῖς ὁδοῖς μου· ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαϑοῖς ἡ ψυχὴ ὑμῶν· καὶ διαϑήσομαι ὑμῖν διαϑήκην αἰώνιον, τὰ ὅσια Δαυιδ τὰ πιστά. 4 ἰδοὺ μαρτύριον ἐν ἔϑνεσιν δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔϑνεσιν. 5 ἔϑνη, ἃ οὐκ ᾔδεισάν σε, ἐπικαλέσονταί σε, καὶ λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταϕεύξονται ἕνεκεν τοῦ ϑεοῦ σου τοῦ ἁγίου Ισραηλ, ὅτι ἐδόξασέν σε. 6 Ζητήσατε τὸν ϑεὸν καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν ἐπικαλέσασϑε· ἡνίκα δ᾽ ἂν ἐγγίζῃ ὑμῖν, 7 ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ καὶ ἐπιστραϕήτω ἐπὶ κύριον, καὶ ἐλεηϑήσεται, ὅτι ἐπὶ πολὺ ἀϕήσει τὰς ἁμαρτίας ὑμῶν. 8 οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει κύριος· 9 ἀλλ᾽ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. 10 ὡς γὰρ ἐὰν καταβῇ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ καὶ οὐ μὴ ἀποστραϕῇ, ἕως ἂν μεϑύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ ἐκβλαστήσῃ καὶ δῷ σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν, 11 οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλϑῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραϕῇ, ἕως ἂν συντελεσϑῇ ὅσα ἠϑέλησα καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου. 12 ἐν γὰρ εὐϕροσύνῃ ἐξελεύσεσϑε καὶ ἐν χαρᾷ διδαχϑήσεσϑε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις, 13 καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημεῖον αἰώνιον καὶ οὐκ ἐκλείψει.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 56

1 Τάδε λέγει κύριος Φυλάσσεσϑε κρίσιν, ποιήσατε δικαιοσύνην· ἤγγισεν γὰρ τὸ σωτήριόν μου παραγίνεσϑαι καὶ τὸ ἔλεός μου ἀποκαλυϕϑῆναι. 2 μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνϑρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ ϕυλάσσων τὰ σάββατα μὴ βεβηλοῦν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα. 3 μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος πρὸς κύριον Ἀϕοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ· καὶ μὴ λεγέτω ὁ εὐνοῦχος ὅτι Ἐγώ εἰμι ξύλον ξηρόν. 4 τάδε λέγει κύριος Τοῖς εὐνούχοις, ὅσοι ἂν ϕυλάξωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ ἐγὼ ϑέλω καὶ ἀντέχωνται τῆς διαϑήκης μου, 5 δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν κρείττω υἱῶν καὶ ϑυγατέρων, ὄνομα αἰώνιον δώσω αὐτοῖς καὶ οὐκ ἐκλείψει. 6 καὶ τοῖς ἀλλογενέσι τοῖς προσκειμένοις κυρίῳ δουλεύειν αὐτῷ καὶ ἀγαπᾶν τὸ ὄνομα κυρίου τοῦ εἶναι αὐτῷ εἰς δούλους καὶ δούλας καὶ πάντας τοὺς ϕυλασσομένους τὰ σάββατά μου μὴ βεβηλοῦν καὶ ἀντεχομένους τῆς διαϑήκης μου, 7 εἰσάξω αὐτοὺς εἰς τὸ ὄρος τὸ ἅγιόν μου καὶ εὐϕρανῶ αὐτοὺς ἐν τῷ οἴκῳ τῆς προσευχῆς μου· τὰ ὁλοκαυτώματα αὐτῶν καὶ αἱ ϑυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ ϑυσιαστηρίου μου· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληϑήσεται πᾶσιν τοῖς ἔϑνεσιν, 8 εἶπεν κύριος ὁ συνάγων τοὺς διεσπαρμένους Ισραηλ, ὅτι συνάξω ἐπ᾽ αὐτὸν συναγωγήν. 9 Πάντα τὰ ϑηρία τὰ ἄγρια, δεῦτε ϕάγετε, πάντα τὰ ϑηρία τοῦ δρυμοῦ. 10 ἴδετε ὅτι πάντες ἐκτετύϕλωνται, οὐκ ἔγνωσαν ϕρονῆσαι, πάντες κύνες ἐνεοί, οὐ δυνήσονται ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, ϕιλοῦντες νυστάξαι. 11 καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσιν πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ἐν ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούϑησαν, ἕκαστος κατὰ τὸ ἑαυτοῦ.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 57

1 Ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· 2 ἔσται ἐν εἰρήνῃ ἡ ταϕὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου. 3 ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· 4 ἐν τίνι ἐνετρυϕήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον; 5 οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σϕάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς ϕάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. 6 ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας ϑυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισϑήσομαι; 7 ἐπ᾽ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, κἀκεῖ ἀνεβίβασας ϑυσίας. 8 καὶ ὀπίσω τῶν σταϑμῶν τῆς ϑύρας σου ἔϑηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπ᾽ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ 9 καὶ ἐπλήϑυνας τὴν πορνείαν σου μετ᾽ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώϑης ἕως ᾅδου. 10 ταῖς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας Παύσομαι ἐνισχύουσα ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήϑης μου 11 σύ. τίνα εὐλαβηϑεῖσα ἐϕοβήϑης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσϑης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; κἀγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐϕοβήϑης. 12 κἀγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου, ἃ οὐκ ὠϕελήσουσίν σε. 13 ὅταν ἀναβοήσῃς, ἐξελέσϑωσάν σε ἐν τῇ ϑλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήμψεται καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου. 14 καὶ ἐροῦσιν Καϑαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου. 15 Τάδε λέγει κύριος ὁ ὕψιστος ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροϑυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν 16 Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς οὐδὲ διὰ παντὸς ὀργισϑήσομαι ὑμῖν· πνεῦμα γὰρ παρ᾽ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα. 17 δι᾽ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾽ αὐτοῦ, καὶ ἐλυπήϑη καὶ ἐπορεύϑη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ. 18 τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληϑινήν, 19 εἰρήνην ἐπ᾽ εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσιν· καὶ εἶπεν κύριος Ἰάσομαι αὐτούς. 20 οἱ δὲ ἄδικοι οὕτως κλυδωνισϑήσονται καὶ ἀναπαύσασϑαι οὐ δυνήσονται. 21 οὐκ ἔστιν χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν κύριος ὁ ϑεός.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 58

1 Ἀναβόησον ἐν ἰσχύι καὶ μὴ ϕείσῃ, ὡς σάλπιγγα ὕψωσον τὴν ϕωνήν σου καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν καὶ τῷ οἴκῳ Ιακωβ τὰς ἀνομίας αὐτῶν. 2 ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητοῦσιν καὶ γνῶναί μου τὰς ὁδοὺς ἐπιϑυμοῦσιν· ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν ϑεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπὼς αἰτοῦσίν με νῦν κρίσιν δικαίαν καὶ ἐγγίζειν ϑεῷ ἐπιϑυμοῦσιν 3 λέγοντες Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐν γὰρ ταῖς ἡμέραις τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ ϑελήματα ὑμῶν καὶ πάντας τοὺς ὑποχειρίους ὑμῶν ὑπονύσσετε. 4 εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαῖς ταπεινόν, ἵνα τί μοι νηστεύετε ὡς σήμερον ἀκουσϑῆναι ἐν κραυγῇ τὴν ϕωνὴν ὑμῶν; 5 οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινοῦν ἄνϑρωπον τὴν ψυχὴν αὐτοῦ· οὐδ᾽ ἂν κάμψῃς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃ, οὐδ᾽ οὕτως καλέσετε νηστείαν δεκτήν. 6 οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει κύριος, ἀλλὰ λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεϑραυσμένους ἐν ἀϕέσει καὶ πᾶσαν συγγραϕὴν ἄδικον διάσπα· 7 διάϑρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. 8 τότε ῥαγήσεται πρόιμον τὸ ϕῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσϑέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ ϑεοῦ περιστελεῖ σε· 9 τότε βοήσῃ, καὶ ὁ ϑεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ Ἰδοὺ πάρειμι. ἐὰν ἀϕέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ 10 καὶ δῷς πεινῶντι τὸν ἄρτον ἐκ ψυχῆς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ ϕῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία. 11 καὶ ἔσται ὁ ϑεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλησϑήσῃ καϑάπερ ἐπιϑυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανϑήσεται, καὶ ἔσῃ ὡς κῆπος μεϑύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ, καὶ τὰ ὀστᾶ σου ὡς βοτάνη ἀνατελεῖ καὶ πιανϑήσεται, καὶ κληρονομήσουσι γενεὰς γενεῶν. 12 καὶ οἰκοδομηϑήσονταί σου αἱ ἔρημοι αἰώνιοι, καὶ ἔσται σου τὰ ϑεμέλια αἰώνια γενεῶν γενεαῖς· καὶ κληϑήσῃ Οἰκοδόμος ϕραγμῶν, καὶ τοὺς τρίβους τοὺς ἀνὰ μέσον παύσεις. 13 ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ ϑελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσεις τὰ σάββατα τρυϕερά, ἅγια τῷ ϑεῷ σου, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ᾽ ἔργῳ οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, 14 καὶ ἔσῃ πεποιϑὼς ἐπὶ κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαϑὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ιακωβ τοῦ πατρός σου· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 59

1 Μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου τοῦ σῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι; 2 ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ τοῦ ϑεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀϕ᾽ ὑμῶν τοῦ μὴ ἐλεῆσαι. 3 αἱ γὰρ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. 4 οὐδεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστιν κρίσις ἀληϑινή· πεποίϑασιν ἐπὶ ματαίοις καὶ λαλοῦσιν κενά, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν. 5 ᾠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑϕαίνουσιν· καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν ϕαγεῖν συντρίψας οὔριον εὗρεν, καὶ ἐν αὐτῷ βασιλίσκος· 6 ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας. 7 οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσιν ταχινοὶ ἐκχέαι αἷμα· καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀϕρόνων, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν. 8 καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν, καὶ οὐκ ἔστιν κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην. 9 διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ᾽ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων αὐτῶν ϕῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. 10 ψηλαϕήσουσιν ὡς τυϕλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀϕϑαλμῶν ψηλαϕήσουσιν· καὶ πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποϑνῄσκοντες στενάξουσιν. 11 ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστιν· σωτηρία μακρὰν ἀϕέστηκεν ἀϕ᾽ ἡμῶν. 12 πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν· 13 ἠσεβήσαμεν καὶ ἐψευσάμεϑα καὶ ἀπέστημεν ἀπὸ ὄπισϑεν τοῦ ϑεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα καὶ ἠπειϑήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους· 14 καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀϕέστηκεν, ὅτι καταναλώϑη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήϑεια, καὶ δι᾽ εὐϑείας οὐκ ἠδύναντο διελϑεῖν. 15 καὶ ἡ ἀλήϑεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι· καὶ εἶδεν κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις. 16 καὶ εἶδεν καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησεν καὶ οὐκ ἦν ὁ ἀντιλημψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο. 17 καὶ ἐνεδύσατο δικαιοσύνην ὡς ϑώρακα καὶ περιέϑετο περικεϕαλαίαν σωτηρίου ἐπὶ τῆς κεϕαλῆς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον 18 ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. 19 καὶ ϕοβηϑήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ᾽ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου, ἥξει μετὰ ϑυμοῦ. 20 καὶ ἥξει ἕνεκεν Σιων ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ιακωβ. 21 καὶ αὕτη αὐτοῖς ἡ παρ᾽ ἐμοῦ διαϑήκη, εἶπεν κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπεν γὰρ κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 60

1 Φωτίζου ϕωτίζου, Ιερουσαλημ, ἥκει γάρ σου τὸ ϕῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. 2 ἰδοὺ σκότος καὶ γνόϕος καλύψει γῆν ἐπ᾽ ἔϑνη· ἐπὶ δὲ σὲ ϕανήσεται κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀϕϑήσεται. 3 καὶ πορεύσονται βασιλεῖς τῷ ϕωτί σου καὶ ἔϑνη τῇ λαμπρότητί σου. 4 ἆρον κύκλῳ τοὺς ὀϕϑαλμούς σου καὶ ἰδὲ συνηγμένα τὰ τέκνα σου· ἰδοὺ ἥκασιν πάντες οἱ υἱοί σου μακρόϑεν, καὶ αἱ ϑυγατέρες σου ἐπ᾽ ὤμων ἀρϑήσονται. 5 τότε ὄψῃ καὶ ϕοβηϑήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ, ὅτι μεταβαλεῖ εἰς σὲ πλοῦτος ϑαλάσσης καὶ ἐϑνῶν καὶ λαῶν. καὶ ἥξουσίν σοι 6 ἀγέλαι καμήλων, καὶ καλύψουσίν σε κάμηλοι Μαδιαμ καὶ Γαιϕα· πάντες ἐκ Σαβα ἥξουσιν ϕέροντες χρυσίον καὶ λίβανον οἴσουσιν καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται. 7 καὶ πάντα τὰ πρόβατα Κηδαρ συναχϑήσονταί σοι, καὶ κριοὶ Ναβαιωϑ ἥξουσίν σοι, καὶ ἀνενεχϑήσεται δεκτὰ ἐπὶ τὸ ϑυσιαστήριόν μου, καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασϑήσεται. 8 τίνες οἵδε ὡς νεϕέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς; 9 ἐμὲ νῆσοι ὑπέμειναν καὶ πλοῖα Θαρσις ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόϑεν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσὸν μετ᾽ αὐτῶν διὰ τὸ ὄνομα κυρίου τὸ ἅγιον καὶ διὰ τὸ τὸν ἅγιον τοῦ Ισραηλ ἔνδοξον εἶναι. 10 καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπησά σε. 11 καὶ ἀνοιχϑήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισϑήσονται, εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐϑνῶν καὶ βασιλεῖς ἀγομένους. 12 τὰ γὰρ ἔϑνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσίν σοι, ἀπολοῦνται, καὶ τὰ ἔϑνη ἐρημίᾳ ἐρημωϑήσονται. 13 καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου. 14 καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληϑήσῃ Πόλις κυρίου Σιων ἁγίου Ισραηλ. 15 διὰ τὸ γεγενῆσϑαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην καὶ οὐκ ἦν ὁ βοηϑῶν, καὶ ϑήσω σε ἀγαλλίαμα αἰώνιον, εὐϕροσύνην γενεῶν γενεαῖς. 16 καὶ ϑηλάσεις γάλα ἐϑνῶν καὶ πλοῦτον βασιλέων ϕάγεσαι· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος ὁ σῴζων σε καὶ ἐξαιρούμενός σε ϑεὸς Ισραηλ. 17 καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίϑων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ· 18 καὶ οὐκ ἀκουσϑήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληϑήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα. 19 καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς ϕῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης ϕωτιεῖ σοι τὴν νύκτα, ἀλλ᾽ ἔσται σοι κύριος ϕῶς αἰώνιον καὶ ὁ ϑεὸς δόξα σου. 20 οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ κύριός σοι ϕῶς αἰώνιον, καὶ ἀναπληρωϑήσονται αἱ ἡμέραι τοῦ πένϑους σου. 21 καὶ ὁ λαός σου πᾶς δίκαιος, καὶ δι᾽ αἰῶνος κληρονομήσουσιν τὴν γῆν, ϕυλάσσων τὸ ϕύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν. 22 ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔϑνος μέγα· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 61

1 Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με· εὐαγγελίσασϑαι πτωχοῖς ἀπέσταλκέν με, ἰάσασϑαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄϕεσιν καὶ τυϕλοῖς ἀνάβλεψιν, 2 καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενϑοῦντας, 3 δοϑῆναι τοῖς πενϑοῦσιν Σιων δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐϕροσύνης τοῖς πενϑοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληϑήσονται γενεαὶ δικαιοσύνης, ϕύτευμα κυρίου εἰς δόξαν. 4 καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσιν· καὶ καινιοῦσιν πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς. 5 καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόϕυλοι ἀροτῆρες καὶ ἀμπελουργοί· 6 ὑμεῖς δὲ ἱερεῖς κυρίου κληϑήσεσϑε, λειτουργοὶ ϑεοῦ· ἰσχὺν ἐϑνῶν κατέδεσϑε καὶ ἐν τῷ πλούτῳ αὐτῶν ϑαυμασϑήσεσϑε. 7 οὕτως ἐκ δευτέρας κληρονομήσουσιν τὴν γῆν, καὶ εὐϕροσύνη αἰώνιος ὑπὲρ κεϕαλῆς αὐτῶν. 8 ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχϑον αὐτῶν δικαίοις καὶ διαϑήκην αἰώνιον διαϑήσομαι αὐτοῖς. 9 καὶ γνωσϑήσεται ἐν τοῖς ἔϑνεσιν τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσιν σπέρμα ηὐλογημένον ὑπὸ ϑεοῦ 10 καὶ εὐϕροσύνῃ εὐϕρανϑήσονται ἐπὶ κύριον. – ἀγαλλιάσϑω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσεν γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐϕροσύνης ὡς νυμϕίῳ περιέϑηκέν μοι μίτραν καὶ ὡς νύμϕην κατεκόσμησέν με κόσμῳ. 11 καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνϑος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐϑνῶν.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 62

1 Διὰ Σιων οὐ σιωπήσομαι καὶ διὰ Ιερουσαλημ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλϑῃ ὡς ϕῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυϑήσεται. 2 καὶ ὄψονται ἔϑνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, ὃ ὁ κύριος ὀνομάσει αὐτό. 3 καὶ ἔσῃ στέϕανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ ϑεοῦ σου. 4 καὶ οὐκέτι κληϑήσῃ Καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληϑήσεται Ἔρημος· σοὶ γὰρ κληϑήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη. 5 καὶ ὡς συνοικῶν νεανίσκος παρϑένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ· καὶ ἔσται ὃν τρόπον εὐϕρανϑήσεται νυμϕίος ἐπὶ νύμϕῃ, οὕτως εὐϕρανϑήσεται κύριος ἐπὶ σοί. 6 καὶ ἐπὶ τῶν τειχέων σου, Ιερουσαλημ, κατέστησα ϕύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνῃσκόμενοι κυρίου. 7 οὐκ ἔστιν γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορϑώσῃ καὶ ποιήσῃ Ιερουσαλημ ἀγαυρίαμα ἐπὶ τῆς γῆς. 8 ὤμοσεν κύριος κατὰ τῆς δεξιᾶς αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχϑροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐϕ᾽ ᾧ ἐμόχϑησας· 9 ἀλλ᾽ ἢ οἱ συνάγοντες ϕάγονται αὐτὰ καὶ αἰνέσουσιν κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσιν ταῖς ἁγίαις μου. 10 πορεύεσϑε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίϑους τοὺς ἐκ τῆς ὁδοῦ διαρρίψατε· ἐξάρατε σύσσημον εἰς τὰ ἔϑνη. 11 ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς Εἴπατε τῇ ϑυγατρὶ Σιων Ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισϑὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ. 12 καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου, σὺ δὲ κληϑήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 63

1 Τίς οὗτος ὁ παραγινόμενος ἐξ Εδωμ, ἐρύϑημα ἱματίων ἐκ Βοσορ, οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. 2 διὰ τί σου ἐρυϑρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; 3 πλήρης καταπεπατημένης, καὶ τῶν ἐϑνῶν οὐκ ἔστιν ἀνὴρ μετ᾽ ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν ϑυμῷ καὶ κατέϑλασα αὐτοὺς ὡς γῆν καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. 4 ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλϑεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν. 5 καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηϑός· καὶ προσενόησα, καὶ οὐϑεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ ϑυμός μου ἐπέστη. 6 καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν. 7 Τὸν ἔλεον κυρίου ἐμνήσϑην, τὰς ἀρετὰς κυρίου ἐν πᾶσιν, οἷς ὁ κύριος ἡμῖν ἀνταποδίδωσιν· κύριος κριτὴς ἀγαϑὸς τῷ οἴκῳ Ισραηλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆϑος τῆς δικαιοσύνης αὐτοῦ. 8 καὶ εἶπεν Οὐχ ὁ λαός μου τέκνα οὐ μὴ ἀϑετήσωσιν; καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν 9 ἐκ πάσης ϑλίψεως. οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ᾽ αὐτὸς κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ ϕείδεσϑαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος. 10 αὐτοὶ δὲ ἠπείϑησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράϕη αὐτοῖς εἰς ἔχϑραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς. 11 καὶ ἐμνήσϑη ἡμερῶν αἰωνίων ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἐστιν ὁ ϑεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον; 12 ὁ ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, ὁ βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον. 13 ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου ὡς ἵππον δι᾽ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν. 14 καὶ ὡς κτήνη διὰ πεδίου, κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης. 15 Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆϑος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν; 16 σὺ γὰρ ἡμῶν εἶ πατήρ, ὅτι Αβρααμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ισραηλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, κύριε, πατὴρ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀπ᾽ ἀρχῆς τὸ ὄνομά σου ἐϕ᾽ ἡμᾶς ἐστιν. 17 τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ ϕοβεῖσϑαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς ϕυλὰς τῆς κληρονομίας σου, 18 ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. 19 ἐγενόμεϑα ὡς τὸ ἀπ᾽ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐπεκλήϑη τὸ ὄνομά σου ἐϕ᾽ ἡμᾶς. ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται,

Liber Isaiæ prophetæ - Ἠσαίας caput 64

1 ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται. καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ ϕανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔϑνη ταραχϑήσονται. 2 ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη. 3 ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀϕϑαλμοὶ ἡμῶν εἶδον ϑεὸν πλὴν σοῦ καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον. 4 συναντήσεται γὰρ τοῖς ποιοῦσιν τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησϑήσονται. ἰδοὺ σὺ ὠργίσϑης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήϑημεν. 5 καὶ ἐγενήϑημεν ὡς ἀκάϑαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαϑημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς ϕύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς. 6 καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησϑεὶς ἀντιλαβέσϑαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀϕ᾽ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. – 7 καὶ νῦν, κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργον τῶν χειρῶν σου πάντες· 8 μὴ ὀργίζου ἡμῖν σϕόδρα καὶ μὴ ἐν καιρῷ μνησϑῇς ἁμαρτιῶν ἡμῶν. καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς. 9 πόλις τοῦ ἁγίου σου ἐγενήϑη ἔρημος, Σιων ὡς ἔρημος ἐγενήϑη, Ιερουσαλημ εἰς κατάραν. 10 ὁ οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήϑη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν. 11 καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, κύριε, καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμᾶς σϕόδρα.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 65

1 Ἐμϕανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέϑην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα Ἰδού εἰμι, τῷ ἔϑνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. 2 ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειϑοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύϑησαν ὁδῷ ἀληϑινῇ, ἀλλ᾽ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. 3 ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός, αὐτοὶ ϑυσιάζουσιν ἐν τοῖς κήποις καὶ ϑυμιῶσιν ἐπὶ ταῖς πλίνϑοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστιν· 4 καὶ ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι᾽ ἐνύπνια, οἱ ἔσϑοντες κρέα ὕεια καὶ ζωμὸν ϑυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν· 5 οἱ λέγοντες Πόρρω ἀπ᾽ ἐμοῦ, μὴ ἐγγίσῃς μου, ὅτι καϑαρός εἰμι· οὗτος καπνὸς τοῦ ϑυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. 6 ἰδοὺ γέγραπται ἐνώπιόν μου Οὐ σιωπήσω, ἕως ἂν ἀποδῶ εἰς τὸν κόλπον αὐτῶν· 7 τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει κύριος, οἳ ἐϑυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν. 8 Οὕτως λέγει κύριος Ὃν τρόπον εὑρεϑήσεται ὁ ῥὼξ ἐν τῷ βότρυι καὶ ἐροῦσιν Μὴ λυμήνῃ αὐτὸν ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. 9 καὶ ἐξάξω τὸ ἐξ Ιακωβ σπέρμα καὶ τὸ ἐξ Ιουδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ. 10 καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων καὶ ϕάραγξ Αχωρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. 11 ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανϑανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, 12 ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σϕαγῇ πεσεῖσϑε, ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασϑε. 13 Διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ οἱ δουλεύοντές μοι ϕάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε· ἰδοὺ οἱ δουλεύοντές μοι εὐϕρανϑήσονται, ὑμεῖς δὲ αἰσχυνϑήσεσϑε· 14 ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐϕροσύνῃ, ὑμεῖς δὲ κεκράξεσϑε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε. 15 καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ κύριος. τοῖς δὲ δουλεύουσιν αὐτῷ κληϑήσεται ὄνομα καινόν, 16 ὃ εὐλογηϑήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσιν γὰρ τὸν ϑεὸν τὸν ἀληϑινόν, καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς ὀμοῦνται τὸν ϑεὸν τὸν ἀληϑινόν· ἐπιλήσονται γὰρ τὴν ϑλῖψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. – 17 ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, καὶ οὐ μὴ μνησϑῶσιν τῶν προτέρων, οὐδ᾽ οὐ μὴ ἐπέλϑῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, 18 ἀλλ᾽ εὐϕροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ· ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ιερουσαλημ ἀγαλλίαμα καὶ τὸν λαόν μου εὐϕροσύνην. 19 καὶ ἀγαλλιάσομαι ἐπὶ Ιερουσαλημ καὶ εὐϕρανϑήσομαι ἐπὶ τῷ λαῷ μου, καὶ οὐκέτι μὴ ἀκουσϑῇ ἐν αὐτῇ ϕωνὴ κλαυϑμοῦ οὐδὲ ϕωνὴ κραυγῆς. 20 καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ· ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποϑνῄσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται. 21 καὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσιν, καὶ καταϕυτεύσουσιν ἀμπελῶνας καὶ αὐτοὶ ϕάγονται τὰ γενήματα αὐτῶν· 22 καὶ οὐ μὴ οἰκοδομήσουσιν καὶ ἄλλοι ἐνοικήσουσιν, καὶ οὐ μὴ ϕυτεύσουσιν καὶ ἄλλοι ϕάγονται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου, τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. 23 οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν, ὅτι σπέρμα ηὐλογημένον ὑπὸ ϑεοῦ ἐστιν, καὶ τὰ ἔκγονα αὐτῶν μετ᾽ αὐτῶν ἔσονται. 24 καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν; 25 τότε λύκοι καὶ ἄρνες βοσκηϑήσονται ἅμα, καὶ λέων ὡς βοῦς ϕάγεται ἄχυρα, ὄϕις δὲ γῆν ὡς ἄρτον· οὐκ ἀδικήσουσιν οὐδὲ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει κύριος.

Liber Isaiæ prophetæ - Ἠσαίας caput 66

1 Οὕτως λέγει κύριος Ὁ οὐρανός μοι ϑρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου; 2 πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾽ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου; 3 ὁ δὲ ἄνομος ὁ ϑύων μοι μόσχον ὡς ὁ ἀποκτέννων κύνα, ὁ δὲ ἀναϕέρων σεμίδαλιν ὡς αἷμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσϕημος· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠϑέλησεν, 4 κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. 5 Ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελϕοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασϑῇ καὶ ὀϕϑῇ ἐν τῇ εὐϕροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνϑήσονται. 6 ϕωνὴ κραυγῆς ἐκ πόλεως, ϕωνὴ ἐκ ναοῦ, ϕωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. 7 πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλϑεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέϕυγεν καὶ ἔτεκεν ἄρσεν. 8 τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως; ἦ ὤδινεν γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέχϑη ἔϑνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιων τὰ παιδία αὐτῆς. 9 ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσϑης μου, εἶπεν κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὁ ϑεός. 10 εὐϕράνϑητι, Ιερουσαλημ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε χαρᾷ, πάντες ὅσοι πενϑεῖτε ἐπ᾽ αὐτῆς, 11 ἵνα ϑηλάσητε καὶ ἐμπλησϑῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκϑηλάσαντες τρυϕήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. 12 ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐϑνῶν· τὰ παιδία αὐτῶν ἐπ᾽ ὤμων ἀρϑήσονται καὶ ἐπὶ γονάτων παρακληϑήσονται. 13 ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ιερουσαλημ παρακληϑήσεσϑε. 14 καὶ ὄψεσϑε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσϑήσεται ἡ χεὶρ κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειϑοῦσιν. 15 Ἰδοὺ γὰρ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν ϑυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν ϕλογὶ πυρός. 16 ἐν γὰρ τῷ πυρὶ κυρίου κριϑήσεται πᾶσα ἡ γῆ καὶ ἐν τῇ ῥομϕαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου. 17 οἱ ἁγνιζόμενοι καὶ καϑαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προϑύροις ἔσϑοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν νῦν ἐπὶ τὸ αὐτὸ ἀναλωϑήσονται, εἶπεν κύριος, 18 κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι. ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔϑνη καὶ τὰς γλώσσας, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου. 19 καὶ καταλείψω ἐπ᾽ αὐτῶν σημεῖα καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους εἰς τὰ ἔϑνη, εἰς Θαρσις καὶ Φουδ καὶ Λουδ καὶ Μοσοχ καὶ Θοβελ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου, καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔϑνεσιν. 20 καὶ ἄξουσιν τοὺς ἀδελϕοὺς ὑμῶν ἐκ πάντων τῶν ἐϑνῶν δῶρον κυρίῳ μεϑ᾽ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ιερουσαλημ, εἶπεν κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ισραηλ ἐμοὶ τὰς ϑυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου. 21 καὶ ἀπ᾽ αὐτῶν λήμψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας, εἶπεν κύριος. 22 ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν. 23 καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ιερουσαλημ, εἶπεν κύριος. 24 καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνϑρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσϑήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.

Liber Jeremiæ prophetæ - Ἰερεμίας

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 1

1 Τὸ ῥῆμα τοῦ ϑεοῦ, ὃ ἐγένετο ἐπὶ Ιερεμιαν τὸν τοῦ Χελκιου ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Αναϑωϑ ἐν γῇ Βενιαμιν· 2 ὃς ἐγενήϑη λόγος τοῦ ϑεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ· 3 καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως ἑνδεκάτου ἔτους Σεδεκια υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως τῆς αἰχμαλωσίας Ιερουσαλημ ἐν τῷ πέμπτῳ μηνί. 4 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 5 Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελϑεῖν ἐκ μήτρας ἡγίακά σε, προϕήτην εἰς ἔϑνη τέϑεικά σε. 6 καὶ εἶπα Ὦ δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι. 7 καὶ εἶπεν κύριος πρός με Μὴ λέγε ὅτι Νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις· 8 μὴ ϕοβηϑῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαί σε, λέγει κύριος. 9 καὶ ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου· 10 ἰδοὺ κατέστακά σε σήμερον ἐπὶ ἔϑνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταϕυτεύειν. 11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Τί σὺ ὁρᾷς, Ιερεμια; καὶ εἶπα Βακτηρίαν καρυίνην. 12 καὶ εἶπεν κύριος πρός με Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. – 13 καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων Τί σὺ ὁρᾷς; καὶ εἶπα Λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ. 14 καὶ εἶπεν κύριος πρός με Ἀπὸ προσώπου βορρᾶ ἐκκαυϑήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. 15 διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς, λέγει κύριος, καὶ ἥξουσιν καὶ ϑήσουσιν ἕκαστος τὸν ϑρόνον αὐτοῦ ἐπὶ τὰ πρόϑυρα τῶν πυλῶν Ιερουσαλημ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα. 16 καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με καὶ ἔϑυσαν ϑεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 17 καὶ σὺ περίζωσαι τὴν ὀσϕύν σου καὶ ἀνάστηϑι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι· μὴ ϕοβηϑῇς ἀπὸ προσώπου αὐτῶν μηδὲ πτοηϑῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαί σε, λέγει κύριος. 18 ἰδοὺ τέϑεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασιν τοῖς βασιλεῦσιν Ιουδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς, 19 καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαί σε, εἶπεν κύριος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 2

2 Καὶ εἶπεν Τάδε λέγει κύριος Ἐμνήσϑην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουϑῆσαί σε τῷ ἁγίῳ Ισραηλ, λέγει κύριος 3 ἅγιος Ισραηλ. τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἔσϑοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ᾽ αὐτούς, ϕησὶν κύριος. 4 ἀκούσατε λόγον κυρίου, οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ. 5 τάδε λέγει κύριος Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ᾽ ἐμοῦ καὶ ἐπορεύϑησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώϑησαν; 6 καὶ οὐκ εἶπαν Ποῦ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου ὁ καϑοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ, ἐν ᾗ οὐ διώδευσεν ἐν αὐτῇ οὐϑὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνϑρώπου; 7 καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ ϕαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαϑὰ αὐτοῦ· καὶ εἰσήλϑατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔϑεσϑε εἰς βδέλυγμα. 8 οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστιν κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προϕῆται ἐπροϕήτευον τῇ Βααλ καὶ ὀπίσω ἀνωϕελοῦς ἐπορεύϑησαν. 9 διὰ τοῦτο ἔτι κριϑήσομαι πρὸς ὑμᾶς, λέγει κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριϑήσομαι. 10 διότι διέλϑετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε, καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σϕόδρα, καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα. 11 εἰ ἀλλάξονται ἔϑνη ϑεοὺς αὐτῶν; καὶ οὗτοι οὔκ εἰσιν ϑεοί. ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠϕεληϑήσονται. 12 ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔϕριξεν ἐπὶ πλεῖον σϕόδρα, λέγει κύριος. 13 ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. 14 Μὴ δοῦλός ἐστιν Ισραηλ ἢ οἰκογενής ἐστιν; διὰ τί εἰς προνομὴν ἐγένετο; 15 ἐπ᾽ αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν ϕωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάϕησαν παρὰ τὸ μὴ κατοικεῖσϑαι. 16 καὶ υἱοὶ Μέμϕεως καὶ Ταϕνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου. 17 οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει κύριος ὁ ϑεός σου. 18 καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηων; καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν; 19 παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶϑι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει κύριος ὁ ϑεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοί, λέγει κύριος ὁ ϑεός σου. 20 ὅτι ἀπ᾽ αἰῶνος συνέτριψας τὸν ζυγόν σου, διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας Οὐ δουλεύσω, ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυϑήσομαι ἐν τῇ πορνείᾳ μου. 21 ἐγὼ δὲ ἐϕύτευσά σε ἄμπελον καρποϕόρον πᾶσαν ἀληϑινήν· πῶς ἐστράϕης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; 22 ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληϑύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος. 23 πῶς ἐρεῖς Οὐκ ἐμιάνϑην καὶ ὀπίσω τῆς Βααλ οὐκ ἐπορεύϑην; ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶϑι τί ἐποίησας. ὀψὲ ϕωνὴ αὐτῆς ὠλόλυξεν, τὰς ὁδοὺς αὐτῆς 24 ἐπλάτυνεν ἐϕ᾽ ὕδατα ἐρήμου, ἐν ἐπιϑυμίαις ψυχῆς αὐτῆς ἐπνευματοϕορεῖτο, παρεδόϑη· τίς ἐπιστρέψει αὐτήν; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν. 25 ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν ϕάρυγγά σου ἀπὸ δίψους. ἡ δὲ εἶπεν Ἀνδριοῦμαι· ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο. 26 ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνϑήσονται οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προϕῆται αὐτῶν. 27 τῷ ξύλῳ εἶπαν ὅτι Πατήρ μου εἶ σύ, καὶ τῷ λίϑῳ Σὺ ἐγέννησάς με, καὶ ἔστρεψαν ἐπ᾽ ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν Ἀνάστα καὶ σῶσον ἡμᾶς. 28 καὶ ποῦ εἰσιν οἱ ϑεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου; ὅτι κατ᾽ ἀριϑμὸν τῶν πόλεών σου ἦσαν ϑεοί σου, Ιουδα, καὶ κατ᾽ ἀριϑμὸν διόδων τῆς Ιερουσαλημ ἔϑυον τῇ Βααλ. 29 ἵνα τί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ, λέγει κύριος. 30 μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασϑε· μάχαιρα κατέϕαγεν τοὺς προϕήτας ὑμῶν ὡς λέων ὀλεϑρεύων, καὶ οὐκ ἐϕοβήϑητε. 31 ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος Μὴ ἔρημος ἐγενόμην τῷ Ισραηλ ἢ γῆ κεχερσωμένη; διὰ τί εἶπεν ὁ λαός μου Οὐ κυριευϑησόμεϑα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι; 32 μὴ ἐπιλήσεται νύμϕη τὸν κόσμον αὐτῆς καὶ παρϑένος τὴν στηϑοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάϑετό μου ἡμέρας, ὧν οὐκ ἔστιν ἀριϑμός. 33 τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν; οὐχ οὕτως, ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου. 34 καὶ ἐν ταῖς χερσίν σου εὑρέϑησαν αἵματα ψυχῶν ἀϑῴων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς, ἀλλ᾽ ἐπὶ πάσῃ δρυί. 35 καὶ εἶπας Ἀϑῷός εἰμι, ἀλλὰ ἀποστραϕήτω ὁ ϑυμὸς αὐτοῦ ἀπ᾽ ἐμοῦ. ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε Οὐχ ἥμαρτον. 36 τί κατεϕρόνησας σϕόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου; καὶ ἀπὸ Αἰγύπτου καταισχυνϑήσῃ, καϑὼς κατῃσχύνϑης ἀπὸ Ασσουρ. 37 ὅτι καὶ ἐντεῦϑεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεϕαλῆς σου· ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωϑήσῃ ἐν αὐτῇ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 3

1 Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλϑῃ ἀπ᾽ αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανϑήσεται ἡ γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς· καὶ ἀνέκαμπτες πρός με; λέγει κύριος. 2 ἆρον εἰς εὐϑεῖαν τοὺς ὀϕϑαλμούς σου καὶ ἰδέ· ποῦ οὐχὶ ἐξεϕύρϑης; ἐπὶ ταῖς ὁδοῖς ἐκάϑισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου. 3 καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. 4 οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρϑενίας σου; 5 μὴ διαμενεῖ εἰς τὸν αἰῶνα ἢ διαϕυλαχϑήσεται εἰς νεῖκος; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσϑης. 6 Καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ιωσια τοῦ βασιλέως Εἶδες ἃ ἐποίησέν μοι ἡ κατοικία τοῦ Ισραηλ· ἐπορεύϑησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ. 7 καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν· καὶ εἶδεν τὴν ἀσυνϑεσίαν αὐτῆς ἡ ἀσύνϑετος Ιουδα. 8 καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήμϕϑη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ισραηλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐϕοβήϑη ἡ ἀσύνϑετος Ιουδα καὶ ἐπορεύϑη καὶ ἐπόρνευσεν καὶ αὐτή. 9 καὶ ἐγένετο εἰς οὐϑὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίϑον. 10 καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράϕη πρός με ἡ ἀσύνϑετος Ιουδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ᾽ ἐπὶ ψεύδει. 11 καὶ εἶπεν κύριος πρός με Ἐδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ισραηλ ἀπὸ τῆς ἀσυνϑέτου Ιουδα. 12 πορεύου καὶ ἀνάγνωϑι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς Ἐπιστράϕητι πρός με, ἡ κατοικία τοῦ Ισραηλ, λέγει κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐϕ᾽ ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. 13 πλὴν γνῶϑι τὴν ἀδικίαν σου, ὅτι εἰς κύριον τὸν ϑεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ ϕωνῆς μου οὐχ ὑπήκουσας, λέγει κύριος. 14 ἐπιστράϕητε, υἱοὶ ἀϕεστηκότες, λέγει κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιων 15 καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ᾽ ἐπιστήμης. 16 καὶ ἔσται ἐὰν πληϑυνϑῆτε καὶ αὐξηϑῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος, οὐκ ἐροῦσιν ἔτι Κιβωτὸς διαϑήκης ἁγίου Ισραηλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασϑήσεται οὐδὲ ἐπισκεϕϑήσεται καὶ οὐ ποιηϑήσεται ἔτι· 17 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ Θρόνος κυρίου, καὶ συναχϑήσονται εἰς αὐτὴν πάντα τὰ ἔϑνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνϑυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς. 18 ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ιουδα ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν. 19 καὶ ἐγὼ εἶπα Γένοιτο, κύριε· ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν ϑεοῦ παντοκράτορος ἐϑνῶν· καὶ εἶπα Πατέρα καλέσετέ με καὶ ἀπ᾽ ἐμοῦ οὐκ ἀποστραϕήσεσϑε. 20 πλὴν ὡς ἀϑετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠϑέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ, λέγει κύριος. 21 ϕωνὴ ἐκ χειλέων ἠκούσϑη κλαυϑμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάϑοντο ϑεοῦ ἁγίου αὐτῶν. 22 ἐπιστράϕητε, υἱοὶ ἐπιστρέϕοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεϑά σοι, ὅτι σὺ κύριος ὁ ϑεὸς ἡμῶν εἶ. 23 ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων, πλὴν διὰ κυρίου ϑεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ισραηλ. 24 ἡ δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχϑους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν. 25 ἐκοιμήϑημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ ϑεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ἡμῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 4

1 Ἐὰν ἐπιστραϕῇ Ισραηλ, λέγει κύριος, πρός με ἐπιστραϕήσεται· ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ στόματος αὐτοῦ καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηϑῇ 2 καὶ ὀμόσῃ Ζῇ κύριος μετὰ ἀληϑείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῇ ἔϑνη καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ ϑεῷ ἐν Ιερουσαλημ. 3 ὅτι τάδε λέγει κύριος τοῖς ἀνδράσιν Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ᾽ ἀκάνϑαις. 4 περιτμήϑητε τῷ ϑεῷ ὑμῶν καὶ περιτέμεσϑε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, μὴ ἐξέλϑῃ ὡς πῦρ ὁ ϑυμός μου καὶ ἐκκαυϑήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν. 5 Ἀναγγείλατε ἐν τῷ Ιουδα, καὶ ἀκουσϑήτω ἐν Ιερουσαλημ· εἴπατε Σημάνατε ἐπὶ τῆς γῆς σάλπιγγι καὶ κεκράξατε μέγα· εἴπατε Συνάχϑητε καὶ εἰσέλϑωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις. 6 ἀναλαβόντες ϕεύγετε εἰς Σιων· σπεύσατε μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βορρᾶ καὶ συντριβὴν μεγάλην. 7 ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολεϑρεύων ἔϑνη ἐξῆρεν καὶ ἐξῆλϑεν ἐκ τοῦ τόπου αὐτοῦ τοῦ ϑεῖναι τὴν γῆν εἰς ἐρήμωσιν, καὶ πόλεις καϑαιρεϑήσονται παρὰ τὸ μὴ κατοικεῖσϑαι αὐτάς. 8 ἐπὶ τούτοις περιζώσασϑε σάκκους καὶ κόπτεσϑε καὶ ἀλαλάξατε, διότι οὐκ ἀπεστράϕη ὁ ϑυμὸς κυρίου ἀϕ᾽ ὑμῶν. 9 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως καὶ ἡ καρδία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προϕῆται ϑαυμάσονται. 10 καὶ εἶπα Ὦ δέσποτα κύριε, ἄρα γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον καὶ τὴν Ιερουσαλημ λέγων Εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῆς ψυχῆς αὐτῶν. 11 ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσιν τῷ λαῷ τούτῳ καὶ τῇ Ιερουσαλημ Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς ϑυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καϑαρὸν οὐδ᾽ εἰς ἅγιον. 12 πνεῦμα πληρώσεως ἥξει μοι· νῦν δὲ ἐγὼ λαλῶ κρίματα πρὸς αὐτούς. 13 ἰδοὺ ὡς νεϕέλη ἀναβήσεται, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, κουϕότεροι ἀετῶν οἱ ἵπποι αὐτοῦ· οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν. 14 ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ιερουσαλημ, ἵνα σωϑῇς· ἕως πότε ὑπάρξουσιν ἐν σοὶ διαλογισμοὶ πόνων σου; 15 διότι ϕωνὴ ἀναγγέλλοντος ἐκ Δαν ἥξει, καὶ ἀκουσϑήσεται πόνος ἐξ ὄρους Εϕραιμ. 16 ἀναμνήσατε ἔϑνη Ἰδοὺ ἥκασιν· ἀναγγείλατε ἐν Ιερουσαλημ Συστροϕαὶ ἔρχονται ἐκ γῆς μακρόϑεν καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ιουδα ϕωνὴν αὐτῶν. 17 ὡς ϕυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ᾽ αὐτὴν κύκλῳ, ὅτι ἐμοῦ ἠμέλησας, λέγει κύριος. 18 αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησαν ταῦτά σοι· αὕτη ἡ κακία σου, ὅτι πικρά, ὅτι ἥψατο ἕως τῆς καρδίας σου. 19 τὴν κοιλίαν μου τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσϑητήρια τῆς καρδίας μου· μαιμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι, ὅτι ϕωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου. 20 καὶ ταλαιπωρίαν συντριμμὸν ἐπικαλεῖται, ὅτι τεταλαιπώρηκεν πᾶσα ἡ γῆ· ἄϕνω τεταλαιπώρηκεν ἡ σκηνή, διεσπάσϑησαν αἱ δέρρεις μου. 21 ἕως πότε ὄψομαι ϕεύγοντας ἀκούων ϕωνὴν σαλπίγγων; 22 διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, υἱοὶ ἄϕρονές εἰσιν καὶ οὐ συνετοί· σοϕοί εἰσιν τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἐπέγνωσαν. 23 ἐπέβλεψα ἐπὶ τὴν γῆν, καὶ ἰδοὺ οὐϑέν, καὶ εἰς τὸν οὐρανόν, καὶ οὐκ ἦν τὰ ϕῶτα αὐτοῦ· 24 εἶδον τὰ ὄρη, καὶ ἦν τρέμοντα, καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους· 25 ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνϑρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο· 26 εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ πᾶσαι αἱ πόλεις ἐμπεπυρισμέναι πυρὶ ἀπὸ προσώπου κυρίου, καὶ ἀπὸ προσώπου ὀργῆς ϑυμοῦ αὐτοῦ ἠϕανίσϑησαν. 27 τάδε λέγει κύριος Ἔρημος ἔσται πᾶσα ἡ γῆ, συντέλειαν δὲ οὐ μὴ ποιήσω. 28 ἐπὶ τούτοις πενϑείτω ἡ γῆ, καὶ συσκοτασάτω ὁ οὐρανὸς ἄνωϑεν, διότι ἐλάλησα καὶ οὐ μετανοήσω, ὥρμησα καὶ οὐκ ἀποστρέψω ἀπ᾽ αὐτῆς. 29 ἀπὸ ϕωνῆς ἱππέως καὶ ἐντεταμένου τόξου ἀνεχώρησεν πᾶσα χώρα· εἰσέδυσαν εἰς τὰ σπήλαια καὶ εἰς τὰ ἄλση ἐκρύβησαν καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν· πᾶσα πόλις ἐγκατελείϕϑη, οὐ κατοικεῖ ἐν αὐταῖς ἄνϑρωπος. 30 καὶ σὺ τί ποιήσεις, ἐὰν περιβάλῃ κόκκινον καὶ κοσμήσῃ κόσμῳ χρυσῷ καὶ ἐὰν ἐγχρίσῃ στίβι τοὺς ὀϕϑαλμούς σου; εἰς μάτην ὁ ὡραισμός σου· ἀπώσαντό σε οἱ ἐρασταί σου, τὴν ψυχήν σου ζητοῦσιν. 31 ὅτι ϕωνὴν ὡς ὠδινούσης ἤκουσα, τοῦ στεναγμοῦ σου ὡς πρωτοτοκούσης, ϕωνὴ ϑυγατρὸς Σιων· ἐκλυϑήσεται καὶ παρήσει τὰς χεῖρας αὐτῆς Οἴμμοι ἐγώ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 5

1 Περιδράμετε ἐν ταῖς ὁδοῖς Ιερουσαλημ καὶ ἴδετε καὶ γνῶτε καὶ ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστιν ποιῶν κρίμα καὶ ζητῶν πίστιν, καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει κύριος. 2 Ζῇ κύριος, λέγουσιν· διὰ τοῦτο οὐκ ἐπὶ ψεύδεσιν ὀμνύουσιν; 3 κύριε, οἱ ὀϕϑαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνεσαν· συνετέλεσας αὐτούς, καὶ οὐκ ἠϑέλησαν δέξασϑαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἠϑέλησαν ἐπιστραϕῆναι. 4 καὶ ἐγὼ εἶπα Ἴσως πτωχοί εἰσιν, διότι οὐκ ἐδυνάσϑησαν, ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν ϑεοῦ· 5 πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς, ὅτι αὐτοὶ ἐπέγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν ϑεοῦ· καὶ ἰδοὺ ὁμοϑυμαδὸν συνέτριψαν ζυγόν, διέρρηξαν δεσμούς. 6 διὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλέϑρευσεν αὐτούς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν· πάντες οἱ ἐκπορευόμενοι ἀπ᾽ αὐτῶν ϑηρευϑήσονται, ὅτι ἐπλήϑυναν ἀσεβείας αὐτῶν, ἴσχυσαν ἐν ταῖς ἀποστροϕαῖς αὐτῶν. 7 ποίᾳ τούτων ἵλεως γένωμαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσιν ϑεοῖς· καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατέλυον. 8 ἵπποι ϑηλυμανεῖς ἐγενήϑησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζον. 9 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος· ἢ ἐν ἔϑνει τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 10 ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς καὶ κατασκάψατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολίπεσϑε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν. 11 ὅτι ἀϑετῶν ἠϑέτησεν εἰς ἐμέ, λέγει κύριος, οἶκος Ισραηλ καὶ οἶκος Ιουδα. 12 ἐψεύσαντο τῷ κυρίῳ ἑαυτῶν καὶ εἶπαν Οὐκ ἔστιν ταῦτα· οὐχ ἥξει ἐϕ᾽ ἡμᾶς κακά, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεϑα· 13 οἱ προϕῆται ἡμῶν ἦσαν εἰς ἄνεμον, καὶ λόγος κυρίου οὐχ ὑπῆρχεν ἐν αὐτοῖς· οὕτως ἔσται αὐτοῖς. 14 διὰ τοῦτο τάδε λέγει κύριος παντοκράτωρ Ἀνϑ ὧν ἐλαλήσατε τὸ ῥῆμα τοῦτο, ἰδοὺ ἐγὼ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ καὶ τὸν λαὸν τοῦτον ξύλα, καὶ καταϕάγεται αὐτούς. 15 ἰδοὺ ἐγὼ ἐπάγω ἐϕ᾽ ὑμᾶς ἔϑνος πόρρωϑεν, οἶκος Ισραηλ, λέγει κύριος, ἔϑνος, οὗ οὐκ ἀκούσῃ τῆς ϕωνῆς τῆς γλώσσης αὐτοῦ· 16 πάντες ἰσχυροὶ 17 καὶ κατέδονται τὸν ϑερισμὸν ὑμῶν καὶ τοὺς ἄρτους ὑμῶν καὶ κατέδονται τοὺς υἱοὺς ὑμῶν καὶ τὰς ϑυγατέρας ὑμῶν καὶ κατέδονται τὰ πρόβατα ὑμῶν καὶ τοὺς μόσχους ὑμῶν καὶ κατέδονται τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς συκῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν· καὶ ἀλοήσουσιν τὰς πόλεις τὰς ὀχυρὰς ὑμῶν, ἐϕ᾽ αἷς ὑμεῖς πεποίϑατε ἐπ᾽ αὐταῖς, ἐν ῥομϕαίᾳ. 18 καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ ϑεός σου, οὐ μὴ ποιήσω ὑμᾶς εἰς συντέλειαν. 19 καὶ ἔσται ὅταν εἴπητε Τίνος ἕνεκεν ἐποίησεν κύριος ὁ ϑεὸς ἡμῶν ἡμῖν ἅπαντα ταῦτα; καὶ ἐρεῖς αὐτοῖς Ἀνϑ ὧν ἐδουλεύσατε ϑεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν. 20 ἀναγγείλατε ταῦτα εἰς τὸν οἶκον Ιακωβ, καὶ ἀκουσϑήτω ἐν τῷ Ιουδα. 21 ἀκούσατε δὴ ταῦτα, λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀϕϑαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὦτα αὐτοῖς καὶ οὐκ ἀκούουσιν. 22 μὴ ἐμὲ οὐ ϕοβηϑήσεσϑε; λέγει κύριος, ἢ ἀπὸ προσώπου μου οὐκ εὐλαβηϑήσεσϑε; τὸν τάξαντα ἄμμον ὅριον τῇ ϑαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχϑήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσιν τὰ κύματα αὐτῆς καὶ οὐχ ὑπερβήσεται αὐτό. 23 τῷ δὲ λαῷ τούτῳ ἐγενήϑη καρδία ἀνήκοος καὶ ἀπειϑής, καὶ ἐξέκλιναν καὶ ἀπήλϑοσαν· 24 καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν Φοβηϑῶμεν δὴ κύριον τὸν ϑεὸν ἡμῶν τὸν διδόντα ἡμῖν ὑετὸν πρόιμον καὶ ὄψιμον κατὰ καιρὸν πληρώσεως προστάγματος ϑερισμοῦ καὶ ἐϕύλαξεν ἡμῖν. 25 αἱ ἀνομίαι ὑμῶν ἐξέκλιναν ταῦτα, καὶ αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαϑὰ ἀϕ᾽ ὑμῶν· 26 ὅτι εὑρέϑησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς καὶ παγίδας ἔστησαν διαϕϑεῖραι ἄνδρας καὶ συνελαμβάνοσαν. 27 ὡς παγὶς ἐϕεσταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου· διὰ τοῦτο ἐμεγαλύνϑησαν καὶ ἐπλούτησαν· 28 καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρϕανοῦ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν. 29 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος, ἢ ἐν ἔϑνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 30 ἔκστασις καὶ ϕρικτὰ ἐγενήϑη ἐπὶ τῆς γῆς. 31 οἱ προϕῆται προϕητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 6

1 Ἐνισχύσατε, υἱοὶ Βενιαμιν, ἐκ μέσου τῆς Ιερουσαλημ καὶ ἐν Θεκουε σημάνατε σάλπιγγι καὶ ὑπὲρ Βαιϑαχαρμα ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυϕεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται, 2 καὶ ἀϕαιρεϑήσεται τὸ ὕψος σου, ϑύγατερ Σιων. 3 εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτῶν καὶ πήξουσιν ἐπ᾽ αὐτὴν σκηνὰς κύκλῳ καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ. 4 παρασκευάσασϑε ἐπ᾽ αὐτὴν εἰς πόλεμον, ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἑσπέρας. 5 ἀνάστητε καὶ ἀναβῶμεν ἐν τῇ νυκτὶ καὶ διαϕϑείρωμεν τὰ ϑεμέλια αὐτῆς. 6 ὅτι τάδε λέγει κύριος Ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ιερουσαλημ δύναμιν· ὦ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ. 7 ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσϑήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός. πόνῳ καὶ μάστιγι 8 παιδευϑήσῃ, Ιερουσαλημ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικηϑήσεται. 9 ὅτι τάδε λέγει κύριος Καλαμᾶσϑε καλαμᾶσϑε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ισραηλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ. 10 πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληϑῶσιν αὐτὸ ἀκοῦσαι. 11 καὶ τὸν ϑυμόν μου ἔπλησα καὶ ἐπέσχον καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωϑεν καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλλημϕϑήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν· 12 καὶ μεταστραϕήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει κύριος. 13 ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροϕήτου πάντες ἐποίησαν ψευδῆ. 14 καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου ἐξουϑενοῦντες καὶ λέγοντες Εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη; 15 κατῃσχύνϑησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδ᾽ ὧς καταισχυνόμενοι κατῃσχύνϑησαν καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται, εἶπεν κύριος. 16 τάδε λέγει κύριος Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους καὶ ἴδετε, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαϑή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν Οὐ πορευσόμεϑα. 17 κατέστακα ἐϕ᾽ ὑμᾶς σκοπούς, ἀκούσατε τῆς ϕωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν Οὐκ ἀκουσόμεϑα. 18 διὰ τοῦτο ἤκουσαν τὰ ἔϑνη καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. 19 ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροϕῆς αὐτῶν· ὅτι τῶν λόγων μου οὐ προσέσχον καὶ τὸν νόμον μου ἀπώσαντο. 20 ἵνα τί μοι λίβανον ἐκ Σαβα ϕέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόϑεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὔκ εἰσιν δεκτά, καὶ αἱ ϑυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. 21 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσϑένειαν, καὶ ἀσϑενήσουσιν ἐν αὐτῇ πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται. 22 τάδε λέγει κύριος Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔϑνη ἐξεγερϑήσεται ἀπ᾽ ἐσχάτου τῆς γῆς· 23 τόξον καὶ ζιβύνην κρατήσουσιν, ἰταμός ἐστιν καὶ οὐκ ἐλεήσει, ϕωνὴ αὐτοῦ ὡς ϑάλασσα κυμαίνουσα, ἐϕ᾽ ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, ϑύγατερ Σιων. 24 ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύϑησαν αἱ χεῖρες ἡμῶν, ϑλῖψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης. 25 μὴ ἐκπορεύεσϑε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομϕαία τῶν ἐχϑρῶν παροικεῖ κυκλόϑεν. 26 ϑύγατερ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασαι ἐν σποδῷ, πένϑος ἀγαπητοῦ ποίησαι σεαυτῇ, κοπετὸν οἰκτρόν, ὅτι ἐξαίϕνης ἥξει ταλαιπωρία ἐϕ᾽ ὑμᾶς. 27 δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν· 28 πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, χαλκὸς καὶ σίδηρος, πάντες διεϕϑαρμένοι εἰσίν. 29 ἐξέλιπεν ϕυσητὴρ ἀπὸ πυρός, ἐξέλιπεν μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη. 30 ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος. 2 Ἀκούσατε λόγον κυρίου, πᾶσα ἡ Ιουδαία· 3 τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Διορϑώσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ. 4 μὴ πεποίϑατε ἐϕ᾽ ἑαυτοῖς ἐπὶ λόγοις ψευδέσιν, ὅτι τὸ παράπαν οὐκ ὠϕελήσουσιν ὑμᾶς λέγοντες Ναὸς κυρίου ναὸς κυρίου ἐστίν. 5 ὅτι ἐὰν διορϑοῦντες διορϑώσητε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν καὶ ποιοῦντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ 6 καὶ προσήλυτον καὶ ὀρϕανὸν καὶ χήραν μὴ καταδυναστεύσητε καὶ αἷμα ἀϑῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ καὶ ὀπίσω ϑεῶν ἀλλοτρίων μὴ πορεύησϑε εἰς κακὸν ὑμῖν, 7 καὶ κατοικιῶ ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ ἐν γῇ, ᾗ ἔδωκα τοῖς πατράσιν ὑμῶν ἐξ αἰῶνος καὶ ἕως αἰῶνος. 8 εἰ δὲ ὑμεῖς πεποίϑατε ἐπὶ λόγοις ψευδέσιν, ὅϑεν οὐκ ὠϕεληϑήσεσϑε, 9 καὶ ϕονεύετε καὶ μοιχᾶσϑε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ᾽ ἀδίκῳ καὶ ἐϑυμιᾶτε τῇ Βααλ καὶ ἐπορεύεσϑε ὀπίσω ϑεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν 10 καὶ ἤλϑετε καὶ ἔστητε ἐνώπιον ἐμοῦ ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ, καὶ εἴπατε Ἀπεσχήμεϑα τοῦ μὴ ποιεῖν πάντα τὰ βδελύγματα ταῦτα, 11 μὴ σπήλαιον λῃστῶν ὁ οἶκός μου, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ ἐκεῖ, ἐνώπιον ὑμῶν; καὶ ἐγὼ ἰδοὺ ἑώρακα, λέγει κύριος. 12 ὅτι πορεύϑητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλωμ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσϑεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσώπου κακίας λαοῦ μου Ισραηλ. 13 καὶ νῦν ἀνϑ᾽ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίϑητε, 14 καὶ ποιήσω τῷ οἴκῳ τούτῳ, ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ, ἐϕ᾽ ᾧ ὑμεῖς πεποίϑατε ἐπ᾽ αὐτῷ, καὶ τῷ τόπῳ, ᾧ ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, καϑὼς ἐποίησα τῇ Σηλωμ. 15 καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ προσώπου μου, καϑὼς ἀπέρριψα τοὺς ἀδελϕοὺς ὑμῶν πᾶν τὸ σπέρμα Εϕραιμ. 16 καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου τοῦ ἐλεηϑῆναι αὐτοὺς καὶ μὴ εὔχου καὶ μὴ προσέλϑῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι. 17 ἦ οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσιν ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐν ταῖς ὁδοῖς Ιερουσαλημ; 18 οἱ υἱοὶ αὐτῶν συλλέγουσιν ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσιν σταῖς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς ϑεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσίν με. 19 μὴ ἐμὲ αὐτοὶ παροργίζουσιν; λέγει κύριος· οὐχὶ ἑαυτούς, ὅπως καταισχυνϑῇ τὰ πρόσωπα αὐτῶν; 20 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ὀργὴ καὶ ϑυμός μου χεῖται ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἀνϑρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πᾶν ξύλον τοῦ ἀγροῦ αὐτῶν καὶ ἐπὶ πάντα τὰ γενήματα τῆς γῆς, καὶ καυϑήσεται καὶ οὐ σβεσϑήσεται. 21 τάδε λέγει κύριος Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν ϑυσιῶν ὑμῶν καὶ ϕάγετε κρέα. 22 ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν καὶ οὐκ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ ϑυσίας· 23 ἀλλ᾽ ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων Ἀκούσατε τῆς ϕωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς ϑεόν, καὶ ὑμεῖς ἔσεσϑέ μοι εἰς λαόν· καὶ πορεύεσϑε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἂν ἐντείλωμαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν. 24 καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν, ἀλλ᾽ ἐπορεύϑησαν ἐν τοῖς ἐνϑυμήμασιν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ἐγενήϑησαν εἰς τὰ ὄπισϑεν καὶ οὐκ εἰς τὰ ἔμπροσϑεν. 25 ἀϕ᾽ ἧς ἡμέρας ἐξήλϑοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐξαπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου τοὺς προϕήτας ἡμέρας καὶ ὄρϑρου καὶ ἀπέστειλα, 26 καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσέσχεν τὸ οὖς αὐτῶν, καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν. 27-28 καὶ ἐρεῖς αὐτοῖς τὸν λόγον τοῦτον Τοῦτο τὸ ἔϑνος, ὃ οὐκ ἤκουσεν τῆς ϕωνῆς κυρίου οὐδὲ ἐδέξατο παιδείαν· ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν. 29 Κεῖραι τὴν κεϕαλήν σου καὶ ἀπόρριπτε καὶ ἀνάλαβε ἐπὶ χειλέων ϑρῆνον, ὅτι ἀπεδοκίμασεν κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιοῦσαν ταῦτα. 30 ὅτι ἐποίησαν οἱ υἱοὶ Ιουδα τὸ πονηρὸν ἐναντίον ἐμοῦ, λέγει κύριος· ἔταξαν τὰ βδελύγματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτόν, τοῦ μιᾶναι αὐτόν· 31 καὶ ᾠκοδόμησαν τὸν βωμὸν τοῦ Ταϕεϑ, ὅς ἐστιν ἐν ϕάραγγι υἱοῦ Εννομ, τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν ἐν πυρί, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐ διενοήϑην ἐν τῇ καρδίᾳ μου. 32 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Βωμὸς τοῦ Ταϕεϑ καὶ Φάραγξ υἱοῦ Εννομ, ἀλλ᾽ ἢ Φάραγξ τῶν ἀνῃρημένων, καὶ ϑάψουσιν ἐν τῷ Ταϕεϑ διὰ τὸ μὴ ὑπάρχειν τόπον. 33 καὶ ἔσονται οἱ νεκροὶ τοῦ λαοῦ τούτου εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν. 34 καὶ καταλύσω ἐκ πόλεων Ιουδα καὶ ἐκ διόδων Ιερουσαλημ ϕωνὴν εὐϕραινομένων καὶ ϕωνὴν χαιρόντων, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης, ὅτι εἰς ἐρήμωσιν ἔσται πᾶσα ἡ γῆ. –

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 8

1 ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει κύριος, ἐξοίσουσιν τὰ ὀστᾶ τῶν βασιλέων Ιουδα καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἱερέων καὶ τὰ ὀστᾶ τῶν προϕητῶν καὶ τὰ ὀστᾶ τῶν κατοικούντων Ιερουσαλημ ἐκ τῶν τάϕων αὐτῶν 2 καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἃ ἠγάπησαν καὶ οἷς ἐδούλευσαν καὶ ὧν ἐπορεύϑησαν ὀπίσω αὐτῶν καὶ ὧν ἀντείχοντο καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται καὶ οὐ ταϕήσονται καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς, 3 ὅτι εἵλοντο τὸν ϑάνατον ἢ τὴν ζωήν, καὶ πᾶσιν τοῖς καταλοίποις τοῖς καταλειϕϑεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ. 4 Ὅτι τάδε λέγει κύριος Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέϕων οὐκ ἐπιστρέϕει; 5 διὰ τί ἀπέστρεψεν ὁ λαός μου οὗτος ἀποστροϕὴν ἀναιδῆ καὶ κατεκρατήϑησαν ἐν τῇ προαιρέσει αὐτῶν καὶ οὐκ ἠϑέλησαν τοῦ ἐπιστρέψαι; 6 ἐνωτίσασϑε δὴ καὶ ἀκούσατε· οὐχ οὕτως λαλήσουσιν, οὐκ ἔστιν ἄνϑρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ λέγων Τί ἐποίησα; διέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ ὡς ἵππος κάϑιδρος ἐν χρεμετισμῷ αὐτοῦ. 7 καὶ ἡ ασιδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς, τρυγὼν καὶ χελιδών, ἀγροῦ στρουϑία ἐϕύλαξαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα κυρίου. 8 πῶς ἐρεῖτε ὅτι Σοϕοί ἐσμεν ἡμεῖς, καὶ νόμος κυρίου ἐστὶν μεϑ᾽ ἡμῶν; εἰς μάτην ἐγενήϑη σχοῖνος ψευδὴς γραμματεῦσιν. 9 ᾐσχύνϑησαν σοϕοὶ καὶ ἐπτοήϑησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν· σοϕία τίς ἐστιν ἐν αὐτοῖς; 10 διὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις, 13 καὶ συνάξουσιν τὰ γενήματα αὐτῶν, λέγει κύριος, οὐκ ἔστιν σταϕυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστιν σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ ϕύλλα κατερρύηκεν. 14 ἐπὶ τί ἡμεῖς καϑήμεϑα; συνάχϑητε καὶ εἰσέλϑωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀπορριϕῶμεν, ὅτι ὁ ϑεὸς ἀπέρριψεν ἡμᾶς καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς, ὅτι ἡμάρτομεν ἐναντίον αὐτοῦ. 15 συνήχϑημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαϑά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ σπουδή. 16 ἐκ Δαν ἀκουσόμεϑα ϕωνὴν ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ ϕωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσϑη πᾶσα ἡ γῆ· καὶ ἥξει καὶ καταϕάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. 17 διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄϕεις ϑανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται ὑμᾶς. 18 ἀνίατα μετ᾽ ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης. 19 ἰδοὺ ϕωνὴ κραυγῆς ϑυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόϑεν Μὴ κύριος οὐκ ἔστιν ἐν Σιων; ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; διὰ τί παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν καὶ ἐν ματαίοις ἀλλοτρίοις; 20 διῆλϑεν ϑέρος, παρῆλϑεν ἄμητος, καὶ ἡμεῖς οὐ διεσώϑημεν. 21 ἐπὶ συντρίμματι ϑυγατρὸς λαοῦ μου ἐσκοτώϑην· ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης. 22 μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλααδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις ϑυγατρὸς λαοῦ μου; 23 τίς δώσει κεϕαλῇ μου ὕδωρ καὶ ὀϕϑαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους ϑυγατρὸς λαοῦ μου; –

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 9

1 τίς δῴη μοι ἐν τῇ ἐρήμῳ σταϑμὸν ἔσχατον καὶ καταλείψω τὸν λαόν μου καὶ ἀπελεύσομαι ἀπ᾽ αὐτῶν; ὅτι πάντες μοιχῶνται, σύνοδος ἀϑετούντων. 2 καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον· ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν εἰς κακὰ ἐξήλϑοσαν καὶ ἐμὲ οὐκ ἔγνωσαν. 3 ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ ϕυλάξασϑε καὶ ἐπ᾽ ἀδελϕοῖς αὐτῶν μὴ πεποίϑατε, ὅτι πᾶς ἀδελϕὸς πτέρνῃ πτερνιεῖ, καὶ πᾶς ϕίλος δολίως πορεύσεται. 4 ἕκαστος κατὰ τοῦ ϕίλου αὐτοῦ καταπαίξεται, ἀλήϑειαν οὐ μὴ λαλήσωσιν· μεμάϑηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠδίκησαν καὶ οὐ διέλιπον τοῦ ἐπιστρέψαι. 5 τόκος ἐπὶ τόκῳ, δόλος ἐπὶ δόλῳ· οὐκ ἤϑελον εἰδέναι με. 6 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς καὶ δοκιμῶ αὐτούς, ὅτι ποιήσω ἀπὸ προσώπου πονηρίας ϑυγατρὸς λαοῦ μου. 7 βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν· τῷ πλησίον αὐτοῦ λαλεῖ εἰρηνικὰ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ἔχϑραν. 8 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει κύριος, ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; 9 Ἐπὶ τὰ ὄρη λάβετε κοπετὸν καὶ ἐπὶ τὰς τρίβους τῆς ἐρήμου ϑρῆνον, ὅτι ἐξέλιπον παρὰ τὸ μὴ εἶναι ἀνϑρώπους· οὐκ ἤκουσαν ϕωνὴν ὑπάρξεως· ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ καὶ ἕως κτηνῶν ἐξέστησαν, ᾤχοντο. 10 καὶ δώσω τὴν Ιερουσαλημ εἰς μετοικίαν καὶ εἰς κατοικητήριον δρακόντων καὶ τὰς πόλεις Ιουδα εἰς ἀϕανισμὸν ϑήσομαι παρὰ τὸ μὴ κατοικεῖσϑαι. 11 τίς ὁ ἄνϑρωπος ὁ συνετός, καὶ συνέτω τοῦτο, καὶ ᾧ λόγος στόματος κυρίου πρὸς αὐτόν, ἀναγγειλάτω ὑμῖν· ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ, ἀνήϕϑη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσϑαι αὐτήν; 12 καὶ εἶπεν κύριος πρός με Διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν, καὶ οὐκ ἤκουσαν τῆς ϕωνῆς μου, 13 ἀλλ᾽ ἐπορεύϑησαν ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας αὐτῶν τῆς κακῆς καὶ ὀπίσω τῶν εἰδώλων, ἃ ἐδίδαξαν αὐτοὺς οἱ πατέρες αὐτῶν, 14 διὰ τοῦτο τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ἀνάγκας καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς 15 καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔϑνεσιν, εἰς οὓς οὐκ ἐγίνωσκον αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ ἐπαποστελῶ ἐπ᾽ αὐτοὺς τὴν μάχαιραν ἕως τοῦ ἐξαναλῶσαι αὐτοὺς ἐν αὐτῇ. 16 τάδε λέγει κύριος Καλέσατε τὰς ϑρηνούσας καὶ ἐλϑέτωσαν, καὶ πρὸς τὰς σοϕὰς ἀποστείλατε καὶ ϕϑεγξάσϑωσαν 17 καὶ λαβέτωσαν ἐϕ᾽ ὑμᾶς ϑρῆνον, καὶ καταγαγέτωσαν οἱ ὀϕϑαλμοὶ ὑμῶν δάκρυα, καὶ τὰ βλέϕαρα ὑμῶν ῥείτω ὕδωρ. 18 ὅτι ϕωνὴ οἴκτου ἠκούσϑη ἐν Σιων Πῶς ἐταλαιπωρήσαμεν κατῃσχύνϑημεν σϕόδρα, ὅτι ἐγκατελίπομεν τὴν γῆν καὶ ἀπερρίψαμεν τὰ σκηνώματα ἡμῶν. 19 ἀκούσατε δή, γυναῖκες, λόγον ϑεοῦ, καὶ δεξάσϑω τὰ ὦτα ὑμῶν λόγους στόματος αὐτοῦ, καὶ διδάξατε τὰς ϑυγατέρας ὑμῶν οἶκτον καὶ γυνὴ τὴν πλησίον αὐτῆς ϑρῆνον. 20 ὅτι ἀνέβη ϑάνατος διὰ τῶν ϑυρίδων ὑμῶν, εἰσῆλϑεν εἰς τὴν γῆν ὑμῶν τοῦ ἐκτρῖψαι νήπια ἔξωϑεν καὶ νεανίσκους ἀπὸ τῶν πλατειῶν. 21 καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνϑρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν καὶ ὡς χόρτος ὀπίσω ϑερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων. 22 Τάδε λέγει κύριος Μὴ καυχάσϑω ὁ σοϕὸς ἐν τῇ σοϕίᾳ αὐτοῦ, καὶ μὴ καυχάσϑω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ μὴ καυχάσϑω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, 23 ἀλλ᾽ ἢ ἐν τούτῳ καυχάσϑω ὁ καυχώμενος, συνίειν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος ποιῶν ἔλεος καὶ κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ ϑέλημά μου, λέγει κύριος. 24 ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὐτῶν, 25 ἐπ᾽ Αἴγυπτον καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Εδωμ καὶ ἐπὶ υἱοὺς Αμμων καὶ ἐπὶ υἱοὺς Μωαβ καὶ ἐπὶ πάντα περικειρόμενον τὰ κατὰ πρόσωπον αὐτοῦ τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ· ὅτι πάντα τὰ ἔϑνη ἀπερίτμητα σαρκί, καὶ πᾶς οἶκος Ισραηλ ἀπερίτμητοι καρδίας αὐτῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 10

1 Ἀκούσατε τὸν λόγον κυρίου, ὃν ἐλάλησεν ἐϕ᾽ ὑμᾶς, οἶκος Ισραηλ· 2 τάδε λέγει κύριος Κατὰ τὰς ὁδοὺς τῶν ἐϑνῶν μὴ μανϑάνετε καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ ϕοβεῖσϑε, ὅτι ϕοβοῦνται αὐτὰ τοῖς προσώποις αὐτῶν. 3 ὅτι τὰ νόμιμα τῶν ἐϑνῶν μάταια· ξύλον ἐστὶν ἐκ τοῦ δρυμοῦ ἐκκεκομμένον, ἔργον τέκτονος καὶ χώνευμα· 4 ἀργυρίῳ καὶ χρυσίῳ κεκαλλωπισμένα ἐστίν· ἐν σϕύραις καὶ ἥλοις ἐστερέωσαν αὐτά, καὶ οὐ κινηϑήσονται· 9 ἀργύριον τορευτόν ἐστιν, οὐ πορεύσονται· ἀργύριον προσβλητὸν ἀπὸ Θαρσις ἥξει, χρυσίον Μωϕαζ καὶ χεὶρ χρυσοχόων, ἔργα τεχνιτῶν πάντα· ὑάκινϑον καὶ πορϕύραν ἐνδύσουσιν αὐτά· 5 αἰρόμενα ἀρϑήσονται, ὅτι οὐκ ἐπιβήσονται. μὴ ϕοβηϑῆτε αὐτά, ὅτι οὐ μὴ κακοποιήσωσιν, καὶ ἀγαϑὸν οὐκ ἔστιν ἐν αὐτοῖς. 11 οὕτως ἐρεῖτε αὐτοῖς Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσϑωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωϑεν τοῦ οὐρανοῦ τούτου. 12 κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ὁ ἀνορϑώσας τὴν οἰκουμένην ἐν τῇ σοϕίᾳ αὐτοῦ καὶ τῇ ϕρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανὸν 13 καὶ πλῆϑος ὕδατος ἐν οὐρανῷ καὶ ἀνήγαγεν νεϕέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ϕῶς ἐκ ϑησαυρῶν αὐτοῦ. 14 ἐμωράνϑη πᾶς ἄνϑρωπος ἀπὸ γνώσεως, κατῃσχύνϑη πᾶς χρυσοχόος ἐπὶ τοῖς γλυπτοῖς αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς· 15 μάταιά ἐστιν, ἔργα ἐμπεπαιγμένα, ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀπολοῦνται. 16 οὐκ ἔστιν τοιαύτη μερὶς τῷ Ιακωβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτὸς κληρονομία αὐτοῦ, κύριος ὄνομα αὐτῷ. 17 Συνήγαγεν ἔξωϑεν τὴν ὑπόστασίν σου, κατοικοῦσα ἐν ἐκλεκτοῖς. 18 ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἐν ϑλίψει, ὅπως εὑρεϑῇ ἡ πληγή σου· 19 οὐαὶ ἐπὶ συντρίμματί σου, ἀλγηρὰ ἡ πληγή σου. κἀγὼ εἶπα Ὄντως τοῦτο τὸ τραῦμά μου καὶ κατέλαβέν με· 20 ἡ σκηνή μου ἐταλαιπώρησεν ὤλετο, καὶ πᾶσαι αἱ δέρρεις μου διεσπάσϑησαν· οἱ υἱοί μου καὶ τὰ πρόβατά μου οὔκ εἰσιν, οὐκ ἔστιν ἔτι τόπος τῆς σκηνῆς μου, τόπος τῶν δέρρεών μου. 21 ὅτι οἱ ποιμένες ἠϕρονεύσαντο καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο οὐκ ἐνόησεν πᾶσα ἡ νομὴ καὶ διεσκορπίσϑησαν. 22 ϕωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται καὶ σεισμὸς μέγας ἐκ γῆς βορρᾶ τοῦ τάξαι τὰς πόλεις Ιουδα εἰς ἀϕανισμὸν καὶ κοίτην στρουϑῶν. 23 οἶδα, κύριε, ὅτι οὐχὶ τοῦ ἀνϑρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἀνὴρ πορεύσεται καὶ κατορϑώσει πορείαν αὐτοῦ. 24 παίδευσον ἡμᾶς, κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν ϑυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς. 25 ἔκχεον τὸν ϑυμόν σου ἐπὶ ἔϑνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεὰς αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο, ὅτι κατέϕαγον τὸν Ιακωβ καὶ ἐξανήλωσαν αὐτὸν καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 11

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων 2 Ἀκούσατε τοὺς λόγους τῆς διαϑήκης ταύτης. καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ· 3 καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἐπικατάρατος ὁ ἄνϑρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαϑήκης ταύτης, 4 ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ, ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς λέγων Ἀκούσατε τῆς ϕωνῆς μου καὶ ποιήσατε πάντα, ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσϑέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ϑεόν, 5 ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καϑὼς ἡ ἡμέρα αὕτη. καὶ ἀπεκρίϑην καὶ εἶπα Γένοιτο, κύριε. 6 καὶ εἶπεν κύριος πρός με Ἀνάγνωϑι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ λέγων Ἀκούσατε τοὺς λόγους τῆς διαϑήκης ταύτης καὶ ποιήσατε αὐτούς. 8 καὶ οὐκ ἐποίησαν. 9 καὶ εἶπεν κύριος πρός με Εὑρέϑη σύνδεσμος ἐν ἀνδράσιν Ιουδα καὶ ἐν τοῖς κατοικοῦσιν Ιερουσαλημ· 10 ἐπεστράϕησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἤϑελον εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω ϑεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ διεσκέδασαν οἶκος Ισραηλ καὶ οἶκος Ιουδα τὴν διαϑήκην μου, ἣν διεϑέμην πρὸς τοὺς πατέρας αὐτῶν. 11 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, ἐξ ὧν οὐ δυνήσονται ἐξελϑεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρός με, καὶ οὐκ εἰσακούσομαι αὐτῶν. 12 καὶ πορεύσονται πόλεις Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ κεκράξονται πρὸς τοὺς ϑεούς, οἷς αὐτοὶ ϑυμιῶσιν αὐτοῖς· μὴ σώσουσιν αὐτοὺς ἐν καιρῷ τῶν κακῶν αὐτῶν; 13 ὅτι κατ᾽ ἀριϑμὸν τῶν πόλεών σου ἦσαν ϑεοί σου, Ιουδα, καὶ κατ᾽ ἀριϑμὸν ἐξόδων τῆς Ιερουσαλημ ἐτάξατε βωμοὺς ϑυμιᾶν τῇ Βααλ. 14 καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ, ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν. 15 τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀϕελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, ἢ τούτοις διαϕεύξῃ; 16 ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου· εἰς ϕωνὴν περιτομῆς αὐτῆς ἀνήϕϑη πῦρ ἐπ᾽ αὐτήν, μεγάλη ἡ ϑλῖψις ἐπὶ σέ, ἠχρεώϑησαν οἱ κλάδοι αὐτῆς. 17 καὶ κύριος ὁ καταϕυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ ϑυμιᾶν αὐτοὺς τῇ Βααλ. 18 Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. 19 ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ ϑύεσϑαι οὐκ ἔγνων· ἐπ᾽ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησϑῇ ἔτι. 20 κύριε κρίνων δίκαια δοκιμάζων νεϕροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. 21 διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναϑωϑ τοὺς ζητοῦντας τὴν ψυχήν μου τοὺς λέγοντας Οὐ μὴ προϕητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου· εἰ δὲ μή, ἀποϑανῇ ἐν ταῖς χερσὶν ἡμῶν. 22 ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ᾽ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποϑανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ ϑυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ, 23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Αναϑωϑ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 12

1 Δίκαιος εἶ, κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐϑήνησαν πάντες οἱ ἀϑετοῦντες ἀϑετήματα; 2 ἐϕύτευσας αὐτοὺς καὶ ἐρριζώϑησαν, ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεϕρῶν αὐτῶν. 3 καὶ σύ, κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σϕαγῆς αὐτῶν. 4 ἕως πότε πενϑήσει ἡ γῆ καὶ πᾶς ὁ χόρτος τοῦ ἀγροῦ ξηρανϑήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠϕανίσϑησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν Οὐκ ὄψεται ὁ ϑεὸς ὁδοὺς ἡμῶν. 5 σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε· πῶς παρασκευάσῃ ἐϕ᾽ ἵπποις; καὶ ἐν γῇ εἰρήνης σὺ πέποιϑας· πῶς ποιήσεις ἐν ϕρυάγματι τοῦ Ιορδάνου; 6 ὅτι καὶ οἱ ἀδελϕοί σου καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠϑέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχϑησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσιν πρὸς σὲ καλά. 7 Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀϕῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχϑρῶν αὐτῆς. 8 ἐγενήϑη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ᾽ ἐμὲ τὴν ϕωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. 9 μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε συναγάγετε πάντα τὰ ϑηρία τοῦ ἀγροῦ, καὶ ἐλϑέτωσαν τοῦ ϕαγεῖν αὐτήν. 10 ποιμένες πολλοὶ διέϕϑειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιϑυμητήν μου εἰς ἔρημον ἄβατον· 11 ἐτέϑη εἰς ἀϕανισμὸν ἀπωλείας, δι᾽ ἐμὲ ἀϕανισμῷ ἠϕανίσϑη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιϑέμενος ἐν καρδίᾳ. 12 ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλϑον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ κυρίου καταϕάγεται ἀπ᾽ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί. 13 σπείρατε πυροὺς καὶ ἀκάνϑας ϑερίσατε· οἱ κλῆροι αὐτῶν οὐκ ὠϕελήσουσιν αὐτούς· αἰσχύνϑητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι κυρίου. 14 Ὅτι τάδε λέγει κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ισραηλ Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν Ιουδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν. 15 καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ. 16 καὶ ἔσται ἐὰν μαϑόντες μάϑωσιν τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ ὀνόματί μου Ζῇ κύριος, καϑὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βααλ, καὶ οἰκοδομηϑήσονται ἐν μέσῳ τοῦ λαοῦ μου· 17 ἐὰν δὲ μὴ ἐπιστρέψωσιν, καὶ ἐξαρῶ τὸ ἔϑνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 13

1 Τάδε λέγει κύριος Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίϑου περὶ τὴν ὀσϕύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται. 2 καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέϑηκα περὶ τὴν ὀσϕύν μου. 3 καὶ ἐγενήϑη λόγος κυρίου πρός με λέγων 4 Λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσϕύν σου καὶ ἀνάστηϑι καὶ βάδισον ἐπὶ τὸν Εὐϕράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας. 5 καὶ ἐπορεύϑην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐϕράτῃ, καϑὼς ἐνετείλατό μοι κύριος. 6 καὶ ἐγένετο μεϑ᾽ ἡμέρας πολλὰς καὶ εἶπεν κύριος πρός με Ἀνάστηϑι βάδισον ἐπὶ τὸν Εὐϕράτην καὶ λαβὲ ἐκεῖϑεν τὸ περίζωμα, ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ. 7 καὶ ἐπορεύϑην ἐπὶ τὸν Εὐϕράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου, οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεϕϑαρμένον ἦν, ὃ οὐ μὴ χρησϑῇ εἰς οὐϑέν. 8 καὶ ἐγενήϑη λόγος κυρίου πρός με λέγων 9 Τάδε λέγει κύριος Οὕτω ϕϑερῶ τὴν ὕβριν Ιουδα καὶ τὴν ὕβριν Ιερουσαλημ, 10 τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευϑέντας ὀπίσω ϑεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησϑήσεται εἰς οὐϑέν. 11 ὅτι καϑάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσϕὺν τοῦ ἀνϑρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ισραηλ καὶ πᾶν οἶκον Ιουδα τοῦ γενέσϑαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου. 12 καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον Πᾶς ἀσκὸς πληρωϑήσεται οἴνου. καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Μὴ γνόντες οὐ γνωσόμεϑα ὅτι πᾶς ἀσκὸς πληρωϑήσεται οἴνου; 13 καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καϑημένους υἱοὺς Δαυιδ ἐπὶ ϑρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς προϕήτας καὶ τὸν Ιουδαν καὶ πάντας τοὺς κατοικοῦντας Ιερουσαλημ μεϑύσματι 14 καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελϕὸν αὐτοῦ καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ· οὐκ ἐπιποϑήσω, λέγει κύριος, καὶ οὐ ϕείσομαι καὶ οὐκ οἰκτιρήσω ἀπὸ διαϕϑορᾶς αὐτῶν. 15 Ἀκούσατε καὶ ἐνωτίσασϑε καὶ μὴ ἐπαίρεσϑε, ὅτι κύριος ἐλάλησεν. 16 δότε τῷ κυρίῳ ϑεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸς τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ᾽ ὄρη σκοτεινὰ καὶ ἀναμενεῖτε εἰς ϕῶς καὶ ἐκεῖ σκιὰ ϑανάτου καὶ τεϑήσονται εἰς σκότος. 17 ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀϕϑαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου. 18 εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσιν Ταπεινώϑητε καὶ καϑίσατε, ὅτι καϑῃρέϑη ἀπὸ κεϕαλῆς ὑμῶν στέϕανος δόξης ὑμῶν. 19 πόλεις αἱ πρὸς νότον συνεκλείσϑησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀπῳκίσϑη Ιουδας, συνετέλεσεν ἀποικίαν τελείαν. 20 Ἀνάλαβε ὀϕϑαλμούς σου, Ιερουσαλημ, καὶ ἰδὲ τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστιν τὸ ποίμνιον, ὃ ἐδόϑη σοι, πρόβατα δόξης σου; 21 τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαϑήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καϑέξουσίν σε καϑὼς γυναῖκα τίκτουσαν; 22 καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου Διὰ τί ἀπήντησέν μοι ταῦτα; διὰ τὸ πλῆϑος τῆς ἀδικίας σου ἀνεκαλύϕϑη τὰ ὀπίσϑιά σου παραδειγματισϑῆναι τὰς πτέρνας σου. 23 εἰ ἀλλάξεται Αἰϑίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσϑε εὖ ποιῆσαι μεμαϑηκότες τὰ κακά. 24 καὶ διέσπειρα αὐτοὺς ὡς ϕρύγανα ϕερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον. 25 οὗτος ὁ κλῆρός σου καὶ μερὶς τοῦ ἀπειϑεῖν ὑμᾶς ἐμοί, λέγει κύριος, ὡς ἐπελάϑου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν. 26 κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀϕϑήσεται ἡ ἀτιμία σου. 27 καὶ ἡ μοιχεία σου καὶ ὁ χρεμετισμός σου καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου, ἐπὶ τῶν βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου· οὐαί σοι, Ιερουσαλημ, ὅτι οὐκ ἐκαϑαρίσϑης ὀπίσω μου, ἕως τίνος ἔτι;

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 14

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν περὶ τῆς ἀβροχίας 2 Ἐπένϑησεν ἡ Ιουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώϑησαν καὶ ἐσκοτώϑησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ιερουσαλημ ἀνέβη. 3 καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐϕ᾽ ὕδωρ· ἤλϑοσαν ἐπὶ τὰ ϕρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά. 4 καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνϑησαν γεωργοί, ἐπεκάλυψαν τὴν κεϕαλὴν αὐτῶν. 5 καὶ ἔλαϕοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη. 6 ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀϕϑαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας. – 7 εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, κύριε, ποίησον ἡμῖν ἕνεκεν σοῦ, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σοῦ, ὅτι σοὶ ἡμάρτομεν. 8 ὑπομονὴ Ισραηλ, κύριε, καὶ σῴζεις ἐν καιρῷ κακῶν· ἵνα τί ἐγενήϑης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς καὶ ὡς αὐτόχϑων ἐκκλίνων εἰς κατάλυμα; 9 μὴ ἔσῃ ὥσπερ ἄνϑρωπος ὑπνῶν ἢ ὡς ἀνὴρ οὐ δυνάμενος σῴζειν; καὶ σὺ ἐν ἡμῖν εἶ, κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐϕ᾽ ἡμᾶς· μὴ ἐπιλάϑῃ ἡμῶν. – 10 οὕτως λέγει κύριος τῷ λαῷ τούτῳ Ἠγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐϕείσαντο, καὶ ὁ ϑεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· νῦν μνησϑήσεται τῶν ἀδικιῶν αὐτῶν. 11 καὶ εἶπεν κύριος πρός με Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαϑά· 12 ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν, καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ ϑυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ϑανάτῳ ἐγὼ συντελέσω αὐτούς. 13 καὶ εἶπα Ὦ κύριε, ἰδοὺ οἱ προϕῆται αὐτῶν προϕητεύουσιν καὶ λέγουσιν Οὐκ ὄψεσϑε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήϑειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ. 14 καὶ εἶπεν κύριος πρός με Ψευδῆ οἱ προϕῆται προϕητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προϕητεύουσιν ὑμῖν. 15 διὰ τοῦτο τάδε λέγει κύριος περὶ τῶν προϕητῶν τῶν προϕητευόντων ἐπὶ τῷ ὀνόματί μου ψευδῆ, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς, οἳ λέγουσιν Μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης Ἐν ϑανάτῳ νοσερῷ ἀποϑανοῦνται, καὶ ἐν λιμῷ συντελεσϑήσονται οἱ προϕῆται· 16 καὶ ὁ λαός, οἷς αὐτοὶ προϕητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐρριμμένοι ἐν ταῖς διόδοις Ιερουσαλημ ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ὁ ϑάπτων αὐτούς, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ ϑυγατέρες αὐτῶν· καὶ ἐκχεῶ ἐπ᾽ αὐτοὺς τὰ κακὰ αὐτῶν. 17 καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον Καταγάγετε ἐπ᾽ ὀϕϑαλμοὺς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός, καὶ μὴ διαλιπέτωσαν, ὅτι συντρίμματι συνετρίβη ϑυγάτηρ λαοῦ μου καὶ πληγῇ ὀδυνηρᾷ σϕόδρα. 18 ἐὰν ἐξέλϑω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας, καὶ ἐὰν εἰσέλϑω εἰς τὴν πόλιν, καὶ ἰδοὺ πόνος λιμοῦ· ὅτι ἱερεὺς καὶ προϕήτης ἐπορεύϑησαν εἰς γῆν, ἣν οὐκ ᾔδεισαν. – 19 μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ιουδαν, καὶ ἀπὸ Σιων ἀπέστη ἡ ψυχή σου; ἵνα τί ἔπαισας ἡμᾶς, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαϑά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή. 20 ἔγνωμεν, κύριε, ἁμαρτήματα ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου. 21 κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς ϑρόνον δόξης σου· μνήσϑητι, μὴ διασκεδάσῃς τὴν διαϑήκην σου τὴν μεϑ᾽ ἡμῶν. 22 μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐϑνῶν ὑετίζων; καὶ εἰ ὁ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ; οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 15

1 Καὶ εἶπεν κύριος πρός με Ἐὰν στῇ Μωϋσῆς καὶ Σαμουηλ πρὸ προσώπου μου, οὐκ ἔστιν ἡ ψυχή μου πρὸς αὐτούς· ἐξαπόστειλον τὸν λαὸν τοῦτον, καὶ ἐξελϑέτωσαν. 2 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ποῦ ἐξελευσόμεϑα; καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ὅσοι εἰς ϑάνατον, εἰς ϑάνατον· καὶ ὅσοι εἰς μάχαιραν, εἰς μάχαιραν· καὶ ὅσοι εἰς λιμόν, εἰς λιμόν· καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλωσίαν. 3 καὶ ἐκδικήσω ἐπ᾽ αὐτοὺς τέσσαρα εἴδη, λέγει κύριος, τὴν μάχαιραν εἰς σϕαγὴν καὶ τοὺς κύνας εἰς διασπασμὸν καὶ τὰ ϑηρία τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ εἰς βρῶσιν καὶ εἰς διαϕϑοράν. 4 καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς διὰ Μανασση υἱὸν Εζεκιου βασιλέα Ιουδα περὶ πάντων, ὧν ἐποίησεν ἐν Ιερουσαλημ. 5 τίς ϕείσεται ἐπὶ σοί, Ιερουσαλημ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει εἰς εἰρήνην σοι; 6 σὺ ἀπεστράϕης με, λέγει κύριος, ὀπίσω πορεύσῃ, καὶ ἐκτενῶ τὴν χεῖρά μου καὶ διαϕϑερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς. 7 καὶ διασπερῶ αὐτοὺς ἐν διασπορᾷ· ἐν πύλαις λαοῦ μου ἠτεκνώϑησαν, ἀπώλεσαν τὸν λαόν μου διὰ τὰς κακίας αὐτῶν. 8 ἐπληϑύνϑησαν χῆραι αὐτῶν ὑπὲρ τὴν ἄμμον τῆς ϑαλάσσης· ἐπήγαγον ἐπὶ μητέρα νεανίσκου ταλαιπωρίαν ἐν μεσημβρίᾳ, ἐπέρριψα ἐπ᾽ αὐτὴν ἐξαίϕνης τρόμον καὶ σπουδήν. 9 ἐκενώϑη ἡ τίκτουσα ἑπτά, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς, ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης τῆς ἡμέρας, κατῃσχύνϑη καὶ ὠνειδίσϑη· τοὺς καταλοίπους αὐτῶν εἰς μάχαιραν δώσω ἐναντίον τῶν ἐχϑρῶν αὐτῶν. 10 Οἴμμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες; ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ· οὔτε ὠϕέλησα, οὔτε ὠϕέλησέν με οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με. 11 γένοιτο, δέσποτα, κατευϑυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν καὶ ἐν καιρῷ ϑλίψεως αὐτῶν εἰς ἀγαϑὰ πρὸς τὸν ἐχϑρόν. – 12 εἰ γνωσϑήσεται σίδηρος; καὶ περιβόλαιον χαλκοῦν 13 ἡ ἰσχύς σου. καὶ τοὺς ϑησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου. 14 καὶ καταδουλώσω σε κύκλῳ τοῖς ἐχϑροῖς σου ἐν τῇ γῇ, ᾗ οὐκ ᾔδεις· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ ϑυμοῦ μου, ἐϕ᾽ ὑμᾶς καυϑήσεται. 15 Κύριε, μνήσϑητί μου καὶ ἐπίσκεψαί με καὶ ἀϑῴωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροϑυμίαν· γνῶϑι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν 16 ὑπὸ τῶν ἀϑετούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐϕροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ᾽ ἐμοί, κύριε παντοκράτωρ. 17 οὐκ ἐκάϑισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλὰ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου· κατὰ μόνας ἐκαϑήμην, ὅτι πικρίας ἐνεπλήσϑην. 18 ἵνα τί οἱ λυποῦντές με κατισχύουσίν μου; ἡ πληγή μου στερεά, πόϑεν ἰαϑήσομαι; γινομένη ἐγενήϑη μοι ὡς ὕδωρ ψευδὲς οὐκ ἔχον πίστιν. – 19 διὰ τοῦτο τάδε λέγει κύριος Ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε, καὶ πρὸ προσώπου μου στήσῃ· καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ· καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σέ, καὶ σὺ οὐκ ἀναστρέψεις πρὸς αὐτούς. 20 καὶ δώσω σε τῷ λαῷ τούτῳ ὡς τεῖχος ὀχυρὸν χαλκοῦν, καὶ πολεμήσουσιν πρὸς σὲ καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ εἰμι τοῦ σῴζειν σε 21 καὶ ἐξαιρεῖσϑαί σε ἐκ χειρὸς πονηρῶν καὶ λυτρώσομαί σε ἐκ χειρὸς λοιμῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 16

1 Καὶ σὺ μὴ λάβῃς γυναῖκα, λέγει κύριος ὁ ϑεὸς Ισραηλ, 2 καὶ οὐ γεννηϑήσεταί σοι υἱὸς οὐδὲ ϑυγάτηρ ἐν τῷ τόπῳ τούτῳ. 3 ὅτι τάδε λέγει κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν ϑυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν αὐτοὺς καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ γῇ ταύτῃ 4 Ἐν ϑανάτῳ νοσερῷ ἀποϑανοῦνται, οὐ κοπήσονται καὶ οὐ ταϕήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται καὶ τοῖς ϑηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται καὶ ἐν λιμῷ συντελεσϑήσονται. 5 τάδε λέγει κύριος Μὴ εἰσέλϑῃς εἰς ϑίασον αὐτῶν καὶ μὴ πορευϑῇς τοῦ κόψασϑαι καὶ μὴ πενϑήσῃς αὐτούς, ὅτι ἀϕέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου. 6 οὐ μὴ κόψωνται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσωσιν καὶ οὐ ξυρήσονται, 7 καὶ οὐ μὴ κλασϑῇ ἄρτος ἐν πένϑει αὐτῶν εἰς παράκλησιν ἐπὶ τεϑνηκότι, οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ. 8 εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ συγκαϑίσαι μετ᾽ αὐτῶν τοῦ ϕαγεῖν καὶ πιεῖν. 9 διότι τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἰδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου ἐνώπιον τῶν ὀϕϑαλμῶν ὑμῶν καὶ ἐν ταῖς ἡμέραις ὑμῶν ϕωνὴν χαρᾶς καὶ ϕωνὴν εὐϕροσύνης, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης. 10 καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ῥήματα ταῦτα καὶ εἴπωσιν πρὸς σέ Διὰ τί ἐλάλησεν κύριος ἐϕ᾽ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; τίς ἡ ἀδικία ἡμῶν; καὶ τίς ἡ ἁμαρτία ἡμῶν, ἣν ἡμάρτομεν ἔναντι κυρίου τοῦ ϑεοῦ ἡμῶν; 11 καὶ ἐρεῖς αὐτοῖς Ἀνϑ ὧν ἐγκατέλιπόν με οἱ πατέρες ὑμῶν, λέγει κύριος, καὶ ᾤχοντο ὀπίσω ϑεῶν ἀλλοτρίων καὶ ἐδούλευσαν αὐτοῖς καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐϕυλάξαντο, 12 καὶ ὑμεῖς ἐπονηρεύσασϑε ὑπὲρ τοὺς πατέρας ὑμῶν καὶ ἰδοὺ ὑμεῖς πορεύεσϑε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς τοῦ μὴ ὑπακούειν μου, 13 καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ ϑεοῖς ἑτέροις, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος. 14 Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ κύριος ὁ ἀναγαγὼν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου, 15 ἀλλά Ζῇ κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ισραηλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἐξώσϑησαν ἐκεῖ· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν. – 16 ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλεεῖς τοὺς πολλούς, λέγει κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ τοὺς πολλοὺς ϑηρευτάς, καὶ ϑηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν. 17 ὅτι οἱ ὀϕϑαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀϕϑαλμῶν μου. 18 καὶ ἀνταποδώσω διπλᾶς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐϕ᾽ αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς ϑνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου. – 19 κύριε ἰσχύς μου καὶ βοήϑειά μου καὶ καταϕυγή μου ἐν ἡμέρᾳ κακῶν, πρὸς σὲ ἔϑνη ἥξουσιν ἀπ᾽ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠϕέλημα. 20 εἰ ποιήσει ἑαυτῷ ἄνϑρωπος ϑεούς; καὶ οὗτοι οὔκ εἰσιν ϑεοί. 21 διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 17

5 Ἐπικατάρατος ὁ ἄνϑρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνϑρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ᾽ αὐτόν, καὶ ἀπὸ κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ· 6 καὶ ἔσται ὡς ἡ ἀγριομυρίκη ἡ ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλϑῃ τὰ ἀγαϑά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται. 7 καὶ εὐλογημένος ὁ ἄνϑρωπος, ὃς πέποιϑεν ἐπὶ τῷ κυρίῳ, καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ· 8 καὶ ἔσται ὡς ξύλον εὐϑηνοῦν παρ᾽ ὕδατα καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ ϕοβηϑήσεται ὅταν ἔλϑῃ καῦμα, καὶ ἔσται ἐπ᾽ αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ ϕοβηϑήσεται καὶ οὐ διαλείψει ποιῶν καρπόν. – 9 βαϑεῖα ἡ καρδία παρὰ πάντα, καὶ ἄνϑρωπός ἐστιν· καὶ τίς γνώσεται αὐτόν; 10 ἐγὼ κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεϕροὺς τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ. – 11 ἐϕώνησεν πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ᾽ ἐσχάτων αὐτοῦ ἔσται ἄϕρων. 12 Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν 13 ὑπομονὴ Ισραηλ κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνϑήτωσαν, ἀϕεστηκότες ἐπὶ τῆς γῆς γραϕήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον. – 14 ἴασαί με, κύριε, καὶ ἰαϑήσομαι· σῶσόν με, καὶ σωϑήσομαι· ὅτι καύχημά μου σὺ εἶ. 15 ἰδοὺ αὐτοὶ λέγουσι πρός με Ποῦ ἐστιν ὁ λόγος κυρίου; ἐλϑάτω. 16 ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουϑῶν ὀπίσω σου καὶ ἡμέραν ἀνϑρώπου οὐκ ἐπεϑύμησα, σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστιν. 17 μὴ γενηϑῇς μοι εἰς ἀλλοτρίωσιν ϕειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ. 18 καταισχυνϑήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνϑείην ἐγώ· πτοηϑείησαν αὐτοί, καὶ μὴ πτοηϑείην ἐγώ· ἐπάγαγε ἐπ᾽ αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον αὐτούς. 19 Τάδε λέγει κύριος Βάδισον καὶ στῆϑι ἐν πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ιουδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ιερουσαλημ 20 καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον κυρίου, βασιλεῖς Ιουδα καὶ πᾶσα Ιουδαία καὶ πᾶσα Ιερουσαλημ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις, 21 τάδε λέγει κύριος Φυλάσσεσϑε τὰς ψυχὰς ὑμῶν καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσϑε ταῖς πύλαις Ιερουσαλημ 22 καὶ μὴ ἐκϕέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καϑὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν 23 καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασϑαι παιδείαν. 24 καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητέ μου, λέγει κύριος, τοῦ μὴ εἰσϕέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον, 25 καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καϑήμενοι ἐπὶ ϑρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐϕ᾽ ἅρμασιν καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, καὶ κατοικισϑήσεται ἡ πόλις αὕτη εἰς τὸν αἰῶνα. 26 καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ιουδα καὶ κυκλόϑεν Ιερουσαλημ καὶ ἐκ γῆς Βενιαμιν καὶ ἐκ τῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον ϕέροντες ὁλοκαυτώματα καὶ ϑυσίαν καὶ ϑυμιάματα καὶ μαναα καὶ λίβανον, ϕέροντες αἴνεσιν εἰς οἶκον κυρίου. 27 καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσϑαι ταῖς πύλαις Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς, καὶ καταϕάγεται ἄμϕοδα Ιερουσαλημ καὶ οὐ σβεσϑήσεται.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 18

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων 2 Ἀνάστηϑι καὶ κατάβηϑι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. 3 καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίϑων· 4 καὶ διέπεσεν τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καϑὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι. 5 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 6 Εἰ καϑὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ισραηλ; ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσίν μου. 7 πέρας λαλήσω ἐπὶ ἔϑνος ἢ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν, 8 καὶ ἐπιστραϕῇ τὸ ἔϑνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς· 9 καὶ πέρας λαλήσω ἐπὶ ἔϑνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσϑαι καὶ τοῦ καταϕυτεύεσϑαι, 10 καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς ϕωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαϑῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς. 11 καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ Ἰδοὺ ἐγὼ πλάσσω ἐϕ᾽ ὑμᾶς κακὰ καὶ λογίζομαι ἐϕ᾽ ὑμᾶς λογισμόν· ἀποστραϕήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν. 12 καὶ εἶπαν Ἀνδριούμεϑα, ὅτι ὀπίσω τῶν ἀποστροϕῶν ἡμῶν πορευσόμεϑα καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν. 13 διὰ τοῦτο τάδε λέγει κύριος Ἐρωτήσατε δὴ ἐν ἔϑνεσιν Τίς ἤκουσεν τοιαῦτα ϕρικτά, ἃ ἐποίησεν σϕόδρα παρϑένος Ισραηλ; 14 μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ ϕερόμενον; 15 ὅτι ἐπελάϑοντό μου ὁ λαός μου, εἰς κενὸν ἐϑυμίασαν· καὶ ἀσϑενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν 16 τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀϕανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι δι᾽ αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεϕαλὴν αὐτῶν. 17 ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχϑρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν. 18 Καὶ εἶπαν Δεῦτε λογισώμεϑα ἐπὶ Ιερεμιαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προϕήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεϑα πάντας τοὺς λόγους αὐτοῦ. – 19 εἰσάκουσόν μου, κύριε, καὶ εἰσάκουσον τῆς ϕωνῆς τοῦ δικαιώματός μου. 20 εἰ ἀνταποδίδοται ἀντὶ ἀγαϑῶν κακά; ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσϑητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαϑὰ τοῦ ἀποστρέψαι τὸν ϑυμόν σου ἀπ᾽ αὐτῶν. 21 διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄϑροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσϑωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσϑωσαν ἀνῃρημένοι ϑανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ. 22 γενηϑήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ᾽ αὐτοὺς λῃστὰς ἄϕνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ᾽ ἐμέ. 23 καὶ σύ, κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ᾽ ἐμὲ εἰς ϑάνατον· μὴ ἀϑῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσϑω ἡ ἀσϑένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ ϑυμοῦ σου ποίησον ἐν αὐτοῖς.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 19

1 Τότε εἶπεν κύριος πρός με Βάδισον καὶ κτῆσαι βῖκον πεπλασμένον ὀστράκινον καὶ ἄξεις ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ ἀπὸ τῶν πρεσβυτέρων τῶν ἱερέων 2 καὶ ἐξελεύσῃ εἰς τὸ πολυάνδριον υἱῶν τῶν τέκνων αὐτῶν, ὅ ἐστιν ἐπὶ τῶν προϑύρων πύλης τῆς χαρσιϑ, καὶ ἀνάγνωϑι ἐκεῖ πάντας τοὺς λόγους, οὓς ἂν λαλήσω πρὸς σέ, 3 καὶ ἐρεῖς αὐτοῖς Ἀκούσατε τὸν λόγον κυρίου, βασιλεῖς Ιουδα καὶ ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμϕότερα τὰ ὦτα αὐτοῦ 4 ἀνϑ᾽ ὧν ἐγκατέλιπόν με καὶ ἀπηλλοτρίωσαν τὸν τόπον τοῦτον καὶ ἐϑυμίασαν ἐν αὐτῷ ϑεοῖς ἀλλοτρίοις, οἷς οὐκ ᾔδεισαν αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν, καὶ οἱ βασιλεῖς Ιουδα ἔπλησαν τὸν τόπον τοῦτον αἱμάτων ἀϑῴων 5 καὶ ᾠκοδόμησαν ὑψηλὰ τῇ Βααλ τοῦ κατακαίειν τοὺς υἱοὺς αὐτῶν ἐν πυρί, ἃ οὐκ ἐνετειλάμην οὐδὲ ἐλάλησα οὐδὲ διενοήϑην ἐν τῇ καρδίᾳ μου. 6 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐ κληϑήσεται τῷ τόπῳ τούτῳ ἔτι Διάπτωσις καὶ Πολυάνδριον υἱοῦ Εννομ, ἀλλ᾽ ἢ Πολυάνδριον τῆς σϕαγῆς. 7 καὶ σϕάξω τὴν βουλὴν Ιουδα καὶ τὴν βουλὴν Ιερουσαλημ ἐν τῷ τόπῳ τούτῳ καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχϑρῶν αὐτῶν καὶ ἐν χερσὶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς. 8 καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀϕανισμὸν καὶ εἰς συριγμόν· πᾶς ὁ παραπορευόμενος ἐπ᾽ αὐτῆς σκυϑρωπάσει καὶ συριεῖ ὑπὲρ πάσης τῆς πληγῆς αὐτῆς. 9 καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν αὐτῶν καὶ τὰς σάρκας τῶν ϑυγατέρων αὐτῶν, καὶ ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδονται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχϑροὶ αὐτῶν. 10 καὶ συντρίψεις τὸν βῖκον κατ᾽ ὀϕϑαλμοὺς τῶν ἀνδρῶν τῶν ἐκπορευομένων μετὰ σοῦ 11 καὶ ἐρεῖς Τάδε λέγει κύριος Οὕτως συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην, καϑὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δυνήσεται ἰαϑῆναι ἔτι. 12 οὕτως ποιήσω, λέγει κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ τοῦ δοϑῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν. 13 καὶ οἱ οἶκοι Ιερουσαλημ καὶ οἱ οἶκοι βασιλέων Ιουδα ἔσονται καϑὼς ὁ τόπος ὁ διαπίπτων τῶν ἀκαϑαρσιῶν ἐν πάσαις ταῖς οἰκίαις, ἐν αἷς ἐϑυμίασαν ἐπὶ τῶν δωμάτων αὐτῶν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἔσπεισαν σπονδὰς ϑεοῖς ἀλλοτρίοις. – 14 καὶ ἦλϑεν Ιερεμιας ἀπὸ τῆς διαπτώσεως, οὗ ἀπέστειλεν αὐτὸν κύριος ἐκεῖ τοῦ προϕητεῦσαι, καὶ ἔστη ἐν τῇ αὐλῇ οἴκου κυρίου καὶ εἶπε πρὸς πάντα τὸν λαόν 15 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ πάσας τὰς πόλεις αὐτῆς καὶ ἐπὶ τὰς κώμας αὐτῆς ἅπαντα τὰ κακά, ἃ ἐλάλησα ἐπ᾽ αὐτήν, ὅτι ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν τοῦ μὴ εἰσακούειν τῶν λόγων μου.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 20

1 Καὶ ἤκουσεν Πασχωρ υἱὸς Εμμηρ ὁ ἱερεύς, καὶ οὗτος ἦν καϑεσταμένος ἡγούμενος οἴκου κυρίου, τοῦ Ιερεμιου προϕητεύοντος τοὺς λόγους τούτους. 2 καὶ ἐπάταξεν αὐτὸν καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρράκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ κυρίου. 3 καὶ ἐξήγαγεν Πασχωρ τὸν Ιερεμιαν ἐκ τοῦ καταρράκτου, καὶ εἶπεν αὐτῷ Ιερεμιας Οὐχὶ Πασχωρ ἐκάλεσεν κύριος τὸ ὄνομά σου, ἀλλ᾽ ἢ Μέτοικον· 4 διότι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς ϕίλοις σου, καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχϑρῶν αὐτῶν, καὶ οἱ ὀϕϑαλμοί σου ὄψονται, καὶ σὲ καὶ πάντα Ιουδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίραις· 5 καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς πόνους αὐτῆς καὶ πάντας τοὺς ϑησαυροὺς τοῦ βασιλέως Ιουδα εἰς χεῖρας ἐχϑρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα. 6 καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύσεσϑε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποϑανῇ καὶ ἐκεῖ ταϕήσῃ, σὺ καὶ πάντες οἱ ϕίλοι σου, οἷς ἐπροϕήτευσας αὐτοῖς ψευδῆ. 7 Ἠπάτησάς με, κύριε, καὶ ἠπατήϑην, ἐκράτησας καὶ ἠδυνάσϑης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος· 8 ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀϑεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγενήϑη λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν μου. 9 καὶ εἶπα Οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ· καὶ ἐγένετο ὡς πῦρ καιόμενον ϕλέγον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοϑεν καὶ οὐ δύναμαι ϕέρειν. 10 ὅτι ἤκουσα ψόγον πολλῶν συναϑροιζομένων κυκλόϑεν Ἐπισύστητε καὶ ἐπισυστῶμεν αὐτῷ, πάντες ἄνδρες ϕίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηϑήσεται καὶ δυνησόμεϑα αὐτῷ καὶ λημψόμεϑα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ. 11 καὶ κύριος μετ᾽ ἐμοῦ καϑὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνϑησαν σϕόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι᾽ αἰῶνος οὐκ ἐπιλησϑήσονται. 12 κύριε δοκιμάζων δίκαια συνίων νεϕροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὰ ἀπολογήματά μου. – 13 ᾄσατε τῷ κυρίῳ, αἰνέσατε αὐτῷ, ὅτι ἐξείλατο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένων. – 14 ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐτέχϑην ἐν αὐτῇ· ἡ ἡμέρα, ἐν ᾗ ἔτεκέν με ἡ μήτηρ μου, μὴ ἔστω ἐπευκτή. 15 ἐπικατάρατος ὁ ἄνϑρωπος ὁ εὐαγγελισάμενος τῷ πατρί μου λέγων Ἐτέχϑη σοι ἄρσεν, εὐϕραινόμενος. 16 ἔστω ὁ ἄνϑρωπος ἐκεῖνος ὡς αἱ πόλεις, ἃς κατέστρεψεν κύριος ἐν ϑυμῷ καὶ οὐ μετεμελήϑη, ἀκουσάτω κραυγῆς τὸ πρωῒ καὶ ἀλαλαγμοῦ μεσημβρίας, 17 ὅτι οὐκ ἀπέκτεινέν με ἐν μήτρᾳ μητρὸς καὶ ἐγένετό μοι ἡ μήτηρ μου τάϕος μου καὶ ἡ μήτρα συλλήμψεως αἰωνίας. 18 ἵνα τί τοῦτο ἐξῆλϑον ἐκ μήτρας τοῦ βλέπειν κόπους καὶ πόνους, καὶ διετέλεσαν ἐν αἰσχύνῃ αἱ ἡμέραι μου;

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 21

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν, ὅτε ἀπέστειλεν πρὸς αὐτὸν ὁ βασιλεὺς Σεδεκιας τὸν Πασχωρ υἱὸν Μελχιου καὶ Σοϕονιαν υἱὸν Μαασαιου τὸν ἱερέα λέγων 2 Ἐπερώτησον περὶ ἡμῶν τὸν κύριον, ὅτι βασιλεὺς Βαβυλῶνος ἐϕέστηκεν ἐϕ᾽ ἡμᾶς, εἰ ποιήσει κύριος κατὰ πάντα τὰ ϑαυμάσια αὐτοῦ, καὶ ἀπελεύσεται ἀϕ᾽ ἡμῶν. 3 καὶ εἶπεν πρὸς αὐτοὺς Ιερεμιας Οὕτως ἐρεῖτε πρὸς Σεδεκιαν βασιλέα Ιουδα 4 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ μεταστρέϕω τὰ ὅπλα τὰ πολεμικά, ἐν οἷς ὑμεῖς πολεμεῖτε ἐν αὐτοῖς πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωϑεν τοῦ τείχους, εἰς τὸ μέσον τῆς πόλεως ταύτης 5 καὶ πολεμήσω ἐγὼ ὑμᾶς ἐν χειρὶ ἐκτεταμένῃ καὶ ἐν βραχίονι κραταιῷ μετὰ ϑυμοῦ καὶ ὀργῆς καὶ παροργισμοῦ μεγάλου 6 καὶ πατάξω πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ταύτῃ, τοὺς ἀνϑρώπους καὶ τὰ κτήνη, ἐν ϑανάτῳ μεγάλῳ, καὶ ἀποϑανοῦνται. 7 καὶ μετὰ ταῦτα – οὕτως λέγει κύριος – δώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς παῖδας αὐτοῦ καὶ τὸν λαὸν τὸν καταλειϕϑέντα ἐν τῇ πόλει ταύτῃ ἀπὸ τοῦ ϑανάτου καὶ ἀπὸ τοῦ λιμοῦ καὶ ἀπὸ τῆς μαχαίρας εἰς χεῖρας ἐχϑρῶν αὐτῶν τῶν ζητούντων τὰς ψυχὰς αὐτῶν, καὶ κατακόψουσιν αὐτοὺς ἐν στόματι μαχαίρας· οὐ ϕείσομαι ἐπ᾽ αὐτοῖς καὶ οὐ μὴ οἰκτιρήσω αὐτούς. 8 καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς καὶ τὴν ὁδὸν τοῦ ϑανάτου· 9 ὁ καϑήμενος ἐν τῇ πόλει ταύτῃ ἀποϑανεῖται ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς σκῦλα, καὶ ζήσεται. 10 διότι ἐστήρικα τὸ πρόσωπόν μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαϑά· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοϑήσεται, καὶ κατακαύσει αὐτὴν ἐν πυρί. – 11 ὁ οἶκος βασιλέως Ιουδα, ἀκούσατε λόγον κυρίου· 12 οἶκος Δαυιδ, τάδε λέγει κύριος Κρίνατε τὸ πρωῒ κρίμα καὶ κατευϑύνατε καὶ ἐξέλεσϑε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν, ὅπως μὴ ἀναϕϑῇ ὡς πῦρ ἡ ὀργή μου καὶ καυϑήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων. 13 ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας Τίς πτοήσει ἡμᾶς; ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν; 14 καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ ἔδεται πάντα τὰ κύκλῳ αὐτῆς.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 22

1 Τάδε λέγει κύριος Πορεύου καὶ κατάβηϑι εἰς τὸν οἶκον τοῦ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον 2 καὶ ἐρεῖς Ἄκουε λόγον κυρίου, βασιλεῦ Ιουδα ὁ καϑήμενος ἐπὶ ϑρόνου Δαυιδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις 3 Τάδε λέγει κύριος Ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσϑε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρϕανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀϑῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ. 4 διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καϑήμενοι ἐπὶ ϑρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐϕ᾽ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ ὁ λαὸς αὐτῶν· 5 ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ᾽ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος. 6 ὅτι τάδε λέγει κύριος κατὰ τοῦ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου· ἐὰν μὴ ϑῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηϑησομένας· 7 καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεϑρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ. 8 καὶ διελεύσονται ἔϑνη διὰ τῆς πόλεως ταύτης καὶ ἐροῦσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Διὰ τί ἐποίησεν κύριος οὕτως τῇ πόλει τῇ μεγάλῃ ταύτῃ; 9 καὶ ἐροῦσιν Ἀνϑ ὧν ἐγκατέλιπον τὴν διαϑήκην κυρίου ϑεοῦ αὐτῶν καὶ προσεκύνησαν ϑεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς. 10 Μὴ κλαίετε τὸν τεϑνηκότα μηδὲ ϑρηνεῖτε αὐτόν· κλαύσατε κλαυϑμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδῃ τὴν γῆν πατρίδος αὐτοῦ. 11 διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλϑεν ἐκ τοῦ τόπου τούτου Οὐκ ἀναστρέψει ἐκεῖ οὐκέτι, 12 ἀλλ᾽ ἢ ἐν τῷ τόπῳ, οὗ μετῴκισα αὐτόν, ἐκεῖ ἀποϑανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι. 13 Ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισϑὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ. 14 ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ διεσταλμένα ϑυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ. 15 μὴ βασιλεύσεις, ὅτι σὺ παροξύνῃ ἐν Αχαζ τῷ πατρί σου; οὐ ϕάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν. 16 οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ; λέγει κύριος. 17 ἰδοὺ οὔκ εἰσιν οἱ ὀϕϑαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλ᾽ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀϑῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς ϕόνον τοῦ ποιεῖν. 18 διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα Οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψωνται αὐτόν Ὦ ἀδελϕέ, οὐδὲ μὴ κλαύσονται αὐτόν Οἴμμοι κύριε. 19 ταϕὴν ὄνου ταϕήσεται, συμψησϑεὶς ῥιϕήσεται ἐπέκεινα τῆς πύλης Ιερουσαλημ. 20 Ἀνάβηϑι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν ϕωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς ϑαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου. 21 ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας Οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς ϕωνῆς μου. 22 πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνϑήσῃ καὶ ἀτιμωϑήσῃ ἀπὸ πάντων τῶν ϕιλούντων σε. 23 κατοικοῦσα ἐν τῷ Λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλϑεῖν σοι ὠδῖνας ὡς τικτούσης. 24 ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσϕράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖϑεν ἐκσπάσω σε 25 καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων· 26 καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχϑης ἐκεῖ, καὶ ἐκεῖ ἀποϑανεῖσϑε· 27 εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν. 28 ἠτιμώϑη Ιεχονιας ὡς σκεῦος, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ, ὅτι ἐξερρίϕη καὶ ἐξεβλήϑη εἰς γῆν, ἣν οὐκ ᾔδει. 29 γῆ γῆ, ἄκουε λόγον κυρίου 30 Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνϑρωπον, ὅτι οὐ μὴ αὐξηϑῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καϑήμενος ἐπὶ ϑρόνου Δαυιδ ἄρχων ἔτι ἐν τῷ Ιουδα.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 23

1 Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τῆς νομῆς μου. 2 διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασϑε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐϕ᾽ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν· 3 καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἀπὸ πάσης τῆς γῆς, οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηϑήσονται καὶ πληϑυνϑήσονται· 4 καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ ϕοβηϑήσονται ἔτι οὐδὲ πτοηϑήσονται, λέγει κύριος. 5 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. 6 ἐν ταῖς ἡμέραις αὐτοῦ σωϑήσεται Ιουδας, καὶ Ισραηλ κατασκηνώσει πεποιϑώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν κύριος Ιωσεδεκ. 9 Ἐν τοῖς προϕήταις συνετρίβη ἡ καρδία μου, ἐν ἐμοὶ ἐσαλεύϑη πάντα τὰ ὀστᾶ μου, ἐγενήϑην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνϑρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ. 10 ὅτι ἀπὸ προσώπου τούτων ἐπένϑησεν ἡ γῆ, ἐξηράνϑησαν αἱ νομαὶ τῆς ἐρήμου, καὶ ἐγένετο ὁ δρόμος αὐτῶν πονηρὸς καὶ ἡ ἰσχὺς αὐτῶν οὐχ οὕτως. 11 ὅτι ἱερεὺς καὶ προϕήτης ἐμολύνϑησαν καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν. 12 διὰ τοῦτο γενέσϑω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσϑημα ἐν γνόϕῳ, καὶ ὑποσκελισϑήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπ᾽ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν, ϕησὶν κύριος. 13 καὶ ἐν τοῖς προϕήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροϕήτευσαν διὰ τῆς Βααλ καὶ ἐπλάνησαν τὸν λαόν μου Ισραηλ. 14 καὶ ἐν τοῖς προϕήταις Ιερουσαλημ ἑώρακα ϕρικτά, μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πονηρῶν τοῦ μὴ ἀποστραϕῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήϑησάν μοι πάντες ὡς Σοδομα καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γομορρα. 15 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προϕητῶν Ιερουσαλημ ἐξῆλϑεν μολυσμὸς πάσῃ τῇ γῇ. 16 οὕτως λέγει κύριος παντοκράτωρ Μὴ ἀκούετε τοὺς λόγους τῶν προϕητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσιν καὶ οὐκ ἀπὸ στόματος κυρίου. 17 λέγουσιν τοῖς ἀπωϑουμένοις τὸν λόγον κυρίου Εἰρήνη ἔσται ὑμῖν· καὶ πᾶσιν τοῖς πορευομένοις τοῖς ϑελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν Οὐχ ἥξει ἐπὶ σὲ κακά. 18 ὅτι τίς ἔστη ἐν ὑποστήματι κυρίου καὶ εἶδεν τὸν λόγον αὐτοῦ; τίς ἐνωτίσατο καὶ ἤκουσεν; 19 ἰδοὺ σεισμὸς παρὰ κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν, συστρεϕομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει. 20 καὶ οὐκέτι ἀποστρέψει ὁ ϑυμὸς κυρίου, ἕως ἂν ποιήσῃ αὐτὸ καὶ ἕως ἂν ἀναστήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτά. 21 οὐκ ἀπέστελλον τοὺς προϕήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐκ ἐλάλησα πρὸς αὐτούς, καὶ αὐτοὶ ἐπροϕήτευον. 22 καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ εἰσήκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεϕον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 23 ϑεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ ϑεὸς πόρρωϑεν. 24 εἰ κρυβήσεται ἄνϑρωπος ἐν κρυϕαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος. 25 ἤκουσα ἃ λαλοῦσιν οἱ προϕῆται, ἃ προϕητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες Ἠνυπνιασάμην ἐνύπνιον. 26 ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προϕητῶν τῶν προϕητευόντων ψευδῆ καὶ ἐν τῷ προϕητεύειν αὐτοὺς τὰ ϑελήματα καρδίας αὐτῶν; 27 τῶν λογιζομένων τοῦ ἐπιλαϑέσϑαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καϑάπερ ἐπελάϑοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βααλ. 28 ὁ προϕήτης, ἐν ᾧ τὸ ἐνύπνιόν ἐστιν, διηγησάσϑω τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσϑω τὸν λόγον μου ἐπ᾽ ἀληϑείας. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕτως οἱ λόγοι μου, λέγει κύριος· 29 οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ ϕλέγον, λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν; 30 διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προϕήτας, λέγει κύριος ὁ ϑεός, τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστος παρὰ τοῦ πλησίον αὐτοῦ. 31 ἰδοὺ ἐγὼ πρὸς τοὺς προϕήτας τοὺς ἐκβάλλοντας προϕητείας γλώσσης καὶ νυστάζοντας νυσταγμὸν ἑαυτῶν. 32 ἰδοὺ ἐγὼ πρὸς τοὺς προϕήτας τοὺς προϕητεύοντας ἐνύπνια ψευδῆ καὶ διηγοῦντο αὐτὰ καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ ὠϕέλειαν οὐκ ὠϕελήσουσιν τὸν λαὸν τοῦτον. 33 καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προϕήτης λέγων Τί τὸ λῆμμα κυρίου; καὶ ἐρεῖς αὐτοῖς Ὑμεῖς ἐστε τὸ λῆμμα, καὶ ῥάξω ὑμᾶς, λέγει κύριος. 34 καὶ ὁ προϕήτης καὶ ὁ ἱερεὺς καὶ ὁ λαός, οἳ ἂν εἴπωσιν Λῆμμα κυρίου, καὶ ἐκδικήσω τὸν ἄνϑρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ. 35 ὅτι οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελϕὸν αὐτοῦ Τί ἀπεκρίϑη κύριος, καὶ Τί ἐλάλησεν κύριος; 36 καὶ Λῆμμα κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνϑρώπῳ ἔσται ὁ λόγος αὐτοῦ· 37 καὶ διὰ τί ἐλάλησεν κύριος ὁ ϑεὸς ἡμῶν; 38 διὰ τοῦτο τάδε λέγει κύριος ὁ ϑεός Ἀνϑ ὧν εἴπατε τὸν λόγον τοῦτον Λῆμμα κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων Οὐκ ἐρεῖτε Λῆμμα κυρίου, 39 διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν, ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, 40 καὶ δώσω ἐϕ᾽ ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησϑήσεται. 7 Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ισραηλ ἐκ γῆς Αἰγύπτου, 8 ἀλλά Ζῇ κύριος ὃς συνήγαγεν ἅπαν τὸ σπέρμα Ισραηλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 24

1 Ἔδειξέν μοι κύριος δύο καλάϑους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν υἱὸν Ιωακιμ βασιλέα Ιουδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ Ιερουσαλημ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα· 2 ὁ κάλαϑος ὁ εἷς σύκων χρηστῶν σϕόδρα ὡς τὰ σῦκα τὰ πρόιμα, καὶ ὁ κάλαϑος ὁ ἕτερος σύκων πονηρῶν σϕόδρα, ἃ οὐ βρωϑήσεται ἀπὸ πονηρίας αὐτῶν. 3 καὶ εἶπεν κύριος πρός με Τί σὺ ὁρᾷς, Ιερεμια; καὶ εἶπα Σῦκα· τὰ χρηστὰ χρηστὰ λίαν, καὶ τὰ πονηρὰ πονηρὰ λίαν, ἃ οὐ βρωϑήσεται ἀπὸ πονηρίας αὐτῶν. 4 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 5 Τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ὡς τὰ σῦκα τὰ χρηστὰ ταῦτα, οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισϑέντας Ιουδα, οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαϑά. 6 καὶ στηριῶ τοὺς ὀϕϑαλμούς μου ἐπ᾽ αὐτοὺς εἰς ἀγαϑὰ καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν ταύτην εἰς ἀγαϑὰ καὶ ἀνοικοδομήσω αὐτοὺς καὶ οὐ μὴ καϑελῶ καὶ καταϕυτεύσω αὐτοὺς καὶ οὐ μὴ ἐκτίλω· 7 καὶ δώσω αὐτοῖς καρδίαν τοῦ εἰδέναι αὐτοὺς ἐμὲ ὅτι ἐγώ εἰμι κύριος, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεόν, ὅτι ἐπιστραϕήσονται ἐπ᾽ ἐμὲ ἐξ ὅλης τῆς καρδίας αὐτῶν. 8 καὶ ὡς τὰ σῦκα τὰ πονηρά, ἃ οὐ βρωϑήσεται ἀπὸ πονηρίας αὐτῶν, τάδε λέγει κύριος, οὕτως παραδώσω τὸν Σεδεκιαν βασιλέα Ιουδα καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ τὸ κατάλοιπον Ιερουσαλημ τοὺς ὑπολελειμμένους ἐν τῇ γῇ ταύτῃ καὶ τοὺς κατοικοῦντας ἐν Αἰγύπτῳ· 9 καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς παραβολὴν καὶ εἰς μῖσος καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ· 10 καὶ ἀποστελῶ εἰς αὐτοὺς τὸν λιμὸν καὶ τὸν ϑάνατον καὶ τὴν μάχαιραν, ἕως ἂν ἐκλίπωσιν ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 25

1 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἐπὶ πάντα τὸν λαὸν Ιουδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα, 2 ὃν ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ λέγων 3 ἐν τρισκαιδεκάτῳ ἔτει Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρϑρίζων καὶ λέγων 4 καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προϕήτας ὄρϑρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν, 5 λέγων Ἀποστράϕητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν ἀπ᾽ αἰῶνος καὶ ἕως αἰῶνος· 6 μὴ πορεύεσϑε ὀπίσω ϑεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς. 7 καὶ οὐκ ἠκούσατέ μου. 8 διὰ τοῦτο τάδε λέγει κύριος Ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου, 9 ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι τὴν πατριὰν ἀπὸ βορρᾶ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔϑνη τὰ κύκλῳ αὐτῆς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀϕανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον· 10 καὶ ἀπολῶ ἀπ᾽ αὐτῶν ϕωνὴν χαρᾶς καὶ ϕωνὴν εὐϕροσύνης, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης, ὀσμὴν μύρου καὶ ϕῶς λύχνου. 11 καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀϕανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔϑνεσιν ἑβδομήκοντα ἔτη. 12 καὶ ἐν τῷ πληρωϑῆναι τὰ ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔϑνος ἐκεῖνο, ϕησὶν κύριος, καὶ ϑήσομαι αὐτοὺς εἰς ἀϕανισμὸν αἰώνιον· 13 καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς λόγους μου, οὓς ἐλάλησα κατ᾽ αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. 14 Ἃ ἐπροϕήτευσεν Ιερεμιας ἐπὶ τὰ ἔϑνη τὰ Αιλαμ. 15 Τάδε λέγει κύριος Συντριβήτω τὸ τόξον Αιλαμ, ἀρχὴ δυναστείας αὐτῶν. 16 καὶ ἐπάξω ἐπὶ Αιλαμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔϑνος, ὃ οὐχ ἥξει ἐκεῖ οἱ ἐξωσμένοι Αιλαμ. 17 καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχϑρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν καὶ ἐπάξω ἐπ᾽ αὐτοὺς κακὰ κατὰ τὴν ὀργὴν τοῦ ϑυμοῦ μου καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς. 18 καὶ ϑήσω τὸν ϑρόνον μου ἐν Αιλαμ καὶ ἐξαποστελῶ ἐκεῖϑεν βασιλέα καὶ μεγιστᾶνας. 19 καὶ ἔσται ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἀποστρέψω τὴν αἰχμαλωσίαν Αιλαμ, λέγει κύριος. – 20 ἐν ἀρχῇ βασιλεύοντος Σεδεκιου τοῦ βασιλέως ἐγένετο ὁ λόγος οὗτος περὶ Αιλαμ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 26

2 Τῇ Αἰγύπτῳ ἐπὶ δύναμιν Φαραω Νεχαω βασιλέως Αἰγύπτου, ὃς ἦν ἐπὶ τῷ ποταμῷ Εὐϕράτῃ ἐν Χαρχαμις, ὃν ἐπάταξε Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἔτει τῷ τετάρτῳ Ιωακιμ βασιλέως Ιουδα. 3 Ἀναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον· 4 ἐπισάξατε τοὺς ἵππους ἐπίβητε, οἱ ἱππεῖς, καὶ κατάστητε ἐν ταῖς περικεϕαλαίαις ὑμῶν· προβάλετε τὰ δόρατα καὶ ἐνδύσασϑε τοὺς ϑώρακας ὑμῶν. 5 τί ὅτι αὐτοὶ πτοοῦνται καὶ ἀποχωροῦσιν ὀπίσω; διότι οἱ ἰσχυροὶ αὐτῶν κοπήσονται. ϕυγῇ ἔϕυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόϑεν, λέγει κύριος. 6 μὴ ϕευγέτω ὁ κοῦϕος, καὶ μὴ ἀνασῳζέσϑω ὁ ἰσχυρός· ἐπὶ βορρᾶν τὰ παρὰ τὸν Εὐϕράτην ἠσϑένησαν πεπτώκασιν. 7 τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ; 8 ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἶπεν Ἀναβήσομαι καὶ κατακαλύψω γῆν καὶ ἀπολῶ κατοικοῦντας ἐν αὐτῇ. 9 ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα· ἐξέλϑατε, οἱ μαχηταὶ Αἰϑιόπων καὶ Λίβυες καϑωπλισμένοι ὅπλοις· καὶ Λυδοί, ἀνάβητε ἐντείνατε τόξον. 10 καὶ ἡ ἡμέρα ἐκείνη κυρίῳ τῷ ϑεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως τοῦ ἐκδικῆσαι τοὺς ἐχϑροὺς αὐτοῦ, καὶ καταϕάγεται ἡ μάχαιρα κυρίου καὶ ἐμπλησϑήσεται καὶ μεϑυσϑήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν, ὅτι ϑυσία τῷ κυρίῳ σαβαωϑ ἀπὸ γῆς βορρᾶ ἐπὶ ποταμῷ Εὐϕράτῃ. 11 ἀνάβηϑι, Γαλααδ, καὶ λαβὲ ῥητίνην τῇ παρϑένῳ ϑυγατρὶ Αἰγύπτου· εἰς κενὸν ἐπλήϑυνας ἰάματά σου, ὠϕέλεια οὐκ ἔστιν σοί. 12 ἤκουσαν ἔϑνη ϕωνήν σου, καὶ τῆς κραυγῆς σου ἐπλήσϑη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσϑένησεν, ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμϕότεροι. 13 Ἃ ἐλάλησεν κύριος ἐν χειρὶ Ιερεμιου τοῦ ἐλϑεῖν Ναβουχοδονοσορ τὸν βασιλέα Βαβυλῶνος τοῦ κόψαι τὴν γῆν Αἰγύπτου. 14 Ἀναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμϕιν, εἴπατε Ἐπίστηϑι καὶ ἑτοίμασον, ὅτι κατέϕαγεν μάχαιρα τὴν σμίλακά σου. 15 διὰ τί ἔϕυγεν ὁ Ἆπις; ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν, ὅτι κύριος παρέλυσεν αὐτόν. 16 καὶ τὸ πλῆϑός σου ἠσϑένησεν καὶ ἔπεσεν, καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἐλάλει Ἀναστῶμεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν εἰς τὴν πατρίδα ἡμῶν ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς. 17 καλέσατε τὸ ὄνομα Φαραω Νεχαω βασιλέως Αἰγύπτου Σαων – εσβι – εμωηδ. 18 ζῶ ἐγώ, λέγει κύριος ὁ ϑεός, ὅτι ὡς τὸ Ἰταβύριον ἐν τοῖς ὄρεσιν καὶ ὡς ὁ Κάρμηλος ἐν τῇ ϑαλάσσῃ ἥξει. 19 σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατοικοῦσα ϑύγατερ Αἰγύπτου, ὅτι Μέμϕις εἰς ἀϕανισμὸν ἔσται καὶ κληϑήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικοῦντας ἐν αὐτῇ. 20 δάμαλις κεκαλλωπισμένη Αἴγυπτος, ἀπόσπασμα ἀπὸ βορρᾶ ἦλϑεν ἐπ᾽ αὐτήν. 21 καὶ οἱ μισϑωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι σιτευτοὶ τρεϕόμενοι ἐν αὐτῇ, διότι καὶ αὐτοὶ ἀπεστράϕησαν καὶ ἔϕυγον ὁμοϑυμαδόν, οὐκ ἔστησαν, ὅτι ἡμέρα ἀπωλείας ἦλϑεν ἐπ᾽ αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. 22 ϕωνὴ ὡς ὄϕεως συρίζοντος, ὅτι ἐν ἄμμῳ πορεύσονται· ἐν ἀξίναις ἥξουσιν ἐπ᾽ αὐτὴν ὡς κόπτοντες ξύλα. 23 ἐκκόψουσιν τὸν δρυμὸν αὐτῆς, λέγει κύριος ὁ ϑεός, ὅτι οὐ μὴ εἰκασϑῇ, ὅτι πληϑύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοῖς ἀριϑμός. 24 κατῃσχύνϑη ϑυγάτηρ Αἰγύπτου, παρεδόϑη εἰς χεῖρας λαοῦ ἀπὸ βορρᾶ. 25 ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Αμων τὸν υἱὸν αὐτῆς ἐπὶ Φαραω καὶ ἐπὶ τοὺς πεποιϑότας ἐπ᾽ αὐτῷ. 27 σὺ δὲ μὴ ϕοβηϑῇς, δοῦλός μου Ιακωβ, μηδὲ πτοηϑῇς, Ισραηλ, διότι ἰδοὺ ἐγὼ σῴζων σε μακρόϑεν καὶ τὸ σπέρμα σου ἐκ τῆς αἰχμαλωσίας αὐτῶν, καὶ ἀναστρέψει Ιακωβ καὶ ἡσυχάσει καὶ ὑπνώσει, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν. 28 μὴ ϕοβοῦ, παῖς μου Ιακωβ, λέγει κύριος, ὅτι μετὰ σοῦ ἐγώ εἰμι· ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔϑνει, εἰς οὓς ἐξῶσά σε ἐκεῖ, σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν· καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀϑῷον οὐκ ἀϑῳώσω σε.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 27

1 Λόγος κυρίου, ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα. 2 Ἀναγγείλατε ἐν τοῖς ἔϑνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε, εἴπατε Ἑάλωκεν Βαβυλών, κατῃσχύνϑη Βῆλος ἡ ἀπτόητος, ἡ τρυϕερὰ παρεδόϑη Μαρωδαχ. 3 ὅτι ἀνέβη ἐπ᾽ αὐτὴν ἔϑνος ἀπὸ βορρᾶ· οὗτος ϑήσει τὴν γῆν αὐτῆς εἰς ἀϕανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνϑρώπου καὶ ἕως κτήνους. 4 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό· βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον ϑεὸν αὐτῶν ζητοῦντες. 5 ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν, ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν· καὶ ἥξουσιν καὶ καταϕεύξονται πρὸς κύριον τὸν ϑεόν, διαϑήκη γὰρ αἰώνιος οὐκ ἐπιλησϑήσεται. 6 πρόβατα ἀπολωλότα ἐγενήϑη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάϑοντο κοίτης αὐτῶν. 7 πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς, οἱ ἐχϑροὶ αὐτῶν εἶπαν Μὴ ἀνῶμεν αὐτούς· ἀνϑ᾽ ὧν ἥμαρτον τῷ κυρίῳ νομῇ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν. 8 ἀπαλλοτριώϑητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλϑατε καὶ γένεσϑε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων. 9 ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐϑνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖϑεν ἁλώσεται, ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή. 10 καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησϑήσονται. 11 ὅτι ηὐϕραίνεσϑε καὶ κατεκαυχᾶσϑε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοίδια ἐν βοτάνῃ καὶ ἐκερατίζετε ὡς ταῦροι. 12 ᾐσχύνϑη ἡ μήτηρ ὑμῶν σϕόδρα, μήτηρ ἐπ᾽ ἀγαϑὰ ἐσχάτη ἐϑνῶν ἔρημος. 13 ἀπὸ ὀργῆς κυρίου οὐ κατοικηϑήσεται καὶ ἔσται εἰς ἀϕανισμὸν πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυϑρωπάσει καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς. 14 παρατάξασϑε ἐπὶ Βαβυλῶνα κύκλῳ, πάντες τείνοντες τόξον· τοξεύσατε ἐπ᾽ αὐτήν, μὴ ϕείσησϑε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν. 15 κατακροτήσατε ἐπ᾽ αὐτήν· παρελύϑησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, καὶ κατεσκάϕη τὸ τεῖχος αὐτῆς· ὅτι ἐκδίκησις παρὰ ϑεοῦ ἐστιν, ἐκδικεῖτε ἐπ᾽ αὐτήν· καϑὼς ἐποίησεν, ποιήσατε αὐτῇ. 16 ἐξολεϑρεύσατε σπέρμα ἐκ Βαβυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ ϑερισμοῦ· ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ ϕεύξεται. 17 Πρόβατον πλανώμενον Ισραηλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος ἔϕαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος. 18 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ, καϑὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ. 19 καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εϕραιμ καὶ ἐν τῷ Γαλααδ, καὶ πλησϑήσεται ἡ ψυχὴ αὐτοῦ. 20 ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ιουδα, καὶ οὐ μὴ εὑρεϑῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελειμμένοις ἐπὶ τῆς γῆς, λέγει κύριος. 21 Πικρῶς ἐπίβηϑι ἐπ᾽ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπ᾽ αὐτήν· ἐκδίκησον, μάχαιρα, καὶ ἀϕάνισον, λέγει κύριος, καὶ ποίει κατὰ πάντα, ὅσα ἐντέλλομαί σοι. 22 ϕωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων. 23 πῶς συνεκλάσϑη καὶ συνετρίβη ἡ σϕῦρα πάσης τῆς γῆς; πῶς ἐγενήϑη εἰς ἀϕανισμὸν Βαβυλὼν ἐν ἔϑνεσιν; 24 ἐπιϑήσονταί σοι, καὶ ἁλώσῃ, ὦ Βαβυλών, καὶ οὐ γνώσῃ· εὑρέϑης καὶ ἐλήμϕϑης, ὅτι τῷ κυρίῳ ἀντέστης. 25 ἤνοιξεν κύριος τὸν ϑησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ ϑεῷ ἐν γῇ Χαλδαίων, 26 ὅτι ἐληλύϑασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποϑήκας αὐτῆς, ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεϑρεύσατε αὐτήν, μὴ γενέσϑω αὐτῆς κατάλειμμα· 27 ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς, καὶ καταβήτωσαν εἰς σϕαγήν· οὐαὶ αὐτοῖς, ὅτι ἥκει ἡ ἡμέρα αὐτῶν καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. 28 ϕωνὴ ϕευγόντων καὶ ἀνασῳζομένων ἐκ γῆς Βαβυλῶνος τοῦ ἀναγγεῖλαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου ϑεοῦ ἡμῶν. 29 παραγγείλατε ἐπὶ Βαβυλῶνα πολλοῖς, παντὶ ἐντείνοντι τόξον· παρεμβάλετε ἐπ᾽ αὐτὴν κυκλόϑεν, μὴ ἔστω αὐτῆς ἀνασῳζόμενος· ἀνταπόδοτε αὐτῇ κατὰ τὰ ἔργα αὐτῆς, κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτῇ, ὅτι πρὸς τὸν κύριον ἀντέστη ϑεὸν ἅγιον τοῦ Ισραηλ. 30 διὰ τοῦτο πεσοῦνται οἱ νεανίσκοι αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτῆς ῥιϕήσονται, εἶπεν κύριος. 31 ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος, ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου· 32 καὶ ἀσϑενήσει ἡ ὕβρις σου καὶ πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν· καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταϕάγεται πάντα τὰ κύκλῳ αὐτῆς. 33 Τάδε λέγει κύριος Καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα, πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς, ὅτι οὐκ ἠϑέλησαν ἐξαποστεῖλαι αὐτούς. 34 καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός, κύριος παντοκράτωρ ὄνομα αὐτῷ· κρίσιν κρινεῖ πρὸς τοὺς ἀντιδίκους αὐτοῦ, ὅπως ἐξάρῃ τὴν γῆν, καὶ παροξυνεῖ τοῖς κατοικοῦσι Βαβυλῶνα. 35 μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα καὶ ἐπὶ τοὺς μεγιστᾶνας αὐτῆς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτῆς· 36 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῆς, καὶ παραλυϑήσονται· 37 μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτῶν καὶ ἐπὶ τὰ ἅρματα αὐτῶν· μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς ϑησαυροὺς αὐτῆς, καὶ διασκορπισϑήσονται. 38 ἐπὶ τῷ ὕδατι αὐτῆς ἐπεποίϑει καὶ καταισχυνϑήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστιν, καὶ ἐν ταῖς νήσοις, οὗ κατεκαυχῶντο. 39 διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ ϑυγατέρες σειρήνων· οὐ μὴ κατοικηϑῇ οὐκέτι εἰς τὸν αἰῶνα. 40 καϑὼς κατέστρεψεν ὁ ϑεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπεν κύριος, οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνϑρωπος, καὶ οὐ μὴ παροικήσῃ ἐκεῖ υἱὸς ἀνϑρώπου. 41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔϑνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερϑήσονται ἀπ᾽ ἐσχάτου τῆς γῆς 42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες· ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήσῃ· ϕωνὴ αὐτῶν ὡς ϑάλασσα ἠχήσει, ἐϕ᾽ ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πῦρ εἰς πόλεμον πρὸς σέ, ϑύγατερ Βαβυλῶνος. 43 ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύϑησαν αἱ χεῖρες αὐτοῦ· ϑλῖψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης. 44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ιορδάνου εἰς τόπον Αιϑαμ, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ᾽ αὐτῆς καὶ πάντα νεανίσκον ἐπ᾽ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; 45 διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν κυρίου, ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ, οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαϕϑαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀϕανισϑῇ νομὴ ἀπ᾽ αὐτῶν. 46 ὅτι ἀπὸ ϕωνῆς ἁλώσεως Βαβυλῶνος σεισϑήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔϑνεσιν ἀκουσϑήσεται.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 28

1 Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσωνα διαϕϑείροντα. 2 καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καϑυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόϑεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς. 3 ἐπ᾽ αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ καὶ περιϑέσϑω ᾧ ἐστιν ὅπλα αὐτῷ, καὶ μὴ ϕείσησϑε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀϕανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς, 4 καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωϑεν αὐτῆς. 5 διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ ϑεοῦ αὐτῶν, ἀπὸ κυρίου παντοκράτορος· ὅτι ἡ γῆ αὐτῶν ἐπλήσϑη ἀδικίας ἀπὸ τῶν ἁγίων Ισραηλ. 6 ϕεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασῴζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀπορριϕῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως αὐτῆς ἐστιν παρὰ κυρίου, ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτῇ. 7 ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ κυρίου μεϑύσκον πᾶσαν τὴν γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔϑνη, διὰ τοῦτο ἐσαλεύϑησαν. 8 καὶ ἄϕνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη· ϑρηνεῖτε αὐτήν, λάβετε ῥητίνην τῇ διαϕϑορᾷ αὐτῆς, εἴ πως ἰαϑήσεται. 9 ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάϑη· ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλϑωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς, ἐξῆρεν ἕως τῶν ἄστρων. 10 ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου ϑεοῦ ἡμῶν. 11 παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς ϕαρέτρας· ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεϑρεῦσαι αὐτήν, ὅτι ἐκδίκησις κυρίου ἐστίν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν. 12 ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε ϕαρέτρας, ἐγείρατε ϕυλακάς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα 13 κατασκηνοῦντας ἐϕ᾽ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήϑει ϑησαυρῶν αὐτῆς· ἥκει τὸ πέρας σου ἀληϑῶς εἰς τὰ σπλάγχα σου. 14 ὅτι ὤμοσεν κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ Διότι πληρώσω σε ἀνϑρώπων ὡσεὶ ἀκρίδων, καὶ ϕϑέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες. – 15 ποιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοϕίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν, 16 εἰς ϕωνὴν ἔϑετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ καὶ ἀνήγαγεν νεϕέλας ἀπ᾽ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ϕῶς ἐκ ϑησαυρῶν αὐτοῦ. 17 ἐμωράνϑη πᾶς ἄνϑρωπος ἀπὸ γνώσεως, κατῃσχύνϑη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς· 18 μάταιά ἐστιν, ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται. 19 οὐ τοιαύτη μερὶς τῷ Ιακωβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτοῦ, κύριος ὄνομα αὐτῷ. – 20 διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔϑνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς 21 καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν 22 καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρϑένον καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα 23 καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου. 24 καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν, ἃς ἐποίησαν ἐπὶ Σιων κατ᾽ ὀϕϑαλμοὺς ὑμῶν, λέγει κύριος. 25 ἰδοὺ ἐγὼ πρὸς σέ, τὸ ὄρος τὸ διεϕϑαρμένον τὸ διαϕϑεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον, 26 καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίϑον εἰς γωνίαν καὶ λίϑον εἰς ϑεμέλιον, ὅτι εἰς ἀϕανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ, λέγει κύριος. 27 Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔϑνεσιν σάλπιγγι, ἁγιάσατε ἐπ᾽ αὐτὴν ἔϑνη, παραγγείλατε ἐπ᾽ αὐτὴν βασιλείαις Αραρατ παρ᾽ ἐμοῦ καὶ τοῖς Ασχαναζαίοις, ἐπιστήσατε ἐπ᾽ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπ᾽ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆϑος. 28 ἁγιάσατε ἐπ᾽ αὐτὴν ἔϑνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ. 29 ἐσείσϑη ἡ γῆ καὶ ἐπόνεσεν, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς κυρίου τοῦ ϑεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀϕανισμὸν καὶ μὴ κατοικεῖσϑαι αὐτήν. 30 ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καϑήσονται ἐκεῖ ἐν περιοχῇ, ἐϑραύσϑη ἡ δυναστεία αὐτῶν, ἐγενήϑησαν ὡσεὶ γυναῖκες, ἐνεπυρίσϑη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς· 31 διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ, 32 ἀπ᾽ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμϕϑησαν, καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί, καὶ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται. 33 διότι τάδε λέγει κύριος Οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηϑήσονται· ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτῆς. 34 κατέϕαγέν με, ἐμερίσατό με, κατέλαβέν με σκεῦος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος· κατέπιέν με ὡς δράκων, ἔπλησεν τὴν κοιλίαν αὐτοῦ, ἀπὸ τῆς τρυϕῆς μου ἐξῶσέν με· 35 οἱ μόχϑοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σιων, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ Ιερουσαλημ. 36 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν ϑάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς, 37 καὶ ἔσται Βαβυλὼν εἰς ἀϕανισμὸν καὶ οὐ κατοικηϑήσεται. 38 ἅμα ὡς λέοντες ἐξηγέρϑησαν καὶ ὡς σκύμνοι λεόντων. 39 ἐν τῇ ϑερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς καὶ μεϑύσω αὐτούς, ὅπως καρωϑῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερϑῶσι, λέγει κύριος· 40 καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σϕαγὴν καὶ ὡς κριοὺς μετ᾽ ἐρίϕων. 41 πῶς ἑάλω καὶ ἐϑηρεύϑη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν εἰς ἀϕανισμὸν ἐν τοῖς ἔϑνεσιν; 42 ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ ϑάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύϕϑη. 43 ἐγενήϑησαν αἱ πόλεις αὐτῆς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἷς, οὐδὲ μὴ καταλύσῃ ἐν αὐτῇ υἱὸς ἀνϑρώπου. 44 καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχϑῶσιν πρὸς αὐτὴν ἔτι τὰ ἔϑνη. 49 καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς. 50 ἀνασῳζόμενοι ἐκ γῆς, πορεύεσϑε καὶ μὴ ἵστασϑε· οἱ μακρόϑεν, μνήσϑητε τοῦ κυρίου, καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν. 51 ᾐσχύνϑημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν, εἰσῆλϑον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον κυρίου. 52 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι. 53 ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώσῃ ὕψος ἰσχύος αὐτῆς, παρ᾽ ἐμοῦ ἥξουσιν ἐξολεϑρεύοντες αὐτήν, λέγει κύριος. 54 ϕωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων, 55 ὅτι ἐξωλέϑρευσεν κύριος τὴν Βαβυλῶνα καὶ ἀπώλεσεν ἀπ᾽ αὐτῆς ϕωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεϑρον ϕωνὴν αὐτῆς. 56 ὅτι ἦλϑεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον αὐτῶν, ὅτι ϑεὸς ἀνταποδίδωσιν αὐτοῖς, κύριος ἀνταποδίδωσιν αὐτῇ τὴν ἀνταπόδοσιν· 57 καὶ μεϑύσει μέϑῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοϕοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, κύριος παντοκράτωρ ὄνομα αὐτῷ. 58 τάδε λέγει κύριος Τεῖχος Βαβυλῶνος ἐπλατύνϑη, κατασκαπτόμενον κατασκαϕήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐμπυρισϑήσονται, καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν, καὶ ἔϑνη ἐν ἀρχῇ ἐκλείψουσιν. 59 Ὁ λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τῷ προϕήτῃ εἰπεῖν τῷ Σαραια υἱῷ Νηριου υἱοῦ Μαασαιου, ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλῶνα ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ, καὶ Σαραιας ἄρχων δώρων· 60 καὶ ἔγραψεν Ιερεμιας πάντα τὰ κακά, ἃ ἥξει ἐπὶ Βαβυλῶνα, ἐν βιβλίῳ ἑνί, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα. 61 καὶ εἶπεν Ιερεμιας πρὸς Σαραιαν Ὅταν ἔλϑῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους 62 καὶ ἐρεῖς Κύριε κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεϑρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνϑρώπου ἕως κτήνους, ὅτι ἀϕανισμὸς εἰς τὸν αἰῶνα ἔσται. 63 καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπ᾽ αὐτὸ λίϑον καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐϕράτου 64 καὶ ἐρεῖς Οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ᾽ αὐτήν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 29

1 Ἐπὶ τοὺς ἀλλοϕύλους. 2 Τάδε λέγει κύριος Ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνϑρωποι, καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικοῦντες τὴν γῆν. 3 ἀπὸ ϕωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπέστρεψαν πατέρες ἐϕ᾽ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν 4 ἐν τῇ ἡμέρᾳ τῇ ἐρχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοϕύλους· καὶ ἀϕανιῶ τὴν Τύρον καὶ τὴν Σιδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηϑείας αὐτῶν, ὅτι ἐξολεϑρεύσει κύριος τοὺς καταλοίπους τῶν νήσων. 5 ἥκει ϕαλάκρωμα ἐπὶ Γάζαν, ἀπερρίϕη Ἀσκαλὼν καὶ οἱ κατάλοιποι Ενακιμ. ἕως τίνος κόψεις, 6 ἡ μάχαιρα τοῦ κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηϑι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρϑητι. 7 πῶς ἡσυχάσει; καὶ κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκαλῶνα καὶ ἐπὶ τὰς παραϑαλασσίους, ἐπὶ τὰς καταλοίπους, ἐπεγερϑῆναι.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 30

1 Τῇ Ιδουμαίᾳ. Τάδε λέγει κύριος Οὐκ ἔστιν ἔτι σοϕία ἐν Θαιμαν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ὤχετο σοϕία αὐτῶν, 2 ἠπατήϑη ὁ τόπος αὐτῶν. βαϑύνατε εἰς κάϑισιν, οἱ κατοικοῦντες ἐν Δαιδαν, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπ᾽ αὐτὸν ἐν χρόνῳ, ᾧ ἐπεσκεψάμην ἐπ᾽ αὐτόν. 3 ὅτι τρυγηταὶ ἦλϑόν σοι, οὐ καταλείψουσίν σοι καταλείμματα· ὡς κλέπται ἐν νυκτὶ ἐπιϑήσουσιν χεῖρα αὐτῶν. 4 ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελϕοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ, καὶ οὐκ ἔστιν 5 ὑπολείπεσϑαι ὀρϕανόν σου, ἵνα ζήσηται· καὶ ἐγὼ ζήσομαι, καὶ χῆραι ἐπ᾽ ἐμὲ πεποίϑασιν. 6 ὅτι τάδε εἶπεν κύριος Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀϑῳωμένη οὐ μὴ ἀϑῳωϑῇς, ὅτι πίνων πίεσαι· 7 ὅτι κατ᾽ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα. 8 ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ ἀγγέλους εἰς ἔϑνη ἀπέστειλεν Συνάχϑητε καὶ παραγένεσϑε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον. 9 μικρὸν ἔδωκά σε ἐν ἔϑνεσιν, εὐκαταϕρόνητον ἐν ἀνϑρώποις. 10 ἡ παιγνία σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖϑεν καϑελῶ σε. 11 καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπ᾽ αὐτὴν συριεῖ. 12 ὥσπερ κατεστράϕη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν κύριος παντοκράτωρ, οὐ μὴ καϑίσῃ ἐκεῖ ἄνϑρωπος, καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνϑρώπου. 13 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου εἰς τόπον Αιϑαμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ᾽ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπ᾽ αὐτὴν ἐπιστήσατε. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμήν, ὃς στήσεται κατὰ πρόσωπόν μου; 14 διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου, ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν, καὶ λογισμὸν αὐτοῦ, ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμαν Ἐὰν μὴ συμψησϑῶσιν τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωϑῇ ἐπ᾽ αὐτὴν κατάλυσις αὐτῶν· 15 ὅτι ἀπὸ ϕωνῆς πτώσεως αὐτῶν ἐσείσϑη ἡ γῆ, καὶ κραυγή σου ἐν ϑαλάσσῃ ἠκούσϑη. 16 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ᾽ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης. 17 Τοῖς υἱοῖς Αμμων. Οὕτως εἶπεν κύριος Μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ, ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς; διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει; 18 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ραββαϑ ϑόρυβον πολέμων, καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυϑήσονται, καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτοῦ. 19 ἀλάλαξον, Εσεβων, ὅτι ὤλετο Γαι· κεκράξατε, ϑυγατέρες Ραββαϑ, περιζώσασϑε σάκκους καὶ ἐπιλημπτεύσασϑε καὶ κόψασϑε ἐπὶ Μελχομ, ὅτι ἐν ἀποικίᾳ βαδιεῖται, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. 20 τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις Ενακιμ, ϑύγατερ ἰταμίας ἡ πεποιϑυῖα ἐπὶ ϑησαυροῖς αὐτῆς ἡ λέγουσα Τίς εἰσελεύσεται ἐπ᾽ ἐμέ; 21 ἰδοὺ ἐγὼ ϕέρω ϕόβον ἐπὶ σέ, εἶπεν κύριος, ἀπὸ πάσης τῆς περιοίκου σου, καὶ διασπαρήσεσϑε ἕκαστος εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔσται ὁ συνάγων. 23 Τῇ Κηδαρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξεν Ναβου χοδονοσορ βασιλεὺς Βαβυλῶνος. Οὕτως εἶπεν κύριος Ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ· 24 σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται, ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπ᾽ αὐτοὺς ἀπώλειαν κυκλόϑεν. 25 ϕεύγετε λίαν, βαϑύνατε εἰς κάϑισιν, καϑήμενοι ἐν τῇ αὐλῇ, ὅτι ἐβουλεύσατο ἐϕ᾽ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐϕ᾽ ὑμᾶς λογισμόν. 26 ἀνάστηϑι καὶ ἀνάβηϑι ἐπ᾽ ἔϑνος εὐσταϑοῦν καϑήμενον εἰς ἀναψυχήν, οἷς οὔκ εἰσιν ϑύραι, οὐ βάλανοι, οὐ μοχλοί, μόνοι καταλύουσιν. 27 καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆϑος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν· καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν, ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν, εἶπεν κύριος. 28 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουϑῶν καὶ ἄβατος ἕως αἰῶνος, οὐ μὴ καϑίσῃ ἐκεῖ ἄνϑρωπος, καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνϑρώπου. 29 Τῇ Δαμασκῷ. Κατῃσχύνϑη Ημαϑ καὶ Αρϕαδ, ὅτι ἤκουσαν ἀκοὴν πονηράν· ἐξέστησαν, ἐϑυμώϑησαν, ἀναπαύσασϑαι οὐ μὴ δύνωνται. 30 ἐξελύϑη Δαμασκός, ἀπεστράϕη εἰς ϕυγήν, τρόμος ἐπελάβετο αὐτῆς. 31 πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν; κώμην ἠγάπησαν. 32 διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται, ϕησὶν κύριος· 33 καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταϕάγεται ἄμϕοδα υἱοῦ Αδερ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 32

1 Τῇ Μωαβ. Οὕτως εἶπεν κύριος Οὐαὶ ἐπὶ Ναβαυ, ὅτι ὤλετο· ἐλήμϕϑη Καριαϑαιμ, ᾐσχύνϑη Αμαϑ καὶ ἡττήϑη. 2 οὐκ ἔστιν ἔτι ἰατρεία Μωαβ, ἀγαυρίαμα ἐν Εσεβων· ἐλογίσαντο ἐπ᾽ αὐτὴν κακά· ἐκόψαμεν αὐτὴν ἀπὸ ἔϑνους, καὶ παῦσιν παύσεται, ὄπισϑέν σου βαδιεῖται μάχαιρα. 3 ὅτι ϕωνὴ κεκραγότων ἐξ Ωρωναιμ, ὄλεϑρος καὶ σύντριμμα μέγα 4 Συνετρίβη Μωαβ, ἀναγγείλατε εἰς Ζογορα. 5 ὅτι ἐπλήσϑη Αλαωϑ ἐν κλαυϑμῷ, ἀναβήσεται κλαίων ἐν ὁδῷ Ωρωναιμ, κραυγὴν συντρίμματος ἠκούσατε 6 Φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν καὶ ἔσεσϑε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ. 7 ἐπειδὴ ἐπεποίϑεις ἐν ὀχυρώμασίν σου, καὶ σὺ συλλημϕϑήσῃ· καὶ ἐξελεύσεται Χαμως ἐν ἀποικίᾳ, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα. 8 καὶ ἥξει ὄλεϑρος ἐπὶ πᾶσαν πόλιν, καὶ πόλις οὐ μὴ σωϑῇ, καὶ ἀπολεῖται ὁ αὐλών, καὶ ἐξολεϑρευϑήσεται ἡ πεδινή, καϑὼς εἶπεν κύριος. 9 δότε σημεῖα τῇ Μωαβ, ὅτι ἁϕῇ ἀναϕϑήσεται, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται· πόϑεν ἔνοικος αὐτῇ; 10 ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς ἐξαίρων μάχαιραν αὐτοῦ ἀϕ᾽ αἵματος. 11 ἀνεπαύσατο Μωαβ ἐκ παιδαρίου καὶ πεποιϑὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο· διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν. 12 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσιν καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσιν. 13 καὶ καταισχυνϑήσεται Μωαβ ἀπὸ Χαμως, ὥσπερ κατῃσχύνϑη οἶκος Ισραηλ ἀπὸ Βαιϑηλ ἐλπίδος αὐτῶν πεποιϑότες ἐπ᾽ αὐτοῖς. 14 πῶς ἐρεῖτε Ἰσχυροί ἐσμεν καὶ ἄνϑρωπος ἰσχύων εἰς τὰ πολεμικά; 15 ὤλετο Μωαβ πόλις αὐτοῦ, καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σϕαγήν· 16 ἐγγὺς ἡμέρα Μωαβ ἐλϑεῖν, καὶ πονηρία αὐτοῦ ταχεῖα σϕόδρα. 17 κινήσατε αὐτῷ, πάντες κυκλόϑεν αὐτοῦ, πάντες εἰδότες ὄνομα αὐτοῦ· εἴπατε Πῶς συνετρίβη βακτηρία εὐκλεής, ῥάβδος μεγαλώματος; 18 κατάβηϑι ἀπὸ δόξης καὶ κάϑισον ἐν ὑγρασίᾳ, καϑημένη Δαιβων· ἐκτρίβητε, ὅτι ὤλετο Μωαβ, ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου. 19 ἐϕ᾽ ὁδοῦ στῆϑι καὶ ἔπιδε, καϑημένη ἐν Αροηρ, καὶ ἐρώτησον ϕεύγοντα καὶ σῳζόμενον καὶ εἰπόν Τί ἐγένετο; 20 κατῃσχύνϑη Μωαβ, ὅτι συνετρίβη· ὀλόλυξον καὶ κέκραξον, ἀνάγγειλον ἐν Αρνων ὅτι ὤλετο Μωαβ. 21 καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ Μισωρ ἐπὶ Χαιλων καὶ ἐπὶ Ιασσα καὶ ἐπὶ Μωϕαϑ 22 καὶ ἐπὶ Δαιβων καὶ ἐπὶ Ναβαυ καὶ ἐπ᾽ οἶκον Δεβλαϑαιμ 23 καὶ ἐπὶ Καριαϑαιμ καὶ ἐπ᾽ οἶκον Γαμωλ καὶ ἐπ᾽ οἶκον Μαων 24 καὶ ἐπὶ Καριωϑ καὶ ἐπὶ Βοσορ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωαβ τὰς πόρρω καὶ τὰς ἐγγύς. 25 κατεάχϑη κέρας Μωαβ, καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη. 26 μεϑύσατε αὐτόν, ὅτι ἐπὶ κύριον ἐμεγαλύνϑη· καὶ ἐπικρούσει Μωαβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός. 27 καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι Ισραηλ; εἰ ἐν κλοπαῖς σου εὑρέϑη, ὅτι ἐπολέμεις αὐτόν; 28 κατέλιπον τὰς πόλεις καὶ ᾤκησαν ἐν πέτραις οἱ κατοικοῦντες Μωαβ, ἐγενήϑησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοϑύνου. 29 ἤκουσα ὕβριν Μωαβ, ὕβρισεν λίαν· ὕβριν αὐτοῦ καὶ ὑπερηϕανίαν αὐτοῦ, καὶ ὑψώϑη ἡ καρδία αὐτοῦ. 30 ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ· οὐχὶ τὸ ἱκανὸν αὐτοῦ, οὐχ οὕτως ἐποίησεν. 31 διὰ τοῦτο ἐπὶ Μωαβ ὀλολύζετε πάντοϑεν, βοήσατε ἐπ᾽ ἄνδρας Κιραδας αὐχμοῦ. 32 ὡς κλαυϑμὸν Ιαζηρ ἀποκλαύσομαί σοι, ἄμπελος Σεβημα· κλήματά σου διῆλϑεν ϑάλασσαν, Ιαζηρ ἥψαντο· ἐπὶ ὀπώραν σου, ἐπὶ τρυγηταῖς σου ὄλεϑρος ἐπέπεσεν. 33 συνεψήσϑη χαρμοσύνη καὶ εὐϕροσύνη ἐκ τῆς Μωαβίτιδος, καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου· πρωῒ οὐκ ἐπάτησαν οὐδὲ δείλης, οὐκ ἐποίησαν αιδαδ. 34 ἀπὸ κραυγῆς Εσεβων ἕως Ελεαλη αἱ πόλεις αὐτῶν ἔδωκαν ϕωνὴν αὐτῶν, ἀπὸ Ζογορ ἕως Ωρωναιμ καὶ Αγλαϑ – σαλισια, ὅτι καὶ τὸ ὕδωρ Νεβριμ εἰς κατάκαυμα ἔσται. 35 καὶ ἀπολῶ τὸν Μωαβ, ϕησὶν κύριος, ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ ϑυμιῶντα ϑεοῖς αὐτοῦ. 36 διὰ τοῦτο καρδία μου, Μωαβ, ὥσπερ αὐλοὶ βομβήσουσιν, καρδία μου ἐπ᾽ ἀνϑρώπους Κιραδας ὥσπερ αὐλὸς βομβήσει· διὰ τοῦτο ἃ περιεποιήσατο, ἀπώλετο ἀπὸ ἀνϑρώπου. 37 πᾶσαν κεϕαλὴν ἐν παντὶ τόπῳ ξυρήσονται, καὶ πᾶς πώγων ξυρηϑήσεται, καὶ πᾶσαι χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσϕύος σάκκος. 38 καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωαβ καὶ ἐπὶ πλατείαις αὐτῆς, ὅτι συνέτριψα τὸν Μωαβ, ϕησὶν κύριος, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστιν χρεία αὐτοῦ. 39 πῶς κατήλλαξεν; πῶς ἔστρεψεν νῶτον Μωαβ; ᾐσχύνϑη καὶ ἐγένετο Μωαβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς. 40 ὅτι οὕτως εἶπεν κύριος 41 Ἐλήμϕϑη Ακκαριωϑ, καὶ τὰ ὀχυρώματα συνελήμϕϑη· 42 καὶ ἀπολεῖται Μωαβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνϑη. 43 παγὶς καὶ ϕόβος καὶ βόϑυνος ἐπὶ σοί, καϑήμενος Μωαβ· 44 ὁ ϕεύγων ἀπὸ προσώπου τοῦ ϕόβου ἐμπεσεῖται εἰς τὸν βόϑυνον, καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοϑύνου συλλημϕϑήσεται ἐν τῇ παγίδι, ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωαβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς. 13 Ὅσα ἐπροϕήτευσεν Ιερεμιας ἐπὶ πάντα τὰ ἔϑνη. 15 Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς πάντα τὰ ἔϑνη, πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς, 16 καὶ πίονται καὶ ἐξεμοῦνται καὶ μανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν. 17 καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα τὰ ἔϑνη, πρὸς ἃ ἀπέστειλέν με κύριος ἐπ᾽ αὐτά, 18 τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα καὶ βασιλεῖς Ιουδα καὶ ἄρχοντας αὐτοῦ τοῦ ϑεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν 19 καὶ τὸν Φαραω βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ 20 καὶ πάντας τοὺς συμμίκτους αὐτοῦ καὶ πάντας τοὺς βασιλεῖς ἀλλοϕύλων, τὴν Ἀσκαλῶνα καὶ τὴν Γάζαν καὶ τὴν Ακκαρων καὶ τὸ ἐπίλοιπον Ἀζώτου 21 καὶ τὴν Ιδουμαίαν καὶ τὴν Μωαβῖτιν καὶ τοὺς υἱοὺς Αμμων 22 καὶ πάντας βασιλεῖς Τύρου καὶ βασιλεῖς Σιδῶνος καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς ϑαλάσσης 23 καὶ τὴν Δαιδαν καὶ τὴν Θαιμαν καὶ τὴν Ρως καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ 24 καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ 25 καὶ πάντας βασιλεῖς Αιλαμ καὶ πάντας βασιλεῖς Περσῶν 26 καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς, ἕκαστον πρὸς τὸν ἀδελϕὸν αὐτοῦ, καὶ πάσας τὰς βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς. 27 καὶ ἐρεῖς αὐτοῖς Οὕτως εἶπεν κύριος παντοκράτωρ Πίετε καὶ μεϑύσϑητε καὶ ἐξεμέσατε καὶ πεσεῖσϑε καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν. 28 καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασϑαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Πιόντες πίεσϑε· 29 ὅτι ἐν πόλει, ἐν ᾗ ὠνομάσϑη τὸ ὄνομά μου ἐπ᾽ αὐτήν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καϑάρσει οὐ μὴ καϑαρισϑῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ τοὺς καϑημένους ἐπὶ τῆς γῆς. 30 καὶ σὺ προϕητεύσεις ἐπ᾽ αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρεῖς Κύριος ἀϕ᾽ ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει ϕωνὴν αὐτοῦ· λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ αιδαδ ὥσπερ τρυγῶντες ἀποκριϑήσονται· καὶ ἐπὶ τοὺς καϑημένους ἐπὶ τὴν γῆν 31 ἥκει ὄλεϑρος ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ ἐν τοῖς ἔϑνεσιν, κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόϑησαν εἰς μάχαιραν, λέγει κύριος. 32 οὕτως εἶπεν κύριος Ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔϑνους ἐπὶ ἔϑνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπ᾽ ἐσχάτου τῆς γῆς. 33 καὶ ἔσονται τραυματίαι ὑπὸ κυρίου ἐν ἡμέρᾳ κυρίου ἐκ μέρους τῆς γῆς καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται. 34 ἀλαλάξατε, ποιμένες, καὶ κεκράξατε· καὶ κόπτεσϑε, οἱ κριοὶ τῶν προβάτων· ὅτι ἐπληρώϑησαν αἱ ἡμέραι ὑμῶν εἰς σϕαγήν, καὶ πεσεῖσϑε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί· 35 καὶ ἀπολεῖται ϕυγὴ ἀπὸ τῶν ποιμένων καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων. 36 ϕωνὴ κραυγῆς τῶν ποιμένων καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλέϑρευσεν κύριος τὰ βοσκήματα αὐτῶν, 37 καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς ϑυμοῦ μου. 38 ἐγκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτοῦ, ὅτι ἐγενήϑη ἡ γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 33

1 Ἐν ἀρχῇ βασιλέως Ιωακιμ υἱοῦ Ιωσια ἐγενήϑη ὁ λόγος οὗτος παρὰ κυρίου 2 Οὕτως εἶπεν κύριος Στῆϑι ἐν αὐλῇ οἴκου κυρίου καὶ χρηματιεῖς ἅπασι τοῖς Ιουδαίοις καὶ πᾶσι τοῖς ἐρχομένοις προσκυνεῖν ἐν οἴκῳ κυρίου ἅπαντας τοὺς λόγους, οὓς συνέταξά σοι αὐτοῖς χρηματίσαι, μὴ ἀϕέλῃς ῥῆμα· 3 ἴσως ἀκούσονται καὶ ἀποστραϕήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ λογίζομαι τοῦ ποιῆσαι αὐτοῖς ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 4 καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσϑαι ἐν τοῖς νομίμοις μου, οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν, 5 εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προϕητῶν, οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρϑρου καὶ ἀπέστειλα καὶ οὐκ εἰσηκούσατέ μου, 6 καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλωμ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσιν τοῖς ἔϑνεσιν πάσης τῆς γῆς. 7 καὶ ἤκουσαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροϕῆται καὶ πᾶς ὁ λαὸς τοῦ Ιερεμιου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ κυρίου. 8 καὶ ἐγένετο Ιερεμιου παυσαμένου λαλοῦντος πάντα, ἃ συνέταξεν αὐτῷ κύριος λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροϕῆται καὶ πᾶς ὁ λαὸς λέγων Θανάτῳ ἀποϑανῇ, 9 ὅτι ἐπροϕήτευσας τῷ ὀνόματι κυρίου λέγων Ὥσπερ Σηλωμ ἔσται ὁ οἶκος οὗτος, καὶ ἡ πόλις αὕτη ἐρημωϑήσεται ἀπὸ κατοικούντων· καὶ ἐξεκκλησιάσϑη πᾶς ὁ λαὸς ἐπὶ Ιερεμιαν ἐν οἴκῳ κυρίου. 10 Καὶ ἤκουσαν οἱ ἄρχοντες Ιουδα τὸν λόγον τοῦτον καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον κυρίου καὶ ἐκάϑισαν ἐν προϑύροις πύλης κυρίου τῆς καινῆς. 11 καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροϕῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ Κρίσις ϑανάτου τῷ ἀνϑρώπῳ τούτῳ, ὅτι ἐπροϕήτευσεν κατὰ τῆς πόλεως ταύτης, καϑὼς ἠκούσατε ἐν τοῖς ὠσὶν ὑμῶν. 12 καὶ εἶπεν Ιερεμιας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων Κύριος ἀπέστειλέν με προϕητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους τούτους, οὓς ἠκούσατε. 13 καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν καὶ ἀκούσατε τῆς ϕωνῆς κυρίου, καὶ παύσεται κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐϕ᾽ ὑμᾶς. 14 καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν· ποιήσατέ μοι ὡς συμϕέρει καὶ ὡς βέλτιον ὑμῖν. 15 ἀλλ᾽ ἢ γνόντες γνώσεσϑε ὅτι, εἰ ἀναιρεῖτέ με, αἷμα ἀϑῷον δίδοτε ἐϕ᾽ ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληϑείᾳ ἀπέσταλκέν με κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους. 16 καὶ εἶπαν οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροϕήτας Οὐκ ἔστιν τῷ ἀνϑρώπῳ τούτῳ κρίσις ϑανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ ϑεοῦ ἡμῶν ἐλάλησεν πρὸς ἡμᾶς. 17 καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ 18 Μιχαιας ὁ Μωραϑίτης ἦν ἐν ταῖς ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ εἶπεν παντὶ τῷ λαῷ Ιουδα Οὕτως εἶπεν κύριος Σιων ὡς ἀγρὸς ἀροτριαϑήσεται, καὶ Ιερουσαλημ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. 19 μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Εζεκιας καὶ πᾶς Ιουδα; οὐχὶ ὅτι ἐϕοβήϑησαν τὸν κύριον καὶ ὅτι ἐδεήϑησαν τοῦ προσώπου κυρίου, καὶ ἐπαύσατο κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐπ᾽ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν. – 20 καὶ ἄνϑρωπος ἦν προϕητεύων τῷ ὀνόματι κυρίου, Ουριας υἱὸς Σαμαιου ἐκ Καριαϑιαριμ, καὶ ἐπροϕήτευσεν περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους Ιερεμιου. 21 καὶ ἤκουσεν ὁ βασιλεὺς Ιωακιμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν, καὶ ἤκουσεν Ουριας καὶ εἰσῆλϑεν εἰς Αἴγυπτον. 22 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον, 23 καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖϑεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ. 24 πλὴν χεὶρ Αχικαμ υἱοῦ Σαϕαν ἦν μετὰ Ιερεμιου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ τοῦ μὴ ἀνελεῖν αὐτόν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 34

2 Οὕτως εἶπεν κύριος Ποίησον δεσμοὺς καὶ κλοιοὺς καὶ περίϑου περὶ τὸν τράχηλόν σου· 3 καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ιδουμαίας καὶ πρὸς βασιλέα Μωαβ καὶ πρὸς βασιλέα υἱῶν Αμμων καὶ πρὸς βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σιδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ιερουσαλημ πρὸς Σεδεκιαν βασιλέα Ιουδα. 4 καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν 5 ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύι μου τῇ μεγάλῃ καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀϕϑαλμοῖς μου. 6 ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ ϑηρία τοῦ ἀγροῦ ἐργάζεσϑαι αὐτῷ. 8 καὶ τὸ ἔϑνος καὶ ἡ βασιλεία, ὅσοι ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπεν κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ. 9 καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροϕητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμῖν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶν ϕαρμακῶν ὑμῶν τῶν λεγόντων Οὐ μὴ ἐργάσησϑε τῷ βασιλεῖ Βαβυλῶνος· 10 ὅτι ψευδῆ αὐτοὶ προϕητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶν. 11 καὶ τὸ ἔϑνος, ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ, καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσει ἐν αὐτῇ. – 12 καὶ πρὸς Σεδεκιαν βασιλέα Ιουδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων Εἰσαγάγετε τὸν τράχηλον ὑμῶν 14 καὶ ἐργάσασϑε τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προϕητεύουσιν ὑμῖν· 15 ὅτι οὐκ ἀπέστειλα αὐτούς, ϕησὶν κύριος, καὶ προϕητεύουσιν τῷ ὀνόματί μου ἐπ᾽ ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς, καὶ ἀπολεῖσϑε ὑμεῖς καὶ οἱ προϕῆται ὑμῶν οἱ προϕητεύοντες ὑμῖν ἐπ᾽ ἀδίκῳ ψευδῆ. 16 ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων Οὕτως εἶπεν κύριος Μὴ ἀκούετε τῶν λόγων τῶν προϕητῶν τῶν προϕητευόντων ὑμῖν λεγόντων Ἰδοὺ σκεύη οἴκου κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος· ὅτι ἄδικα αὐτοὶ προϕητεύουσιν ὑμῖν, οὐκ ἀπέστειλα αὐτούς. 18 εἰ προϕῆταί εἰσιν καὶ εἰ ἔστιν λόγος κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι· 19 ὅτι οὕτως εἶπεν κύριος Καὶ τῶν ἐπιλοίπων σκευῶν, 20 ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισεν τὸν Ιεχονιαν ἐξ Ιερουσαλημ, 22 εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει κύριος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 35

1 Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει Σεδεκια βασιλέως Ιουδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι Ανανιας υἱὸς Αζωρ ὁ ψευδοπροϕήτης ὁ ἀπὸ Γαβαων ἐν οἴκῳ κυρίου κατ᾽ ὀϕϑαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων 2 Οὕτως εἶπεν κύριος Συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως Βαβυλῶνος· 3 ἔτι δύο ἔτη ἡμερῶν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου κυρίου 4 καὶ Ιεχονιαν καὶ τὴν ἀποικίαν Ιουδα, ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος. 5 καὶ εἶπεν Ιερεμιας πρὸς Ανανιαν κατ᾽ ὀϕϑαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ᾽ ὀϕϑαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ κυρίου 6 καὶ εἶπεν Ιερεμιας Ἀληϑῶς· οὕτω ποιήσαι κύριος· στήσαι τὸν λόγον σου, ὃν σὺ προϕητεύεις, τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον τοῦτον. 7 πλὴν ἀκούσατε τὸν λόγον κυρίου, ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ 8 Οἱ προϕῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροϕήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον· 9 ὁ προϕήτης ὁ προϕητεύσας εἰς εἰρήνην, ἐλϑόντος τοῦ λόγου γνώσονται τὸν προϕήτην, ὃν ἀπέστειλεν αὐτοῖς κύριος ἐν πίστει. 10 καὶ ἔλαβεν Ανανιας ἐν ὀϕϑαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ιερεμιου καὶ συνέτριψεν αὐτούς. 11 καὶ εἶπεν Ανανιας κατ᾽ ὀϕϑαλμοὺς παντὸς τοῦ λαοῦ λέγων Οὕτως εἶπεν κύριος Οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐϑνῶν. καὶ ᾤχετο Ιερεμιας εἰς τὴν ὁδὸν αὐτοῦ. – 12 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ συντρῖψαι Ανανιαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων 13 Βάδιζε καὶ εἰπὸν πρὸς Ανανιαν λέγων Οὕτως εἶπεν κύριος Κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντ αὐτῶν κλοιοὺς σιδηροῦς· 14 ὅτι οὕτως εἶπεν κύριος Ζυγὸν σιδηροῦν ἔϑηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐϑνῶν ἐργάζεσϑαι τῷ βασιλεῖ Βαβυλῶνος. 15 καὶ εἶπεν Ιερεμιας τῷ Ανανια Οὐκ ἀπέσταλκέν σε κύριος, καὶ πεποιϑέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ᾽ ἀδίκῳ· 16 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς, τούτῳ τῷ ἐνιαυτῷ ἀποϑανῇ. 17 καὶ ἀπέϑανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 36

1 Καὶ οὗτοι οἱ λόγοι τῆς βίβλου, οὓς ἀπέστειλεν Ιερεμιας ἐξ Ιερουσαλημ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροϕήτας ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ καὶ πρὸς ἅπαντα τὸν λαὸν 2 ὕστερον ἐξελϑόντος Ιεχονιου τοῦ βασιλέως καὶ τῆς βασιλίσσης καὶ τῶν εὐνούχων καὶ παντὸς ἐλευϑέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ Ιερουσαλημ 3 ἐν χειρὶ Ελεασα υἱοῦ Σαϕαν καὶ Γαμαριου υἱοῦ Χελκιου, ὃν ἀπέστειλεν Σεδεκιας βασιλεὺς Ιουδα πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα, λέγων 4 Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ ἐπὶ τὴν ἀποικίαν, ἣν ἀπῴκισα ἀπὸ Ιερουσαλημ 5 Οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε καὶ ϕυτεύσατε παραδείσους καὶ ϕάγετε τοὺς καρποὺς αὐτῶν 6 καὶ λάβετε γυναῖκας καὶ τεκνοποιήσατε υἱοὺς καὶ ϑυγατέρας καὶ λάβετε τοῖς υἱοῖς ὑμῶν γυναῖκας καὶ τὰς ϑυγατέρας ὑμῶν ἀνδράσιν δότε καὶ πληϑύνεσϑε καὶ μὴ σμικρυνϑῆτε 7 καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς, εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ, καὶ προσεύξασϑε περὶ αὐτῶν πρὸς κύριον, ὅτι ἐν εἰρήνῃ αὐτῆς ἔσται εἰρήνη ὑμῖν. 8 ὅτι οὕτως εἶπεν κύριος Μὴ ἀναπειϑέτωσαν ὑμᾶς οἱ ψευδοπροϕῆται οἱ ἐν ὑμῖν, καὶ μὴ ἀναπειϑέτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν, καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν, ἃ ὑμεῖς ἐνυπνιάζεσϑε, 9 ὅτι ἄδικα αὐτοὶ προϕητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου, καὶ οὐκ ἀπέστειλα αὐτούς. 10 ὅτι οὕτως εἶπεν κύριος Ὅταν μέλλῃ πληροῦσϑαι Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐϕ᾽ ὑμᾶς τοῦ τὸν λαὸν ὑμῶν ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον· 11 καὶ λογιοῦμαι ἐϕ᾽ ὑμᾶς λογισμὸν εἰρήνης καὶ οὐ κακὰ τοῦ δοῦναι ὑμῖν ταῦτα. 12 καὶ προσεύξασϑε πρός με, καὶ εἰσακούσομαι ὑμῶν· 13 καὶ ἐκζητήσατέ με, καὶ εὑρήσετέ με, ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, 14 καὶ ἐπιϕανοῦμαι ὑμῖν. – 15 ὅτι εἴπατε Κατέστησεν ἡμῖν κύριος προϕήτας ἐν Βαβυλῶνι, 21 οὕτως εἶπεν κύριος ἐπὶ Αχιαβ καὶ ἐπὶ Σεδεκιαν Ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτοὺς κατ᾽ ὀϕϑαλμοὺς ὑμῶν. 22 καὶ λήμψονται ἀπ᾽ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ιουδα ἐν Βαβυλῶνι λέγοντες Ποιήσαι σε κύριος, ὡς Σεδεκιαν ἐποίησεν καὶ ὡς Αχιαβ, οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ 23 δι᾽ ἣν ἐποίησαν ἀνομίαν ἐν Ισραηλ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου, ὃν οὐ συνέταξα αὐτοῖς, καὶ ἐγὼ μάρτυς, ϕησὶν κύριος. – 24 καὶ πρὸς Σαμαιαν τὸν Νελαμίτην ἐρεῖς 25 Οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου. καὶ πρὸς Σοϕονιαν υἱὸν Μαασαιου τὸν ἱερέα εἰπέ 26 Κύριος ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ιωδαε τοῦ ἱερέως γενέσϑαι ἐπιστάτην ἐν τῷ οἴκῳ κυρίου παντὶ ἀνϑρώπῳ προϕητεύοντι καὶ παντὶ ἀνϑρώπῳ μαινομένῳ, καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταρράκτην. 27 καὶ νῦν διὰ τί συνελοιδορήσατε Ιερεμιαν τὸν ἐξ Αναϑωϑ τὸν προϕητεύσαντα ὑμῖν; 28 οὐ διὰ τοῦτο ἀπέστειλεν πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων Μακράν ἐστιν, οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ ϕυτεύσατε κήπους καὶ ϕάγεσϑε τὸν καρπὸν αὐτῶν; – 29 καὶ ἀνέγνω Σοϕονιας τὸ βιβλίον εἰς τὰ ὦτα Ιερεμιου. 30 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων 31 Ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων Οὕτως εἶπεν κύριος ἐπὶ Σαμαιαν τὸν Νελαμίτην Ἐπειδὴ ἐπροϕήτευσεν ὑμῖν Σαμαιας, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν, καὶ πεποιϑέναι ἐποίησεν ὑμᾶς ἐπ᾽ ἀδίκοις, 32 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαιαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῶν ἄνϑρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαϑά, ἃ ἐγὼ ποιήσω ὑμῖν· οὐκ ὄψονται.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 37

1 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου εἰπεῖν 2 Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ λέγων Γράψον πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σέ, ἐπὶ βιβλίου· 3 ὅτι ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ ἀποστρέψω τὴν ἀποικίαν λαοῦ μου Ισραηλ καὶ Ιουδα, εἶπεν κύριος, καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν, καὶ κυριεύσουσιν αὐτῆς. 4 Καὶ οὗτοι οἱ λόγοι, οὓς ἐλάλησεν κύριος ἐπὶ Ισραηλ καὶ Ιουδα 5 Οὕτως εἶπεν κύριος Φωνὴν ϕόβου ἀκούσεσϑε· ϕόβος, καὶ οὐκ ἔστιν εἰρήνη. 6 ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν, καὶ περὶ ϕόβου, ἐν ᾧ καϑέξουσιν ὀσϕὺν καὶ σωτηρίαν· διότι ἑώρακα πάντα ἄνϑρωπον καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τῆς ὀσϕύος αὐτοῦ, ἐστράϕησαν πρόσωπα, εἰς ἴκτερον 7 ἐγενήϑη. ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη, καὶ χρόνος στενός ἐστιν τῷ Ιακωβ, καὶ ἀπὸ τούτου σωϑήσεται. 8 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις· 9 καὶ ἐργῶνται τῷ κυρίῳ ϑεῷ αὐτῶν, καὶ τὸν Δαυιδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. 12 Οὕτως εἶπεν κύριος Ἀνέστησα σύντριμμα, ἀλγηρὰ ἡ πληγή σου· 13 οὐκ ἔστιν κρίνων κρίσιν σου, εἰς ἀλγηρὸν ἰατρεύϑης, ὠϕέλεια οὐκ ἔστιν σοι. 14 πάντες οἱ ϕίλοι σου ἐπελάϑοντό σου, οὐ μὴ ἐπερωτήσουσιν· ὅτι πληγὴν ἐχϑροῦ ἔπαισά σε, παιδείαν στερεάν, ἐπὶ πᾶσαν ἀδικίαν σου ἐπλήϑυναν αἱ ἁμαρτίαι σου. 16 διὰ τοῦτο πάντες οἱ ἔσϑοντές σε βρωϑήσονται, καὶ πάντες οἱ ἐχϑροί σου, κρέας αὐτῶν πᾶν ἔδονται· ἐπὶ πλῆϑος ἀδικιῶν σου ἐπληϑύνϑησαν αἱ ἁμαρτίαι σου, ἐποίησαν ταῦτά σοι· καὶ ἔσονται οἱ διαϕοροῦντές σε εἰς διαϕόρημα, καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν. 17 ὅτι ἀνάξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, ϕησὶν κύριος, ὅτι ἐσπαρμένη ἐκλήϑης· ϑήρευμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν. 18 οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ιακωβ καὶ αἰχμαλωσίαν αὐτοῦ ἐλεήσω· καὶ οἰκοδομηϑήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτῆς, καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καϑεδεῖται. 19 καὶ ἐξελεύσονται ἀπ᾽ αὐτῶν ᾄδοντες καὶ ϕωνὴ παιζόντων· καὶ πλεονάσω αὐτούς, καὶ οὐ μὴ ἐλαττωϑῶσιν. 20 καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρϑωϑήσεται· καὶ ἐπισκέψομαι τοὺς ϑλίβοντας αὐτούς. 21 καὶ ἔσονται ἰσχυρότεροι αὐτοῦ ἐπ᾽ αὐτούς, καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται· καὶ συνάξω αὐτούς, καὶ ἀποστρέψουσιν πρός με· ὅτι τίς ἐστιν οὗτος, ὃς ἔδωκεν τὴν καρδίαν αὐτοῦ ἀποστρέψαι πρός με; ϕησὶν κύριος. 23 ὅτι ὀργὴ κυρίου ἐξῆλϑεν ϑυμώδης, ἐξῆλϑεν ὀργὴ στρεϕομένη, ἐπ᾽ ἀσεβεῖς ἥξει. 24 οὐ μὴ ἀποστραϕῇ ὀργὴ ϑυμοῦ κυρίου, ἕως ποιήσῃ καὶ ἕως καταστήσῃ ἐγχείρημα καρδίας αὐτοῦ· ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν γνώσεσϑε αὐτά.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 38

1 Ἐν τῷ χρόνῳ ἐκείνῳ, εἶπεν κύριος, ἔσομαι εἰς ϑεὸν τῷ γένει Ισραηλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 2 οὕτως εἶπεν κύριος Εὗρον ϑερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ισραηλ. 3 κύριος πόρρωϑεν ὤϕϑη αὐτῷ Ἀγάπησιν αἰωνίαν ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτίρημα. 4 ἔτι οἰκοδομήσω σε, καὶ οἰκοδομηϑήσῃ, παρϑένος Ισραηλ· ἔτι λήμψῃ τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων. 5 ἔτι ϕυτεύσατε ἀμπελῶνας ἐν ὄρεσιν Σαμαρείας, ϕυτεύσατε καὶ αἰνέσατε. 6 ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Εϕραιμ Ἀνάστητε καὶ ἀνάβητε εἰς Σιων πρὸς κύριον τὸν ϑεὸν ἡμῶν. – 7 ὅτι οὕτως εἶπεν κύριος τῷ Ιακωβ Εὐϕράνϑητε καὶ χρεμετίσατε ἐπὶ κεϕαλὴν ἐϑνῶν, ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε· εἴπατε Ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ισραηλ. 8 ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ καὶ συνάξω αὐτοὺς ἀπ᾽ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ ϕασεκ· καὶ τεκνοποιήσῃ ὄχλον πολύν, καὶ ἀποστρέψουσιν ὧδε. 9 ἐν κλαυϑμῷ ἐξῆλϑον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρϑῇ, καὶ οὐ μὴ πλανηϑῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ισραηλ εἰς πατέρα, καὶ Εϕραιμ πρωτότοκός μού ἐστιν. 10 Ἀκούσατε λόγον κυρίου, ἔϑνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον· εἴπατε Ὁ λικμήσας τὸν Ισραηλ συνάξει αὐτὸν καὶ ϕυλάξει αὐτὸν ὡς ὁ βόσκων τὸ ποίμνιον αὐτοῦ. 11 ὅτι ἐλυτρώσατο κύριος τὸν Ιακωβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. 12 καὶ ἥξουσιν καὶ εὐϕρανϑήσονται ἐν τῷ ὄρει Σιων· καὶ ἥξουσιν ἐπ᾽ ἀγαϑὰ κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων, καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον, καὶ οὐ πεινάσουσιν ἔτι. 13 τότε χαρήσονται παρϑένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβῦται χαρήσονται, καὶ στρέψω τὸ πένϑος αὐτῶν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐϕραινομένους. 14 μεγαλυνῶ καὶ μεϑύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευι, καὶ ὁ λαός μου τῶν ἀγαϑῶν μου ἐμπλησϑήσεται. 15 Οὕτως εἶπεν κύριος Φωνὴ ἐν Ραμα ἠκούσϑη ϑρήνου καὶ κλαυϑμοῦ καὶ ὀδυρμοῦ· Ραχηλ ἀποκλαιομένη οὐκ ἤϑελεν παύσασϑαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν. 16 οὕτως εἶπεν κύριος Διαλιπέτω ἡ ϕωνή σου ἀπὸ κλαυϑμοῦ καὶ οἱ ὀϕϑαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστιν μισϑὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχϑρῶν, 17 μόνιμον τοῖς σοῖς τέκνοις. 18 ἀκοὴν ἤκουσα Εϕραιμ ὀδυρομένου Ἐπαίδευσάς με, καὶ ἐπαιδεύϑην ἐγώ· ὥσπερ μόσχος οὐκ ἐδιδάχϑην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ κύριος ὁ ϑεός μου. 19 ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐϕ᾽ ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. 20 υἱὸς ἀγαπητὸς Εϕραιμ ἐμοί, παιδίον ἐντρυϕῶν, ὅτι ἀνϑ᾽ ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησϑήσομαι αὐτοῦ· διὰ τοῦτο ἔσπευσα ἐπ᾽ αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτόν, ϕησὶν κύριος. 21 Στῆσον σεαυτήν, Σιων, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ἣν ἐπορεύϑης ἀποστράϕητι, παρϑένος Ισραηλ, ἀποστράϕητι εἰς τὰς πόλεις σου πενϑοῦσα. 22 ἕως πότε ἀποστρέψεις, ϑυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισεν κύριος σωτηρίαν εἰς καταϕύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνϑρωποι. 23 οὕτως εἶπεν κύριος Ἔτι ἐροῦσιν τὸν λόγον τοῦτον ἐν γῇ Ιουδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ Εὐλογημένος κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ 24 καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἅμα γεωργῷ, καὶ ἀρϑήσεται ἐν ποιμνίῳ. 25 ὅτι ἐμέϑυσα πᾶσαν ψυχὴν διψῶσαν καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα. 26 διὰ τοῦτο ἐξηγέρϑην καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήϑη. 27 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ σπερῶ τὸν Ισραηλ καὶ τὸν Ιουδαν σπέρμα ἀνϑρώπου καὶ σπέρμα κτήνους. 28 καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ᾽ αὐτοὺς καϑαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπ᾽ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταϕυτεύειν, ϕησὶν κύριος. 29 ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν Οἱ πατέρες ἔϕαγον ὄμϕακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν· 30 ἀλλ᾽ ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποϑανεῖται, καὶ τοῦ ϕαγόντος τὸν ὄμϕακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ. 31 Ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ διαϑήσομαι τῷ οἴκῳ Ισραηλ καὶ τῷ οἴκῳ Ιουδα διαϑήκην καινήν, 32 οὐ κατὰ τὴν διαϑήκην, ἣν διεϑέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαϑήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, ϕησὶν κύριος· 33 ὅτι αὕτη ἡ διαϑήκη, ἣν διαϑήσομαι τῷ οἴκῳ Ισραηλ μετὰ τὰς ἡμέρας ἐκείνας, ϕησὶν κύριος Διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς ϑεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· 34 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελϕὸν αὐτοῦ λέγων Γνῶϑι τὸν κύριον· ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησϑῶ ἔτι. – 35 ἐὰν ὑψωϑῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, ϕησὶν κύριος, καὶ ἐὰν ταπεινωϑῇ τὸ ἔδαϕος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ισραηλ, ϕησὶν κύριος, περὶ πάντων, ὧν ἐποίησαν. 36 οὕτως εἶπεν κύριος ὁ δοὺς τὸν ἥλιον εἰς ϕῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς ϕῶς τῆς νυκτός, καὶ κραυγὴν ἐν ϑαλάσσῃ καὶ ἐβόμβησεν τὰ κύματα αὐτῆς, κύριος παντοκράτωρ ὄνομα αὐτῷ 37 Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, ϕησὶν κύριος, καὶ τὸ γένος Ισραηλ παύσεται γενέσϑαι ἔϑνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας. – 38 ἰδοὺ ἡμέραι ἔρχονται, ϕησὶν κύριος, καὶ οἰκοδομηϑήσεται πόλις τῷ κυρίῳ ἀπὸ πύργου Αναμεηλ ἕως πύλης τῆς γωνίας· 39 καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρηβ καὶ περικυκλωϑήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίϑων· 40 καὶ πάντες ασαρημωϑ ἕως ναχαλ Κεδρων ἕως γωνίας πύλης ἵππων ἀνατολῆς ἁγίασμα τῷ κυρίῳ καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καϑαιρεϑῇ ἕως τοῦ αἰῶνος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 39

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ τῷ βασιλεῖ Σεδεκια, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος, 2 καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ, καὶ Ιερεμιας ἐϕυλάσσετο ἐν αὐλῇ τῆς ϕυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ τοῦ βασιλέως, 3 ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκιας λέγων Διὰ τί σὺ προϕητεύεις λέγων Οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν, 4 καὶ Σεδεκιας οὐ μὴ σωϑῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοϑήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ ὄψονται, 5 καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καϑιεῖται. 6 καὶ λόγος κυρίου ἐγενήϑη πρὸς Ιερεμιαν λέγων 7 Ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελϕοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Αναϑωϑ, ὅτι σοὶ κρίμα παραλαβεῖν εἰς κτῆσιν. 8 καὶ ἦλϑεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελϕοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς ϕυλακῆς καὶ εἶπέν μοι Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμιν τὸν ἐν Αναϑωϑ, ὅτι σοὶ κρίμα κτήσασϑαι, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν, 9 καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱοῦ ἀδελϕοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου· 10 καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσϕραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ. 11 καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσϕραγισμένον καὶ τὸ ἀνεγνωσμένον 12 καὶ ἔδωκα αὐτὸ τῷ Βαρουχ υἱῷ Νηριου υἱοῦ Μαασαιου κατ᾽ ὀϕϑαλμοὺς Αναμεηλ υἱοῦ ἀδελϕοῦ πατρός μου καὶ κατ᾽ ὀϕϑαλμοὺς τῶν ἑστηκότων καὶ γραϕόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ᾽ ὀϕϑαλμοὺς τῶν Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς. 13 καὶ συνέταξα τῷ Βαρουχ κατ᾽ ὀϕϑαλμοὺς αὐτῶν λέγων 14 Οὕτως εἶπεν κύριος παντοκράτωρ Λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ ϑήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους. 15 ὅτι οὕτως εἶπεν κύριος Ἔτι κτηϑήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. 16 Καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων 17 Ὦ κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐϑέν, 18 ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ᾽ αὐτούς, ὁ ϑεὸς ὁ μέγας καὶ ἰσχυρός, 19 κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ ϑεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος· οἱ ὀϕϑαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνϑρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ· 20 ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῖς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη 21 καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις 22 καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι· 23 καὶ εἰσήλϑοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς ϕωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύϑησαν· ἅπαντα, ἃ ἐνετείλω αὐτοῖς, οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα. 24 ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόϑη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο. 25 καὶ σὺ λέγεις πρός με Κτῆσαι σεαυτῷ ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσϕραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ ἡ πόλις ἐδόϑη εἰς χεῖρας Χαλδαίων. 26 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 27 Ἐγὼ κύριος ὁ ϑεὸς πάσης σαρκός· μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι; 28 διὰ τοῦτο οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Δοϑεῖσα παραδοϑήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν, 29 καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας, ἐν αἷς ἐϑυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βααλ καὶ ἔσπενδον σπονδὰς ϑεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με. 30 ὅτι ἦσαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ᾽ ὀϕϑαλμούς μου ἐκ νεότητος αὐτῶν· 31 ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν ϑυμόν μου ἦν ἡ πόλις αὕτη ἀϕ᾽ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου 32 διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ισραηλ καὶ Ιουδα, ὧν ἐποίησαν πικρᾶναί με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προϕῆται αὐτῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, 33 καὶ ἐπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον, καὶ ἐδίδαξα αὐτοὺς ὄρϑρου καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἐπιλαβεῖν παιδείαν· 34 καὶ ἔϑηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήϑη τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ, ἐν ἀκαϑαρσίαις αὐτῶν 35 καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βααλ τοὺς ἐν ϕάραγγι υἱοῦ Εννομ τοῦ ἀναϕέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν τῷ Μολοχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐϕαμαρτεῖν τὸν Ιουδαν. – 36 καὶ νῦν οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις Παραδοϑήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ 37 Ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ ϑυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον καὶ καϑιῶ αὐτοὺς πεποιϑότας, 38 καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεόν. 39 καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν ϕοβηϑῆναί με πάσας τὰς ἡμέρας εἰς ἀγαϑὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ᾽ αὐτούς. 40 καὶ διαϑήσομαι αὐτοῖς διαϑήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισϑεν αὐτῶν· καὶ τὸν ϕόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ᾽ ἐμοῦ. 41 καὶ ἐπισκέψομαι τοῦ ἀγαϑῶσαι αὐτοὺς καὶ ϕυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ. 42 ὅτι οὕτως εἶπεν κύριος Καϑὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ᾽ αὐτοὺς πάντα τὰ ἀγαϑά, ἃ ἐλάλησα ἐπ᾽ αὐτούς. 43 καὶ κτηϑήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις Ἄβατός ἐστιν ἀπὸ ἀνϑρώπων καὶ κτήνους καὶ παρεδόϑησαν εἰς χεῖρας Χαλδαίων. 44 καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σϕραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμιν καὶ κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν τοῦ ὄρους καὶ ἐν πόλεσιν τῆς Σεϕηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 40

1 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν δεύτερον, καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς, λέγων 2 Οὕτως εἶπεν κύριος ποιῶν γῆν καὶ πλάσσων αὐτὴν τοῦ ἀνορϑῶσαι αὐτήν, κύριος ὄνομα αὐτῷ 3 Κέκραξον πρός με, καὶ ἀποκριϑήσομαί σοι καὶ ἀπαγγελῶ σοι μεγάλα καὶ ἰσχυρά, ἃ οὐκ ἔγνως αὐτά. 4 ὅτι οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ περὶ οἴκων τῆς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως Ιουδα τῶν καϑῃρημένων εἰς χάρακας καὶ προμαχῶνας 5 τοῦ μάχεσϑαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνϑρώπων, οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν ϑυμῷ μου, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν περὶ πασῶν τῶν πονηριῶν αὐτῶν 6 Ἰδοὺ ἐγὼ ἀνάγω αὐτῇ συνούλωσιν καὶ ἴαμα καὶ ϕανερώσω αὐτοῖς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοῖς εἰρήνην καὶ πίστιν· 7 καὶ ἐπιστρέψω τὴν ἀποικίαν Ιουδα καὶ τὴν ἀποικίαν Ισραηλ καὶ οἰκοδομήσω αὐτοὺς καϑὼς τὸ πρότερον· 8 καὶ καϑαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἀδικιῶν αὐτῶν, ὧν ἡμάρτοσάν μοι, καὶ οὐ μὴ μνησϑήσομαι ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτόν μοι καὶ ἀπέστησαν ἀπ᾽ ἐμοῦ. 9 καὶ ἔσται εἰς εὐϕροσύνην καὶ εἰς αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τῷ λαῷ τῆς γῆς, οἵτινες ἀκούσονται πάντα τὰ ἀγαϑά, ἃ ἐγὼ ποιήσω, καὶ ϕοβηϑήσονται καὶ πικρανϑήσονται περὶ πάντων τῶν ἀγαϑῶν καὶ περὶ πάσης τῆς εἰρήνης, ἧς ἐγὼ ποιήσω αὐτοῖς. – 10 οὕτως εἶπεν κύριος Ἔτι ἀκουσϑήσεται ἐν τῷ τόπῳ τούτῳ, ᾧ ὑμεῖς λέγετε Ἔρημός ἐστιν ἀπὸ ἀνϑρώπων καὶ κτηνῶν, ἐν πόλεσιν Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ ταῖς ἠρημωμέναις παρὰ τὸ μὴ εἶναι ἄνϑρωπον καὶ κτήνη 11 ϕωνὴ εὐϕροσύνης καὶ ϕωνὴ χαρμοσύνης, ϕωνὴ νυμϕίου καὶ ϕωνὴ νύμϕης, ϕωνὴ λεγόντων Ἐξομολογεῖσϑε κυρίῳ παντοκράτορι, ὅτι χρηστὸς κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ εἰσοίσουσιν δῶρα εἰς οἶκον κυρίου· ὅτι ἀποστρέψω πᾶσαν τὴν ἀποικίαν τῆς γῆς ἐκείνης κατὰ τὸ πρότερον, εἶπεν κύριος. 12 οὕτως εἶπεν κύριος τῶν δυνάμεων Ἔτι ἔσται ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρήμῳ παρὰ τὸ μὴ εἶναι ἄνϑρωπον καὶ κτῆνος καὶ ἐν πάσαις ταῖς πόλεσιν αὐτοῦ καταλύματα ποιμένων κοιταζόντων πρόβατα· 13 ἐν πόλεσιν τῆς ὀρεινῆς καὶ ἐν πόλεσιν τῆς Σεϕηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ καὶ ἐν γῇ Βενιαμιν καὶ ἐν ταῖς κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριϑμοῦντος, εἶπεν κύριος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 41

1 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου, καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα, λέγων 2 Οὕτως εἶπεν κύριος Βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρεῖς αὐτῷ Οὕτως εἶπεν κύριος Παραδόσει παραδοϑήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί· 3 καὶ σὺ οὐ μὴ σωϑῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήμψει συλλημϕϑήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοϑήσῃ, καὶ οἱ ὀϕϑαλμοί σου τοὺς ὀϕϑαλμοὺς αὐτοῦ ὄψονται, καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ. 4 ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου, Σεδεκια βασιλεῦ Ιουδα Οὕτως λέγει κύριος 5 Ἐν εἰρήνῃ ἀποϑανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σὲ καὶ Ὦ αδων κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπεν κύριος. 6 καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ· 7 καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα, ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα, ὅτι αὗται κατελείϕϑησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί. 8 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαϑήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄϕεσιν 9 τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ τὸν Εβραῖον καὶ τὴν Εβραίαν ἐλευϑέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα, 10 καὶ ἐπεστράϕησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελϑόντες ἐν τῇ διαϑήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ 11 καὶ ἔωσαν αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας. 12 καὶ ἐγενήϑη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων 13 Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Ἐγὼ ἐϑέμην διαϑήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας, λέγων 14 Ὅταν πληρωϑῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελϕόν σου τὸν Εβραῖον, ὃς πραϑήσεταί σοι· καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύϑερον. καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν. 15 καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐϑὲς πρὸ ὀϕϑαλμῶν μου τοῦ καλέσαι ἄϕεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαϑήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήϑη τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ. 16 καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευϑέρους τῇ ψυχῇ αὐτῶν, ὑμῖν εἰς παῖδας καὶ παιδίσκας. 17 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄϕεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄϕεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν ϑάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς. 18 καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυϑότας τὴν διαϑήκην μου τοὺς μὴ στήσαντας τὴν διαϑήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσϑαι αὐτῷ, 19 τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν, 20 καὶ δώσω αὐτοὺς τοῖς ἐχϑροῖς αὐτῶν, καὶ ἔσται τὰ ϑνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς. 21 καὶ τὸν Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχϑρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ᾽ αὐτῶν. 22 ἰδοὺ ἐγὼ συντάσσω, ϕησὶν κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπ᾽ αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ιουδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 42

1 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου ἐν ἡμέραις Ιωακιμ βασιλέως Ιουδα λέγων 2 Βάδισον εἰς οἶκον Αρχαβιν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον κυρίου εἰς μίαν τῶν αὐλῶν καὶ ποτιεῖς αὐτοὺς οἶνον. 3 καὶ ἐξήγαγον τὸν Ιεζονιαν υἱὸν Ιερεμιν υἱοῦ Χαβασιν καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν Αρχαβιν 4 καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον κυρίου εἰς τὸ παστοϕόριον υἱῶν Ανανιου υἱοῦ Γοδολιου ἀνϑρώπου τοῦ ϑεοῦ, ὅ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαιου υἱοῦ Σελωμ τοῦ ϕυλάσσοντος τὴν αὐλήν, 5 καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἶπα Πίετε οἶνον. 6 καὶ εἶπαν Οὐ μὴ πίωμεν οἶνον, ὅτι Ιωναδαβ υἱὸς Ρηχαβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων Οὐ μὴ πίητε οἶνον, ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος, 7 καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐϕ᾽ ἧς διατρίβετε ὑμεῖς ἐπ᾽ αὐτῆς. 8 καὶ ἠκούσαμεν τῆς ϕωνῆς Ιωναδαβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ ϑυγατέρες ἡμῶν, 9 καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ, καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν, 10 καὶ ᾠκήσαμεν ἐν σκηναῖς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα, ἃ ἐνετείλατο ἡμῖν Ιωναδαβ ὁ πατὴρ ἡμῶν. 11 καὶ ἐγενήϑη ὅτε ἀνέβη Ναβουχοδονοσορ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν Εἰσέλϑατε καὶ εἰσέλϑωμεν εἰς Ιερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ. – 12 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 13 Οὕτως λέγει κύριος Πορεύου καὶ εἰπὸν ἀνϑρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ Οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου; 14 ἔστησαν ῥῆμα υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ, ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρϑρου καὶ ἐλάλησα, καὶ οὐκ ἠκούσατε. 15 καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προϕήτας λέγων Ἀποστράϕητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσϑε ὀπίσω ϑεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ ἠκούσατε. 16 καὶ ἔστησαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσάν μου. 17 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ϕέρω ἐπὶ Ιουδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πάντα τὰ κακά, ἃ ἐλάλησα ἐπ᾽ αὐτούς. 18 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἐπειδὴ ἤκουσαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καϑότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν, 19 οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν Ιωναδαβ υἱοῦ Ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 43

1 Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἐγενήϑη λόγος κυρίου πρός με λέγων 2 Λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ᾽ αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔϑνη ἀϕ᾽ ἧς ἡμέρας λαλήσαντός μου πρός σε, ἀϕ᾽ ἡμερῶν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης· 3 ἴσως ἀκούσεται ὁ οἶκος Ιουδα πάντα τὰ κακά, ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν. – 4 καὶ ἐκάλεσεν Ιερεμιας τὸν Βαρουχ υἱὸν Νηριου, καὶ ἔγραψεν ἀπὸ στόματος Ιερεμιου πάντας τοὺς λόγους κυρίου, οὓς ἐχρημάτισεν πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου. 5 καὶ ἐνετείλατο Ιερεμιας τῷ Βαρουχ λέγων Ἐγὼ ϕυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελϑεῖν εἰς οἶκον κυρίου· 6 καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ιουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς· 7 ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ὁ ϑυμὸς καὶ ἡ ὀργὴ κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον. 8 καὶ ἐποίησεν Βαρουχ κατὰ πάντα, ἃ ἐνετείλατο αὐτῷ Ιερεμιας τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους κυρίου ἐν οἴκῳ κυρίου. – 9 καὶ ἐγενήϑη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ Ιωακιμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πᾶς ὁ λαὸς ἐν Ιερουσαλημ καὶ οἶκος Ιουδα. 10 καὶ ἀνεγίνωσκε Βαρουχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ιερεμιου ἐν οἴκῳ κυρίου ἐν οἴκῳ Γαμαριου υἱοῦ Σαϕαν τοῦ γραμματέως ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προϑύροις πύλης τοῦ οἴκου κυρίου τῆς καινῆς ἐν ὠσὶ παντὸς τοῦ λαοῦ. – 11 καὶ ἤκουσεν Μιχαιας υἱὸς Γαμαριου υἱοῦ Σαϕαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ τοῦ βιβλίου· 12 καὶ κατέβη εἰς οἶκον τοῦ βασιλέως εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάϑηντο, Ελισαμα ὁ γραμματεὺς καὶ Δαλαιας υἱὸς Σελεμιου καὶ Ελναϑαν υἱὸς Ακχοβωρ καὶ Γαμαριας υἱὸς Σαϕαν καὶ Σεδεκιας υἱὸς Ανανιου καὶ πάντες οἱ ἄρχοντες, 13 καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαιας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος τοῦ Βαρουχ εἰς τὰ ὦτα τοῦ λαοῦ. 14 καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαρουχ υἱὸν Νηριου τὸν Ιουδιν υἱὸν Ναϑανιου υἱοῦ Σελεμιου υἱοῦ Χουσι λέγοντες Τὸ χαρτίον, ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λαβὲ αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβεν Βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς. 15 καὶ εἶπαν αὐτῷ Πάλιν ἀνάγνωϑι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρουχ. 16 καὶ ἐγενήϑη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν Ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους. 17 καὶ τὸν Βαρουχ ἠρώτησαν λέγοντες Πόϑεν ἔγραψας πάντας τοὺς λόγους τούτους; 18 καὶ εἶπεν Βαρουχ Ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ιερεμιας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραϕον ἐν βιβλίῳ. 19 καὶ εἶπαν τῷ Βαρουχ Βάδισον κατακρύβηϑι, σὺ καὶ Ιερεμιας· ἄνϑρωπος μὴ γνώτω ποῦ ὑμεῖς. 20 καὶ εἰσῆλϑον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν ϕυλάσσειν ἐν οἴκῳ Ελισαμα, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους. – 21 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ιουδιν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ελισαμα· καὶ ἀνέγνω Ιουδιν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα. 22 καὶ ὁ βασιλεὺς ἐκάϑητο ἐν οἴκῳ χειμερινῷ, καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ. 23 καὶ ἐγενήϑη ἀναγινώσκοντος Ιουδιν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας. 24 καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους· 25 καὶ Ελναϑαν καὶ Γοδολιας καὶ Γαμαριας ὑπέϑεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον. 26 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ιερεμεηλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραια υἱῷ Εσριηλ συλλαβεῖν τὸν Βαρουχ καὶ τὸν Ιερεμιαν· καὶ κατεκρύβησαν. 27 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαρουχ ἀπὸ στόματος Ιερεμιου, λέγων 28 Πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν ὁ βασιλεὺς Ιωακιμ. 29 καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων Διὰ τί ἔγραψας ἐπ᾽ αὐτῷ λέγων Εἰσπορευόμενος εἰσπορεύσεται ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεϑρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπ᾽ αὐτῆς ἄνϑρωπος καὶ κτήνη; 30 διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπὶ Ιωακιμ βασιλέα Ιουδα Οὐκ ἔσται αὐτῷ καϑήμενος ἐπὶ ϑρόνου Δαυιδ, καὶ τὸ ϑνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός· 31 καὶ ἐπισκέψομαι ἐπ᾽ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ᾽ αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐπὶ γῆν Ιουδα πάντα τὰ κακά, ἃ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν. 32 καὶ ἔλαβεν Βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ᾽ αὐτῷ ἀπὸ στόματος Ιερεμιου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὗ κατέκαυσεν Ιωακιμ· καὶ ἔτι προσετέϑησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 44

1 Καὶ ἐβασίλευσεν Σεδεκιας υἱὸς Ιωσια ἀντὶ Ιωακιμ, ὃν ἐβασίλευσεν Ναβουχοδονοσορ βασιλεύειν τοῦ Ιουδα· 2 καὶ οὐκ ἤκουσεν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους κυρίου, οὓς ἐλάλησεν ἐν χειρὶ Ιερεμιου. – 3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκιας τὸν Ιωαχαλ υἱὸν Σελεμιου καὶ τὸν Σοϕονιαν υἱὸν Μαασαιου τὸν ἱερέα πρὸς Ιερεμιαν λέγων Πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς κύριον. 4 καὶ Ιερεμιας ἦλϑεν καὶ διῆλϑεν διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἶκον τῆς ϕυλακῆς. 5 καὶ δύναμις Φαραω ἐξῆλϑεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν καὶ ἀνέβησαν ἀπὸ Ιερουσαλημ. 6 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων 7 Οὕτως εἶπεν κύριος Οὕτως ἐρεῖς πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα πρὸς σὲ τοῦ ἐκζητῆσαί με Ἰδοὺ δύναμις Φαραω ἡ ἐξελϑοῦσα ὑμῖν εἰς βοήϑειαν ἀποστρέψουσιν εἰς γῆν Αἰγύπτου, 8 καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαῖοι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί. 9 ὅτι οὕτως εἶπεν κύριος Μὴ ὑπολάβητε ταῖς ψυχαῖς ὑμῶν λέγοντες Ἀποτρέχοντες ἀπελεύσονται ἀϕ᾽ ἡμῶν οἱ Χαλδαῖοι, ὅτι οὐ μὴ ἀπέλϑωσιν· 10 καὶ ἐὰν πατάξητε πᾶσαν δύναμιν τῶν Χαλδαίων τοὺς πολεμοῦντας ὑμᾶς καὶ καταλειϕϑῶσίν τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ, οὗτοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί. 11 Καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ιερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως Φαραω, 12 ἐξῆλϑεν Ιερεμιας ἀπὸ Ιερουσαλημ τοῦ πορευϑῆναι εἰς γῆν Βενιαμιν τοῦ ἀγοράσαι ἐκεῖϑεν ἐν μέσῳ τοῦ λαοῦ. 13 καὶ ἐγένετο αὐτὸς ἐν πύλῃ Βενιαμιν, καὶ ἐκεῖ ἄνϑρωπος, παρ᾽ ᾧ κατέλυεν, Σαρουιας υἱὸς Σελεμιου υἱοῦ Ανανιου, καὶ συνέλαβεν τὸν Ιερεμιαν λέγων Πρὸς τοὺς Χαλδαίους σὺ ϕεύγεις. 14 καὶ εἶπεν Ψεῦδος· οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ ϕεύγω. καὶ οὐκ ἤκουσεν αὐτοῦ καὶ συνέλαβεν Σαρουιας τὸν Ιερεμιαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας. 15 καὶ ἐπικράνϑησαν οἱ ἄρχοντες ἐπὶ Ιερεμιαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ιωναϑαν τοῦ γραμματέως, ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν ϕυλακῆς. 16 καὶ ἦλϑεν Ιερεμιας εἰς οἰκίαν τοῦ λάκκου καὶ εἰς τὴν χερεϑ καὶ ἐκάϑισεν ἐκεῖ ἡμέρας πολλάς. 17 Καὶ ἀπέστειλεν Σεδεκιας καὶ ἐκάλεσεν αὐτόν, καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυϕαίως εἰπεῖν εἰ ἔστιν λόγος παρὰ κυρίου, καὶ εἶπεν Ἔστιν· εἰς χεῖρας βασιλέως Βαβυλῶνος παραδοϑήσῃ. 18 καὶ εἶπεν Ιερεμιας τῷ βασιλεῖ Τί ἠδίκησά σε καὶ τοὺς παῖδάς σου καὶ τὸν λαὸν τοῦτον, ὅτι σὺ δίδως με εἰς οἰκίαν ϕυλακῆς; 19 καὶ ποῦ εἰσιν οἱ προϕῆται ὑμῶν οἱ προϕητεύσαντες ὑμῖν λέγοντες ὅτι Οὐ μὴ ἔλϑῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν γῆν ταύτην; 20 καὶ νῦν, κύριε βασιλεῦ, πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου, καὶ τί ἀποστρέϕεις με εἰς οἰκίαν Ιωναϑαν τοῦ γραμματέως καὶ οὐ μὴ ἀποϑάνω ἐκεῖ; 21 καὶ συνέταξεν ὁ βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τῆς ϕυλακῆς καὶ ἐδίδοσαν αὐτῷ ἄρτον ἕνα τῆς ἡμέρας ἔξωϑεν οὗ πέσσουσιν, ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τῆς πόλεως· καὶ ἐκάϑισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 45

1 Καὶ ἤκουσεν Σαϕατιας υἱὸς Μαϑαν καὶ Γοδολιας υἱὸς Πασχωρ καὶ Ιωαχαλ υἱὸς Σελεμιου τοὺς λόγους, οὓς ἐλάλει Ιερεμιας ἐπὶ τὸν λαὸν λέγων 2 Οὕτως εἶπεν κύριος Ὁ κατοικῶν ἐν τῇ πόλει ταύτῃ ἀποϑανεῖται ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ, καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται, καὶ ἔσται ἡ ψυχὴ αὐτοῦ εἰς εὕρεμα, καὶ ζήσεται· 3 ὅτι οὕτως εἶπεν κύριος Παραδιδομένη παραδοϑήσεται ἡ πόλις αὕτη εἰς χεῖρας δυνάμεως βασιλέως Βαβυλῶνος, καὶ συλλήμψεται αὐτήν. 4 καὶ εἶπαν τῷ βασιλεῖ Ἀναιρεϑήτω δὴ ὁ ἄνϑρωπος ἐκεῖνος, ὅτι αὐτὸς ἐκλύει τὰς χεῖρας τῶν ἀνϑρώπων τῶν πολεμούντων τῶν καταλειπομένων ἐν τῇ πόλει καὶ τὰς χεῖρας παντὸς τοῦ λαοῦ λαλῶν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους, ὅτι ὁ ἄνϑρωπος οὗτος οὐ χρησμολογεῖ εἰρήνην τῷ λαῷ τούτῳ ἀλλ᾽ ἢ πονηρά. 5 καὶ εἶπεν ὁ βασιλεύς Ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμῶν· ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς. 6 καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον Μελχιου υἱοῦ τοῦ βασιλέως, ὃς ἦν ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς, καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον, καὶ ἐν τῷ λάκκῳ οὐκ ἦν ὕδωρ ἀλλ᾽ ἢ βόρβορος, καὶ ἦν ἐν τῷ βορβόρῳ. 7 Καὶ ἤκουσεν Αβδεμελεχ ὁ Αἰϑίοψ, καὶ αὐτὸς ἐν οἰκίᾳ τοῦ βασιλέως, ὅτι ἔδωκαν Ιερεμιαν εἰς τὸν λάκκον· καὶ ὁ βασιλεὺς ἦν ἐν τῇ πύλῃ Βενιαμιν· 8 καὶ ἐξῆλϑεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἶπεν 9 Ἐπονηρεύσω ἃ ἐποίησας τοῦ ἀποκτεῖναι τὸν ἄνϑρωπον τοῦτον ἀπὸ προσώπου τοῦ λιμοῦ, ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τῇ πόλει. 10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Αβδεμελεχ λέγων Λαβὲ εἰς τὰς χεῖράς σου ἐντεῦϑεν τριάκοντα ἀνϑρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ τοῦ λάκκου, ἵνα μὴ ἀποϑάνῃ. 11 καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνϑρώπους καὶ εἰσῆλϑεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖϑεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ιερεμιαν εἰς τὸν λάκκον 12 καὶ εἶπεν Ταῦτα ϑὲς ὑποκάτω τῶν σχοινίων· καὶ ἐποίησεν Ιερεμιας οὕτως. 13 καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου· καὶ ἐκάϑισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς. 14 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκῳ κυρίου· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἐρωτήσω σε λόγον, καὶ μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα. 15 καὶ εἶπεν Ιερεμιας τῷ βασιλεῖ Ἐὰν ἀναγγείλω σοι, οὐχὶ ϑανάτῳ με ϑανατώσεις; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου. 16 καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεὺς λέγων Ζῇ κύριος, ὃς ἐποίησεν ἡμῖν τὴν ψυχὴν ταύτην, εἰ ἀποκτενῶ σε καὶ εἰ δώσω σε εἰς χεῖρας τῶν ἀνϑρώπων τούτων. 17 καὶ εἶπεν αὐτῷ Ιερεμιας Οὕτως εἶπεν κύριος Ἐὰν ἐξελϑὼν ἐξέλϑῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, καὶ ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυϑῇ ἐν πυρί, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου· 18 καὶ ἐὰν μὴ ἐξέλϑῃς, δοϑήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ καύσουσιν αὐτὴν ἐν πυρί, καὶ σὺ οὐ μὴ σωϑῇς. 19 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Ιερεμια Ἐγὼ λόγον ἔχω τῶν Ιουδαίων τῶν πεϕευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονταί μου. 20 καὶ εἶπεν Ιερεμιας Οὐ μὴ παραδῶσίν σε· ἄκουσον τὸν λόγον κυρίου, ὃν ἐγὼ λέγω πρὸς σέ, καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου. 21 καὶ εἰ μὴ ϑέλεις σὺ ἐξελϑεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέν μοι κύριος 22 Καὶ ἰδοὺ πᾶσαι αἱ γυναῖκες αἱ καταλειϕϑεῖσαι ἐν οἰκίᾳ βασιλέως Ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται ἔλεγον Ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισϑήμασιν πόδας σου, ἀπέστρεψαν ἀπὸ σοῦ. 23 καὶ τὰς γυναῖκάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους, καὶ σὺ οὐ μὴ σωϑῇς, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλλημϕϑήσῃ, καὶ ἡ πόλις αὕτη κατακαυϑήσεται. 24 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἄνϑρωπος μὴ γνώτω ἐκ τῶν λόγων τούτων, καὶ σὺ οὐ μὴ ἀποϑάνῃς. 25 καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλϑωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι Ἀνάγγειλον ἡμῖν τί ἐλάλησέν σοι ὁ βασιλεύς· μὴ κρύψῃς ἀϕ᾽ ἡμῶν, καὶ οὐ μὴ ἀνέλωμέν σε· καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς; 26 καὶ ἐρεῖς αὐτοῖς Ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατ᾽ ὀϕϑαλμοὺς τοῦ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ιωναϑαν ἀποϑανεῖν ἐκεῖ. 27 καὶ ἤλϑοσαν πάντες οἱ ἄρχοντες πρὸς Ιερεμιαν καὶ ἠρώτησαν αὐτόν, καὶ ἀνήγγειλεν αὐτοῖς κατὰ πάντας τοὺς λόγους τούτους, οὓς ἐνετείλατο αὐτῷ ὁ βασιλεύς· καὶ ἀπεσιώπησαν, ὅτι οὐκ ἠκούσϑη λόγος κυρίου. 28 καὶ ἐκάϑισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς ἕως χρόνου οὗ συνελήμϕϑη Ιερουσαλημ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 46

1 Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τοῦ Σεδεκια βασιλέως Ιουδα ἐν τῷ μηνὶ τῷ δεκάτῳ παρεγένετο Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ ἐπολιόρκουν αὐτήν. 2 καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκια ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις. 3 καὶ εἰσῆλϑον πάντες οἱ ἡγεμόνες βασιλέως Βαβυλῶνος καὶ ἐκάϑισαν ἐν πύλῃ τῇ μέσῃ, Ναργαλασαρ καὶ Σαμαγωϑ καὶ Ναβουσαχαρ καὶ Ναβουσαρις καὶ Ναγαργασνασερ Ραβαμαγ καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος· 14 καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ιερεμιαν ἐξ αὐλῆς τῆς ϕυλακῆς καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαϕαν· καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάϑισεν ἐν μέσῳ τοῦ λαοῦ. 15 Καὶ πρὸς Ιερεμιαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς ϕυλακῆς λέγων 16 Πορεύου καὶ εἰπὸν πρὸς Αβδεμελεχ τὸν Αἰϑίοπα Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Ἰδοὺ ἐγὼ ϕέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαϑά· 17 καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνϑρώπων, ὧν σὺ ϕοβῇ ἀπὸ προσώπου αὐτῶν. 18 ὅτι σῴζων σώσω σε, καὶ ἐν ῥομϕαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα, ὅτι ἐπεποίϑεις ἐπ᾽ ἐμοί, ϕησὶν κύριος.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 47

1 Ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ὕστερον μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδαν τὸν ἀρχιμάγειρον τὸν ἐκ Δαμαν ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις ἐν μέσῳ ἀποικίας Ιουδα τῶν ἠγμένων εἰς Βαβυλῶνα. 2 Καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος καὶ εἶπεν αὐτῷ Κύριος ὁ ϑεός σου ἐλάλησεν τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον, 3 καὶ ἐποίησεν κύριος, ὅτι ἡμάρτετε αὐτῷ καὶ οὐκ ἠκούσατε αὐτοῦ τῆς ϕωνῆς. 4 ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλϑεῖν μετ᾽ ἐμοῦ εἰς Βαβυλῶνα, ἧκε, καὶ ϑήσω τοὺς ὀϕϑαλμούς μου ἐπὶ σέ· 5 εἰ δὲ μή, ἀπότρεχε καὶ ἀνάστρεψον πρὸς Γοδολιαν υἱὸν Αχικαμ υἱοῦ Σαϕαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ιουδα, καὶ οἴκησον μετ᾽ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ιουδα· εἰς ἅπαντα τὰ ἀγαϑὰ ἐν ὀϕϑαλμοῖς σου τοῦ πορευϑῆναι πορεύου. καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα καὶ ἀπέστειλεν αὐτόν. 6 καὶ ἦλϑεν πρὸς Γοδολιαν εἰς Μασσηϕα καὶ ἐκάϑισεν ἐν μέσῳ τοῦ λαοῦ τοῦ καταλειϕϑέντος ἐν τῇ γῇ. 7 Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολιαν ἐν τῇ γῇ καὶ παρεκατέϑετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα. 8 καὶ ἦλϑεν πρὸς Γοδολιαν εἰς Μασσηϕα Ισμαηλ υἱὸς Ναϑανιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ Σαραιας υἱὸς Θαναεμεϑ καὶ υἱοὶ Ωϕε τοῦ Νετωϕατι καὶ Ιεζονιας υἱὸς τοῦ Μοχατι, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν. 9 καὶ ὤμοσεν αὐτοῖς Γοδολιας καὶ τοῖς ἀνδράσιν αὐτῶν λέγων Μὴ ϕοβηϑῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ καὶ ἐργάσασϑε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν· 10 καὶ ἰδοὺ ἐγὼ κάϑημαι ἐναντίον ὑμῶν εἰς Μασσηϕα στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλϑωσιν ἐϕ᾽ ὑμᾶς, καὶ ὑμεῖς συναγάγετε οἶνον καὶ ὀπώραν καὶ συναγάγετε ἔλαιον καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν, αἷς κατεκρατήσατε. 11 καὶ πάντες οἱ Ιουδαῖοι οἱ ἐν γῇ Μωαβ καὶ ἐν υἱοῖς Αμμων καὶ οἱ ἐν τῇ Ιδουμαίᾳ καὶ οἱ ἐν πάσῃ τῇ γῇ ἤκουσαν ὅτι ἔδωκεν βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ιουδα καὶ ὅτι κατέστησεν ἐπ᾽ αὐτοὺς τὸν Γοδολιαν υἱὸν Αχικαμ, 12 καὶ ἦλϑον πρὸς Γοδολιαν εἰς γῆν Ιουδα εἰς Μασσηϕα καὶ συνήγαγον οἶνον καὶ ὀπώραν πολλὴν σϕόδρα καὶ ἔλαιον. 13 Καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ ἐν τοῖς ἀγροῖς ἦλϑον πρὸς Γοδολιαν εἰς Μασσηϕα 14 καὶ εἶπαν αὐτῷ Εἰ γνώσει γινώσκεις ὅτι Βελισα βασιλεὺς υἱῶν Αμμων ἀπέστειλεν πρὸς σὲ τὸν Ισμαηλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολιας. 15 καὶ Ιωαναν εἶπεν τῷ Γοδολια κρυϕαίως ἐν Μασσηϕα Πορεύσομαι δὴ καὶ πατάξω τὸν Ισμαηλ καὶ μηϑεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ιουδα οἱ συνηγμένοι πρὸς σὲ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ιουδα. 16 καὶ εἶπεν Γοδολιας πρὸς Ιωαναν Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις περὶ Ισμαηλ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 48

1 Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλϑεν Ισμαηλ υἱὸς Ναϑανιου υἱοῦ Ελασα ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ᾽ αὐτοῦ πρὸς Γοδολιαν εἰς Μασσηϕα, καὶ ἔϕαγον ἐκεῖ ἄρτον ἅμα. 2 καὶ ἀνέστη Ισμαηλ καὶ οἱ δέκα ἄνδρες, οἳ ἦσαν μετ᾽ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολιαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς, 3 καὶ πάντας τοὺς Ιουδαίους τοὺς ὄντας μετ᾽ αὐτοῦ ἐν Μασσηϕα καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεϑέντας ἐκεῖ. – 4 καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολιαν, καὶ ἄνϑρωπος οὐκ ἔγνω, 5 καὶ ἤλϑοσαν ἄνδρες ἀπὸ Συχεμ καὶ ἀπὸ Σαλημ καὶ ἀπὸ Σαμαρείας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι, καὶ μαναα καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον κυρίου. 6 καὶ ἐξῆλϑεν εἰς ἀπάντησιν αὐτοῖς Ισμαηλ· αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον, καὶ εἶπεν αὐτοῖς Εἰσέλϑετε πρὸς Γοδολιαν. 7 καὶ ἐγένετο εἰσελϑόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως ἔσϕαξεν αὐτοὺς εἰς τὸ ϕρέαρ. 8 καὶ δέκα ἄνδρες εὑρέϑησαν ἐκεῖ καὶ εἶπαν τῷ Ισμαηλ Μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν ϑησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριϑαί, μέλι καὶ ἔλαιον· καὶ παρῆλϑεν καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελϕῶν αὐτῶν. 9 καὶ τὸ ϕρέαρ, εἰς ὃ ἔρριψεν ἐκεῖ Ισμαηλ πάντας οὓς ἐπάταξεν, ϕρέαρ μέγα τοῦτό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς Ασα ἀπὸ προσώπου Βαασα βασιλέως Ισραηλ· τοῦτο ἐνέπλησεν Ισμαηλ τραυματιῶν. 10 καὶ ἀπέστρεψεν Ισμαηλ πάντα τὸν λαὸν τὸν καταλειϕϑέντα εἰς Μασσηϕα καὶ τὰς ϑυγατέρας τοῦ βασιλέως, ἃς παρεκατέϑετο ὁ ἀρχιμάγειρος τῷ Γοδολια υἱῷ Αχικαμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Αμμων. – 11 καὶ ἤκουσεν Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ᾽ αὐτοῦ πάντα τὰ κακά, ἃ ἐποίησεν Ισμαηλ, 12 καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαων. 13 καὶ ἐγένετο ὅτε εἶδον πᾶς ὁ λαὸς ὁ μετὰ Ισμαηλ τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ᾽ αὐτοῦ, 14 καὶ ἀνέστρεψαν πρὸς Ιωαναν. 15 καὶ Ισμαηλ ἐσώϑη σὺν ὀκτὼ ἀνϑρώποις καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Αμμων. – 16 καὶ ἔλαβεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ᾽ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ, οὕς ἀπέστρεψεν ἀπὸ Ισμαηλ, δυνατοὺς ἄνδρας ἐν πολέμῳ καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους, οὓς ἀπέστρεψεν ἀπὸ Γαβαων, 17 καὶ ᾤχοντο καὶ ἐκάϑισαν ἐν Γαβηρωϑ – χαμααμ τὴν πρὸς Βηϑλεεμ τοῦ πορευϑῆναι εἰσελϑεῖν εἰς Αἴγυπτον 18 ἀπὸ προσώπου τῶν Χαλδαίων, ὅτι ἐϕοβήϑησαν ἀπὸ προσώπου αὐτῶν, ὅτι ἐπάταξεν Ισμαηλ τὸν Γοδολιαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 49

1 Καὶ προσῆλϑον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ Ιωαναν καὶ Αζαριας υἱὸς Μαασαιου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου 2 πρὸς Ιερεμιαν τὸν προϕήτην καὶ εἶπαν αὐτῷ Πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου καὶ πρόσευξαι πρὸς κύριον τὸν ϑεόν σου περὶ τῶν καταλοίπων τούτων, ὅτι κατελείϕϑημεν ὀλίγοι ἀπὸ πολλῶν, καϑὼς οἱ ὀϕϑαλμοί σου βλέπουσιν· 3 καὶ ἀναγγειλάτω ἡμῖν κύριος ὁ ϑεός σου τὴν ὁδόν, ᾗ πορευσόμεϑα ἐν αὐτῇ, καὶ λόγον, ὃν ποιήσομεν. 4 καὶ εἶπεν αὐτοῖς Ιερεμιας Ἤκουσα, ἰδοὺ ἐγὼ προσεύξομαι πρὸς κύριον τὸν ϑεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν· καὶ ἔσται, ὁ λόγος, ὃν ἂν ἀποκριϑήσεται κύριος, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀϕ᾽ ὑμῶν ῥῆμα. 5 καὶ αὐτοὶ εἶπαν τῷ Ιερεμια Ἔστω κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον, ὃν ἂν ἀποστείλῃ σε κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσομεν· 6 καὶ ἐὰν ἀγαϑὸν καὶ ἐὰν κακόν, τὴν ϕωνὴν κυρίου τοῦ ϑεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτόν, ἀκουσόμεϑα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεϑα τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ἡμῶν. – 7 καὶ ἐγενήϑη μετὰ δέκα ἡμέρας ἐγενήϑη λόγος κυρίου πρὸς Ιερεμιαν. 8 καὶ ἐκάλεσεν τὸν Ιωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου 9 καὶ εἶπεν αὐτοῖς Οὕτως εἶπεν κύριος 10 Ἐὰν καϑίσαντες καϑίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς καὶ οὐ μὴ καϑέλω καὶ ϕυτεύσω ὑμᾶς καὶ οὐ μὴ ἐκτίλω· ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς ἐποίησα ὑμῖν. 11 μὴ ϕοβηϑῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς ϕοβεῖσϑε ἀπὸ προσώπου αὐτοῦ· μὴ ϕοβηϑῆτε, ϕησὶν κύριος, ὅτι μεϑ᾽ ὑμῶν ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαι ὑμᾶς καὶ σῴζειν ὑμᾶς ἐκ χειρὸς αὐτοῦ· 12 καὶ δώσω ὑμῖν ἔλεος καὶ ἐλεήσω ὑμᾶς καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. 13 καὶ εἰ λέγετε ὑμεῖς Οὐ μὴ καϑίσωμεν ἐν τῇ γῇ ταύτῃ πρὸς τὸ μὴ ἀκοῦσαι ϕωνῆς κυρίου, 14 ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεϑα καὶ οὐ μὴ ἴδωμεν πόλεμον καὶ ϕωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν καὶ ἐκεῖ οἰκήσομεν, 15 διὰ τοῦτο ἀκούσατε λόγον κυρίου Οὕτως εἶπεν κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλϑητε ἐκεῖ κατοικεῖν, 16 καὶ ἔσται, ἡ ῥομϕαία, ἣν ὑμεῖς ϕοβεῖσϑε ἀπὸ προσώπου αὐτῆς, εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμός, οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ, καταλήμψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποϑανεῖσϑε. 17 καὶ ἔσονται πάντες οἱ ἄνϑρωποι καὶ πάντες οἱ ἀλλογενεῖς οἱ ϑέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ ἐκλείψουσιν ἐν τῇ ῥομϕαίᾳ καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐϑεὶς σῳζόμενος ἀπὸ τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ᾽ αὐτούς. 18 ὅτι οὕτως εἶπεν κύριος Καϑὼς ἔσταξεν ὁ ϑυμός μου ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ, οὕτως στάξει ὁ ϑυμός μου ἐϕ᾽ ὑμᾶς εἰσελϑόντων ὑμῶν εἰς Αἴγυπτον, καὶ ἔσεσϑε εἰς ἄβατον καὶ ὑποχείριοι καὶ εἰς ἀρὰν καὶ εἰς ὀνειδισμὸν καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον, 19 ἃ ἐλάλησεν κύριος ἐϕ᾽ ὑμᾶς τοὺς καταλοίπους Ιουδα Μὴ εἰσέλϑητε εἰς Αἴγυπτον. καὶ νῦν γνόντες γνώσεσϑε 20 ὅτι ἐπονηρεύσασϑε ἐν ψυχαῖς ὑμῶν ἀποστείλαντές με λέγοντες Πρόσευξαι περὶ ἡμῶν πρὸς κύριον, καὶ κατὰ πάντα, ἃ ἐὰν λαλήσῃ σοι κύριος, ποιήσομεν. 21 καὶ οὐκ ἠκούσατε τῆς ϕωνῆς κυρίου, ἧς ἀπέστειλέν με πρὸς ὑμᾶς. 22 καὶ νῦν ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ, οὗ ὑμεῖς βούλεσϑε εἰσελϑεῖν κατοικεῖν ἐκεῖ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 50

1 Καὶ ἐγενήϑη ὡς ἐπαύσατο Ιερεμιας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους κυρίου, οὓς ἀπέστειλεν αὐτὸν κύριος πρὸς αὐτούς, πάντας τοὺς λόγους τούτους, 2 καὶ εἶπεν Αζαριας υἱὸς Μαασαιου καὶ Ιωαναν υἱὸς Καρηε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ Ιερεμια λέγοντες Ψεύδη, οὐκ ἀπέστειλέν σε κύριος πρὸς ἡμᾶς λέγων Μὴ εἰσέλϑητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ, 3 ἀλλ᾽ ἢ Βαρουχ υἱὸς Νηριου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ ϑανατῶσαι ἡμᾶς καὶ ἀποικισϑῆναι ἡμᾶς εἰς Βαβυλῶνα. 4 καὶ οὐκ ἤκουσεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς ϕωνῆς κυρίου κατοικῆσαι ἐν γῇ Ιουδα. 5 καὶ ἔλαβεν Ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους Ιουδα τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ, 6 τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια καὶ τὰς ϑυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς, ἃς κατέλιπεν Ναβουζαρδαν μετὰ Γοδολιου υἱοῦ Αχικαμ, καὶ Ιερεμιαν τὸν προϕήτην καὶ Βαρουχ υἱὸν Νηριου 7 καὶ εἰσῆλϑον εἰς Αἴγυπτον, ὅτι οὐκ ἤκουσαν τῆς ϕωνῆς κυρίου· καὶ εἰσῆλϑον εἰς Ταϕνας. 8 Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν ἐν Ταϕνας λέγων 9 Λαβὲ σεαυτῷ λίϑους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προϑύροις ἐν πύλῃ τῆς οἰκίας Φαραω ἐν Ταϕνας κατ᾽ ὀϕϑαλμοὺς ἀνδρῶν Ιουδα 10 καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος, καὶ ϑήσει αὐτοῦ τὸν ϑρόνον ἐπάνω τῶν λίϑων τούτων, ὧν κατέκρυψας, καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ᾽ αὐτοὺς 11 καὶ εἰσελεύσεται καὶ πατάξει γῆν Αἰγύπτου, οὓς εἰς ϑάνατον, εἰς ϑάνατον, καὶ οὓς εἰς ἀποικισμόν, εἰς ἀποικισμόν, καὶ οὕς εἰς ῥομϕαίαν, εἰς ῥομϕαίαν. 12 καὶ καύσει πῦρ ἐν οἰκίαις ϑεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ ϕϑειριεῖ γῆν Αἰγύπτου, ὥσπερ ϕϑειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐξελεύσεται ἐν εἰρήνῃ. 13 καὶ συντρίψει τοὺς στύλους Ἡλίου πόλεως τοὺς ἐν Ων καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 51

1 Ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἅπασιν τοῖς Ιουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτῳ καὶ τοῖς καϑημένοις ἐν Μαγδώλῳ καὶ ἐν Ταϕνας καὶ ἐν γῇ Παϑουρης λέγων 2 Οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Ὑμεῖς ἑωράκατε πάντα τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα, καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων 3 ἀπὸ προσώπου πονηρίας αὐτῶν, ἧς ἐποίησαν παραπικρᾶναί με πορευϑέντες ϑυμιᾶν ϑεοῖς ἑτέροις, οἷς οὐκ ἔγνωτε. 4 καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προϕήτας ὄρϑρου καὶ ἀπέστειλα λέγων Μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα. 5 καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ ϑυμιᾶν ϑεοῖς ἑτέροις. 6 καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ ϑυμός μου καὶ ἐξεκαύϑη ἐν πόλεσιν Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ, καὶ ἐγενήϑησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη. 7 καὶ νῦν οὕτως εἶπεν κύριος παντοκράτωρ Ἵνα τί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνϑρωπον καὶ γυναῖκα, νήπιον καὶ ϑηλάζοντα ἐκ μέσου Ιουδα πρὸς τὸ μὴ καταλειϕϑῆναι ὑμῶν μηδένα, 8 παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν ϑυμιᾶν ϑεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ, εἰς ἣν εἰσήλϑατε ἐνοικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησϑε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσιν τοῖς ἔϑνεσιν τῆς γῆς; 9 μὴ ἐπιλέλησϑε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ιουδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὧν ἐποίησαν ἐν γῇ Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ; 10 καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου, ὧν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν. 11 διὰ τοῦτο οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ ἐϕίστημι τὸ πρόσωπόν μου 12 τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται· ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν. 13 καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καϑημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ Ιερουσαλημ ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν ϑανάτῳ, 14 καὶ οὐκ ἔσται σεσῳσμένος οὐϑεὶς τῶν ἐπιλοίπων Ιουδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς γῆν Ιουδα, ἐϕ᾽ ἣν αὐτοὶ ἐλπίζουσιν ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν ἀλλ᾽ ἢ ἀνασεσῳσμένοι. – 15 καὶ ἀπεκρίϑησαν τῷ Ιερεμια πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι ϑυμιῶσιν αἱ γυναῖκες αὐτῶν ϑεοῖς ἑτέροις καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς ὁ λαὸς οἱ καϑήμενοι ἐν γῇ Αἰγύπτῳ ἐν Παϑουρη λέγοντες 16 Ὁ λόγος, ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι κυρίου, οὐκ ἀκούσομέν σου, 17 ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, ϑυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς, καϑὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ καὶ ἐπλήσϑημεν ἄρτων καὶ ἐγενόμεϑα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν· 18 καὶ ὡς διελίπομεν ϑυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώϑημεν πάντες καὶ ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν. 19 καὶ ὅτι ἡμεῖς ϑυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας καὶ ἐσπείσαμεν σπονδὰς αὐτῇ; – 20 καὶ εἶπεν Ιερεμιας παντὶ τῷ λαῷ, τοῖς δυνατοῖς καὶ ταῖς γυναιξὶν καὶ παντὶ τῷ λαῷ τοῖς ἀποκριϑεῖσιν αὐτῷ λόγους, λέγων 21 Οὐχὶ τοῦ ϑυμιάματος, οὗ ἐϑυμιάσατε ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ βασιλεῖς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς, ἐμνήσϑη κύριος, καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ; 22 καὶ οὐκ ἠδύνατο κύριος ἔτι ϕέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν ἀπὸ τῶν βδελυγμάτων, ὧν ἐποιήσατε· καὶ ἐγενήϑη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ 23 ἀπὸ προσώπου ὧν ἐϑυμιᾶτε καὶ ὧν ἡμάρτετε τῷ κυρίῳ καὶ οὐκ ἠκούσατε τῆς ϕωνῆς κυρίου καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύϑητε, καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα. 24 καὶ εἶπεν Ιερεμιας τῷ λαῷ καὶ ταῖς γυναιξίν Ἀκούσατε τὸν λόγον κυρίου· 25 οὕτως εἶπεν κύριος ὁ ϑεὸς Ισραηλ Ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε λέγουσαι Ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν, ἃς ὡμολογήσαμεν, ϑυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν καὶ ποιοῦσαι ἐποιήσατε. 26 διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, πᾶς Ιουδα οἱ καϑήμενοι ἐν γῇ Αἰγύπτῳ Ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπεν κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς Ιουδα εἰπεῖν Ζῇ κύριος κύριος, ἐπὶ πάσῃ γῇ Αἰγύπτῳ. 27 ὅτι ἰδοὺ ἐγὼ ἐγρήγορα ἐπ᾽ αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαϑῶσαι, καὶ ἐκλείψουσιν πᾶς Ιουδα οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλίπωσιν. 28 καὶ οἱ σεσῳσμένοι ἀπὸ ῥομϕαίας ἐπιστρέψουσιν εἰς γῆν Ιουδα ὀλίγοι ἀριϑμῷ, καὶ γνώσονται οἱ κατάλοιποι Ιουδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐμμενεῖ. 29 καὶ τοῦτο ὑμῖν τὸ σημεῖον ὅτι ἐπισκέψομαι ἐγὼ ἐϕ᾽ ὑμᾶς εἰς πονηρά· 30 οὕτως εἶπεν κύριος Ἰδοὺ ἐγὼ δίδωμι τὸν Ουαϕρη βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχϑροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καϑὰ ἔδωκα τὸν Σεδεκιαν βασιλέα Ιουδα εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος ἐχϑροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ. 31 Ὁ λόγος, ὃν ἐλάλησεν Ιερεμιας ὁ προϕήτης πρὸς Βαρουχ υἱὸν Νηριου, ὅτε ἔγραϕεν τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ιερεμιου ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ τῷ Ιωακιμ υἱῷ Ιωσια βασιλέως Ιουδα 32 Οὕτως εἶπεν κύριος ἐπὶ σοί, Βαρουχ 33 Ὅτι εἶπας Οἴμμοι οἴμμοι, ὅτι προσέϑηκεν κύριος κόπον ἐπὶ πόνον μοι, ἐκοιμήϑην ἐν στεναγμοῖς, ἀνάπαυσιν οὐχ εὗρον, 34 εἰπὸν αὐτῷ Οὕτως εἶπεν κύριος Ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα, ἐγὼ καϑαιρῶ, καὶ οὓς ἐγὼ ἐϕύτευσα, ἐγὼ ἐκτίλλω· 35 καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα; μὴ ζητήσῃς, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει κύριος, καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπῳ, οὗ ἐὰν βαδίσῃς ἐκεῖ.

Liber Jeremiæ prophetæ - Ἰερεμίας caput 52

1 Ὄντος εἰκοστοῦ καὶ ἑνὸς ἔτους Σεδεκιου ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αμιτααλ ϑυγάτηρ Ιερεμιου ἐκ Λοβενα, 4 καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν μηνὶ τῷ δεκάτῳ δεκάτῃ τοῦ μηνὸς ἦλϑεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ περιεχαράκωσαν αὐτὴν καὶ περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίϑοις κύκλῳ. 5 καὶ ἦλϑεν ἡ πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασιλεῖ Σεδεκια· 6 ἐν τῇ ἐνάτῃ τοῦ μηνὸς καὶ ἐστερεώϑη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. 7 καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλϑον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος, ὃ ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ. καὶ ἐπορεύϑησαν ὁδὸν τὴν εἰς Αραβα, 8 καὶ κατεδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν Ιεριχω, καὶ πάντες οἱ παῖδες αὐτοῦ διεσπάρησαν ἀπ᾽ αὐτοῦ. 9 καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαϑα, καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως· 10 καὶ ἔσϕαξεν βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκιου κατ᾽ ὀϕϑαλμοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἄρχοντας Ιουδα ἔσϕαξεν ἐν Δεβλαϑα· 11 καὶ τοὺς ὀϕϑαλμοὺς Σεδεκιου ἐξετύϕλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος ἕως ἡμέρας ἧς ἀπέϑανεν. 12 Καὶ ἐν μηνὶ πέμπτῳ δεκάτῃ τοῦ μηνὸς ἦλϑεν Ναβουζαρδαν ὁ ἀρχιμάγειρος ὁ ἑστηκὼς κατὰ πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς Ιερουσαλημ. 13 καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάσας τὰς οἰκίας τῆς πόλεως, καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί. 14 καὶ πᾶν τεῖχος Ιερουσαλημ κύκλῳ καϑεῖλεν ἡ δύναμις τῶν Χαλδαίων ἡ μετὰ τοῦ ἀρχιμαγείρου. 16 καὶ τοὺς καταλοίπους τοῦ λαοῦ κατέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς. 17 καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τὰς βάσεις καὶ τὴν ϑάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα. 18 καὶ τὴν στεϕάνην καὶ τὰς ϕιάλας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς, 19 καὶ τὰ σαϕϕωϑ καὶ τὰ μασμαρωϑ καὶ τοὺς ὑποχυτῆρας καὶ τὰς λυχνίας καὶ τὰς ϑυίσκας καὶ τοὺς κυάϑους, ἃ ἦν χρυσᾶ χρυσᾶ καὶ ἃ ἦν ἀργυρᾶ ἀργυρᾶ, ἔλαβεν ὁ ἀρχιμάγειρος. 20 καὶ οἱ στῦλοι δύο καὶ ἡ ϑάλασσα μία καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς ϑαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμων εἰς οἶκον κυρίου· οὐκ ἦν σταϑμὸς τοῦ χαλκοῦ αὐτῶν. 21 καὶ οἱ στῦλοι, τριάκοντα πέντε πηχῶν ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτόν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ, 22 καὶ γεῖσος ἐπ᾽ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεων τὸ μῆκος ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνός, καὶ δίκτυον καὶ ῥόαι ἐπὶ τοῦ γείσους κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ, ὀκτὼ ῥόαι τῷ πήχει τοῖς δώδεκα πήχεσιν. 23 καὶ ἦσαν αἱ ῥόαι ἐνενήκοντα ἓξ τὸ ἓν μέρος, καὶ ἦσαν αἱ πᾶσαι ῥόαι ἐπὶ τοῦ δικτύου κύκλῳ ἑκατόν. 24 καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρῶτον καὶ τὸν ἱερέα τὸν δευτερεύοντα καὶ τοὺς τρεῖς τοὺς ϕυλάττοντας τὴν ὁδὸν 25 καὶ εὐνοῦχον ἕνα, ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς τοὺς ἐν προσώπῳ τοῦ βασιλέως τοὺς εὑρεϑέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τῶν δυνάμεων τὸν γραμματεύοντα τῷ λαῷ τῆς γῆς καὶ ἑξήκοντα ἀνϑρώπους ἐκ τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεϑέντας ἐν μέσῳ τῆς πόλεως· 26 καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδαν ὁ ἀρχιμάγειρος καὶ ἤγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαϑα, 27 καὶ ἐπάταξεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν Δεβλαϑα ἐν γῇ Αιμαϑ. 31 Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀποικισϑέντος τοῦ Ιωακιμ βασιλέως Ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς ἔλαβεν Ουλαιμαραδαχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ, ᾧ ἐβασίλευσεν, τὴν κεϕαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας, ἧς ἐϕυλάττετο· 32 καὶ ἐλάλησεν αὐτῷ χρηστὰ καὶ ἔδωκεν τὸν ϑρόνον αὐτοῦ ἐπάνω τῶν ϑρόνων τῶν βασιλέων τῶν μετ᾽ αὐτοῦ ἐν Βαβυλῶνι· 33 καὶ ἤλλαξεν τὴν στολὴν τῆς ϕυλακῆς αὐτοῦ καὶ ἤσϑιεν ἄρτον διὰ παντὸς κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἔζησεν· 34 καὶ ἡ σύνταξις αὐτῷ ἐδίδοτο διὰ παντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως ἡμέρας, ἧς ἀπέϑανεν.

Liber Baruch prophetæ- Βαροῦχ

Liber Baruch prophetæ- Βαροῦχ caput 1

1 Καὶ οὗτοι οἱ λόγοι τοῦ βιβλίου, οὓς ἔγραψεν Βαρουχ υἱὸς Νηριου υἱοῦ Μαασαιου υἱοῦ Σεδεκιου υἱοῦ Ασαδιου υἱοῦ Χελκιου ἐν Βαβυλῶνι 2 ἐν τῷ ἔτει τῷ πέμπτῳ ἐν ἑβδόμῃ τοῦ μηνὸς ἐν τῷ καιρῷ, ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ιερουσαλημ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί. 3 καὶ ἀνέγνω Βαρουχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ιεχονιου υἱοῦ Ιωακιμ βασιλέως Ιουδα καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον 4 καὶ ἐν ὠσὶν τῶν δυνατῶν καὶ υἱῶν τῶν βασιλέων καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ ἀπὸ μικροῦ ἕως μεγάλου, πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοῦ Σουδ. 5 καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον κυρίου 6 καὶ συνήγαγον ἀργύριον, καϑὰ ἑκάστου ἠδύνατο ἡ χείρ, 7 καὶ ἀπέστειλαν εἰς Ιερουσαλημ πρὸς Ιωακιμ υἱὸν Χελκιου υἱοῦ Σαλωμ τὸν ἱερέα καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τοὺς εὑρεϑέντας μετ᾽ αὐτοῦ ἐν Ιερουσαλημ 8 ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου κυρίου τὰ ἐξενεχϑέντα ἐκ τοῦ ναοῦ ἀποστρέψαι εἰς γῆν Ιουδα τῇ δεκάτῃ τοῦ Σιουαν, σκεύη ἀργυρᾶ, ἃ ἐποίησεν Σεδεκιας υἱὸς Ιωσια βασιλεὺς Ιουδα 9 μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ιερουσαλημ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα. 10 καὶ εἶπαν Ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον καὶ ποιήσατε μαννα καὶ ἀνοίσατε ἐπὶ τὸ ϑυσιαστήριον κυρίου ϑεοῦ ἡμῶν 11 καὶ προσεύξασϑε περὶ τῆς ζωῆς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτασαρ υἱοῦ αὐτοῦ, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς. 12 καὶ δώσει κύριος ἰσχὺν ἡμῖν καὶ ϕωτίσει τοὺς ὀϕϑαλμοὺς ἡμῶν, καὶ ζησόμεϑα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασαρ υἱοῦ αὐτοῦ καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν. 13 καὶ προσεύξασϑε περὶ ἡμῶν πρὸς κύριον τὸν ϑεὸν ἡμῶν, ὅτι ἡμάρτομεν τῷ κυρίῳ ϑεῷ ἡμῶν, καὶ οὐκ ἀπέστρεψεν ὁ ϑυμὸς κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀϕ᾽ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης. 14 καὶ ἀναγνώσεσϑε τὸ βιβλίον τοῦτο, ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ, 15 καὶ ἐρεῖτε Τῷ κυρίῳ ϑεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη, ἀνϑρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ 16 καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προϕήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν, 17 ὧν ἡμάρτομεν ἔναντι κυρίου 18 καὶ ἠπειϑήσαμεν αὐτῷ καὶ οὐκ ἠκούσαμεν τῆς ϕωνῆς κυρίου ϑεοῦ ἡμῶν πορεύεσϑαι τοῖς προστάγμασιν κυρίου, οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν. 19 ἀπὸ τῆς ἡμέρας, ἧς ἐξήγαγεν κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεϑα ἀπειϑοῦντες πρὸς κύριον ϑεὸν ἡμῶν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς ϕωνῆς αὐτοῦ. 20 καὶ ἐκολλήϑη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρά, ἣν συνέταξεν κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ, ᾗ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι ὡς ἡ ἡμέρα αὕτη. 21 καὶ οὐκ ἠκούσαμεν τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προϕητῶν, ὧν ἀπέστειλεν πρὸς ἡμᾶς, 22 καὶ ᾠχόμεϑα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσϑαι ϑεοῖς ἑτέροις ποιῆσαι τὰ κακὰ κατ᾽ ὀϕϑαλμοὺς κυρίου ϑεοῦ ἡμῶν.

Liber Baruch prophetæ- Βαροῦχ caput 2

1 καὶ ἔστησεν κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐϕ᾽ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὸν Ισραηλ καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνϑρωπον Ισραηλ καὶ Ιουδα. 2 οὐκ ἐποιήϑη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ καϑὰ ἐποίησεν ἐν Ιερουσαλημ κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ 3 τοῦ ϕαγεῖν ἡμᾶς ἄνϑρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνϑρωπον σάρκας ϑυγατρὸς αὐτοῦ. 4 καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ, οὗ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖ. 5 καὶ ἐγενήϑησαν ὑποκάτω καὶ οὐκ ἐπάνω, ὅτι ἡμάρτομεν κυρίῳ ϑεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς ϕωνῆς αὐτοῦ. – 6 τῷ κυρίῳ ϑεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη. 7 ἃ ἐλάλησεν κύριος ἐϕ᾽ ἡμᾶς, πάντα τὰ κακὰ ταῦτα ἦλϑεν ἐϕ᾽ ἡμᾶς. 8 καὶ οὐκ ἐδεήϑημεν τοῦ προσώπου κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς. 9 καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς, καὶ ἐπήγαγε κύριος ἐϕ᾽ ἡμᾶς, ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, ἃ ἐνετείλατο ἡμῖν. 10 καὶ οὐκ ἠκούσαμεν τῆς ϕωνῆς αὐτοῦ πορεύεσϑαι τοῖς προστάγμασιν κυρίου, οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν. – 11 καὶ νῦν, κύριε ὁ ϑεὸς Ισραηλ, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη, 12 ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν, κύριε ὁ ϑεὸς ἡμῶν, ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου. 13 ἀποστραϕήτω ὁ ϑυμός σου ἀϕ᾽ ἡμῶν, ὅτι κατελείϕϑημεν ὀλίγοι ἐν τοῖς ἔϑνεσιν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ. 14 εἰσάκουσον, κύριε, τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς, 15 ἵνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ κύριος ὁ ϑεὸς ἡμῶν, ὅτι τὸ ὄνομά σου ἐπεκλήϑη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ. 16 κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς· κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἄκουσον· 17 ἄνοιξον, κύριε, τοὺς ὀϕϑαλμούς σου καὶ ἰδέ· ὅτι οὐχ οἱ τεϑνηκότες ἐν τῷ ᾅδῃ, ὧν ἐλήμϕϑη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν, δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ, 18 ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεϑος, ὃ βαδίζει κύπτον καὶ ἀσϑενοῦν καὶ οἱ ὀϕϑαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην, κύριε. 19 ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου, κύριε ὁ ϑεὸς ἡμῶν, 20 ὅτι ἐνῆκας τὸν ϑυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς, καϑάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προϕητῶν λέγων 21 Οὕτως εἶπεν κύριος Κλίνατε τὸν ὦμον ὑμῶν καὶ ἐργάσασϑε τῷ βασιλεῖ Βαβυλῶνος καὶ καϑίσατε ἐπὶ τὴν γῆν, ἣν ἔδωκα τοῖς πατράσιν ὑμῶν· 22 καὶ ἐὰν μὴ ἀκούσητε τῆς ϕωνῆς κυρίου ἐργάσασϑαι τῷ βασιλεῖ Βαβυλῶνος, 23 ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ ϕωνὴν εὐϕροσύνης καὶ ϕωνὴν χαρμοσύνης, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης, καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων. 24 καὶ οὐκ ἠκούσαμεν τῆς ϕωνῆς σου ἐργάσασϑαι τῷ βασιλεῖ Βαβυλῶνος, καὶ ἔστησας τοὺς λόγους σου, οὓς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προϕητῶν τοῦ ἐξενεχϑῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν, 25 καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀπεϑάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ καὶ ἐν ῥομϕαίᾳ καὶ ἐν ἀποστολῇ. 26 καὶ ἔϑηκας τὸν οἶκον, οὗ ἐπεκλήϑη τὸ ὄνομά σου ἐπ᾽ αὐτῷ, ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα. – 27 καὶ ἐποίησας εἰς ἡμᾶς, κύριε ὁ ϑεὸς ἡμῶν, κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν, 28 καϑὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ισραηλ λέγων 29 Ἐὰν μὴ ἀκούσητε τῆς ϕωνῆς μου, ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔϑνεσιν, οὗ διασπερῶ αὐτοὺς ἐκεῖ· 30 ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου, ὅτι λαὸς σκληροτράχηλός ἐστιν. καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν 31 καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ ϑεὸς αὐτῶν. καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα, 32 καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησϑήσονται τοῦ ὀνόματός μου 33 καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν, ὅτι μνησϑήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι κυρίου. 34 καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ, καὶ κυριεύσουσιν αὐτῆς· καὶ πληϑυνῶ αὐτούς, καὶ οὐ μὴ σμικρυνϑῶσιν· 35 καὶ στήσω αὐτοῖς διαϑήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς ϑεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ισραηλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς. –

Liber Baruch prophetæ- Βαροῦχ caput 3

1 κύριε παντοκράτωρ ὁ ϑεὸς Ισραηλ, ψυχὴ ἐν στενοῖς καὶ πνεῦμα ἀκηδιῶν κέκραγεν πρὸς σέ. 2 ἄκουσον, κύριε, καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου· 3 ὅτι σὺ καϑήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. 4 κύριε παντοκράτωρ ὁ ϑεὸς Ισραηλ, ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεϑνηκότων Ισραηλ καὶ υἱῶν τῶν ἁμαρτανόντων ἐναντίον σου, οἳ οὐκ ἤκουσαν τῆς ϕωνῆς κυρίου ϑεοῦ αὐτῶν καὶ ἐκολλήϑη ἡμῖν τὰ κακά. 5 μὴ μνησϑῇς ἀδικιῶν πατέρων ἡμῶν, ἀλλὰ μνήσϑητι χειρός σου καὶ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ· 6 ὅτι σὺ κύριος ὁ ϑεὸς ἡμῶν, καὶ αἰνέσομέν σε, κύριε. 7 ὅτι διὰ τοῦτο ἔδωκας τὸν ϕόβον σου ἐπὶ καρδίαν ἡμῶν τοῦ ἐπικαλεῖσϑαι τὸ ὄνομά σου, καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν, ὅτι ἀπεστρέψαμεν ἀπὸ καρδίας ἡμῶν πᾶσαν ἀδικίαν πατέρων ἡμῶν τῶν ἡμαρτηκότων ἐναντίον σου. 8 ἰδοὺ ἡμεῖς σήμερον ἐν τῇ ἀποικίᾳ ἡμῶν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ εἰς ὀνειδισμὸν καὶ εἰς ἀρὰν καὶ εἰς ὄϕλησιν κατὰ πάσας τὰς ἀδικίας πατέρων ἡμῶν, οἳ ἀπέστησαν ἀπὸ κυρίου ϑεοῦ ἡμῶν. 9 Ἄκουε, Ισραηλ, ἐντολὰς ζωῆς, ἐνωτίσασϑε γνῶναι ϕρόνησιν. 10 τί ἐστιν, Ισραηλ, τί ὅτι ἐν γῇ τῶν ἐχϑρῶν εἶ, ἐπαλαιώϑης ἐν γῇ ἀλλοτρίᾳ, 11 συνεμιάνϑης τοῖς νεκροῖς, προσελογίσϑης μετὰ τῶν εἰς ᾅδου; 12 ἐγκατέλιπες τὴν πηγὴν τῆς σοϕίας. 13 τῇ ὁδῷ τοῦ ϑεοῦ εἰ ἐπορεύϑης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα. 14 μάϑε ποῦ ἐστιν ϕρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστιν σύνεσις τοῦ γνῶναι ἅμα, ποῦ ἐστιν μακροβίωσις καὶ ζωή, ποῦ ἐστιν ϕῶς ὀϕϑαλμῶν καὶ εἰρήνη. – 15 τίς εὗρεν τὸν τόπον αὐτῆς, καὶ τίς εἰσῆλϑεν εἰς τοὺς ϑησαυροὺς αὐτῆς; 16 ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐϑνῶν καὶ οἱ κυριεύοντες τῶν ϑηρίων τῶν ἐπὶ τῆς γῆς, 17 οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες καὶ τὸ ἀργύριον ϑησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίϑεισαν ἄνϑρωποι, καὶ οὐκ ἔστιν τέλος τῆς κτήσεως αὐτῶν, 18 οἱ τὸ ἀργύριον τεκταίνοντες καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν; 19 ἠϕανίσϑησαν καὶ εἰς ᾅδου κατέβησαν, καὶ ἄλλοι ἀντανέστησαν ἀντ αὐτῶν. 20 νεώτεροι εἶδον ϕῶς καὶ κατῴκησαν ἐπὶ τῆς γῆς, ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν 21 οὐδὲ συνῆκαν τρίβους αὐτῆς οὐδὲ ἀντελάβοντο αὐτῆς· οἱ υἱοὶ αὐτῶν ἀπὸ τῆς ὁδοῦ αὐτῶν πόρρω ἐγενήϑησαν. 22 οὐδὲ ἠκούσϑη ἐν Χανααν οὐδὲ ὤϕϑη ἐν Θαιμαν, 23 οὔτε υἱοὶ Αγαρ οἱ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς, οἱ ἔμποροι τῆς Μερραν καὶ Θαιμαν οἱ μυϑολόγοι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως ὁδὸν τῆς σοϕίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσϑησαν τὰς τρίβους αὐτῆς. – 24 ὦ Ισραηλ, ὡς μέγας ὁ οἶκος τοῦ ϑεοῦ καὶ ἐπιμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ· 25 μέγας καὶ οὐκ ἔχει τελευτήν, ὑψηλὸς καὶ ἀμέτρητος. 26 ἐκεῖ ἐγεννήϑησαν οἱ γίγαντες οἱ ὀνομαστοὶ οἱ ἀπ᾽ ἀρχῆς, γενόμενοι εὐμεγέϑεις, ἐπιστάμενοι πόλεμον. 27 οὐ τούτους ἐξελέξατο ὁ ϑεὸς οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς· 28 καὶ ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν ϕρόνησιν, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν. – 29 τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεϕελῶν; 30 τίς διέβη πέραν τῆς ϑαλάσσης καὶ εὗρεν αὐτὴν καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; 31 οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς οὐδὲ ὁ ἐνϑυμούμενος τὴν τρίβον αὐτῆς· 32 ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων· 33 ὁ ἀποστέλλων τὸ ϕῶς, καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· 34 οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς ϕυλακαῖς αὐτῶν καὶ εὐϕράνϑησαν, 35 ἐκάλεσεν αὐτοὺς καὶ εἶπον Πάρεσμεν, ἔλαμψαν μετ᾽ εὐϕροσύνης τῷ ποιήσαντι αὐτούς. 36 οὗτος ὁ ϑεὸς ἡμῶν, οὐ λογισϑήσεται ἕτερος πρὸς αὐτόν. 37 ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ιακωβ τῷ παιδὶ αὐτοῦ καὶ Ισραηλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ· 38 μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤϕϑη καὶ ἐν τοῖς ἀνϑρώποις συνανεστράϕη.

Liber Baruch prophetæ- Βαροῦχ caput 4

1 αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ ϑεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτῆς εἰς ζωήν, οἱ δὲ καταλείποντες αὐτὴν ἀποϑανοῦνται. – 2 ἐπιστρέϕου, Ιακωβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ ϕωτὸς αὐτῆς. 3 μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμϕέροντά σοι ἔϑνει ἀλλοτρίῳ. 4 μακάριοί ἐσμεν, Ισραηλ, ὅτι τὰ ἀρεστὰ τῷ ϑεῷ ἡμῖν γνωστά ἐστιν. 5 Θαρσεῖτε, λαός μου, μνημόσυνον Ισραηλ. 6 ἐπράϑητε τοῖς ἔϑνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν ϑεὸν παρεδόϑητε τοῖς ὑπεναντίοις· 7 παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς ϑύσαντες δαιμονίοις καὶ οὐ ϑεῷ. 8 ἐπελάϑεσϑε δὲ τὸν τροϕεύσαντα ὑμᾶς ϑεὸν αἰώνιον, ἐλυπήσατε δὲ καὶ τὴν ἐκϑρέψασαν ὑμᾶς Ιερουσαλημ· 9 εἶδεν γὰρ τὴν ἐπελϑοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ ϑεοῦ καὶ εἶπεν Ἀκούσατε, αἱ πάροικοι Σιων, ἐπήγαγέν μοι ὁ ϑεὸς πένϑος μέγα· 10 εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν ϑυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος· 11 ἔϑρεψα γὰρ αὐτοὺς μετ᾽ εὐϕροσύνης, ἐξαπέστειλα δὲ μετὰ κλαυϑμοῦ καὶ πένϑους. 12 μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειϕϑείσῃ ὑπὸ πολλῶν· ἠρημώϑην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου ϑεοῦ, 13 δικαιώματα δὲ αὐτοῦ οὐκ ἔγνωσαν οὐδὲ ἐπορεύϑησαν ὁδοῖς ἐντολῶν ϑεοῦ οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνῃ αὐτοῦ ἐπέβησαν. 14 ἐλϑάτωσαν αἱ πάροικοι Σιων, καὶ μνήσϑητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ ϑυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος· 15 ἐπήγαγεν γὰρ ἐπ᾽ αὐτοὺς ἔϑνος μακρόϑεν, ἔϑνος ἀναιδὲς καὶ ἀλλόγλωσσον, οἳ οὐκ ᾐσχύνϑησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν 16 καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας καὶ ἀπὸ τῶν ϑυγατέρων τὴν μόνην ἠρήμωσαν. 17 ἐγὼ δὲ τί δυνατὴ βοηϑῆσαι ὑμῖν; 18 ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ὑμῖν ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχϑρῶν ὑμῶν. 19 βαδίζετε, τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελείϕϑην ἔρημος· 20 ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου, κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου. – 21 ϑαρσεῖτε, τέκνα, βοήσατε πρὸς τὸν ϑεόν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρὸς ἐχϑρῶν. 22 ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλϑέν μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν. 23 ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένϑους καὶ κλαυϑμοῦ, ἀποδώσει δέ μοι ὁ ϑεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐϕροσύνης εἰς τὸν αἰῶνα. 24 ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιων τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ ϑεοῦ ὑμῶν σωτηρίαν, ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου. 25 τέκνα, μακροϑυμήσατε τὴν παρὰ τοῦ ϑεοῦ ἐπελϑοῦσαν ὑμῖν ὀργήν· κατεδίωξέν σε ὁ ἐχϑρός σου, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ. 26 οἱ τρυϕεροί μου ἐπορεύϑησαν ὁδοὺς τραχείας, ἤρϑησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχϑρῶν. – 27 ϑαρσήσατε, τέκνα, καὶ βοήσατε πρὸς τὸν ϑεόν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία. 28 ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηϑῆναι ἀπὸ τοῦ ϑεοῦ, δεκαπλασιάσατε ἐπιστραϕέντες ζητῆσαι αὐτόν. 29 ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐϕροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν. 30 Θάρσει, Ιερουσαλημ, παρακαλέσει σε ὁ ὀνομάσας σε. 31 δείλαιοι οἱ σὲ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει, 32 δείλαιαι αἱ πόλεις αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου. 33 ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐϕράνϑη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηϑήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ. 34 καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας, καὶ τὸ ἀγαυρίαμα αὐτῆς ἔσται εἰς πένϑος. 35 πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακράς, καὶ κατοικηϑήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον. – 36 περίβλεψαι πρὸς ἀνατολάς, Ιερουσαλημ, καὶ ἰδὲ τὴν εὐϕροσύνην τὴν παρὰ τοῦ ϑεοῦ σοι ἐρχομένην. 37 ἰδοὺ ἔρχονται οἱ υἱοί σου, οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπ᾽ ἀνατολῶν ἕως δυσμῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντες τῇ τοῦ ϑεοῦ δόξῃ.

Liber Baruch prophetæ- Βαροῦχ caput 5

1 ἔκδυσαι, Ιερουσαλημ, τὴν στολὴν τοῦ πένϑους καὶ τῆς κακώσεώς σου καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ ϑεοῦ δόξης εἰς τὸν αἰῶνα. 2 περιβαλοῦ τὴν διπλοίδα τῆς παρὰ τοῦ ϑεοῦ δικαιοσύνης, ἐπίϑου τὴν μίτραν ἐπὶ τὴν κεϕαλήν σου τῆς δόξης τοῦ αἰωνίου. 3 ὁ γὰρ ϑεὸς δείξει τῇ ὑπ᾽ οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα. 4 κληϑήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ ϑεοῦ εἰς τὸν αἰῶνα Εἰρήνη δικαιοσύνης καὶ δόξα ϑεοσεβείας. – 5 ἀνάστηϑι, Ιερουσαλημ, καὶ στῆϑι ἐπὶ τοῦ ὑψηλοῦ καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἰδέ σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντας τῇ τοῦ ϑεοῦ μνείᾳ. 6 ἐξῆλϑον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχϑρῶν, εἰσάγει δὲ αὐτοὺς ὁ ϑεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς ϑρόνον βασιλείας. 7 συνέταξεν γὰρ ὁ ϑεὸς ταπεινοῦσϑαι πᾶν ὄρος ὑψηλὸν καὶ ϑῖνας ἀενάους καὶ ϕάραγγας πληροῦσϑαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ Ισραηλ ἀσϕαλῶς τῇ τοῦ ϑεοῦ δόξῃ· 8 ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ Ισραηλ προστάγματι τοῦ ϑεοῦ· 9 ἡγήσεται γὰρ ὁ ϑεὸς Ισραηλ μετ᾽ εὐϕροσύνης τῷ ϕωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρ᾽ αὐτοῦ.

Epistolae Jeremiæ prophetæ - Ἐπιστολὴ Ἰερεμίου

Ἀντίγραϕον ἐπιστολῆς, ἧς ἀπέστειλεν Ιερεμιας πρὸς τοὺς ἀχϑησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασι λέως τῶν Βαβυλωνίων ἀναγγεῖλαι αὐτοῖς καϑότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ ϑεοῦ. 1 Διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ ϑεοῦ, ἀχϑήσεσϑε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσορ βασιλέως τῶν Βαβυλωνίων. 2 εἰσελϑόντες οὖν εἰς Βαβυλῶνα ἔσεσϑε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά, μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖϑεν μετ᾽ εἰρήνης. 3 νυνὶ δὲ ὄψεσϑε ἐν Βαβυλῶνι ϑεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ᾽ ὤμοις αἰρομένους δεικνύντας ϕόβον τοῖς ἔϑνεσιν. 4 εὐλαβήϑητε οὖν μὴ καὶ ὑμεῖς ἀϕομοιωϑέντες τοῖς ἀλλοϕύλοις ἀϕομοιωϑῆτε καὶ ϕόβος ὑμᾶς λάβῃ ἐπ᾽ αὐτοῖς 5 ἰδόντας ὄχλον ἔμπροσϑεν καὶ ὄπισϑεν αὐτῶν προσκυνοῦντας αὐτά, εἴπατε δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, δέσποτα. 6 ὁ γὰρ ἄγγελός μου μεϑ᾽ ὑμῶν ἐστιν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν. 7 Γλῶσσα γὰρ αὐτῶν ἐστιν κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ περιάργυρα, ψευδῆ δ᾽ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν. 8 καὶ ὥσπερ παρϑένῳ ϕιλοκόσμῳ λαμβάνοντες χρυσίον κατασκευάζουσιν στεϕάνους ἐπὶ τὰς κεϕαλὰς τῶν ϑεῶν αὐτῶν· 9 ἔστι δὲ καὶ ὅτε ὑϕαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν ϑεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλώσουσιν, δώσουσιν δὲ ἀπ᾽ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ τέγους πόρναις. 10 κοσμοῦσί τε αὐτοὺς ὡς ἀνϑρώπους τοῖς ἐνδύμασιν, ϑεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους· οὗτοι δὲ οὐ διασῴζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων. 11 περιβεβλημένων αὐτῶν ἱματισμὸν πορϕυροῦν, ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστιν πλείων ἐπ᾽ αὐτοῖς. 12 καὶ σκῆπτρον ἔχει ὡς ἄνϑρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ. 13 ἔχει δὲ ἐγχειρίδιον ἐν δεξιᾷ καὶ πέλεκυν, ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται. 14 ὅϑεν γνώριμοί εἰσιν οὐκ ὄντες ϑεοί· μὴ οὖν ϕοβηϑῆτε αὐτούς. 15 Ὥσπερ γὰρ σκεῦος ἀνϑρώπου συντριβὲν ἀχρεῖον γίνεται, τοιοῦτοι ὑπάρχουσιν οἱ ϑεοὶ αὐτῶν, καϑιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις. 16 οἱ ὀϕϑαλμοὶ αὐτῶν πλήρεις εἰσὶν κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων. 17 καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεϕραγμέναι εἰσὶν αἱ αὐλαὶ ὡς ἐπὶ ϑανάτῳ ἀπηγμένῳ, τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς ϑυρώμασίν τε καὶ κλείϑροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληϑῶσι. 18 λύχνους καίουσιν καὶ πλείους ἢ ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν. 19 ἔστιν μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δὲ καρδίας αὐτῶν ϕασιν ἐκλείχεσϑαι, τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσϑόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσϑάνονται. 20 μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας. 21 ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεϕαλὴν ἐϕίπτανται νυκτερίδες, χελιδόνες καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἴλουροι. 22 ὅϑεν γνώσεσϑε ὅτι οὔκ εἰσιν ϑεοί· μὴ οὖν ϕοβεῖσϑε αὐτά. 23 Τὸ γὰρ χρυσίον, ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν, οὐ μὴ στίλψωσιν· οὐδὲ γάρ, ὅτε ἐχωνεύοντο, ᾐσϑάνοντο. 24 ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν, ἐν οἷς οὐκ ἔστιν πνεῦμα. 25 ἄνευ ποδῶν ἐπ᾽ ὤμοις ϕέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνϑρώποις, αἰσχύνονταί τε καὶ οἱ ϑεραπεύοντες αὐτὰ διὰ τό, μήποτε ἐπὶ τὴν γῆν πέσῃ, δι᾽ αὐτῶν ἀνίστασϑαι· 26 μήτε ἐάν τις αὐτὸ ὀρϑὸν στήσῃ, δι᾽ ἑαυτοῦ κινηϑήσεται, μήτε ἐὰν κλιϑῇ, οὐ μὴ ὀρϑωϑῇ, ἀλλ᾽ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίϑεται. 27 τὰς δὲ ϑυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες αὐτῶν ἀπ᾽ αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μεταδιδόασιν· τῶν ϑυσιῶν αὐτῶν ἀποκαϑημένη καὶ λεχὼ ἅπτονται. 28 γνόντες οὖν ἀπὸ τούτων ὅτι οὔκ εἰσιν ϑεοί, μὴ ϕοβηϑῆτε αὐτούς. 29 Πόϑεν γὰρ κληϑείησαν ϑεοί; ὅτι γυναῖκες παρατιϑέασιν ϑεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις· 30 καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διϕρεύουσιν ἔχοντες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεϕαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεϕαλαὶ ἀκάλυπτοί εἰσιν, 31 ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν ϑεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ. 32 ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀϕελόμενοι οἱ ἱερεῖς ἐνδύουσιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία. 33 οὔτε ἐὰν κακὸν πάϑωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαϑόν, δυνήσονται ἀνταποδοῦναι· οὔτε καταστῆσαι βασιλέα δύνανται οὔτε ἀϕελέσϑαι. 34 ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις αὐτοῖς εὐχὴν εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν. 35 ἐκ ϑανάτου ἄνϑρωπον οὐ μὴ ῥύσωνται οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ οὐ μὴ ἐξέλωνται. 36 ἄνϑρωπον τυϕλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνϑρωπον ὄντα οὐ μὴ ἐξέλωνται. 37 χήραν οὐ μὴ ἐλεήσωσιν οὔτε ὀρϕανὸν εὖ ποιήσουσιν. 38 τοῖς ἀπὸ τοῦ ὄρους λίϑοις ὡμοιωμένοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα, οἱ δὲ ϑεραπεύοντες αὐτὰ καταισχυνϑήσονται. 39 πῶς οὖν νομιστέον ἢ κλητέον αὐτοὺς ὑπάρχειν ϑεούς; 40 Ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά, οἵ, ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν ϕωνῆσαι, ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσϑέσϑαι, 41 καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά, αἴσϑησιν γὰρ οὐκ ἔχουσιν. 42 αἱ δὲ γυναῖκες περιϑέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐγκάϑηνται ϑυμιῶσαι τὰ πίτυρα· 43 ὅταν δέ τις αὐτῶν ἐϕελκυσϑεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηϑῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη. 44 πάντα τὰ γινόμενα αὐτοῖς ἐστιν ψευδῆ· πῶς οὖν νομιστέον ἢ κλητέον ὥστε ϑεοὺς αὐτοὺς ὑπάρχειν; 45 Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατεσκευασμένα εἰσίν· οὐϑὲν ἄλλο μὴ γένωνται ἢ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσϑαι. 46 αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι· πῶς τε δὴ μέλλει τὰ ὑπ᾽ αὐτῶν κατασκευασϑέντα εἶναι ϑεοί; 47 κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις. 48 ὅταν γὰρ ἐπέλϑῃ ἐπ᾽ αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετ᾽ αὐτῶν. 49 πῶς οὖν οὐκ ἔστιν αἰσϑέσϑαι ὅτι οὔκ εἰσιν ϑεοί, οἳ οὔτε σῴζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακῶν; 50 ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσϑήσεται μετὰ ταῦτα ὅτι ἐστὶν ψευδῆ· τοῖς ἔϑνεσι πᾶσι τοῖς τε βασιλεῦσι ϕανερὸν ἔσται ὅτι οὔκ εἰσι ϑεοὶ ἀλλὰ ἔργα χειρῶν ἀνϑρώπων, καὶ οὐδὲν ϑεοῦ ἔργον ἐν αὐτοῖς ἐστιν. 51 τίνι οὖν γνωστέον ἐστὶν ὅτι οὔκ εἰσιν ϑεοί; 52 Βασιλέα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν οὔτε ὑετὸν ἀνϑρώποις οὐ μὴ δῶσιν 53 κρίσιν τε οὐ μὴ διακρίνωσιν αὐτῶν οὐδὲ μὴ ῥύσωνται ἀδικούμενον ἀδύνατοι ὄντες· ὥσπερ γὰρ κορῶναι ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς. 54 καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν ϑεῶν ξυλίνων ἢ περιχρύσων ἢ περιαργύρων πῦρ, οἱ μὲν ἱερεῖς αὐτῶν ϕεύξονται καὶ διασωϑήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυϑήσονται. 55 βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσιν. 56 πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶν ϑεοί; 57 Οὔτε ἀπὸ κλεπτῶν οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διασωϑῶσιν ϑεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι, ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὔτε ἑαυτοῖς οὐ μὴ βοηϑήσωσιν· 58 ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον, ἐϕ᾽ ᾧ χρήσεται ὁ κεκτημένος, ἢ οἱ ψευδεῖς ϑεοί· ἢ καὶ ϑύρα ἐν οἰκίᾳ διασῴζουσα τὰ ἐν αὐτῇ ὄντα ἢ οἱ ψευδεῖς ϑεοί, καὶ ξύλινος στῦλος ἐν βασιλείοις ἢ οἱ ψευδεῖς ϑεοί. 59 ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοά εἰσιν· 60 ὡσαύτως καὶ ἀστραπή, ὅταν ἐπιϕανῇ, εὔοπτός ἐστιν· τὸ δ᾽ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ· 61 καὶ νεϕέλαις ὅταν ἐπιταγῇ ὑπὸ τοῦ ϑεοῦ ἐπιπορεύεσϑαι ἐϕ᾽ ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχϑέν· τό τε πῦρ ἐξαποσταλὲν ἄνωϑεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς ποιεῖ τὸ συνταχϑέν. 62 ταῦτα δὲ οὔτε ταῖς ἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀϕωμοιωμένα ἐστίν. 63 ὅϑεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς ϑεούς, οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κρίσιν κρῖναι οὔτε εὖ ποιεῖν ἀνϑρώποις. 64 γνόντες οὖν ὅτι οὔκ εἰσιν ϑεοί, μὴ ϕοβηϑῆτε αὐτούς. 65 Οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται οὔτε μὴ εὐλογήσωσι. 66 σημεῖά τε ἐν ἔϑνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν οὐδὲ ϕωτίσουσιν ὡς σελήνη. 67 τὰ ϑηρία ἐστὶν κρείττω αὐτῶν, ἃ δύνανται ἐκϕυγόντα εἰς σκέπην ἑαυτὰ ὠϕελῆσαι. 68 κατ᾽ οὐδένα οὖν τρόπον ἐστὶν ἡμῖν ϕανερὸν ὅτι εἰσὶν ϑεοί· διὸ μὴ ϕοβηϑῆτε αὐτούς. 69 Ὥσπερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν ϕυλάσσον, οὕτως οἱ ϑεοὶ αὐτῶν εἰσιν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι. 70 τὸν αὐτὸν τρόπον καὶ τῇ ἐν κήπῳ ῥάμνῳ, ἐϕ᾽ ἧς πᾶν ὄρνεον ἐπικάϑηται, ὡσαύτως δὲ καὶ νεκρῷ ἐρριμμένῳ ἐν σκότει ἀϕωμοίωνται οἱ ϑεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι. 71 ἀπό τε τῆς πορϕύρας καὶ τῆς μαρμάρου τῆς ἐπ᾽ αὐτοῖς σηπομένης γνώσεσϑε ὅτι οὔκ εἰσιν ϑεοί· αὐτά τε ἐξ ὑστέρου βρωϑήσονται, καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ. 72 κρείσσων οὖν ἄνϑρωπος δίκαιος οὐκ ἔχων εἴδωλα, ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ.

Liber Lamentationum Jeremiæ prophetæ - Θρῆνοι

Καὶ ἐγένετο μετὰ τὸ αἰχμαλωτισϑῆναι τὸν Ισραηλ καὶ Ιερουσαλημ ἐρημωϑῆναι ἐκάϑισεν Ιερεμιας κλαίων καὶ ἐϑρήνησεν τὸν ϑρῆνον τοῦτον ἐπὶ Ιερουσαλημ καὶ εἶπεν

Liber Lamentationum Jeremiæ prophetæ - Θρῆνοι caput 1

1 Πῶς ἐκάϑισεν μόνη ἡ πόλις ἡ πεπληϑυμμένη λαῶν; ἐγενήϑη ὡς χήρα πεπληϑυμμένη ἐν ἔϑνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήϑη εἰς ϕόρον. 2 Κλαίουσα ἔκλαυσεν ἐν νυκτί, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σια γόνων αὐτῆς, καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν· πάντες οἱ ϕιλοῦντες αὐτὴν ἠϑέτησαν ἐν αὐτῇ, ἐγένοντο αὐτῇ εἰς ἐχϑρούς. 3 Μετῳκίσϑη ἡ Ιουδαία ἀπὸ ταπεινώσεως αὐτῆς καὶ ἀπὸ πλήϑους δουλείας αὐτῆς· ἐκάϑισεν ἐν ἔϑνεσιν, οὐχ εὗρεν ἀνάπαυσιν· πάντες οἱ καταδιώκοντες αὐτὴν κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν ϑλιβόντων. 4 Ὁδοὶ Σιων πενϑοῦσιν παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ· πᾶσαι αἱ πύλαι αὐτῆς ἠϕανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν, αἱ παρϑένοι αὐτῆς ἀγόμεναι, καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ. 5 Ἐγένοντο οἱ ϑλίβοντες αὐτὴν εἰς κεϕαλήν, καὶ οἱ ἐχϑροὶ αὐτῆς εὐϑηνοῦσαν, ὅτι κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆϑος τῶν ἀσεβειῶν αὐτῆς· τὰ νήπια αὐτῆς ἐπορεύϑησαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον ϑλί βοντος. 6 Καὶ ἐξῆλϑεν ἐκ ϑυγατρὸς Σιων πᾶσα ἡ εὐπρέπεια αὐτῆς· ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύι κατὰ πρόσωπον διώκοντος. 7 Ἐμνήσϑη Ιερουσαλημ ἡμερῶν ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς, πάντα τὰ ἐπιϑυμήματα αὐτῆς, ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας ϑλίβοντος καὶ οὐκ ἦν ὁ βοηϑῶν αὐτῇ, ἰδόντες οἱ ἐχϑροὶ αὐτῆς ἐγέλασαν ἐπὶ μετοικεσίᾳ αὐτῆς. 8 Ἁμαρτίαν ἥμαρτεν Ιερουσαλημ, διὰ τοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν ἐταπείνωσαν αὐτήν, εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράϕη ὀπίσω. 9 Ἀκαϑαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς, οὐκ ἐμνήσϑη ἔσχατα αὐτῆς· καὶ κατεβίβασεν ὑπέρογκα, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἰδέ, κύριε, τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνϑη ἐχϑρός. 10 Χεῖρα αὐτοῦ ἐξεπέτασεν ϑλίβων ἐπὶ πάντα τὰ ἐπιϑυμήματα αὐτῆς· εἶδεν γὰρ ἔϑνη εἰσελϑόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελϑεῖν αὐτὰ εἰς ἐκκλησίαν σου. 11 Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον, ἔδωκαν τὰ ἐπιϑυμήματα αὐτῆς ἐν βρώσει τοῦ ἐπιστρέψαι ψυχήν· ἰδέ, κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενήϑην ἠτιμωμένη. 12 Οὐ πρὸς ὑμᾶς πάντες οἱ παραπορευόμενοι ὁδόν· ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγε νήϑη· ϕϑεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέν με κύριος ἐν ἡμέρᾳ ὀργῆς ϑυμοῦ αὐτοῦ. 13 Ἐξ ὕψους αὐτοῦ ἀπέστειλεν πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό· διεπέτασεν δίκτυον τοῖς ποσίν μου, ἀπέστρεψέν με εἰς τὰ ὀπίσω, ἔδωκέν με ἠϕανισμένην, ὅλην τὴν ἡμέραν ὀδυνωμένην. 14 Ἐγρηγορήϑη ἐπὶ τὰ ἀσεβήματά μου· ἐν χερσίν μου συνεπλάκησαν, ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου· ἠσϑένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκεν κύριος ἐν χερσίν μου ὀδύνας, οὐ δυνήσομαι στῆναι. 15 Ἐξῆρεν πάντας τοὺς ἰσχυρούς μου ὁ κύριος ἐκ μέσου μου, ἐκάλεσεν ἐπ᾽ ἐμὲ καιρὸν τοῦ συντρῖψαι ἐκλεκτούς μου· ληνὸν ἐπάτησεν κύριος παρϑένῳ ϑυγατρὶ Ιουδα, ἐπὶ τούτοις ἐγὼ κλαίω. 16 Ὁ ὀϕϑαλμός μου κατήγαγεν ὕδωρ, ὅτι ἐμακρύνϑη ἀπ᾽ ἐμοῦ ὁ παρακαλῶν με, ὁ ἐπιστρέϕων ψυχήν μου· ἐγένοντο οἱ υἱοί μου ἠϕανισμένοι, ὅτι ἐκραταιώϑη ὁ ἐχϑρός. 17 Διεπέτασεν Σιων χεῖρας αὐτῆς, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἐνετείλατο κύριος τῷ Ιακωβ, κύκλῳ αὐτοῦ οἱ ϑλίβοντες αὐτόν, ἐγενήϑη Ιερουσαλημ εἰς ἀποκαϑημένην ἀνὰ μέσον αὐτῶν. 18 Δίκαιός ἐστιν κύριος, ὅτι τὸ στόμα αὐτοῦ παρεπίκρανα. ἀκούσατε δή, πάντες οἱ λαοί, καὶ ἴδετε τὸ ἄλγος μου· παρϑένοι μου καὶ νεανίσκοι μου ἐπορεύϑησαν ἐν αἰχμαλωσίᾳ. 19 Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με· οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον, ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς, ἵνα ἐπιστρέψωσιν ψυχὰς αὐτῶν, καὶ οὐχ εὗρον. 20 Ἰδέ, κύριε, ὅτι ϑλίβομαι· ἡ κοιλία μου ἐταράχϑη, καὶ ἡ καρδία μου ἐστράϕη ἐν ἐμοί, ὅτι παραπικραίνουσα παρεπί κρανα· ἔξωϑεν ἠτέκνωσέν με μάχαιρα ὥσπερ ϑάνατος ἐν οἴκῳ. 21 Ἀκούσατε δὴ ὅτι στενάζω ἐγώ, οὐκ ἔστιν ὁ παρακαλῶν με· πάντες οἱ ἐχϑροί μου ἤκουσαν τὰ κακά μου καὶ ἐχάρησαν, ὅτι σὺ ἐποίησας· ἐπήγαγες ἡμέραν, ἐκάλεσας καιρόν, καὶ ἐγένοντο ὅμοιοι ἐμοί. 22 Εἰσέλϑοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου, καὶ ἐπιϕύλλισον αὐτοῖς, ὃν τρόπον ἐποίησαν ἐπιϕυλλίδα περὶ πάν των τῶν ἁμαρτημάτων μου, ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται.

Liber Lamentationum Jeremiæ prophetæ - Θρῆνοι caput 2

1 Πῶς ἐγνόϕωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν ϑυγατέρα Σιων; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσϑη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ. 2 Κατεπόντισεν κύριος οὐ ϕεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ, καϑεῖλεν ἐν ϑυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς ϑυγατρὸς Ιουδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς. 3 Συνέκλασεν ἐν ὀργῇ ϑυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχϑροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ ϕλόγα, καὶ κατέϕαγεν πάντα τὰ κύκλῳ. 4 Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχϑρός, ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιϑυμήματα ὀϕϑαλμῶν μου ἐν σκηνῇ ϑυγατρὸς Σιων, ἐξέχεεν ὡς πῦρ τὸν ϑυμὸν αὐτοῦ. 5 Ἐγενήϑη κύριος ὡς ἐχϑρός, κατεπόντισεν Ισραηλ, κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς, διέϕϑειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήϑυνεν τῇ ϑυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινω μένην. 6 Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέϕϑειρεν ἑορτὴν αὐτοῦ· ἐπελάϑετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα. 7 Ἀπώσατο κύριος ϑυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχϑροῦ τεῖχος βάρεων αὐτῆς· ϕωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς. 8 Καὶ ἐπέστρεψεν κύριος τοῦ διαϕϑεῖραι τεῖχος ϑυγατρὸς Σιων· ἐξέτεινεν μέτρον, οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατή ματος, καὶ ἐπένϑησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοϑυμαδὸν ἠσϑένησεν. 9 Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσεν καὶ συνέτριψεν μο χλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔϑνεσιν· οὐκ ἔστιν νόμος, καί γε προϕῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ κυρίου. 10 Ἐκάϑισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι ϑυγατρὸς Σιων, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεϕαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρϑένους ἐν Ιερουσαλημ. 11 Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀϕϑαλμοί μου, ἐταράχϑη ἡ καρδία μου, ἐξεχύϑη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς ϑυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ ϑηλάζοντα ἐν πλατείαις πόλεως. 12 Ταῖς μητράσιν αὐτῶν εἶπαν Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσϑαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσϑαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν. 13 Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, ϑύγατερ Ιερουσαλημ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρϑένος ϑύγατερ Σιων; ὅτι ἐμεγαλύνϑη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε; 14 Προϕῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀϕροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμα λωσίαν σου καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα. 15 Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεϕαλὴν αὐτῶν ἐπὶ τὴν ϑυγατέρα Ιε ρουσαλημ Ἦ αὕτη ἡ πόλις, ἣν ἐροῦσιν Στέϕανος δόξης, εὐϕροσύνη πάσης τῆς γῆς; 16 Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχϑροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, εἶπαν Κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν. 17 Ἐποίησεν κύριος ἃ ἐνεϑυμήϑη, συνετέλεσεν ῥήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καϑεῖλεν καὶ οὐκ ἐϕείσατο, καὶ ηὔϕρανεν ἐπὶ σὲ ἐχϑρόν, ὕψωσεν κέρας ϑλίβοντός σε. 18 Ἐβόησεν καρδία αὐτῶν πρὸς κύριον Τείχη Σιων, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, ϑύγατερ, ὁ ὀϕϑαλμός σου. 19 Ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς ϕυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ᾽ ἀρχῆς πασῶν ἐξόδων. 20 Ἰδέ, κύριε, καὶ ἐπίβλεψον τίνι ἐπεϕύλλισας οὕτως· εἰ ϕάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιϕυλλίδα ἐποίησεν μάγειρος· ϕονευϑήσονται νήπια ϑηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι κυρίου ἱερέα καὶ προϕήτην; 21 Ἐκοιμήϑησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης· παρϑένοι μου καὶ νεανίσκοι μου ἐπορεύϑησαν ἐν αἰχμαλωσίᾳ· ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγεί ρευσας, οὐκ ἐϕείσω. 22 Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόϑεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς κυρίου ἀνασῳζόμενος καὶ κατα λελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήϑυνα ἐχϑρούς μου πάντας.

Liber Lamentationum Jeremiæ prophetæ - Θρῆνοι caput 3

1 Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν ἐν ῥάβδῳ ϑυμοῦ αὐτοῦ ἐπ᾽ ἐμέ· 2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ ϕῶς, 3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν. 4 Ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου, ὀστέα μου συνέτριψεν· 5 ἀνῳκοδόμησεν κατ᾽ ἐμοῦ καὶ ἐκύκλωσεν κεϕαλήν μου καὶ ἐμόχϑησεν, 6 ἐν σκοτεινοῖς ἐκάϑισέν με ὡς νεκροὺς αἰῶνος. 7 Ἀνῳκοδόμησεν κατ᾽ ἐμοῦ, καὶ οὐκ ἐξελεύσομαι, ἐβάρυνεν χαλκόν μου· 8 καί γε κεκράξομαι καὶ βοήσω, ἀπέϕραξεν προσευχήν μου· 9 ἀνῳκοδόμησεν ὁδούς μου, ἐνέϕραξεν τρίβους μου, ἐτάραξεν. 10 Ἄρκος ἐνεδρεύουσα αὐτός μοι, λέων ἐν κρυϕαίοις· 11 κατεδίωξεν ἀϕεστηκότα καὶ κατέπαυσέν με, ἔϑετό με ἠϕανισμένην· 12 ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος. 13 Εἰσήγαγεν τοῖς νεϕροῖς μου ἰοὺς ϕαρέτρας αὐτοῦ· 14 ἐγενήϑην γέλως παντὶ λαῷ μου, ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν· 15 ἐχόρτασέν με πικρίας, ἐμέϑυσέν με χολῆς. 16 Καὶ ἐξέβαλεν ψήϕῳ ὀδόντας μου, ἐψώμισέν με σποδόν· 17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου, ἐπελαϑόμην ἀγαϑὰ 18 καὶ εἶπα Ἀπώλετο νεῖκός μου καὶ ἡ ἐλπίς μου ἀπὸ κυρίου. 19 Ἐμνήσϑην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου· 20 μνησϑήσεται καὶ καταδολεσχήσει ἐπ᾽ ἐμὲ ἡ ψυχή μου· 21 ταύτην τάξω εἰς τὴν καρδίαν μου, διὰ τοῦτο ὑπομενῶ. 25 Ἀγαϑὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν, ψυχῇ ἣ ζητήσει αὐτὸν ἀγαϑὸν 26 καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου. 27 ἀγαϑὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ. 28 Καϑήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐϕ᾽ ἑαυτῷ· 30 δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, χορτασϑήσεται ὀνειδισμῶν. 31 Ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος· 32 ὅτι ὁ ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆϑος τοῦ ἐλέους αὐτοῦ· 33 ὅτι οὐκ ἀπεκρίϑη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός. 34 Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς, 35 τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου, 36 καταδικάσαι ἄνϑρωπον ἐν τῷ κρίνεσϑαι αὐτὸν κύριος οὐκ εἶπεν. 37 Τίς οὕτως εἶπεν, καὶ ἐγενήϑη; κύριος οὐκ ἐνετείλατο, 38 ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαϑόν; 39 τί γογγύσει ἄνϑρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ; 40 Ἐξηρευνήϑη ἡ ὁδὸς ἡμῶν καὶ ἠτάσϑη, καὶ ἐπιστρέψωμεν ἕως κυρίου· 41 ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ 42 Ἡμαρτήσαμεν, ἠσεβήσαμεν, καὶ οὐχ ἱλάσϑης. 43 Ἐπεσκέπασας ἐν ϑυμῷ καὶ ἀπεδίωξας ἡμᾶς· ἀπέκτεινας, οὐκ ἐϕείσω. 44 ἐπεσκέπασας νεϕέλην σεαυτῷ εἵνεκεν προσευχῆς, 45 καμμύσαι με καὶ ἀπωσϑῆναι ἔϑηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν. 46 Διήνοιξαν ἐϕ᾽ ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχϑροὶ ἡμῶν· 47 ϕόβος καὶ ϑυμὸς ἐγενήϑη ἡμῖν, ἔπαρσις καὶ συντριβή· 48 ἀϕέσεις ὑδάτων κατάξει ὁ ὀϕϑαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς ϑυγατρὸς τοῦ λαοῦ μου. 49 Ὁ ὀϕϑαλμός μου κατεπόϑη, καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν, 50 ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ· 51 ὁ ὀϕϑαλμός μου ἐπιϕυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας ϑυ γατέρας πόλεως. 52 Θηρεύοντες ἐϑήρευσάν με ὡς στρουϑίον οἱ ἐχϑροί μου δωρεάν, 53 ἐϑανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέϑηκαν λίϑον ἐπ᾽ ἐμοί, 54 ὑπερεχύϑη ὕδωρ ἐπὶ κεϕαλήν μου· εἶπα Ἀπῶσμαι. 55 Ἐπεκαλεσάμην τὸ ὄνομά σου, κύριε, ἐκ λάκκου κατωτάτου· 56 ϕωνήν μου ἤκουσας Μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου. 57 εἰς τὴν βοήϑειάν μου ἤγγισας ἐν ᾗ σε ἡμέρᾳ ἐπεκαλεσάμην· εἶπάς μοι Μὴ ϕοβοῦ. 58 Ἐδίκασας, κύριε, τὰς δίκας τῆς ψυχῆς μου, ἐλυτρώσω τὴν ζωήν μου· 59 εἶδες, κύριε, τὰς ταραχάς μου, ἔκρινας τὴν κρίσιν μου· 60 εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί. 61 Ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν, πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ᾽ ἐμοῦ, 62 χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ᾽ ἐμοῦ ὅλην τὴν ἡμέραν, 63 καϑέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν· ἐπίβλεψον ἐπὶ τοὺς ὀϕϑαλ μοὺς αὐτῶν. 64 Ἀποδώσεις αὐτοῖς ἀνταπόδομα, κύριε, κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, 65 ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας, μόχϑον σου αὐτοῖς, 66 καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρα νοῦ, κύριε.

Liber Lamentationum Jeremiæ prophetæ - Θρῆνοι caput 4

1 Πῶς ἀμαυρωϑήσεται χρυσίον, ἀλλοιωϑήσεται τὸ ἀργύριον τὸ ἀγαϑόν; ἐξεχύϑησαν λίϑοι ἅγιοι ἐπ᾽ ἀρχῆς πασῶν ἐξόδων. 2 Υἱοὶ Σιων οἱ τίμιοι οἱ ἐπηρμένοι ἐν χρυσίῳ πῶς ἐλογίσϑησαν εἰς ἀγγεῖα ὀστράκινα ἔργα χειρῶν κεραμέως; 3 Καί γε δράκοντες ἐξέδυσαν μαστούς, ἐϑήλασαν σκύμνοι αὐτῶν· ϑυγατέρες λαοῦ μου εἰς ἀνίατον ὡς στρουϑίον ἐν ἐρήμῳ. 4 Ἐκολλήϑη ἡ γλῶσσα ϑηλάζοντος πρὸς τὸν ϕάρυγγα αὐτοῦ ἐν δίψει· νήπια ᾔτησαν ἄρτον, ὁ διακλῶν οὐκ ἔστιν αὐτοῖς. 5 Οἱ ἔσϑοντες τὰς τρυϕὰς ἠϕανίσϑησαν ἐν ταῖς ἐξόδοις, οἱ τιϑηνούμενοι ἐπὶ κόκκων περιεβάλοντο κοπρίας. 6 Καὶ ἐμεγαλύνϑη ἀνομία ϑυγατρὸς λαοῦ μου ὑπὲρ ἀνομίας Σοδομων τῆς κατεστραμμένης ὥσπερ σπουδῇ, καὶ οὐκ ἐπόνεσαν ἐν αὐτῇ χεῖρας. 7 Ἐκαϑαριώϑησαν ναζιραῖοι αὐτῆς ὑπὲρ χιόνα, ἔλαμψαν ὑπὲρ γάλα, ἐπυρρώϑησαν ὑπὲρ λίϑους σαπϕείρου τὸ ἀπόσπασμα αὐτῶν. 8 Ἐσκότασεν ὑπὲρ ἀσβόλην τὸ εἶδος αὐτῶν, οὐκ ἐπεγνώσϑησαν ἐν ταῖς ἐξόδοις· ἐπάγη δέρμα αὐτῶν ἐπὶ τὰ ὀστέα αὐτῶν, ἐξηράνϑησαν, ἐγενήϑησαν ὥσπερ ξύλον. 9 Καλοὶ ἦσαν οἱ τραυματίαι ῥομϕαίας ἢ οἱ τραυματίαι λιμοῦ· ἐπορεύϑησαν ἐκκεκεντημένοι ἀπὸ γενημάτων ἀγρῶν. 10 Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία αὐτῶν, ἐγενήϑησαν εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς ϑυγατρὸς λαοῦ μου. 11 Συνετέλεσεν κύριος ϑυμὸν αὐτοῦ, ἐξέχεεν ϑυμὸν ὀργῆς αὐτοῦ καὶ ἀνῆψεν πῦρ ἐν Σιων, καὶ κατέϕαγεν τὰ ϑεμέλια αὐτῆς. 12 Οὐκ ἐπίστευσαν βασιλεῖς γῆς, πάντες οἱ κατοικοῦντες τὴν οἰκου μένην, ὅτι εἰσελεύσεται ἐχϑρὸς καὶ ἐκϑλίβων διὰ τῶν πυλῶν Ιερουσαλημ. 13 Ἐξ ἁμαρτιῶν προϕητῶν αὐτῆς, ἀδικιῶν ἱερέων αὐτῆς τῶν ἐκχεόντων αἷμα δίκαιον ἐν μέσῳ αὐτῆς. 14 Ἐσαλεύϑησαν ἐγρήγοροι αὐτῆς ἐν ταῖς ἐξόδοις, ἐμολύνϑησαν ἐν αἵματι· ἐν τῷ μὴ δύνασϑαι αὐτοὺς ἥψαντο ἐνδυμάτων αὐτῶν. 15 Ἀπόστητε ἀκαϑάρτων – καλέσατε αὐτούς – ἀπόστητε ἀπόστητε, μὴ ἅπτεσϑε, ὅτι ἀνήϕϑησαν καί γε ἐσαλεύϑησαν· εἴπατε ἐν τοῖς ἔϑνεσιν Οὐ μὴ προσϑῶσιν τοῦ παροικεῖν. 16 Πρόσωπον κυρίου μερὶς αὐτῶν, οὐ προσϑήσει ἐπιβλέψαι αὐτοῖς· πρόσωπον ἱερέων οὐκ ἔλαβον, πρεσβύτας οὐκ ἠλέησαν. 17 Ἔτι ὄντων ἡμῶν ἐξέλιπον οἱ ὀϕϑαλμοὶ ἡμῶν εἰς τὴν βοήϑειαν ἡμῶν μάταια· ἀποσκοπευόντων ἡμῶν ἀπεσκοπεύσαμεν εἰς ἔϑνος οὐ σῷζον. 18 Ἐϑηρεύσαμεν μικροὺς ἡμῶν τοῦ μὴ πορεύεσϑαι ἐν ταῖς πλατείαις ἡμῶν· ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώϑησαν αἱ ἡμέραι ἡμῶν, πάρεστιν ὁ καιρὸς ἡμῶν. 19 Κοῦϕοι ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ, ἐπὶ τῶν ὀρέων ἐξήϕϑησαν, ἐν ἐρήμῳ ἐνήδρευσαν ἡμᾶς. 20 Πνεῦμα προσώπου ἡμῶν χριστὸς κυρίου συνελήμϕϑη ἐν ταῖς δια ϕϑοραῖς αὐτῶν, οὗ εἴπαμεν Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεϑα ἐν τοῖς ἔϑνεσιν. 21 Χαῖρε καὶ εὐϕραίνου, ϑύγατερ Ιδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς· καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον κυρίου, καὶ μεϑυσϑήσῃ καὶ ἀποχεεῖς. 22 Ἐξέλιπεν ἡ ἀνομία σου, ϑύγατερ Σιων· οὐ προσϑήσει ἔτι ἀποικί σαι σε. ἐπεσκέψατο ἀνομίας σου, ϑύγατερ Εδωμ· ἀπεκάλυψεν ἐπὶ τὰ ἀσε βήματά σου.

Liber Lamentationum Jeremiæ prophetæ - Θρῆνοι caput 5

1 Μνήσϑητι, κύριε, ὅ τι ἐγενήϑη ἡμῖν· ἐπίβλεψον καὶ ἰδὲ τὸν ὀνειδισμὸν ἡμῶν. 2 κληρονομία ἡμῶν μετεστράϕη ἀλλοτρίοις, οἱ οἶκοι ἡμῶν ξένοις. 3 ὀρϕανοὶ ἐγενήϑημεν, οὐχ ὑπάρχει πατήρ· μητέρες ἡμῶν ὡς αἱ χῆραι. 4 ἐξ ἡμερῶν ἡμῶν ξύλα ἡμῶν ἐν ἀλλάγματι ἦλϑεν. 5 ἐπὶ τὸν τράχηλον ἡμῶν ἐδιώχϑημεν· ἐκοπιάσαμεν, οὐκ ἀνεπαύϑημεν. 6 Αἴγυπτος ἔδωκεν χεῖρα, Ασσουρ εἰς πλησμονὴν αὐτῶν. 7 οἱ πατέρες ἡμῶν ἥμαρτον, οὐχ ὑπάρχουσιν· ἡμεῖς τὰ ἀνομήματα αὐτῶν ὑπέσχομεν. 8 δοῦλοι ἐκυρίευσαν ἡμῶν, λυτρούμενος οὐκ ἔστιν ἐκ τῆς χειρὸς αὐτῶν. 9 ἐν ταῖς ψυχαῖς ἡμῶν εἰσοίσομεν ἄρτον ἡμῶν ἀπὸ προσώπου ῥομϕαίας τῆς ἐρήμου. 10 τὸ δέρμα ἡμῶν ὡς κλίβανος ἐπελειώϑη, συνεσπάσϑησαν ἀπὸ προσώπου καταιγίδων λιμοῦ. 11 γυναῖκας ἐν Σιων ἐταπείνωσαν, παρϑένους ἐν πόλεσιν Ιουδα. 12 ἄρχοντες ἐν χερσὶν αὐτῶν ἐκρεμάσϑησαν, πρεσβύτεροι οὐκ ἐδοξάσϑησαν. 13 ἐκλεκτοὶ κλαυϑμὸν ἀνέλαβον, καὶ νεανίσκοι ἐν ξύλῳ ἠσϑένησαν. 14 καὶ πρεσβῦται ἀπὸ πύλης κατέπαυσαν, ἐκλεκτοὶ ἐκ ψαλμῶν αὐτῶν κατέπαυσαν. 15 κατέλυσεν χαρὰ καρδίας ἡμῶν, ἐστράϕη εἰς πένϑος ὁ χορὸς ἡμῶν. 16 ἔπεσεν ὁ στέϕανος τῆς κεϕαλῆς ἡμῶν· οὐαὶ δὴ ἡμῖν, ὅτι ἡμάρτομεν. 17 περὶ τούτου ἐγενήϑη ὀδυνηρὰ ἡ καρδία ἡμῶν, περὶ τούτου ἐσκότασαν οἱ ὀϕϑαλμοὶ ἡμῶν· 18 ἐπ᾽ ὄρος Σιων, ὅτι ἠϕανίσϑη, ἀλώπεκες διῆλϑον ἐν αὐτῇ. 19 σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα κατοικήσεις, ὁ ϑρόνος σου εἰς γενεὰν καὶ γενεάν. 20 ἵνα τί εἰς νεῖκος ἐπιλήσῃ ἡμῶν, καταλείψεις ἡμᾶς εἰς μακρότητα ἡμερῶν; 21 ἐπίστρεψον ἡμᾶς, κύριε, πρὸς σέ, καὶ ἐπιστραϕησόμεϑα· καὶ ἀνακαίνισον ἡμέρας ἡμῶν καϑὼς ἔμπροσϑεν. 22 ὅτι ἀπωϑούμενος ἀπώσω ἡμᾶς, ὠργίσϑης ἐϕ᾽ ἡμᾶς ἕως σϕόδρα.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 1

1 Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ, καὶ ἠνοίχϑησαν οἱ οὐρανοί, καὶ εἶδον ὁράσεις ϑεοῦ· 2 πέμπτῃ τοῦ μηνός [τοῦτο τὸ ἔτος τὸ πέμπτον τῆς αἰχμαλωσίας τοῦ βασιλέως Ιωακιμ] 3 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιεζεκιηλ υἱὸν Βουζι τὸν ἱερέα ἐν γῇ Χαλδαίων ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ· καὶ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ κυρίου, 4 καὶ εἶδον καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ, καὶ νεϕέλη μεγάλη ἐν αὐτῷ, καὶ ϕέγγος κύκλῳ αὐτοῦ καὶ πῦρ ἐξαστράπτον, καὶ ἐν τῷ μέσῳ αὐτοῦ ὡς ὅρασις ἠλέκτρου ἐν μέσῳ τοῦ πυρὸς καὶ ϕέγγος ἐν αὐτῷ. 5 καὶ ἐν τῷ μέσῳ ὡς ὁμοίωμα τεσσάρων ζῴων· καὶ αὕτη ἡ ὅρασις αὐτῶν· ὁμοίωμα ἀνϑρώπου ἐπ᾽ αὐτοῖς, 6 καὶ τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. 7 καὶ τὰ σκέλη αὐτῶν ὀρϑά, καὶ πτερωτοὶ οἱ πόδες αὐτῶν, καὶ σπινϑῆρες ὡς ἐξαστράπτων χαλκός, καὶ ἐλαϕραὶ αἱ πτέρυγες αὐτῶν. 8 καὶ χεὶρ ἀνϑρώπου ὑποκάτωϑεν τῶν πτερύγων αὐτῶν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν· καὶ τὰ πρόσωπα αὐτῶν τῶν τεσσάρων 9 οὐκ ἐπεστρέϕοντο ἐν τῷ βαδίζειν αὐτά, ἕκαστον κατέναντι τοῦ προσώπου αὐτῶν ἐπορεύοντο. 10 καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν· πρόσωπον ἀνϑρώπου καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσιν καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσιν καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσιν. 11 καὶ αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι ἄνωϑεν τοῖς τέσσαρσιν, ἑκατέρῳ δύο συνεζευγμέναι πρὸς ἀλλήλας, καὶ δύο ἐπεκάλυπτον ἐπάνω τοῦ σώματος αὐτῶν. 12 καὶ ἑκάτερον κατὰ πρόσωπον αὐτοῦ ἐπορεύετο· οὗ ἂν ἦν τὸ πνεῦμα πορευόμενον, ἐπορεύοντο καὶ οὐκ ἐπέστρεϕον. 13 καὶ ἐν μέσῳ τῶν ζῴων ὅρασις ὡς ἀνϑράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεϕομένων ἀνὰ μέσον τῶν ζῴων καὶ ϕέγγος τοῦ πυρός, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή. 15 καὶ εἶδον καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζῴων τοῖς τέσσαρσιν· 16 καὶ τὸ εἶδος τῶν τροχῶν ὡς εἶδος ϑαρσις, καὶ ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, καὶ τὸ ἔργον αὐτῶν ἦν καϑὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. 17 ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεϕον ἐν τῷ πορεύεσϑαι αὐτὰ 18 οὐδ᾽ οἱ νῶτοι αὐτῶν, καὶ ὕψος ἦν αὐτοῖς· καὶ εἶδον αὐτά, καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀϕϑαλμῶν κυκλόϑεν τοῖς τέσσαρσιν. 19 καὶ ἐν τῷ πορεύεσϑαι τὰ ζῷα ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς ἐξῄροντο οἱ τροχοί. 20 οὗ ἂν ἦν ἡ νεϕέλη, ἐκεῖ τὸ πνεῦμα τοῦ πορεύεσϑαι· ἐπορεύοντο τὰ ζῷα καὶ οἱ τροχοὶ καὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς. 21 ἐν τῷ πορεύεσϑαι αὐτὰ ἐπορεύοντο καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς. 22 καὶ ὁμοίωμα ὑπὲρ κεϕαλῆς αὐτοῖς τῶν ζῴων ὡσεὶ στερέωμα ὡς ὅρασις κρυστάλλου ἐκτεταμένον ἐπὶ τῶν πτερύγων αὐτῶν ἐπάνωϑεν· 23 καὶ ὑποκάτω τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑτέρα τῇ ἑτέρᾳ, ἑκάστῳ δύο συνεζευγμέναι ἐπικαλύπτουσαι τὰ σώματα αὐτῶν. 24 καὶ ἤκουον τὴν ϕωνὴν τῶν πτερύγων αὐτῶν ἐν τῷ πορεύεσϑαι αὐτὰ ὡς ϕωνὴν ὕδατος πολλοῦ· καὶ ἐν τῷ ἑστάναι αὐτὰ κατέπαυον αἱ πτέρυγες αὐτῶν. 25 καὶ ἰδοὺ ϕωνὴ ὑπεράνωϑεν τοῦ στερεώματος τοῦ ὄντος ὑπὲρ κεϕαλῆς αὐτῶν. 26 ὡς ὅρασις λίϑου σαπϕείρου ὁμοίωμα ϑρόνου ἐπ᾽ αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ ϑρόνου ὁμοίωμα ὡς εἶδος ἀνϑρώπου ἄνωϑεν. 27 καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁράσεως ὀσϕύος καὶ ἐπάνω, καὶ ἀπὸ ὁράσεως ὀσϕύος καὶ ἕως κάτω εἶδον ὡς ὅρασιν πυρὸς καὶ τὸ ϕέγγος αὐτοῦ κύκλῳ. 28 ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεϕέλῃ ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ στάσις τοῦ ϕέγγους κυκλόϑεν. αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης κυρίου· καὶ εἶδον καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἤκουσα ϕωνὴν λαλοῦντος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 2

1 Καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, στῆϑι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ. 2 καὶ ἦλϑεν ἐπ᾽ ἐμὲ πνεῦμα καὶ ἀνέλαβέν με καὶ ἐξῆρέν με καὶ ἔστησέν με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με, 3 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, ἐξαποστέλλω ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ισραηλ τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας, 4 καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος 5 Ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηϑῶσιν – διότι οἶκος παραπικραίνων ἐστίν – , καὶ γνώσονται ὅτι προϕήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν. 6 καὶ σύ, υἱὲ ἀνϑρώπου, μὴ ϕοβηϑῇς αὐτοὺς μηδὲ ἐκστῇς ἀπὸ προσώπου αὐτῶν, διότι παροιστρήσουσι καὶ ἐπισυστήσονται ἐπὶ σὲ κύκλῳ, καὶ ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς· τοὺς λόγους αὐτῶν μὴ ϕοβηϑῇς καὶ ἀπὸ προσώπου αὐτῶν μὴ ἐκστῇς, διότι οἶκος παραπικραίνων ἐστίν. 7 καὶ λαλήσεις τοὺς λόγους μου πρὸς αὐτούς, ἐὰν ἄρα ἀκούσωσιν ἢ πτοηϑῶσιν, διότι οἶκος παραπικραίνων ἐστίν. 8 καὶ σύ, υἱὲ ἀνϑρώπου, ἄκουε τοῦ λαλοῦντος πρὸς σέ, μὴ γίνου παραπικραίνων καϑὼς ὁ οἶκος ὁ παραπικραίνων· χάνε τὸ στόμα σου καὶ ϕάγε ἃ ἐγὼ δίδωμί σοι. 9 καὶ εἶδον καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρός με, καὶ ἐν αὐτῇ κεϕαλὶς βιβλίου· 10 καὶ ἀνείλησεν αὐτὴν ἐνώπιον ἐμοῦ, καὶ ἐν αὐτῇ γεγραμμένα ἦν τὰ ὄπισϑεν καὶ τὰ ἔμπροσϑεν, καὶ ἐγέγραπτο εἰς αὐτὴν ϑρῆνος καὶ μέλος καὶ οὐαί.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 3

1 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, κατάϕαγε τὴν κεϕαλίδα ταύτην καὶ πορεύϑητι καὶ λάλησον τοῖς υἱοῖς Ισραηλ. 2 καὶ διήνοιξα τὸ στόμα μου, καὶ ἐψώμισέν με τὴν κεϕαλίδα. 3 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, τὸ στόμα σου ϕάγεται, καὶ ἡ κοιλία σου πλησϑήσεται τῆς κεϕαλίδος ταύτης τῆς δεδομένης εἰς σέ. καὶ ἔϕαγον αὐτήν, καὶ ἐγένετο ἐν τῷ στόματί μου ὡς μέλι γλυκάζον. 4 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, βάδιζε εἴσελϑε πρὸς τὸν οἶκον τοῦ Ισραηλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς· 5 διότι οὐ πρὸς λαὸν βαϑύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλῃ πρὸς τὸν οἶκον τοῦ Ισραηλ 6 οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοϕώνους ἢ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου. 7 ὁ δὲ οἶκος τοῦ Ισραηλ οὐ μὴ ϑελήσωσιν εἰσακοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου· ὅτι πᾶς ὁ οἶκος Ισραηλ ϕιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι. 8 καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν καὶ τὸ νεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν, 9 καὶ ἔσται διὰ παντὸς κραταιότερον πέτρας· μὴ ϕοβηϑῇς ἀπ᾽ αὐτῶν μηδὲ πτοηϑῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστίν. 10 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, πάντας τοὺς λόγους, οὓς λελάληκα μετὰ σοῦ, λαβὲ εἰς τὴν καρδίαν σου καὶ τοῖς ὠσίν σου ἄκουε 11 καὶ βάδιζε εἴσελϑε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου καὶ λαλήσεις πρὸς αὐτοὺς καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν. 12 καὶ ἀνέλαβέν με πνεῦμα, καὶ ἤκουσα κατόπισϑέν μου ϕωνὴν σεισμοῦ μεγάλου Εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ. 13 καὶ εἶδον ϕωνὴν πτερύγων τῶν ζῴων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν, καὶ ϕωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν καὶ ϕωνὴ τοῦ σεισμοῦ. 14 καὶ τὸ πνεῦμα ἐξῆρέν με καὶ ἀνέλαβέν με, καὶ ἐπορεύϑην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ κυρίου ἐγένετο ἐπ᾽ ἐμὲ κραταιά. 15 καὶ εἰσῆλϑον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιῆλϑον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ τοὺς ὄντας ἐκεῖ καὶ ἐκάϑισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεϕόμενος ἐν μέσῳ αὐτῶν. 16 Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος κυρίου πρός με λέγων 17 Υἱὲ ἀνϑρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ισραηλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαπειλήσῃ αὐτοῖς παρ᾽ ἐμοῦ. 18 ἐν τῷ λέγειν με τῷ ἀνόμῳ Θανάτῳ ϑανατωϑήσῃ, καὶ οὐ διεστείλω αὐτῷ οὐδὲ ἐλάλησας τοῦ διαστείλασϑαι τῷ ἀνόμῳ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῆσαι αὐτόν, ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποϑανεῖται, καὶ τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω. 19 καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ τῆς ὁδοῦ αὐτοῦ, ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποϑανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. 20 καὶ ἐν τῷ ἀποστρέϕειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ παράπτωμα καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ, αὐτὸς ἀποϑανεῖται, ὅτι οὐ διεστείλω αὐτῷ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποϑανεῖται, διότι οὐ μὴ μνησϑῶσιν αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. 21 σὺ δὲ ἐὰν διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ. 22 Καὶ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ κυρίου, καὶ εἶπεν πρός με Ἀνάστηϑι καὶ ἔξελϑε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληϑήσεται πρὸς σέ. 23 καὶ ἀνέστην καὶ ἐξῆλϑον εἰς τὸ πεδίον, καὶ ἰδοὺ ἐκεῖ δόξα κυρίου εἱστήκει καϑὼς ἡ ὅρασις καὶ καϑὼς ἡ δόξα, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ, καὶ πίπτω ἐπὶ πρόσωπόν μου. 24 καὶ ἦλϑεν ἐπ᾽ ἐμὲ πνεῦμα καὶ ἔστησέν με ἐπὶ πόδας μου, καὶ ἐλάλησεν πρός με καὶ εἶπέν μοι Εἴσελϑε καὶ ἐγκλείσϑητι ἐν μέσῳ τοῦ οἴκου σου. 25 καὶ σύ, υἱὲ ἀνϑρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί, καὶ δήσουσίν σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλϑῃς ἐκ μέσου αὐτῶν. 26 καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωϕωϑήσῃ καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστίν. 27 καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειϑῶν ἀπειϑείτω, διότι οἶκος παραπικραίνων ἐστίν.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 4

1 Καὶ σύ, υἱὲ ἀνϑρώπου, λαβὲ σεαυτῷ πλίνϑον καὶ ϑήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐπ᾽ αὐτὴν πόλιν τὴν Ιερουσαλημ 2 καὶ δώσεις ἐπ᾽ αὐτὴν περιοχὴν καὶ οἰκοδομήσεις ἐπ᾽ αὐτὴν προμαχῶνας καὶ περιβαλεῖς ἐπ᾽ αὐτὴν χάρακα καὶ δώσεις ἐπ᾽ αὐτὴν παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ· 3 καὶ σὺ λαβὲ σεαυτῷ τήγανον σιδηροῦν καὶ ϑήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ᾽ αὐτήν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ισραηλ. – 4 καὶ σὺ κοιμηϑήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν καὶ ϑήσεις τὰς ἀδικίας τοῦ οἴκου Ισραηλ ἐπ᾽ αὐτοῦ κατὰ ἀριϑμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατόν, ἃς κοιμηϑήσῃ ἐπ᾽ αὐτοῦ, καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν. 5 καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριϑμὸν ἡμερῶν ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας. καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ισραηλ 6 καὶ συντελέσεις ταῦτα πάντα· καὶ κοιμηϑήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ιουδα τεσσαράκοντα ἡμέρας. ἡμέραν εἰς ἐνιαυτὸν τέϑεικά σοι. 7 καὶ εἰς τὸν συγκλεισμὸν Ιερουσαλημ ἑτοιμάσεις τὸ πρόσωπόν σου καὶ τὸν βραχίονά σου στερεώσεις καὶ προϕητεύσεις ἐπ᾽ αὐτήν. 8 καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραϕῇς ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως οὗ συντελεσϑῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου. – 9 καὶ σὺ λαβὲ σεαυτῷ πυροὺς καὶ κριϑὰς καὶ κύαμον καὶ ϕακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους, καὶ κατ᾽ ἀριϑμὸν τῶν ἡμερῶν, ἃς σὺ καϑεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας ϕάγεσαι αὐτά. 10 καὶ τὸ βρῶμά σου, ὃ ϕάγεσαι, ἐν σταϑμῷ εἴκοσι σίκλους τὴν ἡμέραν· ἀπὸ καιροῦ ἕως καιροῦ ϕάγεσαι αὐτά. 11 καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι τὸ ἕκτον τοῦ ιν· ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι. 12 καὶ ἐγκρυϕίαν κρίϑινον ϕάγεσαι αὐτά· ἐν βολβίτοις κόπρου ἀνϑρωπίνης ἐγκρύψεις αὐτὰ κατ᾽ ὀϕϑαλμοὺς αὐτῶν 13 καὶ ἐρεῖς Τάδε λέγει κύριος ὁ ϑεὸς τοῦ Ισραηλ Οὕτως ϕάγονται οἱ υἱοὶ Ισραηλ ἀκάϑαρτα ἐν τοῖς ἔϑνεσιν. 14 καὶ εἶπα Μηδαμῶς, κύριε ϑεὲ τοῦ Ισραηλ· ἰδοὺ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαϑαρσίᾳ, καὶ ϑνησιμαῖον καὶ ϑηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυϑεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον. 15 καὶ εἶπεν πρός με Ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνϑρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ᾽ αὐτῶν. 16 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ιερουσαλημ, καὶ ϕάγονται ἄρτον ἐν σταϑμῷ καὶ ἐν ἐνδείᾳ καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀϕανισμῷ πίονται, 17 ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀϕανισϑήσεται ἄνϑρωπος καὶ ἀδελϕὸς αὐτοῦ καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν. –

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 5

1 καὶ σύ, υἱὲ ἀνϑρώπου, λαβὲ σεαυτῷ ῥομϕαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως· κτήσῃ αὐτὴν σεαυτῷ καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεϕαλήν σου καὶ ἐπὶ τὸν πώγωνά σου. καὶ λήμψῃ ζυγὸν σταϑμίων καὶ διαστήσεις αὐτούς· 2 τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ· καὶ λήμψῃ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς· καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομϕαίᾳ κύκλῳ αὐτῆς· καὶ τὸ τέταρτον διασκορπίσεις τῷ πνεύματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν. 3 καὶ λήμψῃ ἐκεῖϑεν ὀλίγους ἐν ἀριϑμῷ καὶ συμπεριλήμψῃ αὐτοὺς τῇ ἀναβολῇ σου. 4 καὶ ἐκ τούτων λήμψῃ ἔτι καὶ ῥίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρὸς καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτῆς ἐξελεύσεται πῦρ. Καὶ ἐρεῖς παντὶ οἴκῳ Ισραηλ 5 Τάδε λέγει κύριος Αὕτη ἡ Ιερουσαλημ ἐν μέσῳ τῶν ἐϑνῶν τέϑεικα αὐτὴν καὶ τὰς κύκλῳ αὐτῆς χώρας. 6 καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐϑνῶν καὶ τὰ νόμιμά μου ἐκ τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς, διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύϑησαν ἐν αὐτοῖς. 7 διὰ τοῦτο τάδε λέγει κύριος Ἀνϑ ὧν ἡ ἀϕορμὴ ὑμῶν ἐκ τῶν ἐϑνῶν τῶν κύκλῳ ὑμῶν καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύϑητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλ᾽ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐϑνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε, 8 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐϑνῶν 9 καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου. 10 διὰ τοῦτο πατέρες ϕάγονται τέκνα ἐν μέσῳ σου, καὶ τέκνα ϕάγονται πατέρας· καὶ ποιήσω ἐν σοὶ κρίματα καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον. 11 διὰ τοῦτο Ζῶ ἐγώ, λέγει κύριος, εἰ μὴ ἀνϑ᾽ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσιν τοῖς βδελύγμασίν σου, κἀγὼ ἀπώσομαί σε, οὐ ϕείσεταί μου ὁ ὀϕϑαλμός, κἀγὼ οὐκ ἐλεήσω. 12 τὸ τέταρτόν σου ἐν ϑανάτῳ ἀναλωϑήσεται· καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσϑήσεται ἐν μέσῳ σου· καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτούς· καὶ τὸ τέταρτόν σου ἐν ῥομϕαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν. 13 καὶ συντελεσϑήσεται ὁ ϑυμός μου καὶ ἡ ὀργή μου ἐπ᾽ αὐτούς, καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος λελάληκα ἐν ζήλῳ μου ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ᾽ αὐτούς. 14 καὶ ϑήσομαί σε εἰς ἔρημον καὶ τὰς ϑυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος, 15 καὶ ἔσῃ στενακτὴ καὶ δηλαιστὴ ἐν τοῖς ἔϑνεσιν τοῖς κύκλῳ σου ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει ϑυμοῦ μου· ἐγὼ κύριος λελάληκα. 16 ἐν τῷ ἐξαποστεῖλαί με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπ᾽ αὐτοὺς καὶ ἔσονται εἰς ἔκλειψιν, καὶ συντρίψω στήριγμα ἄρτου σου. 17 καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ ϑηρία πονηρὰ καὶ τιμωρήσομαί σε, καὶ ϑάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ, καὶ ῥομϕαίαν ἐπάξω ἐπὶ σὲ κυκλόϑεν· ἐγὼ κύριος λελάληκα.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 6

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ισραηλ καὶ προϕήτευσον ἐπ᾽ αὐτὰ 3 καὶ ἐρεῖς Τὰ ὄρη Ισραηλ, ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς ϕάραγξιν καὶ ταῖς νάπαις Ἰδοὺ ἐγὼ ἐπάγω ἐϕ᾽ ὑμᾶς ῥομϕαίαν, καὶ ἐξολεϑρευϑήσεται τὰ ὑψηλὰ ὑμῶν, 4 καὶ συντριβήσονται τὰ ϑυσιαστήρια ὑμῶν καὶ τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν 5 καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν ϑυσιαστηρίων ὑμῶν. 6 ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν αἱ πόλεις ἐξερημωϑήσονται καὶ τὰ ὑψηλὰ ἀϕανισϑήσεται, ὅπως ἐξολεϑρευϑῇ τὰ ϑυσιαστήρια ὑμῶν, καὶ συντριβήσονται τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρϑήσεται τὰ τεμένη ὑμῶν, 7 καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσϑε ὅτι ἐγὼ κύριος. 8 ἐν τῷ γενέσϑαι ἐξ ὑμῶν ἀνασῳζομένους ἐκ ῥομϕαίας ἐν τοῖς ἔϑνεσιν καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις 9 καὶ μνησϑήσονταί μου οἱ ἀνασῳζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔϑνεσιν, οὗ ᾐχμαλωτεύϑησαν ἐκεῖ· ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπ᾽ ἐμοῦ καὶ τοῖς ὀϕϑαλμοῖς αὐτῶν τοῖς πορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν· 10 καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος λελάληκα. 11 τάδε λέγει κύριος Κρότησον τῇ χειρὶ καὶ ψόϕησον τῷ ποδὶ καὶ εἰπόν Εὖγε εὖγε ἐπὶ πᾶσιν τοῖς βδελύγμασιν οἴκου Ισραηλ· ἐν ῥομϕαίᾳ καὶ ἐν ϑανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται. 12 ὁ ἐγγὺς ἐν ῥομϕαίᾳ πεσεῖται, ὁ δὲ μακρὰν ἐν ϑανάτῳ τελευτήσει, καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσϑήσεται, καὶ συντελέσω τὴν ὀργήν μου ἐπ᾽ αὐτούς. 13 καὶ γνώσεσϑε διότι ἐγὼ κύριος ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν ϑυσιαστηρίων ὑμῶν ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω δένδρου συσκίου, οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν. 14 καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾽ αὐτοὺς καὶ ϑήσομαι τὴν γῆν εἰς ἀϕανισμὸν καὶ εἰς ὄλεϑρον ἀπὸ τῆς ἐρήμου Δεβλαϑα ἐκ πάσης τῆς κατοικίας· καὶ ἐπιγνώσεσϑε ὅτι ἐγὼ κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 7

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Καὶ σύ, υἱὲ ἀνϑρώπου, εἰπόν Τάδε λέγει κύριος τῇ γῇ τοῦ Ισραηλ Πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς· 3 ἥκει τὸ πέρας 4 ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν, ἥκει ὁ καιρός, ἤγγικεν ἡ ἡμέρα, οὐ μετὰ ϑορύβων οὐδὲ μετὰ ὠδίνων. 5 νῦν ἐγγύϑεν ἐκχεῶ τὴν ὀργήν μου ἐπὶ σὲ καὶ συντελέσω τὸν ϑυμόν μου ἐν σοὶ καὶ κρινῶ σε ἐν ταῖς ὁδοῖς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· 6 οὐ ϕείσεται ὁ ὀϕϑαλμός μου, οὐδὲ μὴ ἐλεήσω, διότι τὰς ὁδούς σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσονται, καὶ ἐπιγνώσῃ διότι ἐγώ εἰμι κύριος ὁ τύπτων. 7 νῦν τὸ πέρας πρὸς σέ, καὶ ἀποστελῶ ἐγὼ ἐπὶ σὲ καὶ ἐκδικήσω σε ἐν ταῖς ὁδοῖς σου καὶ δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου· 8 οὐ ϕείσεται ὁ ὀϕϑαλμός μου ἐπὶ σέ, οὐδὲ μὴ ἐλεήσω, διότι τὴν ὁδόν σου ἐπὶ σὲ δώσω, καὶ τὰ βδελύγματά σου ἐν μέσῳ σου ἔσται· καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος. 9 διότι τάδε λέγει κύριος 10 Ἰδοὺ τὸ πέρας ἥκει, ἰδοὺ ἡμέρα κυρίου· εἰ καὶ ἡ ῥάβδος ἤνϑηκεν, ἡ ὕβρις ἐξανέστηκεν. 11 καὶ συντρίψει στήριγμα ἀνόμου καὶ οὐ μετὰ ϑορύβου οὐδὲ μετὰ σπουδῆς. 12 ἥκει ὁ καιρός, ἰδοὺ ἡ ἡμέρα· ὁ κτώμενος μὴ χαιρέτω, καὶ ὁ πωλῶν μὴ ϑρηνείτω· 13 διότι ὁ κτώμενος πρὸς τὸν πωλοῦντα οὐκέτι μὴ ἐπιστρέψῃ, καὶ ἄνϑρωπος ἐν ὀϕϑαλμῷ ζωῆς αὐτοῦ οὐ κρατήσει. 14 σαλπίσατε ἐν σάλπιγγι καὶ κρίνατε τὰ σύμπαντα. 15 ὁ πόλεμος ἐν ῥομϕαίᾳ ἔξωϑεν, καὶ ὁ λιμὸς καὶ ὁ ϑάνατος ἔσωϑεν· ὁ ἐν τῷ πεδίῳ ἐν ῥομϕαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λιμὸς καὶ ϑάνατος συντελέσει. 16 καὶ ἀνασωϑήσονται οἱ ἀνασῳζόμενοι ἐξ αὐτῶν καὶ ἔσονται ἐπὶ τῶν ὀρέων· πάντας ἀποκτενῶ, ἕκαστον ἐν ταῖς ἀδικίαις αὐτοῦ. 17 πᾶσαι χεῖρες ἐκλυϑήσονται, καὶ πάντες μηροὶ μολυνϑήσονται ὑγρασίᾳ, 18 καὶ περιζώσονται σάκκους, καὶ καλύψει αὐτοὺς ϑάμβος, καὶ ἐπὶ πᾶν πρόσωπον αἰσχύνη ἐπ᾽ αὐτούς, καὶ ἐπὶ πᾶσαν κεϕαλὴν ϕαλάκρωμα. 19 τὸ ἀργύριον αὐτῶν ῥιϕήσεται ἐν ταῖς πλατείαις, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροϕϑήσεται· αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησϑῶσιν, καὶ αἱ κοιλίαι αὐτῶν οὐ μὴ πληρωϑῶσιν· διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο. 20 ἐκλεκτὰ κόσμου εἰς ὑπερηϕανίαν ἔϑεντο αὐτὰ καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν ἐποίησαν ἐξ αὐτῶν· ἕνεκεν τούτου δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαϑαρσίαν. 21 καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά. 22 καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν, καὶ μιανοῦσιν τὴν ἐπισκοπήν μου καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀϕυλάκτως καὶ βεβηλώσουσιν αὐτά· 23 καὶ ποιήσουσι ϕυρμόν, διότι ἡ γῆ πλήρης λαῶν, καὶ ἡ πόλις πλήρης ἀνομίας. 24 καὶ ἀποστρέψω τὸ ϕρύαγμα τῆς ἰσχύος αὐτῶν, καὶ μιανϑήσεται τὰ ἅγια αὐτῶν. 25 ἐξιλασμὸς ἥξει καὶ ζητήσει εἰρήνην, καὶ οὐκ ἔσται. 26 οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπ᾽ ἀγγελίαν ἔσται, καὶ ζητηϑήσεται ὅρασις ἐκ προϕήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως καὶ βουλὴ ἐκ πρεσβυτέρων. 27 ἄρχων ἐνδύσεται ἀϕανισμόν, καὶ αἱ χεῖρες τοῦ λαοῦ τῆς γῆς παραλυϑήσονται· κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς καὶ ἐν τοῖς κρίμασιν αὐτῶν ἐκδικήσω αὐτούς· καὶ γνώσονται ὅτι ἐγὼ κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 8

1 Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς ἐγὼ ἐκαϑήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ιουδα ἐκάϑηντο ἐνώπιόν μου, καὶ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ κυρίου, 2 καὶ εἶδον καὶ ἰδοὺ ὁμοίωμα ἀνδρός, ἀπὸ τῆς ὀσϕύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσϕύος αὐτοῦ ὑπεράνω ὡς ὅρασις ἠλέκτρου. 3 καὶ ἐξέτεινεν ὁμοίωμα χειρὸς καὶ ἀνέλαβέν με τῆς κορυϕῆς μου, καὶ ἀνέλαβέν με πνεῦμα ἀνὰ μέσον τῆς γῆς καὶ ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ ἤγαγέν με εἰς Ιερουσαλημ ἐν ὁράσει ϑεοῦ ἐπὶ τὰ πρόϑυρα τῆς πύλης τῆς ἐσωτέρας τῆς βλεπούσης πρὸς βορρᾶν, οὗ ἦν ἡ στήλη τοῦ κτωμένου. 4 καὶ ἰδοὺ ἐκεῖ ἦν δόξα κυρίου ϑεοῦ Ισραηλ κατὰ τὴν ὅρασιν, ἣν εἶδον ἐν τῷ πεδίῳ. 5 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, ἀνάβλεψον τοῖς ὀϕϑαλμοῖς σου πρὸς βορρᾶν· καὶ ἀνέβλεψα τοῖς ὀϕϑαλμοῖς μου πρὸς βορρᾶν, καὶ ἰδοὺ ἀπὸ βορρᾶ ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολάς. 6 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, ἑώρακας τί οὗτοι ποιοῦσιν; ἀνομίας μεγάλας ποιοῦσιν ὧδε τοῦ ἀπέχεσϑαι ἀπὸ τῶν ἁγίων μου· καὶ ἔτι ὄψει ἀνομίας μείζονας. 7 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόϑυρα τῆς αὐλῆς 8 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, ὄρυξον· καὶ ὤρυξα, καὶ ἰδοὺ ϑύρα μία. 9 καὶ εἶπεν πρός με Εἴσελϑε καὶ ἰδὲ τὰς ἀνομίας, ἃς οὗτοι ποιοῦσιν ὧδε· 10 καὶ εἰσῆλϑον καὶ εἶδον καὶ ἰδοὺ μάταια βδελύγματα καὶ πάντα τὰ εἴδωλα οἴκου Ισραηλ διαγεγραμμένα ἐπ᾽ αὐτοῦ κύκλῳ, 11 καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ισραηλ, καὶ Ιεζονιας ὁ τοῦ Σαϕαν ἐν μέσῳ αὐτῶν εἱστήκει πρὸ προσώπου αὐτῶν, καὶ ἕκαστος ϑυμιατήριον αὐτοῦ εἶχεν ἐν τῇ χειρί, καὶ ἡ ἀτμὶς τοῦ ϑυμιάματος ἀνέβαινεν. 12 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, ἑώρακας ἃ οἱ πρεσβύτεροι τοῦ οἴκου Ισραηλ ποιοῦσιν, ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν; διότι εἶπαν Οὐχ ὁρᾷ ὁ κύριος, ἐγκαταλέλοιπεν κύριος τὴν γῆν. 13 καὶ εἶπεν πρός με Ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσιν. 14 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόϑυρα τῆς πύλης οἴκου κυρίου τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καϑήμεναι ϑρηνοῦσαι τὸν Θαμμουζ, 15 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, ἑώρακας; καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων. 16 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν οἴκου κυρίου τὴν ἐσωτέραν, καὶ ἰδοὺ ἐπὶ τῶν προϑύρων τοῦ ναοῦ κυρίου ἀνὰ μέσον τῶν αιλαμ καὶ ἀνὰ μέσον τοῦ ϑυσιαστηρίου ὡς εἴκοσι ἄνδρες, τὰ ὀπίσϑια αὐτῶν πρὸς τὸν ναὸν τοῦ κυρίου καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, καὶ οὗτοι προσκυνοῦσιν τῷ ἡλίῳ· 17 καὶ εἶπεν πρός με Ἑώρακας, υἱὲ ἀνϑρώπου; μὴ μικρὰ τῷ οἴκῳ Ιουδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες. 18 καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ ϑυμοῦ· οὐ ϕείσεται ὁ ὀϕϑαλμός μου, οὐδὲ μὴ ἐλεήσω.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 9

1 Καὶ ἀνέκραγεν εἰς τὰ ὦτά μου ϕωνῇ μεγάλῃ λέγων Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως· καὶ ἕκαστος εἶχεν τὰ σκεύη τῆς ἐξολεϑρεύσεως ἐν χειρὶ αὐτοῦ. 2 καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς ὁδοῦ τῆς πύλης τῆς ὑψηλῆς τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ ἑκάστου πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ εἷς ἀνὴρ ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπϕείρου ἐπὶ τῆς ὀσϕύος αὐτοῦ· καὶ εἰσήλϑοσαν καὶ ἔστησαν ἐχόμενοι τοῦ ϑυσιαστηρίου τοῦ χαλκοῦ. 3 καὶ δόξα ϑεοῦ τοῦ Ισραηλ ἀνέβη ἀπὸ τῶν χερουβιν ἡ οὖσα ἐπ᾽ αὐτῶν εἰς τὸ αἴϑριον τοῦ οἴκου. καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσϕύος αὐτοῦ τὴν ζώνην, 4 καὶ εἶπεν πρὸς αὐτόν Δίελϑε μέσην τὴν Ιερουσαλημ καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατωδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. 5 καὶ τούτοις εἶπεν ἀκούοντός μου Πορεύεσϑε ὀπίσω αὐτοῦ εἰς τὴν πόλιν καὶ κόπτετε καὶ μὴ ϕείδεσϑε τοῖς ὀϕϑαλμοῖς ὑμῶν καὶ μὴ ἐλεήσητε· 6 πρεσβύτερον καὶ νεανίσκον καὶ παρϑένον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν, ἐπὶ δὲ πάντας, ἐϕ᾽ οὕς ἐστιν τὸ σημεῖον, μὴ ἐγγίσητε· καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασϑε. καὶ ἤρξαντο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ. 7 καὶ εἶπεν πρὸς αὐτούς Μιάνατε τὸν οἶκον καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν ἐκπορευόμενοι καὶ κόπτετε. 8 καὶ ἐγένετο ἐν τῷ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἶπα Οἴμμοι, κύριε, ἐξαλείϕεις σὺ τοὺς καταλοίπους τοῦ Ισραηλ ἐν τῷ ἐκχέαι σε τὸν ϑυμόν σου ἐπὶ Ιερουσαλημ; 9 καὶ εἶπεν πρός με Ἀδικία τοῦ οἴκου Ισραηλ καὶ Ιουδα μεμεγάλυνται σϕόδρα σϕόδρα, ὅτι ἐπλήσϑη ἡ γῆ λαῶν πολλῶν, καὶ ἡ πόλις ἐπλήσϑη ἀδικίας καὶ ἀκαϑαρσίας· ὅτι εἶπαν Ἐγκαταλέλοιπεν κύριος τὴν γῆν, οὐκ ἐϕορᾷ ὁ κύριος. 10 καὶ οὐ ϕείσεταί μου ὁ ὀϕϑαλμός, οὐδὲ μὴ ἐλεήσω· τὰς ὁδοὺς αὐτῶν εἰς κεϕαλὰς αὐτῶν δέδωκα. 11 καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τῇ ζώνῃ τὴν ὀσϕὺν αὐτοῦ καὶ ἀπεκρίνατο λέγων Πεποίηκα καϑὼς ἐνετείλω μοι.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 10

1 Καὶ εἶδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεϕαλῆς τῶν χερουβιν ὡς λίϑος σαπϕείρου ὁμοίωμα ϑρόνου ἐπ᾽ αὐτῶν. 2 καὶ εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν Εἴσελϑε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβιν καὶ πλῆσον τὰς δράκας σου ἀνϑράκων πυρὸς ἐκ μέσου τῶν χερουβιν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν· καὶ εἰσῆλϑεν ἐνώπιόν μου. 3 καὶ τὰ χερουβιν εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσϑαι τὸν ἄνδρα, καὶ ἡ νεϕέλη ἔπλησεν τὴν αὐλὴν τὴν ἐσωτέραν. 4 καὶ ἀπῆρεν ἡ δόξα κυρίου ἀπὸ τῶν χερουβιν εἰς τὸ αἴϑριον τοῦ οἴκου, καὶ ἔπλησεν τὸν οἶκον ἡ νεϕέλη, καὶ ἡ αὐλὴ ἐπλήσϑη τοῦ ϕέγγους τῆς δόξης κυρίου· 5 καὶ ϕωνὴ τῶν πτερύγων τῶν χερουβιν ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς ϕωνὴ ϑεοῦ Σαδδαι λαλοῦντος. 6 καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσϑαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων Λαβὲ πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβιν, καὶ εἰσῆλϑεν καὶ ἔστη ἐχόμενος τῶν τροχῶν, 7 καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβιν καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβεν καὶ ἐξῆλϑεν. 8 καὶ εἶδον τὰ χερουβιν, ὁμοίωμα χειρῶν ἀνϑρώπων ὑποκάτωϑεν τῶν πτερύγων αὐτῶν. 9 καὶ εἶδον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν χερουβιν, τροχὸς εἷς ἐχόμενος χερουβ ἑνός, καὶ ἡ ὄψις τῶν τροχῶν ὡς ὄψις λίϑου ἄνϑρακος. 10 καὶ ἡ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ. 11 ἐν τῷ πορεύεσϑαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεϕον ἐν τῷ πορεύεσϑαι αὐτά, ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία, ἐπορεύοντο καὶ οὐκ ἐπέστρεϕον ἐν τῷ πορεύεσϑαι αὐτά. 12 καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀϕϑαλμῶν κυκλόϑεν τοῖς τέσσαρσιν τροχοῖς αὐτῶν· 13 τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήϑη Γελγελ ἀκούοντός μου· 15 καὶ ἦραν τὰ χερουβιν. τοῦτο τὸ ζῷον, ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ. 16 καὶ ἐν τῷ πορεύεσϑαι τὰ χερουβιν ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσϑαι ἀπὸ τῆς γῆς οὐκ ἐπέστρεϕον οἱ τροχοὶ αὐτῶν· 17 ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσϑαι αὐτὰ ἐμετεωρίζοντο μετ᾽ αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν. 18 καὶ ἐξῆλϑεν δόξα κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβιν, 19 καὶ ἀνέλαβον τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσϑησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελϑεῖν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἔστησαν ἐπὶ τὰ πρόϑυρα τῆς πύλης οἴκου κυρίου τῆς ἀπέναντι, καὶ δόξα ϑεοῦ Ισραηλ ἦν ἐπ᾽ αὐτῶν ὑπεράνω. 20 τοῦτο τὸ ζῷόν ἐστιν, ὃ εἶδον ὑποκάτω ϑεοῦ Ισραηλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ, καὶ ἔγνων ὅτι χερουβιν ἐστίν. 21 τέσσαρα πρόσωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί, καὶ ὁμοίωμα χειρῶν ἀνϑρώπου ὑποκάτωϑεν τῶν πτερύγων αὐτῶν. 22 καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, ταῦτα τὰ πρόσωπά ἐστιν, ἃ εἶδον ὑποκάτω τῆς δόξης ϑεοῦ Ισραηλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ, καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 11

1 Καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τοῦ οἴκου κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προϑύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες, καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν Ιεζονιαν τὸν τοῦ Εζερ καὶ Φαλτιαν τὸν τοῦ Βαναιου τοὺς ἀϕηγουμένους τοῦ λαοῦ. 2 καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνϑρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ 3 οἱ λέγοντες Οὐχὶ προσϕάτως ᾠκοδόμηνται αἱ οἰκίαι; αὕτη ἐστὶν ὁ λέβης, ἡμεῖς δὲ τὰ κρέα. 4 διὰ τοῦτο προϕήτευσον ἐπ᾽ αὐτούς, προϕήτευσον, υἱὲ ἀνϑρώπου. 5 καὶ ἔπεσεν ἐπ᾽ ἐμὲ πνεῦμα κυρίου καὶ εἶπεν πρός με Λέγε Τάδε λέγει κύριος Οὕτως εἴπατε, οἶκος Ισραηλ, καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι. 6 ἐπληϑύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν. 7 διὰ τοῦτο τάδε λέγει κύριος Τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς, οὗτοί εἰσιν τὰ κρέα, αὐτὴ δὲ ὁ λέβης ἐστίν, καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς. 8 ῥομϕαίαν ϕοβεῖσϑε, καὶ ῥομϕαίαν ἐπάξω ἐϕ᾽ ὑμᾶς, λέγει κύριος. 9 καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα. 10 ἐν ῥομϕαίᾳ πεσεῖσϑε, ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς· καὶ ἐπιγνώσεσϑε ὅτι ἐγὼ κύριος. 11 αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα, καὶ ὑμεῖς οὐ μὴ γένησϑε ἐν μέσῳ αὐτῆς εἰς κρέα· ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς, 12 καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος. – 13 καὶ ἐγένετο ἐν τῷ προϕητεύειν με καὶ Φαλτιας ὁ τοῦ Βαναιου ἀπέϑανεν, καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα ϕωνῇ μεγάλῃ καὶ εἶπα Οἴμμοι οἴμμοι, κύριε, εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ Ισραηλ. 14 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 15 Υἱὲ ἀνϑρώπου, οἱ ἀδελϕοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ισραηλ συντετέλεσται, οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ιερουσαλημ Μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου, ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν. 16 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος ὅτι Ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔϑνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις, οὗ ἂν εἰσέλϑωσιν ἐκεῖ. 17 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐϑνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν, οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς, καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ισραηλ. 18 καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσιν πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς. 19 καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιϑίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην, 20 ὅπως ἐν τοῖς προστάγμασίν μου πορεύωνται καὶ τὰ δικαιώματά μου ϕυλάσσωνται καὶ ποιῶσιν αὐτά· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεόν. 21 καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν, ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς κεϕαλὰς αὐτῶν δέδωκα, λέγει κύριος. 22 Καὶ ἐξῆραν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα ϑεοῦ Ισραηλ ἐπ᾽ αὐτὰ ὑπεράνω αὐτῶν· 23 καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως. 24 καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι ϑεοῦ· καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον, 25 καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ κυρίου, οὓς ἔδειξέν μοι.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 12

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς, οἳ ἔχουσιν ὀϕϑαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσιν καὶ ὦτα ἔχουσιν τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσιν, διότι οἶκος παραπικραίνων ἐστίν. 3 καὶ σύ, υἱὲ ἀνϑρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευϑήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσιν, διότι οἶκος παραπικραίνων ἐστίν. 4 καὶ ἐξοίσεις τὰ σκεύη σου ὡς σκεύη αἰχμαλωσίας ἡμέρας κατ᾽ ὀϕϑαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος· 5 ἐνώπιον αὐτῶν διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον καὶ διεξελεύσῃ δι᾽ αὐτοῦ· 6 ἐνώπιον αὐτῶν ἐπ᾽ ὤμων ἀναλημϕϑήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν· διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ισραηλ. 7 καὶ ἐποίησα οὕτως κατὰ πάντα, ὅσα ἐνετείλατό μοι, καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλϑον, ἐπ᾽ ὤμων ἀνελήμϕϑην ἐνώπιον αὐτῶν. – 8 καὶ ἐγένετο λόγος κυρίου πρός με τὸ πρωῒ λέγων 9 Υἱὲ ἀνϑρώπου, οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ισραηλ οἶκος ὁ παραπικραίνων Τί σὺ ποιεῖς; 10 εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος κύριος Ὁ ἄρχων καὶ ὁ ἀϕηγούμενος ἐν Ιερουσαλημ καὶ παντὶ οἴκῳ Ισραηλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν, 11 εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ ἐν μέσῳ αὐτῆς· ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς· ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται, 12 καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ᾽ ὤμων ἀρϑήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελϑεῖν αὐτὸν δι᾽ αὐτοῦ· τὸ πρόσωπον αὐτοῦ συγκαλύψει, ὅπως μὴ ὁραϑῇ ὀϕϑαλμῷ, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται. 13 καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ᾽ αὐτόν, καὶ συλλημϕϑήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκεῖ τελευτήσει. 14 καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηϑοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον καὶ ῥομϕαίαν ἐκκενώσω ὀπίσω αὐτῶν· 15 καὶ γνώσονται διότι ἐγὼ κύριος ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔϑνεσιν, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις. 16 καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριϑμῷ ἐκ ῥομϕαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ ϑανάτου, ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔϑνεσιν, οὗ εἰσήλϑοσαν ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ κύριος. – 17 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 18 Υἱὲ ἀνϑρώπου, τὸν ἄρτον σου μετ᾽ ὀδύνης ϕάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ ϑλίψεως πίεσαι 19 καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς Τάδε λέγει κύριος τοῖς κατοικοῦσιν Ιερουσαλημ ἐπὶ τῆς γῆς τοῦ Ισραηλ Τοὺς ἄρτους αὐτῶν μετ᾽ ἐνδείας ϕάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀϕανισμοῦ πίονται, ὅπως ἀϕανισϑῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς, ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· 20 καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωϑήσονται, καὶ ἡ γῆ εἰς ἀϕανισμὸν ἔσται· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος. 21 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 22 Υἱὲ ἀνϑρώπου, τίς ὑμῖν ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγοντες Μακρὰν αἱ ἡμέραι ἀπόλωλεν ὅρασις; 23 διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος Ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ισραηλ, ὅτι λαλήσεις πρὸς αὐτούς Ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως· 24 ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ, 25 διότι ἐγὼ κύριος λαλήσω τοὺς λόγους μου, λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι, ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος ὁ παραπικραίνων, λαλήσω λόγον καὶ ποιήσω, λέγει κύριος. – 26 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 27 Υἱὲ ἀνϑρώπου, ἰδοὺ οἶκος Ισραηλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ ὅρασις, ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλάς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προϕητεύει. 28 διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς Τάδε λέγει κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· λαλήσω καὶ ποιήσω, λέγει κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 13

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, προϕήτευσον ἐπὶ τοὺς προϕήτας τοῦ Ισραηλ καὶ προϕητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς Ἀκούσατε λόγον κυρίου 3 Τάδε λέγει κύριος Οὐαὶ τοῖς προϕητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καϑόλου μὴ βλέπουσιν. 4 οἱ προϕῆταί σου, Ισραηλ, ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις· 5 οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, οὐκ ἀνέστησαν οἱ λέγοντες Ἐν ἡμέρᾳ κυρίου· 6 βλέποντες ψευδῆ, μαντευόμενοι μάταια οἱ λέγοντες Λέγει κύριος, καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον. 7 οὐχ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε; 8 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ἀνϑ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐϕ᾽ ὑμᾶς, λέγει κύριος, 9 καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προϕήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποϕϑεγγομένους μάταια· ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται οὐδὲ ἐν γραϕῇ οἴκου Ισραηλ οὐ γραϕήσονται καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται· καὶ γνώσονται διότι ἐγὼ κύριος. 10 ἀνϑ᾽ ὧν τὸν λαόν μου ἐπλάνησαν λέγοντες Εἰρήνη εἰρήνη, καὶ οὐκ ἦν εἰρήνη, καὶ οὗτος οἰκοδομεῖ τοῖχον, καὶ αὐτοὶ ἀλείϕουσιν αὐτόν, εἰ πεσεῖται, 11 εἰπὸν πρὸς τοὺς ἀλείϕοντας Πεσεῖται, καὶ ἔσται ὑετὸς κατακλύζων, καὶ δώσω λίϑους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν, καὶ πεσοῦνται, καὶ πνεῦμα ἐξαῖρον, καὶ ῥαγήσεται. 12 καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος, καὶ οὐκ ἐροῦσιν πρὸς ὑμᾶς Ποῦ ἐστιν ἡ ἀλοιϕὴ ὑμῶν, ἣν ἠλείψατε; 13 διὰ τοῦτο τάδε λέγει κύριος Καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ ϑυμοῦ, καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται, καὶ τοὺς λίϑους τοὺς πετροβόλους ἐν ϑυμῷ ἐπάξω εἰς συντέλειαν 14 καὶ κατασκάψω τὸν τοῖχον, ὃν ἠλείψατε, καὶ πεσεῖται· καὶ ϑήσω αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἀποκαλυϕϑήσεται τὰ ϑεμέλια αὐτοῦ, καὶ πεσεῖται, καὶ συντελεσϑήσεσϑε μετ᾽ ἐλέγχων· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος. 15 καὶ συντελέσω τὸν ϑυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείϕοντας αὐτόν, καὶ πεσεῖται. καὶ εἶπα πρὸς ὑμᾶς Οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείϕοντες αὐτὸν 16 προϕῆται τοῦ Ισραηλ οἱ προϕητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστιν, λέγει κύριος. – 17 καὶ σύ, υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς ϑυγατέρας τοῦ λαοῦ σου τὰς προϕητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προϕήτευσον ἐπ᾽ αὐτὰς 18 καὶ ἐρεῖς Τάδε λέγει κύριος Οὐαὶ ταῖς συρραπτούσαις προσκεϕάλαια ἐπὶ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεϕαλὴν πάσης ἡλικίας τοῦ διαστρέϕειν ψυχάς· αἱ ψυχαὶ διεστράϕησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς περιεποιοῦντο. 19 καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριϑῶν καὶ ἕνεκεν κλασμάτων ἄρτου τοῦ ἀποκτεῖναι ψυχάς, ἃς οὐκ ἔδει ἀποϑανεῖν, καὶ τοῦ περιποιήσασϑαι ψυχάς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποϕϑέγγεσϑαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποϕϑέγματα. 20 διὰ τοῦτο τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεϕάλαια ὑμῶν, ἐϕ᾽ ἃ ὑμεῖς συστρέϕετε ἐκεῖ ψυχάς, καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς, ἃς ὑμεῖς ἐκστρέϕετε τὰς ψυχὰς αὐτῶν, εἰς διασκορπισμόν· 21 καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροϕήν· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος. 22 ἀνϑ᾽ ὧν διεστρέϕετε καρδίαν δικαίου ἀδίκως καὶ ἐγὼ οὐ διέστρεϕον αὐτὸν καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καϑόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν, 23 διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησϑε ἔτι, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν· καὶ γνώσεσϑε ὅτι ἐγὼ κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 14

1 Καὶ ἦλϑον πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ισραηλ καὶ ἐκάϑισαν πρὸ προσώπου μου. 2 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 3 Υἱὲ ἀνϑρώπου, οἱ ἄνδρες οὗτοι ἔϑεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔϑηκαν πρὸ προσώπου αὐτῶν· εἰ ἀποκρινόμενος ἀποκριϑῶ αὐτοῖς; 4 διὰ τοῦτο λάλησον αὐτοῖς καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἄνϑρωπος ἄνϑρωπος ἐκ τοῦ οἴκου Ισραηλ, ὃς ἂν ϑῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλϑῃ πρὸς τὸν προϕήτην, ἐγὼ κύριος ἀποκριϑήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ, 5 ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ισραηλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ᾽ ἐμοῦ ἐν τοῖς ἐνϑυμήμασιν αὐτῶν. 6 διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος κύριος Ἐπιστράϕητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν. 7 διότι ἄνϑρωπος ἄνϑρωπος ἐκ τοῦ οἴκου Ισραηλ καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ Ισραηλ, ὃς ἂν ἀπαλλοτριωϑῇ ἀπ᾽ ἐμοῦ καὶ ϑῆται τὰ ἐνϑυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλϑῃ πρὸς τὸν προϕήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοί, ἐγὼ κύριος ἀποκριϑήσομαι αὐτῷ ἐν ᾧ ἐνέχεται ἐν αὐτῷ· 8 καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνϑρωπον ἐκεῖνον καὶ ϑήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀϕανισμὸν καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου· καὶ ἐπιγνώσεσϑε ὅτι ἐγὼ κύριος. 9 καὶ ὁ προϕήτης ἐὰν πλανηϑῇ καὶ λαλήσῃ, ἐγὼ κύριος πεπλάνηκα τὸν προϕήτην ἐκεῖνον καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾽ αὐτὸν καὶ ἀϕανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ισραηλ. 10 καὶ λήμψονται τὴν ἀδικίαν αὐτῶν· κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προϕήτῃ ἔσται, 11 ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ Ισραηλ ἀπ᾽ ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσιν τοῖς παραπτώμασιν αὐτῶν· καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς ϑεόν, λέγει κύριος. 12 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 13 Υἱὲ ἀνϑρώπου, γῆ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ᾽ αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ ἐπ᾽ αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνϑρωπον καὶ κτήνη, 14 καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νωε καὶ Δανιηλ καὶ Ιωβ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωϑήσονται, λέγει κύριος. 15 ἐὰν καὶ ϑηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀϕανισμὸν καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν ϑηρίων, 16 καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι, ζῶ ἐγώ, λέγει κύριος, εἰ υἱοὶ ἢ ϑυγατέρες σωϑήσονται, ἀλλ᾽ ἢ αὐτοὶ μόνοι σωϑήσονται, ἡ δὲ γῆ ἔσται εἰς ὄλεϑρον. 17 ἢ καὶ ῥομϕαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην καὶ εἴπω Ῥομϕαία διελϑάτω διὰ τῆς γῆς, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνϑρωπον καὶ κτῆνος, 18 καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει κύριος, οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ ϑυγατέρας, αὐτοὶ μόνοι σωϑήσονται. 19 ἢ καὶ ϑάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην καὶ ἐκχεῶ τὸν ϑυμόν μου ἐπ᾽ αὐτὴν ἐν αἵματι τοῦ ἐξολεϑρεῦσαι ἐξ αὐτῆς ἄνϑρωπον καὶ κτῆνος, 20 καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσῳ αὐτῆς, ζῶ ἐγώ, λέγει κύριος, ἐὰν υἱοὶ ἢ ϑυγατέρες ὑπολειϕϑῶσιν, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν. 21 τάδε λέγει κύριος Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς, ῥομϕαίαν καὶ λιμὸν καὶ ϑηρία πονηρὰ καὶ ϑάνατον, ἐξαποστείλω ἐπὶ Ιερουσαλημ τοῦ ἐξολεϑρεῦσαι ἐξ αὐτῆς ἄνϑρωπον καὶ κτῆνος 22 καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσῳσμένοι αὐτῆς, οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ ϑυγατέρας, ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμᾶς, καὶ ὄψεσϑε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνϑυμήματα αὐτῶν καὶ μεταμεληϑήσεσϑε ἐπὶ τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ, πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπ᾽ αὐτήν, 23 καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσϑε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνϑυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσϑε διότι οὐ μάτην πεποίηκα πάντα, ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 15

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Καὶ σύ, υἱὲ ἀνϑρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ; 3 εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ᾽ αὐτὸν πᾶν σκεῦος; 4 πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ᾽ ἐνιαυτὸν κάϑαρσιν ἀπ᾽ αὐτῆς ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος· μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν; 5 οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔσται ἔτι εἰς ἐργασίαν; 6 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτως δέδωκα τοὺς κατοικοῦντας Ιερουσαλημ. 7 καὶ δώσω τὸ πρόσωπόν μου ἐπ᾽ αὐτούς· ἐκ τοῦ πυρὸς ἐξελεύσονται, καὶ πῦρ αὐτοὺς καταϕάγεται, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ᾽ αὐτούς. 8 καὶ δώσω τὴν γῆν εἰς ἀϕανισμὸν ἀνϑ᾽ ὧν παρέπεσον παραπτώματι, λέγει κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 16

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, διαμάρτυραι τῇ Ιερουσαλημ τὰς ἀνομίας αὐτῆς 3 καὶ ἐρεῖς Τάδε λέγει κύριος τῇ Ιερουσαλημ Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χανααν, ὁ πατήρ σου Αμορραῖος, καὶ ἡ μήτηρ σου Χετταία. 4 καὶ ἡ γένεσίς σου· ἐν ᾗ ἡμέρᾳ ἐτέχϑης, οὐκ ἔδησαν τοὺς μαστούς σου, καὶ ἐν ὕδατι οὐκ ἐλούσϑης οὐδὲ ἁλὶ ἡλίσϑης καὶ σπαργάνοις οὐκ ἐσπαργανώϑης, 5 οὐδὲ ἐϕείσατο ὁ ὀϕϑαλμός μου ἐπὶ σοὶ τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων τοῦ παϑεῖν τι ἐπὶ σοί, καὶ ἀπερρίϕης ἐπὶ πρόσωπον τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου ἐν ᾗ ἡμέρᾳ ἐτέχϑης. 6 καὶ διῆλϑον ἐπὶ σὲ καὶ εἶδόν σε πεϕυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι Ἐκ τοῦ αἵματός σου ζωή· 7 πληϑύνου· καϑὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε. καὶ ἐπληϑύνϑης καὶ ἐμεγαλύνϑης καὶ εἰσῆλϑες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρϑώϑησαν, καὶ ἡ ϑρίξ σου ἀνέτειλεν, σὺ δὲ ἦσϑα γυμνὴ καὶ ἀσχημονοῦσα. 8 καὶ διῆλϑον διὰ σοῦ καὶ εἶδόν σε, καὶ ἰδοὺ καιρός σου καιρὸς καταλυόντων, καὶ διεπέτασα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ ἐκάλυψα τὴν ἀσχημοσύνην σου· καὶ ὤμοσά σοι καὶ εἰσῆλϑον ἐν διαϑήκῃ μετὰ σοῦ, λέγει κύριος, καὶ ἐγένου μοι. 9 καὶ ἔλουσά σε ἐν ὕδατι καὶ ἀπέπλυνα τὸ αἷμά σου ἀπὸ σοῦ καὶ ἔχρισά σε ἐν ἐλαίῳ 10 καὶ ἐνέδυσά σε ποικίλα καὶ ὑπέδησά σε ὑάκινϑον καὶ ἔζωσά σε βύσσῳ καὶ περιέβαλόν σε τριχάπτῳ 11 καὶ ἐκόσμησά σε κόσμῳ καὶ περιέϑηκα ψέλια περὶ τὰς χεῖράς σου καὶ κάϑεμα περὶ τὸν τράχηλόν σου 12 καὶ ἔδωκα ἐνώτιον περὶ τὸν μυκτῆρά σου καὶ τροχίσκους ἐπὶ τὰ ὦτά σου καὶ στέϕανον καυχήσεως ἐπὶ τὴν κεϕαλήν σου· 13 καὶ ἐκοσμήϑης χρυσίῳ καὶ ἀργυρίῳ, καὶ τὰ περιβόλαιά σου βύσσινα καὶ τρίχαπτα καὶ ποικίλα· σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἔϕαγες καὶ ἐγένου καλὴ σϕόδρα. 14 καὶ ἐξῆλϑέν σου ὄνομα ἐν τοῖς ἔϑνεσιν ἐν τῷ κάλλει σου, διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι, ᾗ ἔταξα ἐπὶ σέ, λέγει κύριος. – 15 καὶ ἐπεποίϑεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον, ὃ οὐκ ἔσται. 16 καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ καὶ ἐξεπόρνευσας ἐπ᾽ αὐτά· καὶ οὐ μὴ εἰσέλϑῃς, οὐδὲ μὴ γένηται. 17 καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ χρυσίου μου καὶ ἐκ τοῦ ἀργυρίου μου, ἐξ ὧν ἔδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀρσενικὰς καὶ ἐξεπόρνευσας ἐν αὐταῖς· 18 καὶ ἔλαβες τὸν ἱματισμὸν τὸν ποικίλον σου καὶ περιέβαλες αὐτὰ καὶ τὸ ἔλαιόν μου καὶ τὸ ϑυμίαμά μου ἔϑηκας πρὸ προσώπου αὐτῶν· 19 καὶ τοὺς ἄρτους μου, οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ ἔλαιον καὶ μέλι ἐψώμισά σε καὶ ἔϑηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας· καὶ ἐγένετο, λέγει κύριος. 20 καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς ϑυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔϑυσας αὐτὰ αὐτοῖς εἰς ἀνάλωσιν, ὡς μικρὰ ἐξεπόρνευσας, 21 καὶ ἔσϕαξας τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσϑαί σε ἐν αὐτοῖς. 22 τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν σου, καὶ οὐκ ἐμνήσϑης τὰς ἡμέρας τῆς νηπιότητός σου, ὅτε ἦσϑα γυμνὴ καὶ ἀσχημονοῦσα καὶ πεϕυρμένη ἐν τῷ αἵματί σου ἔζησας. 23 καὶ ἐγένετο μετὰ πάσας τὰς κακίας σου, λέγει κύριος, 24 καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν καὶ ἐποίησας σεαυτῇ ἔκϑεμα ἐν πάσῃ πλατείᾳ 25 καὶ ἐπ᾽ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήϑυνας τὴν πορνείαν σου· 26 καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με. 27 ἐὰν δὲ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ ἐξαρῶ τὰ νόμιμά σου καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε, ϑυγατέρας ἀλλοϕύλων τὰς ἐκκλινούσας σε ἐκ τῆς ὁδοῦ σου, ἧς ἠσέβησας. 28 καὶ ἐξεπόρνευσας ἐπὶ τὰς ϑυγατέρας Ασσουρ καὶ οὐδ᾽ οὕτως ἐνεπλήσϑης· καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω. 29 καὶ ἐπλήϑυνας τὰς διαϑήκας σου πρὸς γῆν Χαλδαίων καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσϑης. 30 τί διαϑῶ τὴν ϑυγατέρα σου, λέγει κύριος, ἐν τῷ ποιῆσαί σε ταῦτα πάντα, ἔργα γυναικὸς πόρνης; καὶ ἐξεπόρνευσας τρισσῶς 31 ἐν ταῖς ϑυγατράσιν σου· τὸ πορνεῖόν σου ᾠκοδόμησας ἐπὶ πάσης ἀρχῆς ὁδοῦ καὶ τὴν βάσιν σου ἐποίησας ἐν πάσῃ πλατείᾳ καὶ ἐγένου ὡς πόρνη συνάγουσα μισϑώματα. 32 ἡ γυνὴ ἡ μοιχωμένη ὁμοία σοι παρὰ τοῦ ἀνδρὸς αὐτῆς λαμβάνουσα μισϑώματα· 33 πᾶσι τοῖς ἐκπορνεύσασιν αὐτὴν προσεδίδου μισϑώματα, καὶ σὺ δέδωκας μισϑώματα πᾶσι τοῖς ἐρασταῖς σου καὶ ἐϕόρτιζες αὐτοὺς τοῦ ἔρχεσϑαι πρὸς σὲ κυκλόϑεν ἐν τῇ πορνείᾳ σου. 34 καὶ ἐγένετο ἐν σοὶ διεστραμμένον παρὰ τὰς γυναῖκας ἐν τῇ πορνείᾳ σου, καὶ μετὰ σοῦ πεπορνεύκασιν ἐν τῷ προσδιδόναι σε μισϑώματα, καὶ σοὶ μισϑώματα οὐκ ἐδόϑη, καὶ ἐγένετο ἐν σοὶ διεστραμμένα. – 35 διὰ τοῦτο, πόρνη, ἄκουε λόγον κυρίου 36 Τάδε λέγει κύριος Ἀνϑ ὧν ἐξέχεας τὸν χαλκόν σου, καὶ ἀποκαλυϕϑήσεται ἡ αἰσχύνη σου ἐν τῇ πορνείᾳ σου πρὸς τοὺς ἐραστάς σου καὶ εἰς πάντα τὰ ἐνϑυμήματα τῶν ἀνομιῶν σου καὶ ἐν τοῖς αἵμασιν τῶν τέκνων σου, ὧν ἔδωκας αὐτοῖς. 37 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ συνάγω πάντας τοὺς ἐραστάς σου, ἐν οἷς ἐπεμίγης ἐν αὐτοῖς, καὶ πάντας, οὓς ἠγάπησας, σὺν πᾶσιν, οἷς ἐμίσεις· καὶ συνάξω αὐτοὺς ἐπὶ σὲ κυκλόϑεν καὶ ἀποκαλύψω τὰς κακίας σου πρὸς αὐτούς, καὶ ὄψονται πᾶσαν τὴν αἰσχύνην σου· 38 καὶ ἐκδικήσω σε ἐκδικήσει μοιχαλίδος καὶ ἐκχεούσης αἷμα καὶ ϑήσω σε ἐν αἵματι ϑυμοῦ καὶ ζήλου. 39 καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσιν τὸ πορνεῖόν σου καὶ καϑελοῦσιν τὴν βάσιν σου καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου καὶ ἀϕήσουσίν σε γυμνὴν καὶ ἀσχημονοῦσαν. 40 καὶ ἄξουσιν ἐπὶ σὲ ὄχλους καὶ λιϑοβολήσουσίν σε ἐν λίϑοις καὶ κατασϕάξουσίν σε ἐν τοῖς ξίϕεσιν αὐτῶν. 41 καὶ ἐμπρήσουσιν τοὺς οἴκους σου πυρὶ καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν· καὶ ἀποστρέψω σε ἐκ τῆς πορνείας σου, καὶ μισϑώματα οὐ μὴ δῷς οὐκέτι. 42 καὶ ἐπαϕήσω τὸν ϑυμόν μου ἐπὶ σέ, καὶ ἐξαρϑήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀναπαύσομαι καὶ οὐ μὴ μεριμνήσω οὐκέτι. 43 ἀνϑ᾽ ὧν οὐκ ἐμνήσϑης τὴν ἡμέραν τῆς νηπιότητός σου καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις, καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεϕαλήν σου δέδωκα, λέγει κύριος· καὶ οὕτως ἐποίησας τὴν ἀσέβειαν ἐπὶ πάσαις ταῖς ἀνομίαις σου. 44 ταῦτά ἐστιν πάντα, ὅσα εἶπαν κατὰ σοῦ ἐν παραβολῇ λέγοντες Καϑὼς ἡ μήτηρ, καὶ ἡ ϑυγάτηρ. 45 ϑυγάτηρ τῆς μητρός σου σὺ εἶ ἡ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελϕὴ τῶν ἀδελϕῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Αμορραῖος. 46 ἡ ἀδελϕὴ ὑμῶν ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ ϑυγατέρες αὐτῆς, ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου· καὶ ἡ ἀδελϕή σου ἡ νεωτέρα σου ἡ κατοικοῦσα ἐκ δεξιῶν σου Σοδομα καὶ αἱ ϑυγατέρες αὐτῆς. 47 καὶ οὐδ᾽ ὧς ἐν ταῖς ὁδοῖς αὐτῶν ἐπορεύϑης οὐδὲ κατὰ τὰς ἀνομίας αὐτῶν ἐποίησας· παρὰ μικρὸν καὶ ὑπέρκεισαι αὐτὰς ἐν πάσαις ταῖς ὁδοῖς σου. 48 ζῶ ἐγώ, λέγει κύριος, εἰ πεποίηκεν Σοδομα ἡ ἀδελϕή σου, αὐτὴ καὶ αἱ ϑυγατέρες αὐτῆς, ὃν τρόπον ἐποίησας σὺ καὶ αἱ ϑυγατέρες σου. 49 πλὴν τοῦτο τὸ ἀνόμημα Σοδομων τῆς ἀδελϕῆς σου, ὑπερηϕανία· ἐν πλησμονῇ ἄρτων καὶ ἐν εὐϑηνίᾳ οἴνου ἐσπατάλων αὐτὴ καὶ αἱ ϑυγατέρες αὐτῆς· τοῦτο ὑπῆρχεν αὐτῇ καὶ ταῖς ϑυγατράσιν αὐτῆς, καὶ χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελαμβάνοντο. 50 καὶ ἐμεγαλαύχουν καὶ ἐποίησαν ἀνομήματα ἐνώπιόν μου, καὶ ἐξῆρα αὐτάς, καϑὼς εἶδον. 51 καὶ Σαμάρεια κατὰ τὰς ἡμίσεις τῶν ἁμαρτιῶν σου οὐχ ἥμαρτεν· καὶ ἐπλήϑυνας τὰς ἀνομίας σου ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας τὰς ἀδελϕάς σου ἐν πάσαις ταῖς ἀνομίαις σου, αἷς ἐποίησας. 52 καὶ σὺ κόμισαι βάσανόν σου, ἐν ᾗ ἔϕϑειρας τὰς ἀδελϕάς σου ἐν ταῖς ἁμαρτίαις σου, αἷς ἠνόμησας ὑπὲρ αὐτὰς καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν· καὶ σὺ αἰσχύνϑητι καὶ λαβὲ τὴν ἀτιμίαν σου ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελϕάς σου. 53 καὶ ἀποστρέψω τὰς ἀποστροϕὰς αὐτῶν, τὴν ἀποστροϕὴν Σοδομων καὶ τῶν ϑυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροϕὴν Σαμαρείας καὶ τῶν ϑυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροϕήν σου ἐν μέσῳ αὐτῶν, 54 ὅπως κομίσῃ τὴν βάσανόν σου καὶ ἀτιμωϑήσῃ ἐκ πάντων, ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με. 55 καὶ ἡ ἀδελϕή σου Σοδομα καὶ αἱ ϑυγατέρες αὐτῆς ἀποκατασταϑήσονται καϑὼς ἦσαν ἀπ᾽ ἀρχῆς, καὶ Σαμάρεια καὶ αἱ ϑυγατέρες αὐτῆς ἀποκατασταϑήσονται καϑὼς ἦσαν ἀπ᾽ ἀρχῆς, καὶ σὺ καὶ αἱ ϑυγατέρες σου ἀποκατασταϑήσεσϑε καϑὼς ἀπ᾽ ἀρχῆς ἦτε. 56 καὶ εἰ μὴ ἦν Σοδομα ἡ ἀδελϕή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου ἐν ταῖς ἡμέραις ὑπερηϕανίας σου 57 πρὸ τοῦ ἀποκαλυϕϑῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ ϑυγατέρων Συρίας καὶ πάντων τῶν κύκλῳ αὐτῆς, ϑυγατέρων ἀλλοϕύλων τῶν περιεχουσῶν σε κύκλῳ; 58 τὰς ἀσεβείας σου καὶ τὰς ἀνομίας σου, σὺ κεκόμισαι αὐτάς, λέγει κύριος. 59 τάδε λέγει κύριος Καὶ ποιήσω ἐν σοὶ καϑὼς ἐποίησας, ὡς ἠτίμωσας ταῦτα τοῦ παραβῆναι τὴν διαϑήκην μου. 60 καὶ μνησϑήσομαι ἐγὼ τῆς διαϑήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου καὶ ἀναστήσω σοι διαϑήκην αἰώνιον. 61 καὶ μνησϑήσῃ τὴν ὁδόν σου καὶ ἐξατιμωϑήσῃ ἐν τῷ ἀναλαβεῖν σε τὰς ἀδελϕάς σου τὰς πρεσβυτέρας σου σὺν ταῖς νεωτέραις σου, καὶ δώσω αὐτάς σοι εἰς οἰκοδομὴν καὶ οὐκ ἐκ διαϑήκης σου. 62 καὶ ἀναστήσω ἐγὼ τὴν διαϑήκην μου μετὰ σοῦ, καὶ ἐπιγνώσῃ ὅτι ἐγὼ κύριος, 63 ὅπως μνησϑῇς καὶ αἰσχυνϑῇς, καὶ μὴ ᾖ σοι ἔτι ἀνοῖξαι τὸ στόμα σου ἀπὸ προσώπου τῆς ἀτιμίας σου ἐν τῷ ἐξιλάσκεσϑαί μέ σοι κατὰ πάντα, ὅσα ἐποίησας, λέγει κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 17

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ισραηλ 3 καὶ ἐρεῖς Τάδε λέγει κύριος Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελϑεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, 4 τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανααν, εἰς πόλιν τετειχισμένην ἔϑετο αὐτά. 5 καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον ϕυτὸν ἐϕ᾽ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό. 6 καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσϑενοῦσαν καὶ μικρὰν τῷ μεγέϑει τοῦ ἐπιϕαίνεσϑαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ᾽ αὐτὴν καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς. 7 καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς ϕυτείας αὐτῆς. 8 εἰς πεδίον καλὸν ἐϕ᾽ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ ϕέρειν καρπὸν τοῦ εἶναι εἰς ἄμπελον μεγάλην. 9 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Εἰ κατευϑυνεῖ; οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανϑήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ᾽ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς. 10 καὶ ἰδοὺ πιαίνεται· μὴ κατευϑυνεῖ; οὐχ ἅμα τῷ ἅψασϑαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανϑήσεται ξηρασίᾳ; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανϑήσεται. 11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 12 Υἱὲ ἀνϑρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα Οὐκ ἐπίστασϑε τί ἦν ταῦτα; εἰπόν Ὅταν ἔλϑῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ, καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα. 13 καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαϑήσεται πρὸς αὐτὸν διαϑήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ· καὶ τοὺς ἡγουμένους τῆς γῆς λήμψεται 14 τοῦ γενέσϑαι εἰς βασιλείαν ἀσϑενῆ τὸ καϑόλου μὴ ἐπαίρεσϑαι τοῦ ϕυλάσσειν τὴν διαϑήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν. 15 καὶ ἀποστήσεται ἀπ᾽ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευϑυνεῖ; εἰ διασωϑήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαϑήκην εἰ σωϑήσεται; 16 ζῶ ἐγώ, λέγει κύριος, ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαϑήκην μου, μετ᾽ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει. 17 καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ᾽ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς. 18 καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαϑήκην, καὶ ἰδοὺ δέδωκεν τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωϑήσεται; 19 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαϑήκην μου, ἣν παρέβη, καὶ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσεν, καὶ δώσω αὐτὰ εἰς κεϕαλὴν αὐτοῦ. 20 καὶ ἐκπετάσω ἐπ᾽ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ. 21 ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομϕαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος λελάληκα. – 22 διότι τάδε λέγει κύριος Καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου, ἐκ κορυϕῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταϕυτεύσω ἐγὼ ἐπ᾽ ὄρος ὑψηλόν· καὶ κρεμάσω αὐτὸν 23 ἐν ὄρει μετεώρῳ τοῦ Ισραηλ καὶ καταϕυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ϑηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταϑήσεται. 24 καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναϑάλλων ξύλον ξηρόν· ἐγὼ κύριος λελάληκα καὶ ποιήσω.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 18

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς Ισραηλ λέγοντες Οἱ πατέρες ἔϕαγον ὄμϕακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομϕίασαν; 3 ζῶ ἐγώ, λέγει κύριος, ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ισραηλ· 4 ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν· ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποϑανεῖται. – 5 ὁ δὲ ἄνϑρωπος, ὃς ἔσται δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην, 6 ἐπὶ τῶν ὀρέων οὐ ϕάγεται καὶ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνϑυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ καὶ πρὸς γυναῖκα ἐν ἀϕέδρῳ οὖσαν οὐ προσεγγιεῖ 7 καὶ ἄνϑρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀϕείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ 8 καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήμψεται καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ 9 καὶ τοῖς προστάγμασίν μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεϕύλακται τοῦ ποιῆσαι αὐτά, δίκαιος οὗτός ἐστιν, ζωῇ ζήσεται, λέγει κύριος. – 10 καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν ἐκχέοντα αἷμα καὶ ποιοῦντα ἁμαρτήματα, 11 ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύϑη, ἀλλὰ καὶ ἐπὶ τῶν ὀρέων ἔϕαγεν καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐμίανεν 12 καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσεν καὶ ἅρπαγμα ἥρπασεν καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκεν καὶ εἰς τὰ εἴδωλα ἔϑετο τοὺς ὀϕϑαλμοὺς αὐτοῦ, ἀνομίαν πεποίηκεν, 13 μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν, οὗτος ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησεν, ϑανάτῳ ϑανατωϑήσεται, τὸ αἷμα αὐτοῦ ἐπ᾽ αὐτὸν ἔσται. – 14 ἐὰν δὲ γεννήσῃ υἱόν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ, ἃς ἐποίησεν, καὶ ϕοβηϑῇ καὶ μὴ ποιήσῃ κατὰ ταύτας, 15 ἐπὶ τῶν ὀρέων οὐ βέβρωκεν καὶ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ οὐκ ἔϑετο εἰς τὰ ἐνϑυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανεν 16 καὶ ἄνϑρωπον οὐ κατεδυνάστευσεν καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασεν καὶ ἅρπαγμα οὐχ ἥρπασεν, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκεν καὶ γυμνὸν περιέβαλεν 17 καὶ ἀπ᾽ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ, τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν, δικαιοσύνην ἐποίησεν καὶ ἐν τοῖς προστάγμασίν μου ἐπορεύϑη, οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ, ζωῇ ζήσεται. 18 ὁ δὲ πατὴρ αὐτοῦ ἐὰν ϑλίψει ϑλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα, ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου καὶ ἀποϑανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ. – 19 καὶ ἐρεῖτε Τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρὸς αὐτοῦ; ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος ἐποίησεν, πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά· ζωῇ ζήσεται. 20 ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποϑανεῖται· ὁ δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ ὁ πατὴρ λήμψεται τὴν ἀδικίαν τοῦ υἱοῦ αὐτοῦ· δικαιοσύνη δικαίου ἐπ᾽ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ᾽ αὐτὸν ἔσται. 21 καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, ὧν ἐποίησεν, καὶ ϕυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται, οὐ μὴ ἀποϑάνῃ. 22 πάντα τὰ παραπτώματα αὐτοῦ, ὅσα ἐποίησεν, οὐ μνησϑήσεται· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ, ᾗ ἐποίησεν, ζήσεται. 23 μὴ ϑελήσει ϑελήσω τὸν ϑάνατον τοῦ ἀνόμου, λέγει κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν; 24 ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας, ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησϑῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσεν, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποϑανεῖται. – 25 καὶ εἴπατε Οὐ κατευϑύνει ἡ ὁδὸς κυρίου. ἀκούσατε δή, πᾶς οἶκος Ισραηλ· μὴ ἡ ὁδός μου οὐ κατευϑύνει; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευϑύνει; 26 ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ παράπτωμα καὶ ἀποϑάνῃ, ἐν τῷ παραπτώματι, ᾧ ἐποίησεν, ἐν αὐτῷ ἀποϑανεῖται. 27 καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἧς ἐποίησεν, καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐϕύλαξεν 28 καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ, ὧν ἐποίησεν, ζωῇ ζήσεται, οὐ μὴ ἀποϑάνῃ. 29 καὶ λέγουσιν ὁ οἶκος τοῦ Ισραηλ Οὐ κατορϑοῖ ἡ ὁδὸς κυρίου. μὴ ἡ ὁδός μου οὐ κατορϑοῖ, οἶκος Ισραηλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορϑοῖ; 30 ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ισραηλ, λέγει κύριος· ἐπιστράϕητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. 31 ἀπορρίψατε ἀπὸ ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν, ἃς ἠσεβήσατε εἰς ἐμέ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἵνα τί ἀποϑνῄσκετε, οἶκος Ισραηλ; 32 διότι οὐ ϑέλω τὸν ϑάνατον τοῦ ἀποϑνῄσκοντος, λέγει κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 19

1 Καὶ σὺ λαβὲ ϑρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ισραηλ 2 καὶ ἐρεῖς Τί ἡ μήτηρ σου; σκύμνος· ἐν μέσῳ λεόντων ἐγενήϑη, ἐν μέσῳ λεόντων ἐπλήϑυνεν σκύμνους αὐτῆς. 3 καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς, λέων ἐγένετο καὶ ἔμαϑεν τοῦ ἁρπάζειν ἁρπάγματα, ἀνϑρώπους ἔϕαγεν. 4 καὶ ἤκουσαν κατ᾽ αὐτοῦ ἔϑνη, ἐν τῇ διαϕϑορᾷ αὐτῶν συνελήμϕϑη, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου. 5 καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ᾽ αὐτῆς καὶ ἀπώλετο ἡ ὑπόστασις αὐτῆς, καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς, λέοντα ἔταξεν αὐτόν. 6 καὶ ἀνεστρέϕετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο καὶ ἔμαϑεν ἁρπάζειν ἁρπάγματα, ἀνϑρώπους ἔϕαγεν· 7 καὶ ἐνέμετο τῷ ϑράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσεν καὶ ἠϕάνισεν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ ϕωνῆς ὠρύματος αὐτοῦ. 8 καὶ ἔδωκαν ἐπ᾽ αὐτὸν ἔϑνη ἐκ χωρῶν κυκλόϑεν καὶ ἐξεπέτασαν ἐπ᾽ αὐτὸν δίκτυα αὐτῶν, ἐν διαϕϑορᾷ αὐτῶν συνελήμϕϑη· 9 καὶ ἔϑεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ, ἦλϑεν πρὸς βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγεν αὐτὸν εἰς ϕυλακήν, ὅπως μὴ ἀκουσϑῇ ἡ ϕωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ Ισραηλ. – 10 ἡ μήτηρ σου ὡς ἄμπελος, ὡς ἄνϑος ἐν ῥόᾳ ἐν ὕδατι πεϕυτευμένη, ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ. 11 καὶ ἐγένετο αὐτῇ ῥάβδος ἰσχύος ἐπὶ ϕυλὴν ἡγουμένων, καὶ ὑψώϑη τῷ μεγέϑει αὐτῆς ἐν μέσῳ στελεχῶν καὶ εἶδεν τὸ μέγεϑος αὐτῆς ἐν πλήϑει κλημάτων αὐτῆς. 12 καὶ κατεκλάσϑη ἐν ϑυμῷ, ἐπὶ γῆν ἐρρίϕη, καὶ ἄνεμος ὁ καύσων ἐξήρανεν τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήϑη καὶ ἐξηράνϑη ἡ ῥάβδος ἰσχύος αὐτῆς, πῦρ ἀνήλωσεν αὐτήν. 13 καὶ νῦν πεϕύτευκαν αὐτὴν ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀνύδρῳ· 14 καὶ ἐξῆλϑεν πῦρ ἐκ ῥάβδου ἐκλεκτῶν αὐτῆς καὶ κατέϕαγεν αὐτήν, καὶ οὐκ ἦν ἐν αὐτῇ ῥάβδος ἰσχύος. ϕυλὴ εἰς παραβολὴν ϑρήνου ἐστὶν καὶ ἔσται εἰς ϑρῆνον.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 20

1 Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἑβδόμῳ ἐν τῷ πέμπτῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ἦλϑον ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ισραηλ ἐπερωτῆσαι τὸν κύριον καὶ ἐκάϑισαν πρὸ προσώπου μου. 2 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 3 Υἱὲ ἀνϑρώπου, λάλησον πρὸς τοὺς πρεσβυτέρους τοῦ Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Εἰ ἐπερωτῆσαί με ὑμεῖς ἔρχεσϑε; ζῶ ἐγὼ εἰ ἀποκριϑήσομαι ὑμῖν, λέγει κύριος; 4 εἰ ἐκδικήσω αὐτοὺς ἐκδικήσει; υἱὲ ἀνϑρώπου, τὰς ἀνομίας τῶν πατέρων αὐτῶν διαμάρτυραι αὐτοῖς 5 καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἀϕ ἧς ἡμέρας ᾑρέτισα τὸν οἶκον Ισραηλ καὶ ἐγνωρίσϑην τῷ σπέρματι οἴκου Ιακωβ καὶ ἐγνώσϑην αὐτοῖς ἐν γῇ Αἰγύπτου καὶ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν λέγων Ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν, 6 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀντελαβόμην τῇ χειρί μου αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ἡτοίμασα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶν παρὰ πᾶσαν τὴν γῆν. 7 καὶ εἶπα πρὸς αὐτούς Ἕκαστος τὰ βδελύγματα τῶν ὀϕϑαλμῶν αὐτοῦ ἀπορριψάτω, καὶ ἐν τοῖς ἐπιτηδεύμασιν Αἰγύπτου μὴ μιαίνεσϑε· ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν. 8 καὶ ἀπέστησαν ἀπ᾽ ἐμοῦ καὶ οὐκ ἠϑέλησαν εἰσακοῦσαί μου, τὰ βδελύγματα τῶν ὀϕϑαλμῶν αὐτῶν οὐκ ἀπέρριψαν καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐκ ἐγκατέλιπον. καὶ εἶπα τοῦ ἐκχέαι τὸν ϑυμόν μου ἐπ᾽ αὐτοὺς τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ γῆς Αἰγύπτου. 9 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωϑῇ ἐνώπιον τῶν ἐϑνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐν οἷς ἐγνώσϑην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. 10 καὶ ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον 11 καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὅσα ποιήσει αὐτὰ ἄνϑρωπος καὶ ζήσεται ἐν αὐτοῖς. 12 καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς διότι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς. 13 καὶ εἶπα πρὸς τὸν οἶκον τοῦ Ισραηλ ἐν τῇ ἐρήμῳ Ἐν τοῖς προστάγμασίν μου πορεύεσϑε. καὶ οὐκ ἐπορεύϑησαν καὶ τὰ δικαιώματά μου ἀπώσαντο, ἃ ποιήσει αὐτὰ ἄνϑρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλωσαν σϕόδρα. καὶ εἶπα τοῦ ἐκχέαι τὸν ϑυμόν μου ἐπ᾽ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ ἐξαναλῶσαι αὐτούς. 14 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωϑῇ ἐνώπιον τῶν ἐϑνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ᾽ ὀϕϑαλμοὺς αὐτῶν. 15 καὶ ἐγὼ ἐξῆρα τὴν χεῖρά μου ἐπ᾽ αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸ παράπαν τοῦ μὴ εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς, γῆν ῥέουσαν γάλα καὶ μέλι, κηρίον ἐστὶν παρὰ πᾶσαν τὴν γῆν, 16 ἀνϑ᾽ ὧν τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύϑησαν ἐν αὐτοῖς καὶ τὰ σάββατά μου ἐβεβήλουν καὶ ὀπίσω τῶν ἐνϑυμημάτων τῶν καρδιῶν αὐτῶν ἐπορεύοντο. 17 καὶ ἐϕείσατο ὁ ὀϕϑαλμός μου ἐπ᾽ αὐτοὺς τοῦ ἐξαλεῖψαι αὐτοὺς καὶ οὐκ ἐποίησα αὐτοὺς εἰς συντέλειαν ἐν τῇ ἐρήμῳ. 18 καὶ εἶπα πρὸς τὰ τέκνα αὐτῶν ἐν τῇ ἐρήμῳ Ἐν τοῖς νομίμοις τῶν πατέρων ὑμῶν μὴ πορεύεσϑε καὶ τὰ δικαιώματα αὐτῶν μὴ ϕυλάσσεσϑε καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν μὴ συναναμίσγεσϑε καὶ μὴ μιαίνεσϑε· 19 ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν, ἐν τοῖς προστάγμασίν μου πορεύεσϑε καὶ τὰ δικαιώματά μου ϕυλάσσεσϑε καὶ ποιεῖτε αὐτὰ 20 καὶ τὰ σάββατά μου ἁγιάζετε, καὶ ἔστω εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν τοῦ γινώσκειν διότι ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν. 21 καὶ παρεπίκρανάν με καὶ τὰ τέκνα αὐτῶν, ἐν τοῖς προστάγμασίν μου οὐκ ἐπορεύϑησαν, καὶ τὰ δικαιώματά μου οὐκ ἐϕυλάξαντο τοῦ ποιεῖν αὐτά, ἃ ποιήσει ἄνϑρωπος καὶ ζήσεται ἐν αὐτοῖς, καὶ τὰ σάββατά μου ἐβεβήλουν. καὶ εἶπα τοῦ ἐκχέαι τὸν ϑυμόν μου ἐπ᾽ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ συντελέσαι τὴν ὀργήν μου ἐπ᾽ αὐτούς· 22 καὶ ἐποίησα ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωϑῇ ἐνώπιον τῶν ἐϑνῶν, ὧν ἐξήγαγον αὐτοὺς κατ᾽ ὀϕϑαλμοὺς αὐτῶν. 23 καὶ ἐξῆρα τὴν χεῖρά μου ἐπ᾽ αὐτοὺς ἐν τῇ ἐρήμῳ τοῦ διασκορπίσαι αὐτοὺς ἐν τοῖς ἔϑνεσιν καὶ διασπεῖραι αὐτοὺς ἐν ταῖς χώραις, 24 ἀνϑ᾽ ὧν τὰ δικαιώματά μου οὐκ ἐποίησαν καὶ τὰ προστάγματά μου ἀπώσαντο καὶ τὰ σάββατά μου ἐβεβήλουν, καὶ ὀπίσω τῶν ἐνϑυμημάτων τῶν πατέρων αὐτῶν ἦσαν οἱ ὀϕϑαλμοὶ αὐτῶν. 25 καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς. 26 καὶ μιανῶ αὐτοὺς ἐν τοῖς δόμασιν αὐτῶν ἐν τῷ διαπορεύεσϑαί με πᾶν διανοῖγον μήτραν ὅπως ἀϕανίσω αὐτούς. 27 Διὰ τοῦτο λάλησον πρὸς τὸν οἶκον τοῦ Ισραηλ, υἱὲ ἀνϑρώπου, καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἕως τούτου παρώργισάν με οἱ πατέρες ὑμῶν ἐν τοῖς παραπτώμασιν αὐτῶν, ἐν οἷς παρέπεσον εἰς ἐμέ. 28 καὶ εἰσήγαγον αὐτοὺς εἰς τὴν γῆν, ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτοῖς, καὶ εἶδον πᾶν βουνὸν ὑψηλὸν καὶ πᾶν ξύλον κατάσκιον καὶ ἔϑυσαν ἐκεῖ τοῖς ϑεοῖς αὐτῶν καὶ ἔταξαν ἐκεῖ ὀσμὴν εὐωδίας καὶ ἔσπεισαν ἐκεῖ σπονδὰς αὐτῶν. 29 καὶ εἶπον πρὸς αὐτούς Τί ἐστιν Αβαμα, ὅτι ὑμεῖς εἰσπορεύεσϑε ἐκεῖ; καὶ ἐπεκάλεσαν τὸ ὄνομα αὐτοῦ Αβαμα ἕως τῆς σήμερον ἡμέρας. 30 διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος Εἰ ἐν ταῖς ἀνομίαις τῶν πατέρων ὑμῶν ὑμεῖς μιαίνεσϑε καὶ ὀπίσω τῶν βδελυγμάτων αὐτῶν ὑμεῖς ἐκπορνεύετε; 31 καὶ ἐν ταῖς ἀπαρχαῖς τῶν δομάτων ὑμῶν ἐν τοῖς ἀϕορισμοῖς ὑμεῖς μιαίνεσϑε ἐν πᾶσιν τοῖς ἐνϑυμήμασιν ὑμῶν ἕως τῆς σήμερον ἡμέρας. καὶ ἐγὼ ἀποκριϑῶ ὑμῖν, οἶκος τοῦ Ισραηλ; ζῶ ἐγώ, λέγει κύριος, εἰ ἀποκριϑήσομαι ὑμῖν, καὶ εἰ ἀναβήσεται ἐπὶ τὸ πνεῦμα ὑμῶν τοῦτο. 32 καὶ οὐκ ἔσται ὃν τρόπον ὑμεῖς λέγετε Ἐσόμεϑα ὡς τὰ ἔϑνη καὶ ὡς αἱ ϕυλαὶ τῆς γῆς τοῦ λατρεύειν ξύλοις καὶ λίϑοις. 33 διὰ τοῦτο ζῶ ἐγώ, λέγει κύριος, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ϑυμῷ κεχυμένῳ βασιλεύσω ἐϕ᾽ ὑμᾶς· 34 καὶ ἐξάξω ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέξομαι ὑμᾶς ἐκ τῶν χωρῶν, οὗ διεσκορπίσϑητε ἐν αὐταῖς, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ϑυμῷ κεχυμένῳ· 35 καὶ ἄξω ὑμᾶς εἰς τὴν ἔρημον τῶν λαῶν καὶ διακριϑήσομαι πρὸς ὑμᾶς ἐκεῖ πρόσωπον κατὰ πρόσωπον. 36 ὃν τρόπον διεκρίϑην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἐρήμῳ γῆς Αἰγύπτου, οὕτως κρινῶ ὑμᾶς, λέγει κύριος· 37 καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου καὶ εἰσάξω ὑμᾶς ἐν ἀριϑμῷ 38 καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀσεβεῖς καὶ τοὺς ἀϕεστηκότας, διότι ἐκ τῆς παροικεσίας αὐτῶν ἐξάξω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος. 39 καὶ ὑμεῖς, οἶκος Ισραηλ, τάδε λέγει κύριος κύριος Ἕκαστος τὰ ἐπιτηδεύματα αὐτοῦ ἐξάρατε· καὶ μετὰ ταῦτα εἰ μὴ ὑμεῖς εἰσακούετέ μου καὶ τὸ ὄνομά μου τὸ ἅγιον οὐ βεβηλώσετε οὐκέτι ἐν τοῖς δώροις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν· 40 διότι ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου μου, ἐπ᾽ ὄρους ὑψηλοῦ, λέγει κύριος κύριος, ἐκεῖ δουλεύσουσίν μοι πᾶς οἶκος Ισραηλ εἰς τέλος, καὶ ἐκεῖ προσδέξομαι καὶ ἐκεῖ ἐπισκέψομαι τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν ἀϕορισμῶν ὑμῶν ἐν πᾶσιν τοῖς ἁγιάσμασιν ὑμῶν· 41 ἐν ὀσμῇ εὐωδίας προσδέξομαι ὑμᾶς ἐν τῷ ἐξαγαγεῖν με ὑμᾶς ἐκ τῶν λαῶν καὶ εἰσδέχεσϑαι ὑμᾶς ἐκ τῶν χωρῶν, ἐν αἷς διεσκορπίσϑητε ἐν αὐταῖς, καὶ ἁγιασϑήσομαι ἐν ὑμῖν κατ᾽ ὀϕϑαλμοὺς τῶν λαῶν. 42 καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος ἐν τῷ εἰσαγαγεῖν με ὑμᾶς εἰς τὴν γῆν τοῦ Ισραηλ εἰς τὴν γῆν, εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν ὑμῶν. 43 καὶ μνησϑήσεσϑε ἐκεῖ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, ἐν οἷς ἐμιαίνεσϑε ἐν αὐτοῖς, καὶ κόψεσϑε τὰ πρόσωπα ὑμῶν ἐν πᾶσαις ταῖς κακίαις ὑμῶν. 44 καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος ἐν τῷ ποιῆσαί με οὕτως ὑμῖν ὅπως τὸ ὄνομά μου μὴ βεβηλωϑῇ κατὰ τὰς ὁδοὺς ὑμῶν τὰς κακὰς καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ διεϕϑαρμένα, λέγει κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 21

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμαν καὶ ἐπίβλεψον ἐπὶ Δαρωμ καὶ προϕήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγεβ 3 καὶ ἐρεῖς τῷ δρυμῷ Ναγεβ Ἄκουε λόγον κυρίου Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταϕάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρόν, οὐ σβεσϑήσεται ἡ ϕλὸξ ἡ ἐξαϕϑεῖσα, καὶ κατακαυϑήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ· 4 καὶ ἐπιγνώσονται πᾶσα σὰρξ ὅτι ἐγὼ κύριος ἐξέκαυσα αὐτό, καὶ οὐ σβεσϑήσεται. 5 καὶ εἶπα Μηδαμῶς, κύριε κύριε· αὐτοὶ λέγουσιν πρός με Οὐχὶ παραβολή ἐστιν λεγομένη αὕτη; 6 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 7 Διὰ τοῦτο προϕήτευσον, υἱὲ ἀνϑρώπου, καὶ στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ιερουσαλημ καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν καὶ προϕητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ισραηλ 8 καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ισραηλ Ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολεϑρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον· 9 ἀνϑ᾽ ὧν ἐξολεϑρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἕως βορρᾶ· 10 καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ οὐκ ἀποστρέψει οὐκέτι. 11 καὶ σύ, υἱὲ ἀνϑρώπου, καταστέναξον ἐν συντριβῇ ὀσϕύος σου καὶ ἐν ὀδύναις στενάξεις κατ᾽ ὀϕϑαλμοὺς αὐτῶν. 12 καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς Ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ ϑραυσϑήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυϑήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνϑήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται καὶ ἔσται, λέγει κύριος κύριος. – 13 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 14 Υἱὲ ἀνϑρώπου, προϕήτευσον καὶ ἐρεῖς Τάδε λέγει κύριος Εἰπόν Ῥομϕαία ῥομϕαία, ὀξύνου καὶ ϑυμώϑητι, 15 ὅπως σϕάξῃς σϕάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν σϕάζε, ἐξουδένει ἀπωϑοῦ πᾶν ξύλον. 16 καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήϑη ῥομϕαία, ἔστιν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα ἀποκεντοῦντος. 17 ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνϑρώπου, ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου, αὐτὴ ἐν πᾶσιν τοῖς ἀϕηγουμένοις τοῦ Ισραηλ· παροικήσουσιν ἐπὶ ῥομϕαίᾳ, ἐγένετο ἐν τῷ λαῷ μου· διὰ τοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου. 18 ὅτι δεδικαίωται· καὶ τί, εἰ καὶ ϕυλὴ ἀπώσϑη; οὐκ ἔσται, λέγει κύριος κύριος. 19 καὶ σύ, υἱὲ ἀνϑρώπου, προϕήτευσον καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα καὶ διπλασίασον ῥομϕαίαν· ἡ τρίτη ῥομϕαία τραυματιῶν ἐστιν ῥομϕαία τραυματιῶν ἡ μεγάλη καὶ ἐκστήσει αὐτούς, 20 ὅπως ϑραυσϑῇ ἡ καρδία καὶ πληϑυνϑῶσιν οἱ ἀσϑενοῦντες ἐπὶ πᾶσαν πύλην αὐτῶν· παραδέδονται εἰς σϕάγια ῥομϕαίας, εὖ γέγονεν εἰς σϕαγήν, εὖ γέγονεν εἰς στίλβωσιν. 21 διαπορεύου ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἂν τὸ πρόσωπόν σου ἐξεγείρηται. 22 καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου καὶ ἐναϕήσω τὸν ϑυμόν μου· ἐγὼ κύριος λελάληκα. – 23 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 24 Καὶ σύ, υἱὲ ἀνϑρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς τοῦ εἰσελϑεῖν ῥομϕαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως· ἐπ᾽ ἀρχῆς 25 ὁδοῦ διατάξεις τοῦ εἰσελϑεῖν ῥομϕαίαν ἐπὶ Ραββαϑ υἱῶν Αμμων καὶ ἐπὶ τὴν Ιουδαίαν καὶ ἐπὶ Ιερουσαλημ ἐν μέσῳ αὐτῆς. 26 διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδὸν ἐπ᾽ ἀρχῆς τῶν δύο ὁδῶν τοῦ μαντεύσασϑαι μαντείαν, τοῦ ἀναβράσαι ῥάβδον καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς καὶ ἡπατοσκοπήσασϑαι ἐκ δεξιῶν αὐτοῦ. 27 ἐγένετο τὸ μαντεῖον ἐπὶ Ιερουσαλημ τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι ϕωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς καὶ βαλεῖν χῶμα καὶ οἰκοδομῆσαι βελοστάσεις. 28 καὶ αὐτὸς αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, καὶ αὐτὸς ἀναμιμνῄσκων ἀδικίας αὐτοῦ μνησϑῆναι. 29 διὰ τοῦτο τάδε λέγει κύριος Ἀνϑ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν ἐν τῷ ἀποκαλυϕϑῆναι τὰς ἀσεβείας ὑμῶν τοῦ ὁραϑῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνϑ᾽ ὧν ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσϑε. 30 καὶ σύ, βέβηλε ἄνομε ἀϕηγούμενε τοῦ Ισραηλ, οὗ ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας, 31 τάδε λέγει κύριος Ἀϕείλου τὴν κίδαριν καὶ ἐπέϑου τὸν στέϕανον· αὕτη οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν καὶ τὸ ταπεινὸν ὕψωσας. 32 ἀδικίαν ἀδικίαν ϑήσομαι αὐτήν, οὐδ᾽ αὕτη τοιαύτη ἔσται, ἕως οὗ ἔλϑῃ ᾧ καϑήκει, καὶ παραδώσω αὐτῷ. – 33 καὶ σύ, υἱὲ ἀνϑρώπου, προϕήτευσον καὶ ἐρεῖς Τάδε λέγει κύριος πρὸς τοὺς υἱοὺς Αμμων καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν καὶ ἐρεῖς Ῥομϕαία ῥομϕαία ἐσπασμένη εἰς σϕάγια καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς 34 ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ καὶ ἐν τῷ μαντεύεσϑαί σε ψευδῆ τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ὧν ἥκει ἡ ἡμέρα, ἐν καιρῷ ἀδικίας πέρας. 35 ἀπόστρεϕε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ, ᾧ γεγέννησαι· ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε 36 καὶ ἐκχεῶ ἐπὶ σὲ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμϕυσήσω ἐπὶ σὲ καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαϕϑοράν. 37 ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ κύριος λελάληκα.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 22

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Καὶ σύ, υἱὲ ἀνϑρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς 3 καὶ ἐρεῖς Τάδε λέγει κύριος κύριος Ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλϑεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνϑυμήματα καϑ᾽ αὑτῆς τοῦ μιαίνειν αὐτήν, 4 ἐν τοῖς αἵμασιν αὐτῶν, οἷς ἐξέχεας, παραπέπτωκας καὶ ἐν τοῖς ἐνϑυμήμασίν σου, οἷς ἐποίεις, ἐμιαίνου καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὄνειδος τοῖς ἔϑνεσιν καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις 5 ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί Ἀκάϑαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις. 6 ἰδοὺ οἱ ἀϕηγούμενοι οἴκου Ισραηλ ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεϕύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα· 7 πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοὶ καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέϕοντο ἐν ἀδικίαις ἐν σοί, ὀρϕανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί· 8 καὶ τὰ ἅγιά μου ἐξουδένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί. 9 ἄνδρες λῃσταὶ ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσϑοσαν ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου. 10 αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαϑαρσίαις ἀποκαϑημένην ἐταπείνουν ἐν σοί· 11 ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμϕην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελϕὴν αὐτοῦ ϑυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί. 12 δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί· καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάϑου, λέγει κύριος. 13 ἐὰν δὲ πατάξω χεῖρά μου πρὸς χεῖρά μου ἐϕ᾽ οἷς συντετέλεσαι, οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασίν σου τοῖς γεγενημένοις ἐν μέσῳ σου, 14 εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις, αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ κύριος λελάληκα καὶ ποιήσω. 15 καὶ διασκορπιῶ σε ἐν τοῖς ἔϑνεσιν καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαϑαρσία σου ἐκ σοῦ, 16 καὶ κατακληρονομήσω ἐν σοὶ κατ᾽ ὀϕϑαλμοὺς τῶν ἐϑνῶν· καὶ γνώσεσϑε διότι ἐγὼ κύριος. – 17 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 18 Υἱὲ ἀνϑρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ισραηλ ἀναμεμειγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστίν. 19 διὰ τοῦτο εἰπόν Τάδε λέγει κύριος Ἀνϑ ὧν ἐγένεσϑε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ιερουσαλημ. 20 καϑὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου τοῦ ἐκϕυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευϑῆναι, οὕτως εἰσδέξομαι ὑμᾶς ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς 21 καὶ ἐκϕυσήσω ἐϕ᾽ ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευϑήσεσϑε ἐν μέσῳ αὐτῆς. 22 ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευϑήσεσϑε ἐν μέσῳ αὐτῆς· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος ἐξέχεα τὸν ϑυμόν μου ἐϕ᾽ ὑμᾶς. – 23 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 24 Υἱὲ ἀνϑρώπου, εἰπὸν αὐτῇ Σὺ εἶ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς· 25 ἧς οἱ ἀϕηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσϑίοντες ἐν δυναστείᾳ, τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ, καὶ αἱ χῆραί σου ἐπληϑύνϑησαν ἐν μέσῳ σου. 26 καὶ οἱ ἱερεῖς αὐτῆς ἠϑέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀνὰ μέσον ἀκαϑάρτου καὶ τοῦ καϑαροῦ οὐ διέστελλον καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀϕϑαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν. 27 οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν. 28 καὶ οἱ προϕῆται αὐτῆς ἀλείϕοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες Τάδε λέγει κύριος, καὶ κύριος οὐ λελάληκεν· 29 λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεϕόμενοι μετὰ κρίματος. 30 καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεϕόμενον ὀρϑῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν, καὶ οὐχ εὗρον. 31 καὶ ἐξέχεα ἐπ᾽ αὐτὴν ϑυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεϕαλὰς αὐτῶν δέδωκα, λέγει κύριος κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 23

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, δύο γυναῖκες ἦσαν ϑυγατέρες μητρὸς μιᾶς 3 καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν· ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρϑενεύϑησαν. 4 καὶ τὰ ὀνόματα αὐτῶν ἦν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελϕὴ αὐτῆς. καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ ϑυγατέρας. καὶ τὰ ὀνόματα αὐτῶν· Σαμάρεια ἡ Οολα, καὶ Ιερουσαλημ ἡ Οολιβα. 5 καὶ ἐξεπόρνευσεν ἡ Οολα ἀπ᾽ ἐμοῦ καὶ ἐπέϑετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ 6 ἐνδεδυκότας ὑακίνϑινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι ἐπίλεκτοι πάντες, ἱππεῖς ἱππαζόμενοι ἐϕ᾽ ἵππων. 7 καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπ᾽ αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας, οὓς ἐπέϑετο, ἐν πᾶσι τοῖς ἐνϑυμήμασιν αὐτῆς ἐμιαίνετο. 8 καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν, ὅτι μετ᾽ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρϑένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ᾽ αὐτήν. 9 διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων, ἐϕ᾽ οὓς ἐπετίϑετο. 10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ ϑυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ῥομϕαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς ϑυγατέρας. – 11 καὶ εἶδεν ἡ ἀδελϕὴ αὐτῆς Οολιβα καὶ διέϕϑειρε τὴν ἐπίϑεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελϕῆς αὐτῆς. 12 ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέϑετο, ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυϕα, ἱππεῖς ἱππαζομένους ἐϕ᾽ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες. 13 καὶ εἶδον ὅτι μεμίανται· ὁδὸς μία τῶν δύο. 14 καὶ προσέϑετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραϕημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραϕημένους ἐν γραϕίδι 15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσϕύας αὐτῶν, καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεϕαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων γῆς πατρίδος αὐτῶν, 16 καὶ ἐπέϑετο ἐπ᾽ αὐτοὺς τῇ ὁράσει ὀϕϑαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων. 17 καὶ ἤλϑοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνϑη ἐν αὐτοῖς· καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ᾽ αὐτῶν. 18 καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν τὴν αἰσχύνην αὐτῆς, καὶ ἀπέστη ἡ ψυχή μου ἀπ᾽ αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελϕῆς αὐτῆς. 19 καὶ ἐπλήϑυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέρας νεότητός σου, ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ, 20 καὶ ἐπέϑου ἐπὶ τοὺς Χαλδαίους, ὧν ἦσαν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν. 21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου. – 22 διὰ τοῦτο, Οολιβα, τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀϕ᾽ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ᾽ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόϑεν, 23 υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακουδ καὶ Σουε καὶ Κουε καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ᾽ αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγοὺς πάντας, τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐϕ᾽ ἵππων· 24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ, ἅρματα καὶ τροχοὶ μετ᾽ ὄχλου λαῶν, ϑυρεοὶ καὶ πέλται, καὶ βαλοῦσιν ϕυλακὴν ἐπὶ σὲ κύκλῳ· καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσίν σε ἐν τοῖς κρίμασιν αὐτῶν. 25 καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῇ ϑυμοῦ· μυκτῆρά σου καὶ ὦτά σου ἀϕελοῦσιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομϕαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ ϑυγατέρας σου λήμψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταϕάγεται. 26 καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου. 27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀϕϑαλμούς σου ἐπ᾽ αὐτοὺς καὶ Αἰγύπτου οὐ μὴ μνησϑῇς οὐκέτι. 28 διότι τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀϕ᾽ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ᾽ αὐτῶν· 29 καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχϑους σου, καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα, καὶ ἀποκαλυϕϑήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου 30 ἐποίησεν ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐϑνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνϑυμήμασιν αὐτῶν. 31 ἐν τῇ ὁδῷ τῆς ἀδελϕῆς σου ἐπορεύϑης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου. 32 τάδε λέγει κύριος Τὸ ποτήριον τῆς ἀδελϕῆς σου πίεσαι τὸ βαϑὺ καὶ τὸ πλατὺ τὸ πλεονάζον τοῦ συντελέσαι 33 μέϑην καὶ ἐκλύσεως πλησϑήσῃ· καὶ τὸ ποτήριον ἀϕανισμοῦ, ποτήριον ἀδελϕῆς σου Σαμαρείας, 34 καὶ πίεσαι αὐτό· καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει κύριος. 35 διὰ τοῦτο τάδε λέγει κύριος Ἀνϑ ὧν ἐπελάϑου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου. – 36 καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνϑρώπου, οὐ κρινεῖς τὴν Οολαν καὶ τὴν Οολιβαν; καὶ ἀπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν, 37 ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνϑυμήματα αὐτῶν ἐμοιχῶντο καὶ τὰ τέκνα αὐτῶν, ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς δι᾽ ἐμπύρων. 38 ἕως καὶ ταῦτα ἐποίησάν μοι· τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν. 39 καὶ ἐν τῷ σϕάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά· καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου. 40 καὶ ὅτι τοῖς ἀνδράσιν τοῖς ἐρχομένοις μακρόϑεν, οἷς ἀγγέλους ἐξαπεστέλλοσαν πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσϑαι αὐτοὺς εὐϑὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀϕϑαλμούς σου καὶ ἐκόσμου κόσμῳ 41 καὶ ἐκάϑου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς. καὶ τὸ ϑυμίαμά μου καὶ τὸ ἔλαιόν μου εὐϕραίνοντο ἐν αὐτοῖς. 42 καὶ ϕωνὴν ἁρμονίας ἀνεκρούοντο· καὶ πρὸς ἄνδρας ἐκ πλήϑους ἀνϑρώπων ἥκοντας ἐκ τῆς ἐρήμου καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέϕανον καυχήσεως ἐπὶ τὰς κεϕαλὰς αὐτῶν. 43 καὶ εἶπα Οὐκ ἐν τούτοις μοιχεύουσιν; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν. 44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Οολαν καὶ πρὸς Οολιβαν τοῦ ποιῆσαι ἀνομίαν. 45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσίν, καὶ αἷμα ἐν χερσὶν αὐτῶν. 46 τάδε λέγει κύριος κύριος Ἀνάγαγε ἐπ᾽ αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν 47 καὶ λιϑοβόλησον ἐπ᾽ αὐτὰς λίϑοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίϕεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ ϑυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσιν. 48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευϑήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτῶν. 49 καὶ δοϑήσεται ἡ ἀσέβεια ὑμῶν ἐϕ᾽ ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνϑυμημάτων ὑμῶν λήμψεσϑε· καὶ γνώσεσϑε διότι ἐγὼ κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 24

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με ἐν τῷ ἔτει τῷ ἐνάτῳ ἐν τῷ μηνὶ τῷ δεκάτῳ δεκάτῃ τοῦ μηνὸς λέγων 2 Υἱὲ ἀνϑρώπου, γράψον σεαυτῷ εἰς ἡμέραν ἀπὸ τῆς ἡμέρας ταύτης, ἀϕ᾽ ἧς ἀπηρείσατο βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ, ἀπὸ τῆς ἡμέρας τῆς σήμερον, 3 καὶ εἰπὸν ἐπὶ τὸν οἶκον τὸν παραπικραίνοντα παραβολὴν καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἐπίστησον τὸν λέβητα καὶ ἔκχεον εἰς αὐτὸν ὕδωρ 4 καὶ ἔμβαλε εἰς αὐτὸν τὰ διχοτομήματα, πᾶν διχοτόμημα καλόν, σκέλος καὶ ὦμον ἐκσεσαρκισμένα ἀπὸ τῶν ὀστῶν 5 ἐξ ἐπιλέκτων κτηνῶν εἰλημμένων καὶ ὑπόκαιε τὰ ὀστᾶ ὑποκάτω αὐτῶν· ἔζεσεν ἔζεσεν, καὶ ἥψηται τὰ ὀστᾶ αὐτῆς ἐν μέσῳ αὐτῆς. 6 διὰ τοῦτο τάδε λέγει κύριος Ὦ πόλις αἱμάτων, λέβης ἐν ᾧ ἐστιν ἰὸς ἐν αὐτῷ, καὶ ὁ ἰὸς οὐκ ἐξῆλϑεν ἐξ αὐτῆς· κατὰ μέλος αὐτῆς ἐξήνεγκεν, οὐκ ἔπεσεν ἐπ᾽ αὐτὴν κλῆρος. 7 ὅτι αἷμα αὐτῆς ἐν μέσῳ αὐτῆς ἐστιν, ἐπὶ λεωπετρίαν τέταχα αὐτό· οὐκ ἐκκέχυκα αὐτὸ ἐπὶ τὴν γῆν τοῦ καλύψαι ἐπ᾽ αὐτὸ γῆν. 8 τοῦ ἀναβῆναι ϑυμὸν εἰς ἐκδίκησιν ἐκδικηϑῆναι δέδωκα τὸ αἷμα αὐτῆς ἐπὶ λεωπετρίαν τοῦ μὴ καλύψαι αὐτό. 9 διὰ τοῦτο τάδε λέγει κύριος Κἀγὼ μεγαλυνῶ τὸν δαλὸν 10 καὶ πληϑυνῶ τὰ ξύλα καὶ ἀνακαύσω τὸ πῦρ, ὅπως τακῇ τὰ κρέα καὶ ἐλαττωϑῇ ὁ ζωμὸς 11 καὶ στῇ ἐπὶ τοὺς ἄνϑρακας, ὅπως προσκαυϑῇ καὶ ϑερμανϑῇ ὁ χαλκὸς αὐτῆς καὶ τακῇ ἐν μέσῳ ἀκαϑαρσίας αὐτῆς, καὶ ἐκλίπῃ ὁ ἰὸς αὐτῆς, 12 καὶ οὐ μὴ ἐξέλϑῃ ἐξ αὐτῆς πολὺς ὁ ἰὸς αὐτῆς, καταισχυνϑήσεται ὁ ἰὸς αὐτῆς, 13 ἀνϑ᾽ ὧν ἐμιαίνου σύ. καὶ τί ἐὰν μὴ καϑαρισϑῇς ἔτι, ἕως οὗ ἐμπλήσω τὸν ϑυμόν μου; 14 ἐγὼ κύριος λελάληκα, καὶ ἥξει, καὶ ποιήσω, οὐ διαστελῶ οὐδὲ μὴ ἐλεήσω· κατὰ τὰς ὁδούς σου καὶ κατὰ τὰ ἐνϑυμήματά σου κρινῶ σε, λέγει κύριος. διὰ τοῦτο ἐγὼ κρινῶ σε κατὰ τὰ αἵματά σου καὶ κατὰ τὰ ἐνϑυμήματά σου κρινῶ σε, ἡ ἀκάϑαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ τοῦ παραπικραίνειν. 15 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 16 Υἱὲ ἀνϑρώπου, ἰδοὺ ἐγὼ λαμβάνω ἐκ σοῦ τὰ ἐπιϑυμήματα τῶν ὀϕϑαλμῶν σου ἐν παρατάξει· οὐ μὴ κοπῇς οὐδὲ μὴ κλαυσϑῇς. 17 στεναγμὸς αἵματος, ὀσϕύος, πένϑους ἐστίν· οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσίν σου, οὐ μὴ παρακληϑῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ ϕάγῃς. 18 καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωῒ ὃν τρόπον ἐνετείλατό μοι, καὶ ἀπέϑανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωῒ ὃν τρόπον ἐπετάγη μοι. 19 καὶ εἶπεν πρός με ὁ λαός Οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστιν ταῦτα, ἃ σὺ ποιεῖς; 20 καὶ εἶπα πρὸς αὐτούς Λόγος κυρίου πρός με ἐγένετο λέγων 21 Εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, ϕρύαγμα ἰσχύος ὑμῶν, ἐπιϑυμήματα ὀϕϑαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν ϕείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ ϑυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομϕαίᾳ πεσοῦνται. 22 καὶ ποιήσετε ὃν τρόπον πεποίηκα· ἀπὸ στόματος αὐτῶν οὐ παρακληϑήσεσϑε καὶ ἄρτον ἀνδρῶν οὐ ϕάγεσϑε, 23 καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεϕαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησϑε οὔτε μὴ κλαύσητε καὶ ἐντακήσεσϑε ἐν ταῖς ἀδικίαις ὑμῶν καὶ παρακαλέσετε ἕκαστος τὸν ἀδελϕὸν αὐτοῦ. 24 καὶ ἔσται Ιεζεκιηλ ὑμῖν εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησεν, ποιήσετε, ὅταν ἔλϑῃ ταῦτα· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος. – 25 καὶ σύ, υἱὲ ἀνϑρώπου, οὐχὶ ἐν τῇ ἡμέρᾳ, ὅταν λαμβάνω τὴν ἰσχὺν παρ᾽ αὐτῶν, τὴν ἔπαρσιν τῆς καυχήσεως αὐτῶν, τὰ ἐπιϑυμήματα ὀϕϑαλμῶν αὐτῶν καὶ τὴν ἔπαρσιν ψυχῆς αὐτῶν, υἱοὺς αὐτῶν καὶ ϑυγατέρας αὐτῶν, 26 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἥξει ὁ ἀνασῳζόμενος πρὸς σὲ τοῦ ἀναγγεῖλαί σοι εἰς τὰ ὦτα; 27 ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διανοιχϑήσεται τὸ στόμα σου πρὸς τὸν ἀνασῳζόμενον, καὶ λαλήσεις καὶ οὐ μὴ ἀποκωϕωϑῇς οὐκέτι· καὶ ἔσῃ αὐτοῖς εἰς τέρας, καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 25

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Αμμων καὶ προϕήτευσον ἐπ᾽ αὐτοὺς 3 καὶ ἐρεῖς τοῖς υἱοῖς Αμμων Ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος Ἀνϑ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώϑη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, ὅτι ἠϕανίσϑη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ιουδα, ὅτι ἐπορεύϑησαν ἐν αἰχμαλωσίᾳ, 4 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραδίδωμι ὑμᾶς τοῖς υἱοῖς Κεδεμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν τῇ ἀπαρτίᾳ αὐτῶν ἐν σοὶ καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν· αὐτοὶ ϕάγονται τοὺς καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου. 5 καὶ δώσω τὴν πόλιν τοῦ Αμμων εἰς νομὰς καμήλων καὶ τοὺς υἱοὺς Αμμων εἰς νομὴν προβάτων· καὶ ἐπιγνώσεσϑε διότι ἐγὼ κύριος. 6 διότι τάδε λέγει κύριος Ἀνϑ ὧν ἐκρότησας τὴν χεῖρά σου καὶ ἐπεψόϕησας τῷ ποδί σου καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, 7 διὰ τοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔϑνεσιν καὶ ἐξολεϑρεύσω σε ἐκ τῶν λαῶν καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ· καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος. 8 Τάδε λέγει κύριος Ἀνϑ ὧν εἶπεν Μωαβ Ἰδοὺ ὃν τρόπον πάντα τὰ ἔϑνη οἶκος Ισραηλ καὶ Ιουδα, 9 διὰ τοῦτο ἰδοὺ ἐγὼ παραλύω τὸν ὦμον Μωαβ ἀπὸ πόλεων ἀκρωτηρίων αὐτοῦ, ἐκλεκτὴν γῆν, οἶκον Ασιμουϑ ἐπάνω πηγῆς πόλεως παραϑαλασσίας. 10 τοῖς υἱοῖς Κεδεμ ἐπὶ τοὺς υἱοὺς Αμμων δέδωκα αὐτοὺς εἰς κληρονομίαν, ὅπως μὴ μνεία γένηται τῶν υἱῶν Αμμων· 11 καὶ εἰς Μωαβ ποιήσω ἐκδίκησιν, καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος. 12 Τάδε λέγει κύριος Ἀνϑ ὧν ἐποίησεν ἡ Ιδουμαία ἐν τῷ ἐκδικῆσαι αὐτοὺς ἐκδίκησιν εἰς τὸν οἶκον Ιουδα καὶ ἐμνησικάκησαν καὶ ἐξεδίκησαν δίκην, 13 διὰ τοῦτο τάδε λέγει κύριος Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τὴν Ιδουμαίαν καὶ ἐξολεϑρεύσω ἐξ αὐτῆς ἄνϑρωπον καὶ κτῆνος καὶ ϑήσομαι αὐτὴν ἔρημον, καὶ ἐκ Θαιμαν διωκόμενοι ἐν ῥομϕαίᾳ πεσοῦνται· 14 καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ιδουμαίαν ἐν χειρὶ λαοῦ μου Ισραηλ, καὶ ποιήσουσιν ἐν τῇ Ιδουμαίᾳ κατὰ τὴν ὀργήν μου καὶ κατὰ τὸν ϑυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει κύριος. 15 Διὰ τοῦτο τάδε λέγει κύριος Ἀνϑ ὧν ἐποίησαν οἱ ἀλλόϕυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως αἰῶνος, 16 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοϕύλους καὶ ἐξολεϑρεύσω Κρῆτας καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν· 17 καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπ᾽ αὐτούς.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 26

1 Καὶ ἐγενήϑη ἐν τῷ ἑνδεκάτῳ ἔτει μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, ἀνϑ᾽ ὧν εἶπεν Σορ ἐπὶ Ιερουσαλημ Εὖγε συνετρίβη, ἀπόλωλεν τὰ ἔϑνη, ἐπεστράϕη πρός με, ἡ πλήρης ἠρήμωται, 3 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σορ, καὶ ἀνάξω ἐπὶ σὲ ἔϑνη πολλά, ὡς ἀναβαίνει ἡ ϑάλασσα τοῖς κύμασιν αὐτῆς. 4 καὶ καταβαλοῦσιν τὰ τείχη Σορ καὶ καταβαλοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ᾽ αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν· 5 ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ ϑαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει κύριος· καὶ ἔσται εἰς προνομὴν τοῖς ἔϑνεσιν, 6 καὶ αἱ ϑυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεϑήσονται· καὶ γνώσονται ὅτι ἐγὼ κύριος. 7 ὅτι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ, Σορ, τὸν Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ [βασιλεὺς βασιλέων ἐστίν] μεϑ᾽ ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐϑνῶν πολλῶν σϕόδρα. 8 οὗτος τὰς ϑυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ καὶ δώσει ἐπὶ σὲ προϕυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει· 9 τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ. 10 ἀπὸ τοῦ πλήϑους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς ϕωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισϑήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου. 11 ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσίν σου πάσας τὰς πλατείας· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ καὶ τὴν ὑπόστασίν σου τῆς ἰσχύος ἐπὶ τὴν γῆν κατάξει. 12 καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ σου τὰ τείχη καὶ τοὺς οἴκους σου τοὺς ἐπιϑυμητοὺς καϑελεῖ καὶ τοὺς λίϑους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς ϑαλάσσης ἐμβαλεῖ. 13 καὶ καταλύσει τὸ πλῆϑος τῶν μουσικῶν σου, καὶ ἡ ϕωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσϑῇ ἔτι. 14 καὶ δώσω σε εἰς λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ· οὐ μὴ οἰκοδομηϑῇς ἔτι, ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος. 15 διότι τάδε λέγει κύριος κύριος τῇ Σορ Οὐκ ἀπὸ ϕωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου σεισϑήσονται αἱ νῆσοι; 16 καὶ καταβήσονται ἀπὸ τῶν ϑρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐϑνῶν τῆς ϑαλάσσης καὶ ἀϕελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεϕαλῶν αὐτῶν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται· ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καϑεδοῦνται καὶ ϕοβηϑήσονται τὴν ἀπώλειαν αὐτῶν καὶ στενάξουσιν ἐπὶ σέ· 17 καὶ λήμψονται ἐπὶ σὲ ϑρῆνον καὶ ἐροῦσίν σοι Πῶς κατελύϑης ἐκ ϑαλάσσης, ἡ πόλις ἡ ἐπαινεστὴ ἡ δοῦσα τὸν ϕόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν; 18 καὶ ϕοβηϑήσονται αἱ νῆσοι ἀϕ᾽ ἡμέρας πτώσεώς σου. 19 ὅτι τάδε λέγει κύριος κύριος Ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικηϑησομένας ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψῃ σε ὕδωρ πολύ, 20 καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόϑρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάϑη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόϑρον, ὅπως μὴ κατοικηϑῇς μηδὲ ἀνασταϑῇς ἐπὶ γῆς ζωῆς. 21 ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει κύριος κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 27

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, λαβὲ ἐπὶ Σορ ϑρῆνον 3 καὶ ἐρεῖς τῇ Σορ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς ϑαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν Τάδε λέγει κύριος τῇ Σορ Σὺ εἶπας Ἐγὼ περιέϑηκα ἐμαυτῇ κάλλος μου. 4 ἐν καρδίᾳ ϑαλάσσης τῷ Βεελιμ υἱοί σου περιέϑηκάν σοι κάλλος. 5 κέδρος ἐκ Σανιρ ᾠκοδομήϑη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήμϕϑησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους. 6 ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέϕαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττιιν. 7 βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ τοῦ περιϑεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινϑον καὶ πορϕύραν ἐκ τῶν νήσων Ελισαι καὶ ἐγένετο περιβόλαιά σου. 8 καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σιδῶνα καὶ Αράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοϕοί σου, Σορ, οἳ ἦσαν ἐν σοί, οὗτοι κυβερνῆταί σου. 9 οἱ πρεσβύτεροι Βυβλίων καὶ οἱ σοϕοὶ αὐτῶν ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς ϑαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν. 10 Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεϕαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου. 11 υἱοὶ Αραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου ϕύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς ϕαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος. 12 Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήϑους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλυβον ἔδωκαν τὴν ἀγοράν σου. 13 ἡ Ἑλλὰς καὶ ἡ σύμπασα καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνϑρώπων καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου. 14 ἐξ οἴκου Θεργαμα ἵππους καὶ ἱππεῖς ἔδωκαν ἀγοράν σου. 15 υἱοὶ Ῥοδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήϑυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεϕαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισϑούς σου, 16 ἀνϑρώπους ἐμπορίαν σου ἀπὸ πλήϑους τοῦ συμμίκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσις, καὶ Ραμωϑ καὶ Χορχορ ἔδωκαν τὴν ἀγοράν σου. 17 Ιουδας καὶ οἱ υἱοὶ τοῦ Ισραηλ, οὗτοι ἔμποροί σου ἐν σίτου πράσει καὶ μύρων καὶ κασίας, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου. 18 Δαμασκὸς ἔμπορός σου ἐκ πλήϑους πάσης δυνάμεώς σου· οἶνος ἐκ Χελβων καὶ ἔρια ἐκ Μιλήτου· 19 καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδωκαν. ἐξ Ασηλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τῷ συμμίκτῳ σού ἐστιν. 20 Δαιδαν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα. 21 ἡ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδαρ, οὗτοι ἔμποροί σου διὰ χειρός σου, καμήλους καὶ κριοὺς καὶ ἀμνοὺς ἐν οἷς ἐμπορεύονταί σε. 22 ἔμποροι Σαβα καὶ Ραγμα, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίϑων χρηστῶν καὶ χρυσίον ἔδωκαν τὴν ἀγοράν σου. 23 Χαρραν καὶ Χαννα, οὗτοι ἔμποροί σου. Ασσουρ καὶ Χαρμαν ἔμποροί σου 24 ϕέροντες ἐμπορίαν ὑάκινϑον καὶ ϑησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρίσσινα. 25 πλοῖα, ἐν αὐτοῖς Καρχηδόνιοι ἔμποροί σου ἐν τῷ πλήϑει ἐν τῷ συμμίκτῳ σου, καὶ ἐνεπλήσϑης καὶ ἐβαρύνϑης σϕόδρα ἐν καρδίᾳ ϑαλάσσης. 26 ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου· τὸ πνεῦμα τοῦ νότου συνέτριψέν σε ἐν καρδίᾳ ϑαλάσσης. 27 ἦσαν δυνάμεις σου καὶ ὁ μισϑός σου καὶ τῶν συμμίκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμικτοί σου ἐκ τῶν συμμίκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου, πεσοῦνται ἐν καρδίᾳ ϑαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεώς σου. 28 πρὸς τὴν ϕωνὴν τῆς κραυγῆς σου οἱ κυβερνῆταί σου ϕόβῳ ϕοβηϑήσονται, 29 καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται σου καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρεῖς τῆς ϑαλάσσης ἐπὶ τὴν γῆν στήσονται 30 καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ ϕωνῇ αὐτῶν καὶ κεκράξονται πικρὸν καὶ ἐπιϑήσουσιν ἐπὶ τὴν κεϕαλὴν αὐτῶν γῆν καὶ σποδὸν ὑποστρώσονται. 32 καὶ λήμψονται οἱ υἱοὶ αὐτῶν ἐπὶ σὲ ϑρῆνον καὶ ϑρήνημά σοι 33 Πόσον τινὰ εὗρες μισϑὸν ἀπὸ τῆς ϑαλάσσης; ἐνέπλησας ἔϑνη ἀπὸ τοῦ πλήϑους σου καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς. 34 νῦν συνετρίβης ἐν ϑαλάσσῃ, ἐν βάϑει ὕδατος· ὁ σύμμικτός σου καὶ πᾶσα ἡ συναγωγή σου ἐν μέσῳ σου ἔπεσον, πάντες οἱ κωπηλάται σου. 35 πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτῶν. 36 ἔμποροι ἀπὸ ἐϑνῶν ἐσύρισάν σε· ἀπώλεια ἐγένου καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 28

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Καὶ σύ, υἱὲ ἀνϑρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου Τάδε λέγει κύριος Ἀνϑ ὧν ὑψώϑη σου ἡ καρδία, καὶ εἶπας Θεός εἰμι ἐγώ, κατοικίαν ϑεοῦ κατῴκηκα ἐν καρδίᾳ ϑαλάσσης, σὺ δὲ εἶ ἄνϑρωπος καὶ οὐ ϑεὸς καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν ϑεοῦ, 3 μὴ σοϕώτερος εἶ σὺ τοῦ Δανιηλ; σοϕοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν; 4 μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ ἐν τῇ ϕρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς ϑησαυροῖς σου; 5 ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήϑυνας δύναμίν σου, ὑψώϑη ἡ καρδία σου ἐν τῇ δυνάμει σου. 6 διὰ τοῦτο τάδε λέγει κύριος Ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν ϑεοῦ, 7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐϑνῶν, καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν 8 καὶ καταβιβάσουσίν σε, καὶ ἀποϑανῇ ϑανάτῳ τραυματιῶν ἐν καρδίᾳ ϑαλάσσης. 9 μὴ λέγων ἐρεῖς Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνϑρωπος καὶ οὐ ϑεός. ἐν πλήϑει 10 ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων· ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος. 11 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 12 Υἱὲ ἀνϑρώπου, λαβὲ ϑρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος κύριος Σὺ ἀποσϕράγισμα ὁμοιώσεως καὶ στέϕανος κάλλους 13 ἐν τῇ τρυϕῇ τοῦ παραδείσου τοῦ ϑεοῦ ἐγενήϑης· πᾶν λίϑον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνϑρακα καὶ σάπϕειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέϑυστον καὶ χρυσόλιϑον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς ϑησαυρούς σου καὶ τὰς ἀποϑήκας σου ἐν σοὶ ἀϕ᾽ ἧς ἡμέρας ἐκτίσϑης σύ. 14 μετὰ τοῦ χερουβ ἔϑηκά σε ἐν ὄρει ἁγίῳ ϑεοῦ, ἐγενήϑης ἐν μέσῳ λίϑων πυρίνων. 15 ἐγενήϑης ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου ἀϕ᾽ ἧς ἡμέρας σὺ ἐκτίσϑης ἕως εὑρέϑη τὰ ἀδικήματα ἐν σοί. 16 ἀπὸ πλήϑους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμίειά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσϑης ἀπὸ ὄρους τοῦ ϑεοῦ, καὶ ἤγαγέν σε τὸ χερουβ ἐκ μέσου λίϑων πυρίνων. 17 ὑψώϑη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεϕϑάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆϑος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισϑῆναι. 18 διὰ τὸ πλῆϑος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσας τὰ ἱερά σου· καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταϕάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε. 19 καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔϑνεσιν στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα. 20 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 21 Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προϕήτευσον ἐπ᾽ αὐτὴν 22 καὶ εἰπόν Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασϑήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασϑήσομαι ἐν σοί. 23 αἷμα καὶ ϑάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι κύριος. 24 καὶ οὐκ ἔσονται οὐκέτι τῷ οἴκῳ τοῦ Ισραηλ σκόλοψ πικρίας καὶ ἄκανϑα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. 25 τάδε λέγει κύριος κύριος Καὶ συνάξω τὸν Ισραηλ ἐκ τῶν ἐϑνῶν, οὗ διεσκορπίσϑησαν ἐκεῖ, καὶ ἁγιασϑήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐϑνῶν· καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ιακωβ, 26 καὶ κατοικήσουσιν ἐπ᾽ αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ ϕυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσιν τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ ϑεὸς αὐτῶν καὶ ὁ ϑεὸς τῶν πατέρων αὐτῶν.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 29

1 Ἐν τῷ ἔτει τῷ δεκάτῳ ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ προϕήτευσον ἐπ᾽ αὐτὸν καὶ ἐπ᾽ Αἴγυπτον ὅλην 3 καὶ εἰπόν Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπὶ Φαραω τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαϑήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ τὸν λέγοντα Ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς. 4 καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχϑῦς τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχϑύας τοῦ ποταμοῦ σου 5 καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχϑύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ καὶ οὐ μὴ συναχϑῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς ϑηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα· 6 καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι κύριος, ἀνϑ᾽ ὧν ἐγενήϑης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ισραηλ. 7 ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐϑλάσϑης· καὶ ὅτε ἐπεκράτησεν ἐπ᾽ αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσϕύν. 8 διὰ τοῦτο τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομϕαίαν καὶ ἀπολῶ ἀνϑρώπους ἀπὸ σοῦ καὶ κτήνη· 9 καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος, ἀντὶ τοῦ λέγειν σε Οἱ ποταμοὶ ἐμοί εἰσιν, καὶ ἐγὼ ἐποίησα αὐτούς. 10 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομϕαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰϑιόπων. 11 οὐ μὴ διέλϑῃ ἐν αὐτῇ ποὺς ἀνϑρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλϑῃ αὐτήν, καὶ οὐ κατοικηϑήσεται τεσσαράκοντα ἔτη. 12 καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔϑνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας. 13 τάδε λέγει κύριος Μετὰ τεσσαράκοντα ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐϑνῶν, οὗ διεσκορπίσϑησαν ἐκεῖ, 14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Παϑουρης, ἐν τῇ γῇ, ὅϑεν ἐλήμϕϑησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ 15 παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωϑῇ ἔτι ἐπὶ τὰ ἔϑνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔϑνεσιν. 16 καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ισραηλ εἰς ἐλπίδα ἀναμιμνῄσκουσαν ἀνομίαν ἐν τῷ αὐτοὺς ἀκολουϑῆσαι ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. 17 Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ πρώτου ἐγένετο λόγος κυρίου πρός με λέγων 18 Υἱὲ ἀνϑρώπου, Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεϕαλὴ ϕαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισϑὸς οὐκ ἐγενήϑη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ᾽ αὐτήν. 19 τάδε λέγει κύριος κύριος Ἰδοὺ δίδωμι τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισϑὸς τῇ δυνάμει αὐτοῦ· 20 ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει κύριος κύριος 21 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ισραηλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 30

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, προϕήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος Ὦ ὦ ἡ ἡμέρα, 3 ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου, ἡμέρα πέρας ἐϑνῶν ἔσται. 4 καὶ ἥξει μάχαιρα ἐπ᾽ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰϑιοπίᾳ, καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ, καὶ συμπεσεῖται αὐτῆς τὰ ϑεμέλια. 5 Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαϑήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ. 6 καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει κύριος. 7 καὶ ἐρημωϑήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται· 8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος, ὅταν δῶ πῦρ ἐπ᾽ Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηϑοῦντες αὐτῇ. 9 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀϕανίσαι τὴν Αἰϑιοπίαν, καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου, ὅτι ἰδοὺ ἥκει. – 10 τάδε λέγει κύριος κύριος Καὶ ἀπολῶ πλῆϑος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος, 11 αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ· λοιμοὶ ἀπὸ ἐϑνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν ἐπ᾽ Αἴγυπτον, καὶ πλησϑήσεται ἡ γῆ τραυματιῶν. 12 καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων· ἐγὼ κύριος λελάληκα. – 13 ὅτι τάδε λέγει κύριος κύριος Καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμϕεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου, καὶ οὐκ ἔσονται ἔτι. 14 καὶ ἀπολῶ γῆν Παϑουρης καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει 15 καὶ ἐκχεῶ τὸν ϑυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆϑος Μέμϕεως· 16 καὶ δώσω πῦρ ἐπ᾽ Αἴγυπτον, καὶ ταραχὴν ταραχϑήσεται Συήνη, καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυϑήσεται ὕδατα. 17 νεανίσκοι Ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται, καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται. 18 καὶ ἐν Ταϕνας συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρῖψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου, καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ αὐτὴν νεϕέλη καλύψει, καὶ αἱ ϑυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχϑήσονται. 19 καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. 20 Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ πρώτῳ μηνὶ ἑβδόμῃ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων 21 Υἱὲ ἀνϑρώπου, τοὺς βραχίονας Φαραω βασιλέως Αἰγύπτου συνέτριψα, καὶ ἰδοὺ οὐ κατεδέϑη τοῦ δοϑῆναι ἴασιν τοῦ δοϑῆναι ἐπ᾽ αὐτὸν μάλαγμα τοῦ δοϑῆναι ἰσχὺν ἐπιλαβέσϑαι μαχαίρας. 22 διὰ τοῦτο τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ 23 καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔϑνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· 24 καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ῥομϕαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπάξει αὐτὴν ἐπ᾽ Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς. 25 καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος, οἱ δὲ βραχίονες Φαραω πεσοῦνται· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος, ἐν τῷ δοῦναι τὴν ῥομϕαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου. 26 καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔϑνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας· καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 31

1 Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ τρίτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, εἰπὸν πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ τῷ πλήϑει αὐτοῦ Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου; 3 ἰδοὺ Ασσουρ κυπάρισσος ἐν τῷ Λιβάνῳ καὶ καλὸς ταῖς παραϕυάσιν καὶ ὑψηλὸς τῷ μεγέϑει, εἰς μέσον νεϕελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ· 4 ὕδωρ ἐξέϑρεψεν αὐτόν, ἡ ἄβυσσος ὕψωσεν αὐτόν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγεν κύκλῳ τῶν ϕυτῶν αὐτοῦ καὶ τὰ συστέματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου. 5 ἕνεκεν τούτου ὑψώϑη τὸ μέγεϑος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλατύνϑησαν οἱ κλάδοι αὐτοῦ ἀϕ᾽ ὕδατος πολλοῦ. 6 ἐν ταῖς παραϕυάσιν αὐτοῦ ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ ϑηρία τοῦ πεδίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησεν πᾶν πλῆϑος ἐϑνῶν. 7 καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆϑος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήϑησαν αἱ ῥίζαι αὐτοῦ εἰς ὕδωρ πολύ. 8 κυπάρισσοι τοιαῦται οὐκ ἐγενήϑησαν ἐν τῷ παραδείσῳ τοῦ ϑεοῦ, καὶ πίτυες οὐχ ὅμοιαι ταῖς παραϕυάσιν αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ ϑεοῦ οὐχ ὡμοιώϑη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ 9 διὰ τὸ πλῆϑος τῶν κλάδων αὐτοῦ, καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυϕῆς τοῦ ϑεοῦ. – 10 διὰ τοῦτο τάδε λέγει κύριος Ἀνϑ ὧν ἐγένου μέγας τῷ μεγέϑει καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεϕελῶν, καὶ εἶδον ἐν τῷ ὑψωϑῆναι αὐτόν, 11 καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐϑνῶν, καὶ ἐποίησεν τὴν ἀπώλειαν αὐτοῦ. 12 καὶ ἐξωλέϑρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐϑνῶν καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἐν πάσαις ταῖς ϕάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς, καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐϑνῶν καὶ ἠδάϕισαν αὐτόν. 13 ἐπὶ τὴν πτῶσιν αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένοντο πάντα τὰ ϑηρία τοῦ ἀγροῦ, 14 ὅπως μὴ ὑψωϑῶσιν ἐν τῷ μεγέϑει αὐτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι· καὶ οὐκ ἔδωκαν τὴν ἀρχὴν αὐτῶν εἰς μέσον νεϕελῶν καὶ οὐκ ἔστησαν ἐν τῷ ὕψει αὐτῶν πρὸς αὐτὰ πάντες οἱ πίνοντες ὕδωρ, πάντες ἐδόϑησαν εἰς ϑάνατον εἰς γῆς βάϑος ἐν μέσῳ υἱῶν ἀνϑρώπων πρὸς καταβαίνοντας εἰς βόϑρον. – 15 τάδε λέγει κύριος κύριος Ἐν ᾗ ἡμέρᾳ κατέβη εἰς ᾅδου, ἐπένϑησεν αὐτὸν ἡ ἄβυσσος, καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτῆς καὶ ἐκώλυσα πλῆϑος ὕδατος, καὶ ἐσκότασεν ἐπ᾽ αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπ᾽ αὐτῷ ἐξελύϑησαν. 16 ἀπὸ τῆς ϕωνῆς τῆς πτώσεως αὐτοῦ ἐσείσϑησαν τὰ ἔϑνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον, καὶ παρεκάλουν αὐτὸν ἐν γῇ πάντα τὰ ξύλα τῆς τρυϕῆς καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ. 17 καὶ γὰρ αὐτοὶ κατέβησαν μετ᾽ αὐτοῦ εἰς ᾅδου ἐν τοῖς τραυματίαις ἀπὸ μαχαίρας, καὶ τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὐτῶν ἀπώλοντο. 18 τίνι ὡμοιώϑης; κατάβηϑι καὶ καταβιβάσϑητι μετὰ τῶν ξύλων τῆς τρυϕῆς εἰς γῆς βάϑος· ἐν μέσῳ ἀπεριτμήτων κοιμηϑήσῃ μετὰ τραυματιῶν μαχαίρας. οὕτως Φαραω καὶ τὸ πλῆϑος τῆς ἰσχύος αὐτοῦ, λέγει κύριος κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 32

1 Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ δωδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, λαβὲ ϑρῆνον ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ Λέοντι ἐϑνῶν ὡμοιώϑης καὶ σὺ ὡς δράκων ὁ ἐν τῇ ϑαλάσσῃ καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσίν σου καὶ κατεπάτεις τοὺς ποταμούς σου. 3 τάδε λέγει κύριος Καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου 4 καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν, πεδία πλησϑήσεταί σου, καὶ ἐπικαϑιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐμπλήσω ἐκ σοῦ πάντα τὰ ϑηρία πάσης τῆς γῆς· 5 καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου, 6 καὶ ποτισϑήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἀπὸ τοῦ πλήϑους σου ἐπὶ τῶν ὀρέων, ϕάραγγας ἐμπλήσω ἀπὸ σοῦ. 7 καὶ κατακαλύψω ἐν τῷ σβεσϑῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεϕέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ ϕάνῃ τὸ ϕῶς αὐτῆς· 8 πάντα τὰ ϕαίνοντα ϕῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ, καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου, λέγει κύριος κύριος. 9 καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν, ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔϑνη εἰς γῆν, ἣν οὐκ ἔγνως. 10 καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔϑνη πολλά, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται ἐν τῷ πέτασϑαι τὴν ῥομϕαίαν μου ἐπὶ πρόσωπα αὐτῶν, προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀϕ᾽ ἡμέρας πτώσεώς σου. 11 ὅτι τάδε λέγει κύριος Ῥομϕαία βασιλέως Βαβυλῶνος ἥξει σοι 12 ἐν μαχαίραις γιγάντων, καὶ καταβαλῶ τὴν ἰσχύν σου· λοιμοὶ ἀπὸ ἐϑνῶν πάντες, καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου, καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς. 13 καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀϕ᾽ ὕδατος πολλοῦ, καὶ οὐ μὴ ταράξῃ αὐτὸ ἔτι ποὺς ἀνϑρώπου, καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό. 14 οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται, λέγει κύριος. 15 ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωϑῇ ἡ γῆ σὺν τῇ πληρώσει αὐτῆς, ὅταν διασπείρω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. 16 ϑρῆνός ἐστιν καὶ ϑρηνήσεις αὐτόν, καὶ αἱ ϑυγατέρες τῶν ἐϑνῶν ϑρηνήσουσιν αὐτόν· ἐπ᾽ Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς ϑρηνήσουσιν αὐτήν, λέγει κύριος κύριος. 17 Καὶ ἐγενήϑη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνὸς πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων 18 Υἱὲ ἀνϑρώπου, ϑρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου, καὶ καταβιβάσουσιν αὐτῆς τὰς ϑυγατέρας τὰ ἔϑνη νεκρὰς εἰς τὸ βάϑος τῆς γῆς πρὸς τοὺς καταβαίνοντας εἰς βόϑρον· 20 ἐν μέσῳ τραυματιῶν μαχαίρας πεσοῦνται μετ᾽ αὐτοῦ, καὶ κοιμηϑήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ. 21 καὶ ἐροῦσίν σοι οἱ γίγαντες Ἐν βάϑει βόϑρου γίνου, τίνος κρείττων εἶ; κατάβηϑι καὶ κοιμήϑητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας. 22 ἐκεῖ Ασσουρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ πάντες τραυματίαι ἐκεῖ ἐδόϑησαν, καὶ ἡ ταϕὴ αὐτῶν ἐν βάϑει βόϑρου, καὶ ἐγενήϑη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ, 23 οἱ δόντες τὸν ϕόβον αὐτῶν ἐπὶ γῆς ζωῆς. 24 ἐκεῖ Αιλαμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ καὶ οἱ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάϑος, οἱ δεδωκότες αὐτῶν ϕόβον ἐπὶ γῆς ζωῆς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόϑρον 25 ἐν μέσῳ τραυματιῶν. 26 ἐκεῖ ἐδόϑησαν Μοσοχ καὶ Θοβελ καὶ πᾶσα ἡ ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ, πάντες τραυματίαι αὐτοῦ, πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας, οἱ δεδωκότες τὸν ϕόβον αὐτῶν ἐπὶ γῆς ζωῆς· 27 καὶ ἐκοιμήϑησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπὸ αἰῶνος, οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς καὶ ἔϑηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεϕαλὰς αὐτῶν· καὶ ἐγενήϑησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστῶν αὐτῶν, ὅτι ἐξεϕόβησαν γίγαντας ἐν γῇ ζωῆς. 28 καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηϑήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ. 29 ἐκεῖ ἐδόϑησαν οἱ ἄρχοντες Ασσουρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας· οὗτοι μετὰ τραυματιῶν ἐκοιμήϑησαν, μετὰ καταβαινόντων εἰς βόϑρον. 30 ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ Ασσουρ οἱ καταβαίνοντες τραυματίαι σὺν τῷ ϕόβῳ αὐτῶν καὶ τῇ ἰσχύι αὐτῶν ἐκοιμήϑησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόϑρον. 31 ἐκείνους ὄψεται βασιλεὺς Φαραω καὶ παρακληϑήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν, λέγει κύριος κύριος. 32 ὅτι δέδωκα τὸν ϕόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς, καὶ κοιμηϑήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας, Φαραω καὶ πᾶν τὸ πλῆϑος αὐτοῦ, λέγει κύριος κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 33

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς Γῆ, ἐϕ᾽ ἣν ἂν ἐπάγω ῥομϕαίαν, καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνϑρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν, 3 καὶ ἴδῃ τὴν ῥομϕαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ, 4 καὶ ἀκούσῃ ὁ ἀκούσας τὴν ϕωνὴν τῆς σάλπιγγος καὶ μὴ ϕυλάξηται, καὶ ἐπέλϑῃ ἡ ῥομϕαία καὶ καταλάβῃ αὐτόν, τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ ἔσται· 5 ὅτι τὴν ϕωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐϕυλάξατο, τὸ αἷμα αὐτοῦ ἐπ᾽ αὐτοῦ ἔσται, καὶ οὗτος, ὅτι ἐϕυλάξατο, τὴν ψυχὴν αὐτοῦ ἐξείλατο. 6 καὶ ὁ σκοπός, ἐὰν ἴδῃ τὴν ῥομϕαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι, καὶ ὁ λαὸς μὴ ϕυλάξηται, καὶ ἐλϑοῦσα ἡ ῥομϕαία λάβῃ ἐξ αὐτῶν ψυχήν, αὕτη διὰ τὴν αὑτῆς ἀνομίαν ἐλήμϕϑη, καὶ τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω. 7 καὶ σύ, υἱὲ ἀνϑρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ισραηλ, καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον. 8 ἐν τῷ εἶπαί με τῷ ἁμαρτωλῷ Θανάτῳ ϑανατωϑήσῃ, καὶ μὴ λαλήσῃς τοῦ ϕυλάξασϑαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποϑανεῖται, τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. 9 σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ τοῦ ἀποστρέψαι ἀπ᾽ αὐτῆς, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποϑανεῖται, καὶ σὺ τὴν ψυχὴν σαυτοῦ ἐξῄρησαι. – 10 καὶ σύ, υἱὲ ἀνϑρώπου, εἰπὸν τῷ οἴκῳ Ισραηλ Οὕτως ἐλαλήσατε λέγοντες Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐϕ᾽ ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεϑα· καὶ πῶς ζησόμεϑα; 11 εἰπὸν αὐτοῖς Ζῶ ἐγώ, τάδε λέγει κύριος Οὐ βούλομαι τὸν ϑάνατον τοῦ ἀσεβοῦς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν. ἀποστροϕῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν· καὶ ἵνα τί ἀποϑνῄσκετε, οἶκος Ισραηλ; 12 εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηϑῇ, καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ· καὶ δίκαιος οὐ μὴ δύνηται σωϑῆναι. 13 ἐν τῷ εἶπαί με τῷ δικαίῳ Οὗτος πέποιϑεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ, καὶ ποιήσῃ ἀνομίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησϑῶσιν· ἐν τῇ ἀδικίᾳ αὐτοῦ, ᾗ ἐποίησεν, ἐν αὐτῇ ἀποϑανεῖται. 14 καὶ ἐν τῷ εἶπαί με τῷ ἀσεβεῖ Θανάτῳ ϑανατωϑήσῃ, καὶ ἀποστρέψῃ ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην 15 καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτείσῃ, ἐν προστάγμασιν ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποϑάνῃ· 16 πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ, ἃς ἥμαρτεν, οὐ μὴ ἀναμνησϑῶσιν· ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν, ἐν αὐτοῖς ζήσεται. 17 καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ εὐϑεῖα ἡ ὁδὸς τοῦ κυρίου· καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐϑεῖα. 18 ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀνομίας, καὶ ἀποϑανεῖται ἐν αὐταῖς· 19 καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην, ἐν αὐτοῖς αὐτὸς ζήσεται. 20 καὶ τοῦτό ἐστιν, ὃ εἴπατε Οὐκ εὐϑεῖα ἡ ὁδὸς κυρίου· ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς, οἶκος Ισραηλ. 21 Καὶ ἐγενήϑη ἐν τῷ δωδεκάτῳ ἔτει ἐν τῷ δωδεκάτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν ἦλϑεν ὁ ἀνασωϑεὶς πρός με ἀπὸ Ιερουσαλημ λέγων Ἑάλω ἡ πόλις. 22 καὶ ἐγενήϑη ἐπ᾽ ἐμὲ χεὶρ κυρίου ἑσπέρας πρὶν ἐλϑεῖν αὐτὸν καὶ ἤνοιξέν μου τὸ στόμα, ἕως ἦλϑεν πρός με τὸ πρωί, καὶ ἀνοιχϑέν μου τὸ στόμα οὐ συνεσχέϑη ἔτι. 23 καὶ ἐγενήϑη λόγος κυρίου πρός με λέγων 24 Υἱὲ ἀνϑρώπου, οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγουσιν Εἷς ἦν Αβρααμ καὶ κατέσχεν τὴν γῆν, καὶ ἡμεῖς πλείους ἐσμέν, ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν. 25 διὰ τοῦτο εἰπὸν αὐτοῖς Τάδε λέγει κύριος κύριος 27 Ζῶ ἐγώ, εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται, καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς ϑηρίοις τοῦ ἀγροῦ δοϑήσονται εἰς κατάβρωμα, καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις ϑανάτῳ ἀποκτενῶ. 28 καὶ δώσω τὴν γῆν ἔρημον, καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς, καὶ ἐρημωϑήσεται τὰ ὄρη τοῦ Ισραηλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον. 29 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος· καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον, καὶ ἐρημωϑήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν, ἃ ἐποίησαν. 30 καὶ σύ, υἱὲ ἀνϑρώπου, οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν καὶ λαλοῦσιν ἄνϑρωπος τῷ ἀδελϕῷ αὐτοῦ λέγοντες Συνέλϑωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ κυρίου, 31 ἔρχονται πρὸς σέ, ὡς συμπορεύεται λαός, καὶ κάϑηνται ἐναντίον σου καὶ ἀκούουσιν τὰ ῥήματά σου, καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν, ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν, καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν. 32 καὶ γίνῃ αὐτοῖς ὡς ϕωνὴ ψαλτηρίου ἡδυϕώνου εὐαρμόστου, καὶ ἀκούσονταί σου τὰ ῥήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά. 33 καὶ ἡνίκα ἂν ἔλϑῃ, ἐροῦσιν Ἰδοὺ ἥκει· καὶ γνώσονται ὅτι προϕήτης ἦν ἐν μέσῳ αὐτῶν.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 34

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, προϕήτευσον ἐπὶ τοὺς ποιμένας τοῦ Ισραηλ, προϕήτευσον καὶ εἰπὸν τοῖς ποιμέσι Τάδε λέγει κύριος κύριος Ὦ ποιμένες Ισραηλ, μὴ βόσκουσιν ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; 3 ἰδοὺ τὸ γάλα κατέσϑετε καὶ τὰ ἔρια περιβάλλεσϑε καὶ τὸ παχὺ σϕάζετε καὶ τὰ πρόβατά μου οὐ βόσκετε· 4 τὸ ἠσϑενηκὸς οὐκ ἐνισχύσατε καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ ἰσχυρὸν κατειργάσασϑε μόχϑῳ. 5 καὶ διεσπάρη τὰ πρόβατά μου διὰ τὸ μὴ εἶναι ποιμένας καὶ ἐγενήϑη εἰς κατάβρωμα πᾶσι τοῖς ϑηρίοις τοῦ ἀγροῦ· 6 καὶ διεσπάρη μου τὰ πρόβατα ἐν παντὶ ὄρει καὶ ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς διεσπάρη, καὶ οὐκ ἦν ὁ ἐκζητῶν οὐδὲ ὁ ἀποστρέϕων. 7 διὰ τοῦτο, ποιμένες, ἀκούσατε λόγον κυρίου 8 Ζῶ ἐγώ, λέγει κύριος κύριος, εἰ μὴν ἀντὶ τοῦ γενέσϑαι τὰ πρόβατά μου εἰς προνομὴν καὶ γενέσϑαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς ϑηρίοις τοῦ πεδίου παρὰ τὸ μὴ εἶναι ποιμένας, καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου, καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς, τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν, 9 ἀντὶ τούτου, ποιμένες, 10 τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκήσουσιν ἔτι οἱ ποιμένες αὐτά· καὶ ἐξελοῦμαι τὰ πρόβατά μου ἐκ τοῦ στόματος αὐτῶν, καὶ οὐκ ἔσονται αὐτοῖς ἔτι εἰς κατάβρωμα. 11 διότι τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐκζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά. 12 ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ, ὅταν ᾖ γνόϕος καὶ νεϕέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τὰ πρόβατά μου καὶ ἀπελάσω αὐτὰ ἀπὸ παντὸς τόπου, οὗ διεσπάρησαν ἐκεῖ ἐν ἡμέρᾳ νεϕέλης καὶ γνόϕου. 13 καὶ ἐξάξω αὐτοὺς ἐκ τῶν ἐϑνῶν καὶ συνάξω αὐτοὺς ἀπὸ τῶν χωρῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν καὶ βοσκήσω αὐτοὺς ἐπὶ τὰ ὄρη Ισραηλ καὶ ἐν ταῖς ϕάραγξιν καὶ ἐν πάσῃ κατοικίᾳ τῆς γῆς· 14 ἐν νομῇ ἀγαϑῇ βοσκήσω αὐτούς, καὶ ἐν τῷ ὄρει τῷ ὑψηλῷ Ισραηλ ἔσονται αἱ μάνδραι αὐτῶν· ἐκεῖ κοιμηϑήσονται καὶ ἐκεῖ ἀναπαύσονται ἐν τρυϕῇ ἀγαϑῇ καὶ ἐν νομῇ πίονι βοσκηϑήσονται ἐπὶ τῶν ὀρέων Ισραηλ. 15 ἐγὼ βοσκήσω τὰ πρόβατά μου καὶ ἐγὼ ἀναπαύσω αὐτά, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. τάδε λέγει κύριος κύριος 16 Τὸ ἀπολωλὸς ζητήσω καὶ τὸ πλανώμενον ἐπιστρέψω καὶ τὸ συντετριμμένον καταδήσω καὶ τὸ ἐκλεῖπον ἐνισχύσω καὶ τὸ ἰσχυρὸν ϕυλάξω καὶ βοσκήσω αὐτὰ μετὰ κρίματος. 17 καὶ ὑμεῖς, πρόβατα, τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου καὶ προβάτου, κριῶν καὶ τράγων· 18 καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσϑε, καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν· καὶ τὸ καϑεστηκὸς ὕδωρ ἐπίνετε καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε· 19 καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον. 20 διὰ τοῦτο τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου ἰσχυροῦ καὶ ἀνὰ μέσον προβάτου ἀσϑενοῦς. 21 ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις ὑμῶν διωϑεῖσϑε καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε καὶ πᾶν τὸ ἐκλεῖπον ἐξεϑλίβετε. 22 καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν. 23 καὶ ἀναστήσω ἐπ᾽ αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανεῖ αὐτούς, τὸν δοῦλόν μου Δαυιδ, καὶ ἔσται αὐτῶν ποιμήν· 24 καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς ϑεόν, καὶ Δαυιδ ἐν μέσῳ αὐτῶν ἄρχων· ἐγὼ κύριος ἐλάλησα. 25 καὶ διαϑήσομαι τῷ Δαυιδ διαϑήκην εἰρήνης καὶ ἀϕανιῶ ϑηρία πονηρὰ ἀπὸ τῆς γῆς, καὶ κατοικήσουσιν ἐν τῇ ἐρήμῳ καὶ ὑπνώσουσιν ἐν τοῖς δρυμοῖς. 26 καὶ δώσω αὐτοὺς περικύκλῳ τοῦ ὄρους μου· καὶ δώσω τὸν ὑετὸν ὑμῖν, ὑετὸν εὐλογίας. 27 καὶ τὰ ξύλα τὰ ἐν τῷ πεδίῳ δώσει τὸν καρπὸν αὐτῶν, καὶ ἡ γῆ δώσει τὴν ἰσχὺν αὐτῆς, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἐν ἐλπίδι εἰρήνης, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ συντρῖψαί με τὸν ζυγὸν αὐτῶν· καὶ ἐξελοῦμαι αὐτοὺς ἐκ χειρὸς τῶν καταδουλωσαμένων αὐτούς. 28 καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔϑνεσιν, καὶ τὰ ϑηρία τῆς γῆς οὐκέτι μὴ ϕάγωσιν αὐτούς· καὶ κατοικήσουσιν ἐν ἐλπίδι, καὶ οὐκ ἔσται ὁ ἐκϕοβῶν αὐτούς. 29 καὶ ἀναστήσω αὐτοῖς ϕυτὸν εἰρήνης, καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμῷ ἐπὶ τῆς γῆς καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐϑνῶν. 30 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ ϑεὸς αὐτῶν, καὶ αὐτοὶ λαός μου οἶκος Ισραηλ, λέγει κύριος. 31 πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε, καὶ ἐγὼ κύριος ὁ ϑεὸς ὑμῶν, λέγει κύριος κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 35

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ᾽ ὄρος Σηιρ καὶ προϕήτευσον ἐπ᾽ αὐτὸ 3 καὶ εἰπόν Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, ὄρος Σηιρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε ἔρημον, καὶ ἐρημωϑήσῃ, 4 καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος. 5 ἀντὶ τοῦ γενέσϑαι σε ἐχϑρὰν αἰωνίαν καὶ ἐνεκάϑισας τῷ οἴκῳ Ισραηλ δόλῳ ἐν χειρὶ ἐχϑρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ᾽ ἐσχάτῳ, 6 διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμά σε διώξεται. 7 καὶ δώσω τὸ ὄρος Σηιρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ᾽ αὐτοῦ ἀνϑρώπους καὶ κτήνη 8 καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνοὺς καὶ τὰς ϕάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί. 9 ἐρημίαν αἰώνιον ϑήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηϑῶσιν ἔτι· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος. 10 διὰ τὸ εἰπεῖν σε Τὰ δύο ἔϑνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς, καὶ κύριος ἐκεῖ ἐστιν, 11 διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχϑραν σου καὶ γνωσϑήσομαί σοι, ἡνίκα ἂν κρίνω σε· 12 καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος. ἤκουσα τῆς ϕωνῆς τῶν βλασϕημιῶν σου, ὅτι εἶπας Τὰ ὄρη Ισραηλ ἔρημα, ἡμῖν δέδοται εἰς κατάβρωμα· 13 καὶ ἐμεγαλορημόνησας ἐπ᾽ ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα. 14 τάδε λέγει κύριος Ἐν τῇ εὐϕροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε· 15 ἔρημον ἔσῃ, ὄρος Σηιρ, καὶ πᾶσα ἡ Ιδουμαία ἐξαναλωϑήσεται· καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ὁ ϑεὸς αὐτῶν.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 36

1 Καὶ σύ, υἱὲ ἀνϑρώπου, προϕήτευσον ἐπὶ τὰ ὄρη Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν τοῦ Ισραηλ Ἀκούσατε λόγον κυρίου 2 Τάδε λέγει κύριος κύριος Ἀνϑ ὧν εἶπεν ὁ ἐχϑρὸς ἐϕ᾽ ὑμᾶς Εὖγε ἔρημα αἰώνια εἰς κατάσχεσιν ἡμῖν ἐγενήϑη, 3 διὰ τοῦτο προϕήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος κύριος Ἀντὶ τοῦ ἀτιμασϑῆναι ὑμᾶς καὶ μισηϑῆναι ὑμᾶς ὑπὸ τῶν κύκλῳ ὑμῶν τοῦ εἶναι ὑμᾶς εἰς κατάσχεσιν τοῖς καταλοίποις ἔϑνεσιν καὶ ἀνέβητε λάλημα γλώσσῃ καὶ εἰς ὀνείδισμα ἔϑνεσιν, 4 διὰ τοῦτο, ὄρη Ισραηλ, ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς ϕάραγξιν καὶ τοῖς χειμάρροις καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠϕανισμένοις καὶ ταῖς πόλεσιν ταῖς ἐγκαταλελειμμέναις, αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειϕϑεῖσιν ἔϑνεσιν περικύκλῳ· 5 διὰ τοῦτο τάδε λέγει κύριος κύριος Εἰ μὴν ἐν πυρὶ ϑυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔϑνη καὶ ἐπὶ τὴν Ιδουμαίαν πᾶσαν, ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ᾽ εὐϕροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀϕανίσαι ἐν προνομῇ· 6 διὰ τοῦτο προϕήτευσον ἐπὶ τὴν γῆν τοῦ Ισραηλ καὶ εἰπὸν τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς ϕάραγξιν καὶ ταῖς νάπαις Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐν τῷ ζήλῳ μου καὶ ἐν τῷ ϑυμῷ μου ἐλάλησα ἀντὶ τοῦ ὀνειδισμοὺς ἐϑνῶν ἐνέγκαι ὑμᾶς· 7 διὰ τοῦτο ἐγὼ ἀρῶ τὴν χεῖρά μου ἐπὶ τὰ ἔϑνη τὰ περικύκλῳ ὑμῶν, οὗτοι τὴν ἀτιμίαν αὐτῶν λήμψονται· 8 ὑμῶν δέ, ὄρη Ισραηλ, τὴν σταϕυλὴν καὶ τὸν καρπὸν ὑμῶν καταϕάγεται ὁ λαός μου, ὅτι ἐγγίζουσιν τοῦ ἐλϑεῖν. 9 ὅτι ἰδοὺ ἐγὼ ἐϕ᾽ ὑμᾶς καὶ ἐπιβλέψω ἐϕ᾽ ὑμᾶς, καὶ κατεργασϑήσεσϑε καὶ σπαρήσεσϑε. 10 καὶ πληϑυνῶ ἐϕ᾽ ὑμᾶς ἀνϑρώπους, πᾶν οἶκον Ισραηλ εἰς τέλος, καὶ κατοικηϑήσονται αἱ πόλεις, καὶ ἡ ἠρημωμένη οἰκοδομηϑήσεται. 11 καὶ πληϑυνῶ ἐϕ᾽ ὑμᾶς ἀνϑρώπους καὶ κτήνη καὶ κατοικιῶ ὑμᾶς ὡς τὸ ἐν ἀρχῇ ὑμῶν καὶ εὖ ποιήσω ὑμᾶς ὥσπερ τὰ ἔμπροσϑεν ὑμῶν· καὶ γνώσεσϑε ὅτι ἐγώ εἰμι κύριος. 12 καὶ γεννήσω ἐϕ᾽ ὑμᾶς ἀνϑρώπους τὸν λαόν μου Ισραηλ, καὶ κληρονομήσουσιν ὑμᾶς, καὶ ἔσεσϑε αὐτοῖς εἰς κατάσχεσιν· καὶ οὐ μὴ προστεϑῆτε ἔτι ἀτεκνωϑῆναι ἀπ᾽ αὐτῶν. 13 τάδε λέγει κύριος κύριος Ἀνϑ ὧν εἶπάν σοι Κατέσϑουσα ἀνϑρώπους εἶ καὶ ἠτεκνωμένη ὑπὸ τοῦ ἔϑνους σου ἐγένου, 14 διὰ τοῦτο ἀνϑρώπους οὐκέτι ϕάγεσαι καὶ τὸ ἔϑνος σου οὐκ ἀτεκνώσεις ἔτι, λέγει κύριος κύριος. 15 καὶ οὐκ ἀκουσϑήσεται οὐκέτι ἐϕ᾽ ὑμᾶς ἀτιμία ἐϑνῶν, καὶ ὀνειδισμοὺς λαῶν οὐ μὴ ἀνενέγκητε, λέγει κύριος κύριος. 16 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 17 Υἱὲ ἀνϑρώπου, οἶκος Ισραηλ κατῴκησεν ἐπὶ τῆς γῆς αὐτῶν καὶ ἐμίαναν αὐτὴν ἐν τῇ ὁδῷ αὐτῶν καὶ ἐν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐν ταῖς ἀκαϑαρσίαις αὐτῶν· κατὰ τὴν ἀκαϑαρσίαν τῆς ἀποκαϑημένης ἐγενήϑη ἡ ὁδὸς αὐτῶν πρὸ προσώπου μου. 18 καὶ ἐξέχεα τὸν ϑυμόν μου ἐπ᾽ αὐτοὺς 19 καὶ διέσπειρα αὐτοὺς εἰς τὰ ἔϑνη καὶ ἐλίκμησα αὐτοὺς εἰς τὰς χώρας· κατὰ τὴν ὁδὸν αὐτῶν καὶ κατὰ τὴν ἁμαρτίαν αὐτῶν ἔκρινα αὐτούς. 20 καὶ εἰσήλϑοσαν εἰς τὰ ἔϑνη, οὗ εἰσήλϑοσαν ἐκεῖ, καὶ ἐβεβήλωσαν τὸ ὄνομά μου τὸ ἅγιον ἐν τῷ λέγεσϑαι αὐτούς Λαὸς κυρίου οὗτοι καὶ ἐκ τῆς γῆς αὐτοῦ ἐξεληλύϑασιν. 21 καὶ ἐϕεισάμην αὐτῶν διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβήλωσαν οἶκος Ισραηλ ἐν τοῖς ἔϑνεσιν, οὗ εἰσήλϑοσαν ἐκεῖ. 22 διὰ τοῦτο εἰπὸν τῷ οἴκῳ Ισραηλ Τάδε λέγει κύριος Οὐχ ὑμῖν ἐγὼ ποιῶ, οἶκος Ισραηλ, ἀλλ᾽ ἢ διὰ τὸ ὄνομά μου τὸ ἅγιον, ὃ ἐβεβηλώσατε ἐν τοῖς ἔϑνεσιν, οὗ εἰσήλϑετε ἐκεῖ. 23 καὶ ἁγιάσω τὸ ὄνομά μου τὸ μέγα τὸ βεβηλωϑὲν ἐν τοῖς ἔϑνεσιν, ὃ ἐβεβηλώσατε ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται τὰ ἔϑνη ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ἁγιασϑῆναί με ἐν ὑμῖν κατ᾽ ὀϕϑαλμοὺς αὐτῶν. 24 καὶ λήμψομαι ὑμᾶς ἐκ τῶν ἐϑνῶν καὶ ἀϑροίσω ὑμᾶς ἐκ πασῶν τῶν γαιῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. 25 καὶ ῥανῶ ἐϕ᾽ ὑμᾶς ὕδωρ καϑαρόν, καὶ καϑαρισϑήσεσϑε ἀπὸ πασῶν τῶν ἀκαϑαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν, καὶ καϑαριῶ ὑμᾶς. 26 καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν καὶ ἀϕελῶ τὴν καρδίαν τὴν λιϑίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην. 27 καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν καὶ ποιήσω ἵνα ἐν τοῖς δικαιώμασίν μου πορεύησϑε καὶ τὰ κρίματά μου ϕυλάξησϑε καὶ ποιήσητε. 28 καὶ κατοικήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα τοῖς πατράσιν ὑμῶν, καὶ ἔσεσϑέ μοι εἰς λαόν, κἀγὼ ἔσομαι ὑμῖν εἰς ϑεόν. 29 καὶ σώσω ὑμᾶς ἐκ πασῶν τῶν ἀκαϑαρσιῶν ὑμῶν καὶ καλέσω τὸν σῖτον καὶ πληϑυνῶ αὐτὸν καὶ οὐ δώσω ἐϕ᾽ ὑμᾶς λιμόν· 30 καὶ πληϑυνῶ τὸν καρπὸν τοῦ ξύλου καὶ τὰ γενήματα τοῦ ἀγροῦ, ὅπως μὴ λάβητε ὀνειδισμὸν λιμοῦ ἐν τοῖς ἔϑνεσιν. 31 καὶ μνησϑήσεσϑε τὰς ὁδοὺς ὑμῶν τὰς πονηρὰς καὶ τὰ ἐπιτηδεύματα ὑμῶν τὰ μὴ ἀγαϑὰ καὶ προσοχϑιεῖτε κατὰ πρόσωπον αὐτῶν ἐν ταῖς ἀνομίαις ὑμῶν καὶ ἐπὶ τοῖς βδελύγμασιν ὑμῶν. 32 οὐ δι᾽ ὑμᾶς ἐγὼ ποιῶ, λέγει κύριος κύριος, γνωστὸν ἔσται ὑμῖν· αἰσχύνϑητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν, οἶκος Ισραηλ. 33 τάδε λέγει κύριος Ἐν ἡμέρᾳ, ᾗ καϑαριῶ ὑμᾶς ἐκ πασῶν τῶν ἀνομιῶν ὑμῶν, καὶ κατοικιῶ τὰς πόλεις, καὶ οἰκοδομηϑήσονται αἱ ἔρημοι. 34 καὶ ἡ γῆ ἡ ἠϕανισμένη ἐργασϑήσεται, ἀνϑ᾽ ὧν ὅτι ἠϕανισμένη ἐγενήϑη κατ᾽ ὀϕϑαλμοὺς παντὸς παροδεύοντος. 35 καὶ ἐροῦσιν Ἡ γῆ ἐκείνη ἡ ἠϕανισμένη ἐγενήϑη ὡς κῆπος τρυϕῆς, καὶ αἱ πόλεις αἱ ἔρημοι καὶ ἠϕανισμέναι καὶ κατεσκαμμέναι ὀχυραὶ ἐκάϑισαν. 36 καὶ γνώσονται τὰ ἔϑνη, ὅσα ἂν καταλειϕϑῶσιν κύκλῳ ὑμῶν, ὅτι ἐγὼ κύριος ᾠκοδόμησα τὰς καϑῃρημένας καὶ κατεϕύτευσα τὰς ἠϕανισμένας· ἐγὼ κύριος ἐλάλησα καὶ ποιήσω. 37 τάδε λέγει κύριος Ἔτι τοῦτο ζητηϑήσομαι τῷ οἴκῳ Ισραηλ τοῦ ποιῆσαι αὐτοῖς· πληϑυνῶ αὐτοὺς ὡς πρόβατα ἀνϑρώπους. 38 ὡς πρόβατα ἅγια, ὡς πρόβατα Ιερουσαλημ ἐν ταῖς ἑορταῖς αὐτῆς, οὕτως ἔσονται αἱ πόλεις αἱ ἔρημοι πλήρεις προβάτων ἀνϑρώπων· καὶ γνώσονται ὅτι ἐγὼ κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 37

1 Καὶ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέν με ἐν πνεύματι κύριος καὶ ἔϑηκέν με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνϑρωπίνων· 2 καὶ περιήγαγέν με ἐπ᾽ αὐτὰ κυκλόϑεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σϕόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σϕόδρα. 3 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, εἰ ζήσεται τὰ ὀστᾶ ταῦτα; καὶ εἶπα Κύριε, σὺ ἐπίστῃ ταῦτα. 4 καὶ εἶπεν πρός με Προϕήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον κυρίου 5 Τάδε λέγει κύριος τοῖς ὀστέοις τούτοις Ἰδοὺ ἐγὼ ϕέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς 6 καὶ δώσω ἐϕ᾽ ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐϕ᾽ ὑμᾶς σάρκας καὶ ἐκτενῶ ἐϕ᾽ ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσϑε· καὶ γνώσεσϑε ὅτι ἐγώ εἰμι κύριος. 7 καὶ ἐπροϕήτευσα καϑὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προϕητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. 8 καὶ εἶδον καὶ ἰδοὺ ἐπ᾽ αὐτὰ νεῦρα καὶ σάρκες ἐϕύοντο, καὶ ἀνέβαινεν ἐπ᾽ αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. 9 καὶ εἶπεν πρός με Προϕήτευσον, υἱὲ ἀνϑρώπου, προϕήτευσον ἐπὶ τὸ πνεῦμα καὶ εἰπὸν τῷ πνεύματι Τάδε λέγει κύριος Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλϑὲ καὶ ἐμϕύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. 10 καὶ ἐπροϕήτευσα καϑότι ἐνετείλατό μοι· καὶ εἰσῆλϑεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σϕόδρα. 11 καὶ ἐλάλησεν κύριος πρός με λέγων Υἱὲ ἀνϑρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ισραηλ ἐστίν, καὶ αὐτοὶ λέγουσιν Ξηρὰ γέγονεν τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεϕωνήκαμεν. 12 διὰ τοῦτο προϕήτευσον καὶ εἰπόν Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἀνοίγω ὑμῶν τὰ μνήματα καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ισραηλ, 13 καὶ γνώσεσϑε ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάϕους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάϕων τὸν λαόν μου. 14 καὶ δώσω τὸ πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσϑε, καὶ ϑήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσϑε ὅτι ἐγὼ κύριος λελάληκα καὶ ποιήσω, λέγει κύριος. 15 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 16 Υἱὲ ἀνϑρώπου, λαβὲ σεαυτῷ ῥάβδον καὶ γράψον ἐπ᾽ αὐτὴν τὸν Ιουδαν καὶ τοὺς υἱοὺς Ισραηλ τοὺς προσκειμένους ἐπ᾽ αὐτόν· καὶ ῥάβδον δευτέραν λήμψῃ σεαυτῷ καὶ γράψεις αὐτήν Τῷ Ιωσηϕ, ῥάβδον Εϕραιμ καὶ πάντας τοὺς υἱοὺς Ισραηλ τοὺς προστεϑέντας πρὸς αὐτόν. 17 καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ῥάβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου. 18 καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου Οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστιν ταῦτά σοι; 19 καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ λήμψομαι τὴν ϕυλὴν Ιωσηϕ τὴν διὰ χειρὸς Εϕραιμ καὶ τὰς ϕυλὰς Ισραηλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν ϕυλὴν Ιουδα, καὶ ἔσονται εἰς ῥάβδον μίαν ἐν τῇ χειρὶ Ιουδα. 20 καὶ ἔσονται αἱ ῥάβδοι, ἐϕ᾽ αἷς σὺ ἔγραψας ἐπ᾽ αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν, 21 καὶ ἐρεῖς αὐτοῖς Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ισραηλ ἐκ μέσου τῶν ἐϑνῶν, οὗ εἰσήλϑοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ισραηλ· 22 καὶ δώσω αὐτοὺς εἰς ἔϑνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ισραηλ, καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔϑνη οὐδὲ μὴ διαιρεϑῶσιν οὐκέτι εἰς δύο βασιλείας, 23 ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν. καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καϑαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς ϑεόν. 24 καὶ ὁ δοῦλός μου Δαυιδ ἄρχων ἐν μέσῳ αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πάντων· ὅτι ἐν τοῖς προστάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου ϕυλάξονται καὶ ποιήσουσιν αὐτά. 25 καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ιακωβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν· καὶ κατοικήσουσιν ἐπ᾽ αὐτῆς αὐτοί, καὶ Δαυιδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα. 26 καὶ διαϑήσομαι αὐτοῖς διαϑήκην εἰρήνης, διαϑήκη αἰωνία ἔσται μετ᾽ αὐτῶν· καὶ ϑήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. 27 καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς ϑεός, καὶ αὐτοί μου ἔσονται λαός. 28 καὶ γνώσονται τὰ ἔϑνη ὅτι ἐγώ εἰμι κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 38

1 Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων 2 Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γῆν τοῦ Μαγωγ, ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ, καὶ προϕήτευσον ἐπ᾽ αὐτὸν 3 καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ 4 καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου, ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους ϑώρακας πάντας, συναγωγὴ πολλή, πέλται καὶ περικεϕαλαῖαι καὶ μάχαιραι, 5 Πέρσαι καὶ Αἰϑίοπες καὶ Λίβυες, πάντες περικεϕαλαίαις καὶ πέλταις, 6 Γομερ καὶ πάντες οἱ περὶ αὐτόν, οἶκος τοῦ Θεργαμα ἀπ᾽ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν, καὶ ἔϑνη πολλὰ μετὰ σοῦ· 7 ἑτοιμάσϑητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πᾶσα ἡ συναγωγή σου οἱ συνηγμένοι μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προϕυλακήν. 8 ἀϕ᾽ ἡμερῶν πλειόνων ἑτοιμασϑήσεται καὶ ἐπ᾽ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, συνηγμένων ἀπὸ ἐϑνῶν πολλῶν, ἐπὶ γῆν Ισραηλ, ἣ ἐγενήϑη ἔρημος δι᾽ ὅλου· καὶ οὗτος ἐξ ἐϑνῶν ἐξελήλυϑεν, καὶ κατοικήσουσιν ἐπ᾽ εἰρήνης ἅπαντες. 9 καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεϕέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔϑνη πολλὰ μετὰ σοῦ. 10 τάδε λέγει κύριος κύριος Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου, καὶ λογιῇ λογισμοὺς πονηροὺς 11 καὶ ἐρεῖς Ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην, ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ᾽ εἰρήνης, πάντας κατοικοῦντας γῆν, ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί, καὶ ϑύραι οὐκ εἰσὶν αὐτοῖς, 12 προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην, ἣ κατῳκίσϑη, καὶ ἐπ᾽ ἔϑνος συνηγμένον ἀπὸ ἐϑνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμϕαλὸν τῆς γῆς. 13 Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι Εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα; συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον, ἀπενέγκασϑαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα; 14 διὰ τοῦτο προϕήτευσον, υἱὲ ἀνϑρώπου, καὶ εἰπὸν τῷ Γωγ Τάδε λέγει κύριος Οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισϑῆναι τὸν λαόν μου Ισραηλ ἐπ᾽ εἰρήνης ἐγερϑήσῃ; 15 καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ᾽ ἐσχάτου βορρᾶ καὶ ἔϑνη πολλὰ μετὰ σοῦ, ἀναβάται ἵππων πάντες, συναγωγὴ μεγάλη καὶ δύναμις πολλή, 16 καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεϕέλη καλύψαι γῆν· ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἔσται, καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου, ἵνα γνῶσιν πάντα τὰ ἔϑνη ἐμὲ ἐν τῷ ἁγιασϑῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν. 17 τάδε λέγει κύριος κύριος τῷ Γωγ Σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσϑεν διὰ χειρὸς τῶν δούλων μου προϕητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ᾽ αὐτούς. 18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ, ᾗ ἂν ἔλϑῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ, λέγει κύριος κύριος, ἀναβήσεται ὁ ϑυμός μου 19 καὶ ὁ ζῆλός μου. ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα Εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ, 20 καὶ σεισϑήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχϑύες τῆς ϑαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ ϑηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνϑρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς, καὶ ῥαγήσεται τὰ ὄρη, καὶ πεσοῦνται αἱ ϕάραγγες, καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται. 21 καὶ καλέσω ἐπ᾽ αὐτὸν πᾶν ϕόβον, λέγει κύριος· μάχαιρα ἀνϑρώπου ἐπὶ τὸν ἀδελϕὸν αὐτοῦ ἔσται. 22 καὶ κρινῶ αὐτὸν ϑανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίϑοις χαλάζης, καὶ πῦρ καὶ ϑεῖον βρέξω ἐπ᾽ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ᾽ αὐτοῦ καὶ ἐπ᾽ ἔϑνη πολλὰ μετ᾽ αὐτοῦ. 23 καὶ μεγαλυνϑήσομαι καὶ ἁγιασϑήσομαι καὶ ἐνδοξασϑήσομαι καὶ γνωσϑήσομαι ἐναντίον ἐϑνῶν πολλῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 39

1 Καὶ σύ, υἱὲ ἀνϑρώπου, προϕήτευσον ἐπὶ Γωγ καὶ εἰπόν Τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως, Μοσοχ καὶ Θοβελ 2 καὶ συνάξω σε καὶ καϑοδηγήσω σε καὶ ἀναβιβῶ σε ἀπ᾽ ἐσχάτου τοῦ βορρᾶ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη τοῦ Ισραηλ. 3 καὶ ἀπολῶ τὸ τόξον σου ἀπὸ τῆς χειρός σου τῆς ἀριστερᾶς καὶ τὰ τοξεύματά σου ἀπὸ τῆς χειρός σου τῆς δεξιᾶς καὶ καταβαλῶ σε 4 ἐπὶ τὰ ὄρη Ισραηλ, καὶ πεσῇ σὺ καὶ πάντες οἱ περὶ σέ, καὶ τὰ ἔϑνη τὰ μετὰ σοῦ δοϑήσονται εἰς πλήϑη ὀρνέων, παντὶ πετεινῷ καὶ πᾶσι τοῖς ϑηρίοις τοῦ πεδίου δέδωκά σε καταβρωϑῆναι. 5 ἐπὶ προσώπου τοῦ πεδίου πεσῇ, ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος. 6 καὶ ἀποστελῶ πῦρ ἐπὶ Γωγ, καὶ κατοικηϑήσονται αἱ νῆσοι ἐπ᾽ εἰρήνης· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος. 7 καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσϑήσεται ἐν μέσῳ λαοῦ μου Ισραηλ, καὶ οὐ βεβηλωϑήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι· καὶ γνώσονται τὰ ἔϑνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν Ισραηλ. 8 ἰδοὺ ἥκει, καὶ γνώσῃ ὅτι ἔσται, λέγει κύριος κύριος· αὕτη ἐστὶν ἡ ἡμέρα, ἐν ᾗ ἐλάλησα. 9 καὶ ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις Ισραηλ καὶ καύσουσιν ἐν τοῖς ὅπλοις, πέλταις καὶ κοντοῖς καὶ τόξοις καὶ τοξεύμασιν καὶ ῥάβδοις χειρῶν καὶ λόγχαις· καὶ καύσουσιν ἐν αὐτοῖς πῦρ ἑπτὰ ἔτη. 10 καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ τοῦ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τῶν δρυμῶν, ἀλλ᾽ ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί· καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς, λέγει κύριος. 11 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δώσω τῷ Γωγ τόπον ὀνομαστόν, μνημεῖον ἐν Ισραηλ, τὸ πολυάνδριον τῶν ἐπελϑόντων πρὸς τῇ ϑαλάσσῃ, καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τῆς ϕάραγγος· καὶ κατορύξουσιν ἐκεῖ τὸν Γωγ καὶ πᾶν τὸ πλῆϑος αὐτοῦ, καὶ κληϑήσεται Τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ. 12 καὶ κατορύξουσιν αὐτοὺς οἶκος Ισραηλ, ἵνα καϑαρισϑῇ ἡ γῆ, ἐν ἑπταμήνῳ· 13 καὶ κατορύξουσιν αὐτοὺς πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἔσται αὐτοῖς εἰς ὀνομαστὸν ᾗ ἡμέρᾳ ἐδοξάσϑην, λέγει κύριος. 14 καὶ ἄνδρας διὰ παντὸς διαστελοῦσιν ἐπιπορευομένους τὴν γῆν ϑάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τῆς γῆς καϑαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον, καὶ ἐκζητήσουσιν. 15 καὶ πᾶς ὁ διαπορευόμενος τὴν γῆν καὶ ἰδὼν ὀστοῦν ἀνϑρώπου οἰκοδομήσει παρ᾽ αὐτὸ σημεῖον, ἕως ὅτου ϑάψωσιν αὐτὸ οἱ ϑάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον τοῦ Γωγ· 16 καὶ γὰρ τὸ ὄνομα τῆς πόλεως Πολυάνδριον· καὶ καϑαρισϑήσεται ἡ γῆ. 17 καὶ σύ, υἱὲ ἀνϑρώπου, εἰπόν Τάδε λέγει κύριος Εἰπὸν παντὶ ὀρνέῳ πετεινῷ καὶ πρὸς πάντα τὰ ϑηρία τοῦ πεδίου Συνάχϑητε καὶ ἔρχεσϑε, συνάχϑητε ἀπὸ πάντων τῶν περικύκλῳ ἐπὶ τὴν ϑυσίαν μου, ἣν τέϑυκα ὑμῖν, ϑυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ισραηλ, καὶ ϕάγεσϑε κρέα καὶ πίεσϑε αἷμα. 18 κρέα γιγάντων ϕάγεσϑε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσϑε, κριοὺς καὶ μόσχους καὶ τράγους, καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες. 19 καὶ ϕάγεσϑε στέαρ εἰς πλησμονὴν καὶ πίεσϑε αἷμα εἰς μέϑην ἀπὸ τῆς ϑυσίας μου, ἧς ἔϑυσα ὑμῖν. 20 καὶ ἐμπλησϑήσεσϑε ἐπὶ τῆς τραπέζης μου ἵππον καὶ ἀναβάτην, γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν, λέγει κύριος. 21 καὶ δώσω τὴν δόξαν μου ἐν ὑμῖν, καὶ ὄψονται πάντα τὰ ἔϑνη τὴν κρίσιν μου, ἣν ἐποίησα, καὶ τὴν χεῖρά μου, ἣν ἐπήγαγον ἐπ᾽ αὐτούς. 22 καὶ γνώσονται οἶκος Ισραηλ ὅτι ἐγώ εἰμι κύριος ὁ ϑεὸς αὐτῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα. 23 καὶ γνώσονται πάντα τὰ ἔϑνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν ᾐχμαλωτεύϑησαν οἶκος Ισραηλ, ἀνϑ᾽ ὧν ἠϑέτησαν εἰς ἐμέ, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν καὶ παρέδωκα αὐτοὺς εἰς χεῖρας τῶν ἐχϑρῶν αὐτῶν, καὶ ἔπεσαν πάντες μαχαίρᾳ. 24 κατὰ τὰς ἀκαϑαρσίας αὐτῶν καὶ κατὰ τὰ ἀνομήματα αὐτῶν ἐποίησα αὐτοῖς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν. 25 διὰ τοῦτο τάδε λέγει κύριος κύριος Νῦν ἀποστρέψω τὴν αἰχμαλωσίαν Ιακωβ καὶ ἐλεήσω τὸν οἶκον Ισραηλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου. 26 καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτῶν καὶ τὴν ἀδικίαν, ἣν ἠδίκησαν, ἐν τῷ κατοικισϑῆναι αὐτοὺς ἐπὶ τὴν γῆν αὐτῶν ἐπ᾽ εἰρήνης, καὶ οὐκ ἔσται ὁ ἐκϕοβῶν. 27 ἐν τῷ ἀποστρέψαι με αὐτοὺς ἐκ τῶν ἐϑνῶν καὶ συναγαγεῖν με αὐτοὺς ἐκ τῶν χωρῶν τῶν ἐϑνῶν καὶ ἁγιασϑήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν ἐϑνῶν, 28 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ ϑεὸς αὐτῶν ἐν τῷ ἐπιϕανῆναί με αὐτοῖς ἐν τοῖς ἔϑνεσιν. 29 καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ᾽ αὐτῶν, ἀνϑ᾽ οὗ ἐξέχεα τὸν ϑυμόν μου ἐπὶ τὸν οἶκον Ισραηλ, λέγει κύριος κύριος

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 40

1 Καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν ἐν τῷ πρώτῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπ᾽ ἐμὲ χεὶρ κυρίου καὶ ἤγαγέν με 2 ἐν ὁράσει ϑεοῦ εἰς τὴν γῆν τοῦ Ισραηλ καὶ ἔϑηκέν με ἐπ᾽ ὄρους ὑψηλοῦ σϕόδρα, καὶ ἐπ᾽ αὐτοῦ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι. 3 καὶ εἰσήγαγέν με ἐκεῖ, καὶ ἰδοὺ ἀνήρ, καὶ ἡ ὅρασις αὐτοῦ ἦν ὡσεὶ ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἦν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρου, καὶ αὐτὸς εἱστήκει ἐπὶ τῆς πύλης. 4 καὶ εἶπεν πρός με ὁ ἀνήρ Ἑώρακας, υἱὲ ἀνϑρώπου; ἐν τοῖς ὀϕϑαλμοῖς σου ἰδὲ καὶ ἐν τοῖς ὠσίν σου ἄκουε καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα, ὅσα ἐγὼ δεικνύω σοι, διότι ἕνεκα τοῦ δεῖξαί σοι εἰσελήλυϑας ὧδε καὶ δείξεις πάντα, ὅσα σὺ ὁρᾷς, τῷ οἴκῳ τοῦ Ισραηλ. 5 Καὶ ἰδοὺ περίβολος ἔξωϑεν τοῦ οἴκου κύκλῳ· καὶ ἐν τῇ χειρὶ τοῦ ἀνδρὸς κάλαμος, τὸ μέτρον πηχῶν ἓξ ἐν πήχει καὶ παλαιστῆς, καὶ διεμέτρησεν τὸ προτείχισμα, πλάτος ἴσον τῷ καλάμῳ καὶ τὸ ὕψος αὐτοῦ ἴσον τῷ καλάμῳ. 6 καὶ εἰσῆλϑεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαϑμοῖς καὶ διεμέτρησεν τὸ αιλαμ τῆς πύλης ἴσον τῷ καλάμῳ 7 καὶ τὸ ϑεε ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ τὸ αιλαμ ἀνὰ μέσον τοῦ ϑαιηλαϑα πηχῶν ἓξ καὶ τὸ ϑεε τὸ δεύτερον ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ ἴσον τῷ καλάμῳ τὸ μῆκος καὶ τὸ αιλαμ πήχεων πέντε 8 καὶ τὸ ϑεε τὸ τρίτον ἴσον τῷ καλάμῳ τὸ πλάτος καὶ ἴσον τῷ καλάμῳ τὸ μῆκος 9 καὶ τὸ αιλαμ τοῦ πυλῶνος πλησίον τοῦ αιλαμ τῆς πύλης πηχῶν ὀκτὼ καὶ τὰ αιλευ πηχῶν δύο καὶ τὸ αιλαμ τῆς πύλης ἔσωϑεν 10 καὶ τὰ ϑεε τῆς πύλης ϑεε κατέναντι τρεῖς ἔνϑεν καὶ τρεῖς ἔνϑεν, καὶ μέτρον ἓν τοῖς τρισὶν καὶ μέτρον ἓν τοῖς αιλαμ ἔνϑεν καὶ ἔνϑεν. 11 καὶ διεμέτρησεν τὸ πλάτος τῆς ϑύρας τοῦ πυλῶνος πηχῶν δέκα καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα τριῶν, 12 καὶ πῆχυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τῶν ϑειμ ἔνϑεν καὶ ἔνϑεν, καὶ τὸ ϑεε πηχῶν ἓξ ἔνϑεν καὶ πηχῶν ἓξ ἔνϑεν. 13 καὶ διεμέτρησεν τὴν πύλην ἀπὸ τοῦ τοίχου τοῦ ϑεε ἐπὶ τὸν τοῖχον τοῦ ϑεε πλάτος πήχεις εἴκοσι πέντε, αὕτη πύλη ἐπὶ πύλην· 14 καὶ τὸ αἴϑριον τοῦ αιλαμ τῆς πύλης ἑξήκοντα πήχεις, εἴκοσι ϑειμ τῆς πύλης κύκλῳ· 15 καὶ τὸ αἴϑριον τῆς πύλης ἔξωϑεν εἰς τὸ αἴϑριον αιλαμ τῆς πύλης ἔσωϑεν πηχῶν πεντήκοντα· 16 καὶ ϑυρίδες κρυπταὶ ἐπὶ τὰ ϑειμ καὶ ἐπὶ τὰ αιλαμ ἔσωϑεν τῆς πύλης τῆς αὐλῆς κυκλόϑεν, καὶ ὡσαύτως τοῖς αιλαμ ϑυρίδες κύκλῳ ἔσωϑεν, καὶ ἐπὶ τὸ αιλαμ ϕοίνικες ἔνϑεν καὶ ἔνϑεν. 17 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ παστοϕόρια καὶ περίστυλα κύκλῳ τῆς αὐλῆς, τριάκοντα παστοϕόρια ἐν τοῖς περιστύλοις, 18 καὶ αἱ στοαὶ κατὰ νώτου τῶν πυλῶν, κατὰ τὸ μῆκος τῶν πυλῶν τὸ περίστυλον τὸ ὑποκάτω. 19 καὶ διεμέτρησεν τὸ πλάτος τῆς αὐλῆς ἀπὸ τοῦ αἰϑρίου τῆς πύλης τῆς ἐξωτέρας ἔσωϑεν ἐπὶ τὸ αἴϑριον τῆς πύλης τῆς βλεπούσης ἔξω, πήχεις ἑκατόν, τῆς βλεπούσης κατ᾽ ἀνατολάς. καὶ εἰσήγαγέν με ἐπὶ βορρᾶν, 20 καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρᾶν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ, καὶ διεμέτρησεν αὐτήν, τό τε μῆκος αὐτῆς καὶ τὸ πλάτος. 21 καὶ τὰ ϑεε τρεῖς ἔνϑεν καὶ τρεῖς ἔνϑεν καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ τοὺς ϕοίνικας αὐτῆς, καὶ ἐγένετο κατὰ τὰ μέτρα τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἴκοσι πέντε τὸ εὖρος αὐτῆς. 22 καὶ αἱ ϑυρίδες αὐτῆς καὶ τὰ αιλαμμω καὶ οἱ ϕοίνικες αὐτῆς καϑὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς· καὶ ἐν ἑπτὰ κλιμακτῆρσιν ἀνέβαινον ἐπ᾽ αὐτήν, καὶ τὰ αιλαμμω ἔσωϑεν. 23 καὶ πύλη τῇ αὐλῇ τῇ ἐσωτέρᾳ βλέπουσα ἐπὶ πύλην τοῦ βορρᾶ ὃν τρόπον τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατόν. 24 καὶ ἤγαγέν με κατὰ νότον, καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον, καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ ϑεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταῦτα. 25 καὶ αἱ ϑυρίδες αὐτῆς καὶ τὰ αιλαμμω κυκλόϑεν καϑὼς αἱ ϑυρίδες τοῦ αιλαμ, πηχῶν πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ πηχῶν εἴκοσι πέντε τὸ εὖρος αὐτῆς. 26 καὶ ἑπτὰ κλιμακτῆρες αὐτῇ, καὶ αιλαμμω ἔσωϑεν, καὶ ϕοίνικες αὐτῇ εἷς ἔνϑεν καὶ εἷς ἔνϑεν ἐπὶ τὰ αιλευ. 27 καὶ πύλη κατέναντι πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας πρὸς νότον· καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην, πήχεις ἑκατὸν τὸ εὖρος πρὸς νότον. 28 Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τῆς πύλης τῆς πρὸς νότον καὶ διεμέτρησεν τὴν πύλην κατὰ τὰ μέτρα ταῦτα 29 καὶ τὰ ϑεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταῦτα· καὶ ϑυρίδες αὐτῇ καὶ τῷ αιλαμμω κύκλῳ· πήχεις πεντήκοντα τὸ μῆκος αὐτῆς καὶ τὸ εὖρος πήχεις εἴκοσι πέντε. 31 καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ ϕοίνικες τῷ αιλευ, καὶ ὀκτὼ κλιμακτῆρες. 32 καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταῦτα 33 καὶ τὰ ϑεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταῦτα· καὶ ϑυρίδες αὐτῇ καὶ τῷ αιλαμμω κύκλῳ, πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος πήχεις εἴκοσι πέντε. 34 καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ϕοίνικες ἐπὶ τοῦ αιλευ ἔνϑεν καὶ ἔνϑεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ. 35 καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν πρὸς βορρᾶν καὶ διεμέτρησεν κατὰ τὰ μέτρα ταῦτα 36 καὶ τὰ ϑεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω· καὶ ϑυρίδες αὐτῇ κύκλῳ καὶ τῷ αιλαμμω αὐτῆς· πήχεις πεντήκοντα μῆκος αὐτῆς καὶ εὖρος πήχεις εἴκοσι πέντε. 37 καὶ τὰ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, καὶ ϕοίνικες τῷ αιλευ ἔνϑεν καὶ ἔνϑεν, καὶ ὀκτὼ κλιμακτῆρες αὐτῇ. 38 τὰ παστοϕόρια αὐτῆς καὶ τὰ ϑυρώματα αὐτῆς καὶ τὰ αιλαμμω αὐτῆς ἐπὶ τῆς πύλης 39 τῆς δευτέρας ἔκρυσις, ὅπως σϕάζωσιν ἐν αὐτῇ τὰ ὑπὲρ ἁμαρτίας καὶ ὑπὲρ ἀγνοίας· 40 καὶ κατὰ νώτου τοῦ ῥόακος τῶν ὁλοκαυτωμάτων τῆς βλεπούσης πρὸς βορρᾶν δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τῆς δευτέρας καὶ τοῦ αιλαμ τῆς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς, 41 τέσσαρες ἔνϑεν καὶ τέσσαρες ἔνϑεν κατὰ νώτου τῆς πύλης, ἐπ᾽ αὐτὰς σϕάξουσι τὰ ϑύματα κατέναντι τῶν ὀκτὼ τραπεζῶν τῶν ϑυμάτων. 42 καὶ τέσσαρες τράπεζαι τῶν ὁλοκαυτωμάτων λίϑιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μῆκος καὶ ἐπὶ πῆχυν τὸ ὕψος, ἐπ᾽ αὐτὰς ἐπιϑήσουσιν τὰ σκεύη, ἐν οἷς σϕάζουσιν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ ϑύματα. 43 καὶ παλαιστὴν ἕξουσιν γεῖσος λελαξευμένον ἔσωϑεν κύκλῳ καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωϑεν στέγας τοῦ καλύπτεσϑαι ἀπὸ τοῦ ὑετοῦ καὶ ἀπὸ τῆς ξηρασίας. 44 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ, μία κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν ϕέρουσα πρὸς νότον καὶ μία κατὰ νώτου τῆς πύλης τῆς πρὸς νότον βλεπούσης δὲ πρὸς βορρᾶν. 45 καὶ εἶπεν πρός με Ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον τοῖς ἱερεῦσι τοῖς ϕυλάσσουσι τὴν ϕυλακὴν τοῦ οἴκου, 46 καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρᾶν τοῖς ἱερεῦσι τοῖς ϕυλάσσουσι τὴν ϕυλακὴν τοῦ ϑυσιαστηρίου· ἐκεῖνοί εἰσιν οἱ υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες ἐκ τοῦ Λευι πρὸς κύριον λειτουργεῖν αὐτῷ. 47 καὶ διεμέτρησεν τὴν αὐλὴν μῆκος πήχεων ἑκατὸν καὶ εὖρος πήχεων ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτῆς καὶ τὸ ϑυσιαστήριον ἀπέναντι τοῦ οἴκου. 48 Καὶ εἰσήγαγέν με εἰς τὸ αιλαμ τοῦ οἴκου. καὶ διεμέτρησεν τὸ αιλ τοῦ αιλαμ πηχῶν πέντε τὸ πλάτος ἔνϑεν καὶ πηχῶν πέντε ἔνϑεν, καὶ τὸ εὖρος τοῦ ϑυρώματος πηχῶν δέκα τεσσάρων, καὶ ἐπωμίδες τῆς ϑύρας τοῦ αιλαμ πηχῶν τριῶν ἔνϑεν καὶ πηχῶν τριῶν ἔνϑεν· 49 καὶ τὸ μῆκος τοῦ αιλαμ πηχῶν εἴκοσι καὶ τὸ εὖρος πηχῶν δώδεκα· καὶ ἐπὶ δέκα ἀναβαϑμῶν ἀνέβαινον ἐπ᾽ αὐτό· καὶ στῦλοι ἦσαν ἐπὶ τὸ αιλαμ, εἷς ἔνϑεν καὶ εἷς ἔνϑεν.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 41

1 καὶ εἰσήγαγέν με εἰς τὸν ναόν, ᾧ διεμέτρησεν τὸ αιλαμ πηχῶν ἓξ τὸ πλάτος ἔνϑεν καὶ πηχῶν ἓξ τὸ εὖρος τοῦ αιλαμ ἔνϑεν, 2 καὶ τὸ εὖρος τοῦ πυλῶνος πηχῶν δέκα, καὶ ἐπωμίδες τοῦ πυλῶνος πηχῶν πέντε ἔνϑεν καὶ πηχῶν πέντε ἔνϑεν· καὶ διεμέτρησεν τὸ μῆκος αὐτοῦ πηχῶν τεσσαράκοντα καὶ τὸ εὖρος πηχῶν εἴκοσι. 3 καὶ εἰσῆλϑεν εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ διεμέτρησεν τὸ αιλ τοῦ ϑυρώματος πηχῶν δύο καὶ τὸ ϑύρωμα πηχῶν ἓξ καὶ τὰς ἐπωμίδας τοῦ ϑυρώματος πηχῶν ἑπτὰ ἔνϑεν καὶ πηχῶν ἑπτὰ ἔνϑεν. 4 καὶ διεμέτρησεν τὸ μῆκος τῶν ϑυρῶν πηχῶν τεσσαράκοντα καὶ εὖρος πηχῶν εἴκοσι κατὰ πρόσωπον τοῦ ναοῦ. καὶ εἶπεν Τοῦτο τὸ ἅγιον τῶν ἁγίων. 5 καὶ διεμέτρησεν τὸν τοῖχον τοῦ οἴκου πηχῶν ἓξ καὶ τὸ εὖρος τῆς πλευρᾶς πηχῶν τεσσάρων κυκλόϑεν. 6 καὶ τὰ πλευρὰ πλευρὸν ἐπὶ πλευρὸν τριάκοντα καὶ τρεῖς δίς, καὶ διάστημα ἐν τῷ τοίχῳ τοῦ οἴκου ἐν τοῖς πλευροῖς κύκλῳ τοῦ εἶναι τοῖς ἐπιλαμβανομένοις ὁρᾶν, ὅπως τὸ παράπαν μὴ ἅπτωνται τῶν τοίχων τοῦ οἴκου. 7 καὶ τὸ εὖρος τῆς ἀνωτέρας τῶν πλευρῶν κατὰ τὸ πρόσϑεμα ἐκ τοῦ τοίχου πρὸς τὴν ἀνωτέραν κύκλῳ τοῦ οἴκου, ὅπως διαπλατύνηται ἄνωϑεν καὶ ἐκ τῶν κάτωϑεν ἀναβαίνωσιν ἐπὶ τὰ ὑπερῷα καὶ ἐκ τῶν μέσων ἐπὶ τὰ τριώροϕα. 8 καὶ τὸ ϑραελ τοῦ οἴκου ὕψος κύκλῳ διάστημα τῶν πλευρῶν ἴσον τῷ καλάμῳ, πήχεων ἓξ διάστημα. 9 καὶ εὖρος τοῦ τοίχου τῆς πλευρᾶς ἔξωϑεν πηχῶν πέντε· καὶ τὰ ἀπόλοιπα ἀνὰ μέσον τῶν πλευρῶν τοῦ οἴκου 10 καὶ ἀνὰ μέσον τῶν ἐξεδρῶν εὖρος πηχῶν εἴκοσι, τὸ περιϕερὲς τῷ οἴκῳ κύκλῳ. 11 καὶ αἱ ϑύραι τῶν ἐξεδρῶν ἐπὶ τὸ ἀπόλοιπον τῆς ϑύρας τῆς μιᾶς τῆς πρὸς βορρᾶν· καὶ ἡ ϑύρα ἡ μία πρὸς νότον, καὶ τὸ εὖρος τοῦ ϕωτὸς τοῦ ἀπολοίπου πηχῶν πέντε πλάτος κυκλόϑεν. 12 καὶ τὸ διορίζον κατὰ πρόσωπον τοῦ ἀπολοίπου ὡς πρὸς ϑάλασσαν πηχῶν ἑβδομήκοντα, πλάτος τοῦ τοίχου τοῦ διορίζοντος πήχεων πέντε, εὖρος κυκλόϑεν καὶ μῆκος αὐτοῦ πήχεων ἐνενήκοντα. 13 καὶ διεμέτρησεν κατέναντι τοῦ οἴκου μῆκος πηχῶν ἑκατόν, καὶ τὰ ἀπόλοιπα καὶ τὰ διορίζοντα καὶ οἱ τοῖχοι αὐτῶν μῆκος πηχῶν ἑκατόν, 14 καὶ τὸ εὖρος κατὰ πρόσωπον τοῦ οἴκου καὶ τὰ ἀπόλοιπα κατέναντι πηχῶν ἑκατόν. 15 καὶ διεμέτρησεν μῆκος τοῦ διορίζοντος κατὰ πρόσωπον τοῦ ἀπολοίπου τῶν κατόπισϑεν τοῦ οἴκου ἐκείνου καὶ τὰ ἀπόλοιπα ἔνϑεν καὶ ἔνϑεν πήχεων ἑκατὸν τὸ μῆκος. καὶ ὁ ναὸς καὶ αἱ γωνίαι καὶ τὸ αιλαμ τὸ ἐξώτερον 16 πεϕατνωμένα, καὶ αἱ ϑυρίδες δικτυωταί, ὑποϕαύσεις κύκλῳ τοῖς τρισὶν ὥστε διακύπτειν· καὶ ὁ οἶκος καὶ τὰ πλησίον ἐξυλωμένα κύκλῳ καὶ τὸ ἔδαϕος καὶ ἐκ τοῦ ἐδάϕους ἕως τῶν ϑυρίδων, καὶ αἱ ϑυρίδες ἀναπτυσσόμεναι τρισσῶς εἰς τὸ διακύπτειν. 17 καὶ ἕως πλησίον τῆς ἐσωτέρας καὶ ἕως τῆς ἐξωτέρας καὶ ἐϕ᾽ ὅλον τὸν τοῖχον κύκλῳ ἐν τῷ ἔσωϑεν καὶ ἐν τῷ ἔξωϑεν 18 γεγλυμμένα χερουβιν, καὶ ϕοίνικες ἀνὰ μέσον χερουβ καὶ χερουβ· δύο πρόσωπα τῷ χερουβ, 19 πρόσωπον ἀνϑρώπου πρὸς τὸν ϕοίνικα ἔνϑεν καὶ ἔνϑεν καὶ πρόσωπον λέοντος πρὸς τὸν ϕοίνικα ἔνϑεν καὶ ἔνϑεν· διαγεγλυμμένος ὅλος ὁ οἶκος κυκλόϑεν, 20 ἐκ τοῦ ἐδάϕους ἕως τοῦ ϕατνώματος τὰ χερουβιν καὶ οἱ ϕοίνικες διαγεγλυμμένοι. 21 καὶ τὸ ἅγιον καὶ ὁ ναὸς ἀναπτυσσόμενος τετράγωνα. κατὰ πρόσωπον τῶν ἁγίων ὅρασις ὡς ὄψις 22 ϑυσιαστηρίου ξυλίνου, πηχῶν τριῶν τὸ ὕψος αὐτοῦ καὶ τὸ μῆκος πηχῶν δύο καὶ τὸ εὖρος πηχῶν δύο· καὶ κέρατα εἶχεν, καὶ ἡ βάσις αὐτοῦ καὶ οἱ τοῖχοι αὐτοῦ ξύλινοι· καὶ εἶπεν πρός με Αὕτη ἡ τράπεζα ἡ πρὸ προσώπου κυρίου. 23 καὶ δύο ϑυρώματα τῷ ναῷ καὶ τῷ ἁγίῳ· 24 δύο ϑυρώματα τοῖς δυσὶ ϑυρώμασι τοῖς στροϕωτοῖς, δύο ϑυρώματα τῷ ἑνὶ καὶ δύο ϑυρώματα τῇ ϑύρᾳ τῇ δευτέρᾳ. 25 καὶ γλυϕὴ ἐπ᾽ αὐτῶν, καὶ ἐπὶ τὰ ϑυρώματα τοῦ ναοῦ χερουβιν καὶ ϕοίνικες κατὰ τὴν γλυϕὴν τῶν ἁγίων, καὶ σπουδαῖα ξύλα κατὰ πρόσωπον τοῦ αιλαμ ἔξωϑεν 26 καὶ ϑυρίδες κρυπταί. καὶ διεμέτρησεν ἔνϑεν καὶ ἔνϑεν εἰς τὰ ὀροϕώματα τοῦ αιλαμ καὶ τὰ πλευρὰ τοῦ οἴκου ἐζυγωμένα.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 42

1 Καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν κατὰ ἀνατολὰς κατέναντι τῆς πύλης τῆς πρὸς βορρᾶν· καὶ εἰσήγαγέν με, καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι τοῦ ἀπολοίπου καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς βορρᾶν, 2 ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς βορρᾶν καὶ τὸ πλάτος πεντήκοντα πήχεων, 3 διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας καὶ ὃν τρόπον τὰ περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας, ἐστιχισμέναι ἀντιπρόσωποι στοαὶ τρισσαί. 4 καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος· καὶ τὰ ϑυρώματα αὐτῶν πρὸς βορρᾶν. 5 καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως, ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωϑεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα καὶ οὕτως στοαί· 6 διότι τριπλαῖ ἦσαν καὶ στύλους οὐκ εἶχον καϑὼς οἱ στῦλοι τῶν ἐξωτέρων, διὰ τοῦτο ἐξείχοντο τῶν ὑποκάτωϑεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς. 7 καὶ ϕῶς ἔξωϑεν ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς βορρᾶν, μῆκος πήχεων πεντήκοντα· 8 ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πηχῶν πεντήκοντα, καὶ αὗταί εἰσιν ἀντιπρόσωποι ταύταις· τὸ πᾶν πηχῶν ἑκατόν. 9 καὶ αἱ ϑύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς τοῦ εἰσπορεύεσϑαι δι᾽ αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας 10 κατὰ τὸ ϕῶς τοῦ ἐν ἀρχῇ περιπάτου. – καὶ τὰ πρὸς νότον κατὰ πρόσωπον τοῦ νότου κατὰ πρόσωπον τοῦ ἀπολοίπου καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος ἐξέδραι, 11 καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτῶν κατὰ τὰ μέτρα τῶν ἐξεδρῶν τῶν πρὸς βορρᾶν καὶ κατὰ τὸ μῆκος αὐτῶν καὶ κατὰ τὸ εὖρος αὐτῶν καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν καὶ κατὰ πάσας τὰς ἐπιστροϕὰς αὐτῶν καὶ κατὰ τὰ ϕῶτα αὐτῶν καὶ κατὰ τὰ ϑυρώματα αὐτῶν 12 τῶν ἐξεδρῶν τῶν πρὸς νότον καὶ κατὰ τὰ ϑυρώματα ἀπ᾽ ἀρχῆς τοῦ περιπάτου ὡς ἐπὶ ϕῶς διαστήματος καλάμου καὶ κατ᾽ ἀνατολὰς τοῦ εἰσπορεύεσϑαι δι᾽ αὐτῶν. – 13 καὶ εἶπεν πρός με Αἱ ἐξέδραι αἱ πρὸς βορρᾶν καὶ αἱ ἐξέδραι αἱ πρὸς νότον αἱ οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς ϕάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες πρὸς κύριον τὰ ἅγια τῶν ἁγίων· καὶ ἐκεῖ ϑήσουσιν τὰ ἅγια τῶν ἁγίων καὶ τὴν ϑυσίαν καὶ τὰ περὶ ἁμαρτίας καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἅγιος. 14 οὐκ εἰσελεύσονται ἐκεῖ πάρεξ τῶν ἱερέων· οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διὰ παντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες, καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν, ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστιν· καὶ ἐνδύσονται ἱμάτια ἕτερα, ὅταν ἅπτωνται τοῦ λαοῦ. – 15 καὶ συνετελέσϑη ἡ διαμέτρησις τοῦ οἴκου ἔσωϑεν. καὶ ἐξήγαγέν με καϑ᾽ ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολὰς καὶ διεμέτρησεν τὸ ὑπόδειγμα τοῦ οἴκου κυκλόϑεν ἐν διατάξει. 16 καὶ ἔστη κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς καὶ διεμέτρησεν πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου· 17 καὶ ἐπέστρεψεν πρὸς βορρᾶν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον τοῦ βορρᾶ πήχεις πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου· 18 καὶ ἐπέστρεψεν πρὸς ϑάλασσαν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον τῆς ϑαλάσσης πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου· 19 καὶ ἐπέστρεψεν πρὸς νότον καὶ διεμέτρησεν κατέναντι τοῦ νότου πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου· 20 τὰ τέσσαρα μέρη τοῦ αὐτοῦ καλάμου. καὶ διέταξεν αὐτὸν καὶ περίβολον αὐτῶν κύκλῳ πεντακοσίων πρὸς ἀνατολὰς καὶ πεντακοσίων πηχῶν εὖρος τοῦ διαστέλλειν ἀνὰ μέσον τῶν ἁγίων καὶ ἀνὰ μέσον τοῦ προτειχίσματος τοῦ ἐν διατάξει τοῦ οἴκου.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 43

1 Καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέν με, 2 καὶ ἰδοὺ δόξα ϑεοῦ Ισραηλ ἤρχετο κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολάς, καὶ ϕωνὴ τῆς παρεμβολῆς ὡς ϕωνὴ διπλασιαζόντων πολλῶν, καὶ ἡ γῆ ἐξέλαμπεν ὡς ϕέγγος ἀπὸ τῆς δόξης κυκλόϑεν. 3 καὶ ἡ ὅρασις, ἣν εἶδον, κατὰ τὴν ὅρασιν, ἣν εἶδον ὅτε εἰσεπορευόμην τοῦ χρῖσαι τὴν πόλιν, καὶ ἡ ὅρασις τοῦ ἅρματος, οὗ εἶδον, κατὰ τὴν ὅρασιν, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου. 4 καὶ δόξα κυρίου εἰσῆλϑεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς. 5 καὶ ἀνέλαβέν με πνεῦμα καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ πλήρης δόξης κυρίου ὁ οἶκος. 6 καὶ ἔστην, καὶ ἰδοὺ ϕωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρός με, καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου. 7 καὶ εἶπεν πρός με Ἑώρακας, υἱὲ ἀνϑρώπου, τὸν τόπον τοῦ ϑρόνου μου καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου, ἐν οἷς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ισραηλ τὸν αἰῶνα· καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἶκος Ισραηλ τὸ ὄνομα τὸ ἅγιόν μου, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν, ἐν τῇ πορνείᾳ αὐτῶν καὶ ἐν τοῖς ϕόνοις τῶν ἡγουμένων ἐν μέσῳ αὐτῶν, 8 ἐν τῷ τιϑέναι αὐτοὺς τὸ πρόϑυρόν μου ἐν τοῖς προϑύροις αὐτῶν καὶ τὰς ϕλιάς μου ἐχομένας τῶν ϕλιῶν αὐτῶν καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν, αἷς ἐποίουν· καὶ ἐξέτριψα αὐτοὺς ἐν ϑυμῷ μου καὶ ἐν ϕόνῳ. 9 καὶ νῦν ἀπωσάσϑωσαν τὴν πορνείαν αὐτῶν καὶ τοὺς ϕόνους τῶν ἡγουμένων αὐτῶν ἀπ᾽ ἐμοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῶν τὸν αἰῶνα. 10 καὶ σύ, υἱὲ ἀνϑρώπου, δεῖξον τῷ οἴκῳ Ισραηλ τὸν οἶκον, καὶ κοπάσουσιν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ τὴν ὅρασιν αὐτοῦ καὶ τὴν διάταξιν αὐτοῦ, 11 καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων, ὧν ἐποίησαν. καὶ διαγράψεις τὸν οἶκον καὶ τὰς ἐξόδους αὐτοῦ καὶ τὴν ὑπόστασιν αὐτοῦ, καὶ πάντα τὰ προστάγματα αὐτοῦ καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς καὶ διαγράψεις ἐναντίον αὐτῶν, καὶ ϕυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά· 12 καὶ τὴν διαγραϕὴν τοῦ οἴκου ἐπὶ τῆς κορυϕῆς τοῦ ὄρους, πάντα τὰ ὅρια αὐτοῦ κυκλόϑεν ἅγια ἁγίων. 13 Καὶ ταῦτα τὰ μέτρα τοῦ ϑυσιαστηρίου ἐν πήχει τοῦ πήχεος καὶ παλαιστῆς· κόλπωμα βάϑος ἐπὶ πῆχυν καὶ πῆχυς τὸ εὖρος, καὶ γεῖσος ἐπὶ τὸ χεῖλος αὐτοῦ κυκλόϑεν σπιϑαμῆς. καὶ τοῦτο τὸ ὕψος τοῦ ϑυσιαστηρίου· 14 ἐκ βάϑους τῆς ἀρχῆς τοῦ κοιλώματος αὐτοῦ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τὸ ὑποκάτωϑεν πηχῶν δύο καὶ τὸ εὖρος πήχεος· καὶ ἀπὸ τοῦ ἱλαστηρίου τοῦ μικροῦ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες καὶ εὖρος πῆχυς· 15 καὶ τὸ αριηλ πηχῶν τεσσάρων, καὶ ἀπὸ τοῦ αριηλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς. 16 καὶ τὸ αριηλ πηχῶν δώδεκα μήκους ἐπὶ πήχεις δώδεκα πλάτους, τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ· 17 καὶ τὸ ἱλαστῆριον πηχῶν δέκα τεσσάρων τὸ μῆκος ἐπὶ πήχεις δέκα τέσσαρας τὸ εὖρος ἐπὶ τέσσαρα μέρη αὐτοῦ· καὶ τὸ γεῖσος αὐτῷ κυκλόϑεν κυκλούμενον αὐτῷ ἥμισυ πήχεος, καὶ τὸ κύκλωμα αὐτοῦ πῆχυς κυκλόϑεν· καὶ οἱ κλιμακτῆρες αὐτοῦ βλέποντες κατ᾽ ἀνατολάς. 18 καὶ εἶπεν πρός με Υἱὲ ἀνϑρώπου, τάδε λέγει κύριος ὁ ϑεὸς Ισραηλ Ταῦτα τὰ προστάγματα τοῦ ϑυσιαστηρίου ἐν ἡμέρᾳ ποιήσεως αὐτοῦ τοῦ ἀναϕέρειν ἐπ᾽ αὐτοῦ ὁλοκαυτώματα καὶ προσχέειν πρὸς αὐτὸ αἷμα. 19 καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευίταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδουκ τοῖς ἐγγίζουσι πρός με, λέγει κύριος ὁ ϑεός, τοῦ λειτουργεῖν μοι, μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας· 20 καὶ λήμψονται ἐκ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιϑήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα τοῦ ϑυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλῳ καὶ ἐξιλάσονται αὐτό· 21 καὶ λήμψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας, καὶ κατακαυϑήσεται ἐν τῷ ἀποκεχωρισμένῳ τοῦ οἴκου ἔξωϑεν τῶν ἁγίων. 22 καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ λήμψονται ἐρίϕους δύο αἰγῶν ἀμώμους ὑπὲρ ἁμαρτίας καὶ ἐξιλάσονται τὸ ϑυσιαστήριον καϑότι ἐξιλάσαντο ἐν τῷ μόσχῳ· 23 καὶ μετὰ τὸ συντελέσαι σε τὸν ἐξιλασμὸν προσοίσουσι μόσχον ἐκ βοῶν ἄμωμον καὶ κριὸν ἐκ προβάτων ἄμωμον, 24 καὶ προσοίσετε ἐναντίον κυρίου, καὶ ἐπιρρίψουσιν οἱ ἱερεῖς ἐπ᾽ αὐτὰ ἅλα καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τῷ κυρίῳ. 25 ἑπτὰ ἡμέρας ποιήσεις ἔριϕον ὑπὲρ ἁμαρτίας καϑ᾽ ἡμέραν καὶ μόσχον ἐκ βοῶν καὶ κριὸν ἐκ προβάτων, ἄμωμα ποιήσουσιν 26 ἑπτὰ ἡμέρας· καὶ ἐξιλάσονται τὸ ϑυσιαστήριον καὶ καϑαριοῦσιν αὐτὸ καὶ πλήσουσιν χεῖρας αὐτῶν. 27 καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ ϑυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν. καὶ προσδέξομαι ὑμᾶς, λέγει κύριος.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 44

1 Καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατ᾽ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. 2 καὶ εἶπεν κύριος πρός με Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχϑήσεται, καὶ οὐδεὶς μὴ διέλϑῃ δι᾽ αὐτῆς, ὅτι κύριος ὁ ϑεὸς τοῦ Ισραηλ εἰσελεύσεται δι᾽ αὐτῆς, καὶ ἔσται κεκλεισμένη· 3 διότι ὁ ἡγούμενος, οὗτος καϑήσεται ἐν αὐτῇ τοῦ ϕαγεῖν ἄρτον ἐναντίον κυρίου· κατὰ τὴν ὁδὸν αιλαμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. – 4 καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος κυρίου, καὶ πίπτω ἐπὶ πρόσωπόν μου. 5 καὶ εἶπεν κύριος πρός με Υἱὲ ἀνϑρώπου, τάξον εἰς τὴν καρδίαν σου καὶ ἰδὲ τοῖς ὀϕϑαλμοῖς σου καὶ τοῖς ὠσίν σου ἄκουε πάντα, ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ, κατὰ πάντα τὰ προστάγματα οἴκου κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτοῦ· καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ ἐν πᾶσι τοῖς ἁγίοις. 6 καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, πρὸς τὸν οἶκον τοῦ Ισραηλ Τάδε λέγει κύριος ὁ ϑεός Ἱκανούσϑω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν, οἶκος Ισραηλ, 7 τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς ἀπεριτμήτους καρδίᾳ καὶ ἀπεριτμήτους σαρκὶ τοῦ γίνεσϑαι ἐν τοῖς ἁγίοις μου, καὶ ἐβεβήλουν αὐτὰ ἐν τῷ προσϕέρειν ὑμᾶς ἄρτους, στέαρ καὶ αἷμα, καὶ παρεβαίνετε τὴν διαϑήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν 8 καὶ διετάξατε τοῦ ϕυλάσσειν ϕυλακὰς ἐν τοῖς ἁγίοις μου. 9 διὰ τοῦτο τάδε λέγει κύριος ὁ ϑεός Πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου Ισραηλ, 10 ἀλλ᾽ ἢ οἱ Λευῖται, οἵτινες ἀϕήλαντο ἀπ᾽ ἐμοῦ ἐν τῷ πλανᾶσϑαι τὸν Ισραηλ ἀπ᾽ ἐμοῦ κατόπισϑεν τῶν ἐνϑυμημάτων αὐτῶν, καὶ λήμψονται ἀδικίαν αὐτῶν 11 καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες ϑυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου καὶ λειτουργοῦντες τῷ οἴκῳ· οὗτοι σϕάξουσιν τὰ ὁλοκαυτώματα καὶ τὰς ϑυσίας τῷ λαῷ, καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ τοῦ λειτουργεῖν αὐτοῖς. 12 ἀνϑ᾽ ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν καὶ ἐγένετο τῷ οἴκῳ Ισραηλ εἰς κόλασιν ἀδικίας, ἕνεκα τούτου ἦρα τὴν χεῖρά μου ἐπ᾽ αὐτούς, λέγει κύριος ὁ ϑεός, 13 καὶ οὐκ ἐγγιοῦσι πρός με τοῦ ἱερατεύειν μοι οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ισραηλ οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου καὶ λήμψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει, ᾗ ἐπλανήϑησαν. 14 καὶ κατατάξουσιν αὐτοὺς ϕυλάσσειν ϕυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ καὶ εἰς πάντα, ὅσα ἂν ποιήσωσιν. – 15 οἱ ἱερεῖς οἱ Λευῖται οἱ υἱοὶ τοῦ Σαδδουκ, οἵτινες ἐϕυλάξαντο τὰς ϕυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσϑαι οἶκον Ισραηλ ἀπ᾽ ἐμοῦ, οὗτοι προσάξουσιν πρός με τοῦ λειτουργεῖν μοι καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσϕέρειν μοι ϑυσίαν, στέαρ καὶ αἷμα, λέγει κύριος ὁ ϑεός. 16 οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου, καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου τοῦ λειτουργεῖν μοι καὶ ϕυλάξουσιν τὰς ϕυλακάς μου. 17 καὶ ἔσται ἐν τῷ εἰσπορεύεσϑαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας στολὰς λινᾶς ἐνδύσονται καὶ οὐκ ἐνδύσονται ἐρεᾶ ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς· 18 καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεϕαλαῖς αὐτῶν καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσϕύας αὐτῶν καὶ οὐ περιζώσονται βίᾳ. 19 καὶ ἐν τῷ ἐκπορεύεσϑαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτῶν, ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς, καὶ ϑήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσιν τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν. 20 καὶ τὰς κεϕαλὰς αὐτῶν οὐ ξυρήσονται καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσιν, καλύπτοντες καλύψουσιν τὰς κεϕαλὰς αὐτῶν. 21 καὶ οἶνον οὐ μὴ πίωσιν πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύεσϑαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν. 22 καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήμψονται ἑαυτοῖς εἰς γυναῖκα, ἀλλ᾽ ἢ παρϑένον ἐκ τοῦ σπέρματος Ισραηλ· καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως, λήμψονται. 23 καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαϑάρτου καὶ καϑαροῦ γνωριοῦσιν αὐτοῖς. 24 καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν· τὰ δικαιώματά μου δικαιώσουσιν καὶ τὰ κρίματά μου κρινοῦσιν καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου ϕυλάξονται καὶ τὰ σάββατά μου ἁγιάσουσιν. 25 καὶ ἐπὶ ψυχὴν ἀνϑρώπου οὐκ εἰσελεύσονται τοῦ μιανϑῆναι, ἀλλ᾽ ἢ ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπὶ υἱῷ καὶ ἐπὶ ϑυγατρὶ καὶ ἐπὶ ἀδελϕῷ καὶ ἐπὶ ἀδελϕῇ αὐτοῦ, ἣ οὐ γέγονεν ἀνδρί, μιανϑήσεται. 26 καὶ μετὰ τὸ καϑαρισϑῆναι αὐτὸν ἑπτὰ ἡμέρας ἐξαριϑμήσει αὐτῷ· 27 καὶ ᾗ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ, προσοίσουσιν ἱλασμόν, λέγει κύριος ὁ ϑεός. 28 καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν· ἐγὼ κληρονομία αὐτοῖς, καὶ κατάσχεσις αὐτοῖς οὐ δοϑήσεται ἐν τοῖς υἱοῖς Ισραηλ, ὅτι ἐγὼ κατάσχεσις αὐτῶν. 29 καὶ τὰς ϑυσίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας οὗτοι ϕάγονται, καὶ πᾶν ἀϕόρισμα ἐν τῷ Ισραηλ αὐτοῖς ἔσται· 30 ἀπαρχαὶ πάντων καὶ τὰ πρωτότοκα πάντων καὶ τὰ ἀϕαιρέματα πάντα ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται· καὶ τὰ πρωτογενήματα ὑμῶν δώσετε τῷ ἱερεῖ τοῦ ϑεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν. 31 καὶ πᾶν ϑνησιμαῖον καὶ ϑηριάλωτον ἐκ τῶν πετεινῶν καὶ ἐκ τῶν κτηνῶν οὐ ϕάγονται οἱ ἱερεῖς.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 45

1 Καὶ ἐν τῷ καταμετρεῖσϑαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ ἀϕοριεῖτε ἀπαρχὴν τῷ κυρίῳ ἅγιον ἀπὸ τῆς γῆς, πέντε καὶ εἴκοσι χιλιάδας μῆκος καὶ εὖρος εἴκοσι χιλιάδας· ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόϑεν. 2 καὶ ἔσται ἐκ τούτου εἰς ἁγίασμα πεντακόσιοι ἐπὶ πεντακοσίους τετράγωνον κυκλόϑεν, καὶ πήχεις πεντήκοντα διάστημα αὐτῷ κυκλόϑεν. 3 καὶ ἐκ ταύτης τῆς διαμετρήσεως διαμετρήσεις μῆκος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὖρος δέκα χιλιάδας, καὶ ἐν αὐτῇ ἔσται τὸ ἁγίασμα, ἅγια τῶν ἁγίων· 4 ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ κυρίῳ, καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀϕωρισμένους τῷ ἁγιασμῷ αὐτῶν. 5 εἴκοσι καὶ πέντε χιλιάδες μῆκος καὶ εὖρος δέκα χιλιάδες ἔσται τοῖς Λευίταις τοῖς λειτουργοῦσιν τῷ οἴκῳ, αὐτοῖς εἰς κατάσχεσιν, πόλεις τοῦ κατοικεῖν. 6 καὶ τὴν κατάσχεσιν τῆς πόλεως δώσεις πέντε χιλιάδας εὖρος καὶ μῆκος πέντε καὶ εἴκοσι χιλιάδας· ὃν τρόπον ἡ ἀπαρχὴ τῶν ἁγίων παντὶ οἴκῳ Ισραηλ ἔσονται. 7 καὶ τῷ ἡγουμένῳ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων εἰς κατάσχεσιν τῆς πόλεως κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως τὰ πρὸς ϑάλασσαν καὶ ἀπὸ τῶν πρὸς ϑάλασσαν πρὸς ἀνατολάς, καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς ϑάλασσαν καὶ τὸ μῆκος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς· 8 καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ Ισραηλ, καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀϕηγούμενοι τοῦ Ισραηλ τὸν λαόν μου, καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος Ισραηλ κατὰ ϕυλὰς αὐτῶν. – 9 τάδε λέγει κύριος ϑεός Ἱκανούσϑω ὑμῖν, οἱ ἀϕηγούμενοι τοῦ Ισραηλ· ἀδικίαν καὶ ταλαιπωρίαν ἀϕέλεσϑε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε, ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει κύριος ϑεός. 10 ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοῖνιξ δικαία ἔστω ὑμῖν. 11 τὸ μέτρον καὶ ἡ χοῖνιξ ὁμοίως μία ἔσται τοῦ λαμβάνειν· τὸ δέκατον τοῦ γομορ ἡ χοῖνιξ, καὶ τὸ δέκατον τοῦ γομορ τὸ μέτρον, πρὸς τὸ γομορ ἔσται ἴσον. 12 καὶ τὸ στάϑμιον εἴκοσι ὀβολοί· οἱ πέντε σίκλοι πέντε, καὶ οἱ δέκα σίκλοι δέκα, καὶ πεντήκοντα σίκλοι ἡ μνᾶ ἔσται ὑμῖν. 13 Καὶ αὕτη ἡ ἀπαρχή, ἣν ἀϕοριεῖτε· ἕκτον τοῦ μέτρου ἀπὸ τοῦ γομορ τοῦ πυροῦ καὶ τὸ ἕκτον τοῦ οιϕι ἀπὸ τοῦ κόρου τῶν κριϑῶν. 14 καὶ τὸ πρόσταγμα τοῦ ἐλαίου· κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλῶν, ὅτι αἱ δέκα κοτύλαι εἰσὶν γομορ. 15 καὶ πρόβατον ἀπὸ τῶν δέκα προβάτων ἀϕαίρεμα ἐκ πασῶν τῶν πατριῶν τοῦ Ισραηλ εἰς ϑυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου τοῦ ἐξιλάσκεσϑαι περὶ ὑμῶν, λέγει κύριος ϑεός. 16 καὶ πᾶς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τῷ ἀϕηγουμένῳ τοῦ Ισραηλ. 17 καὶ διὰ τοῦ ἀϕηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ ϑυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου Ισραηλ· αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν ϑυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου τοῦ ἐξιλάσκεσϑαι ὑπὲρ τοῦ οἴκου Ισραηλ. 18 Τάδε λέγει κύριος ϑεός Ἐν τῷ πρώτῳ μηνὶ μιᾷ τοῦ μηνὸς λήμψεσϑε μόσχον ἐκ βοῶν ἄμωμον τοῦ ἐξιλάσασϑαι τὸ ἅγιον. 19 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ καὶ δώσει ἐπὶ τὰς ϕλιὰς τοῦ οἴκου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱεροῦ καὶ ἐπὶ τὸ ϑυσιαστήριον καὶ ἐπὶ τὰς ϕλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας. 20 καὶ οὕτως ποιήσεις ἐν τῷ ἑβδόμῳ μηνὶ μιᾷ τοῦ μηνὸς λήμψῃ παρ᾽ ἑκάστου ἀπόμοιραν καὶ ἐξιλάσεσϑε τὸν οἶκον. 21 καὶ ἐν τῷ πρώτῳ μηνὶ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἔσται ὑμῖν τὸ πασχα ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσϑε. 22 καὶ ποιήσει ὁ ἀϕηγούμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ αὑτοῦ καὶ τοῦ οἴκου καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ τῆς γῆς μόσχον ὑπὲρ ἁμαρτίας. 23 καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα τῷ κυρίῳ, ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καϑ᾽ ἡμέραν τὰς ἑπτὰ ἡμέρας καὶ ὑπὲρ ἁμαρτίας ἔριϕον αἰγῶν καϑ᾽ ἡμέραν. 24 καὶ ϑυσίαν πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ ποιήσεις καὶ ἐλαίου τὸ ιν τῷ πέμματι. 25 καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐν τῇ ἑορτῇ ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας, καϑὼς τὰ ὑπὲρ τῆς ἁμαρτίας καὶ καϑὼς τὰ ὁλοκαυτώματα καὶ καϑὼς τὸ μαναα καὶ καϑὼς τὸ ἔλαιον.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 46

1 Τάδε λέγει κύριος ϑεός Πύλη ἡ ἐν τῇ αὐλῇ τῇ ἐσωτέρᾳ ἡ βλέπουσα πρὸς ἀνατολὰς ἔσται κεκλεισμένη ἓξ ἡμέρας τὰς ἐνεργούς, ἐν δὲ τῇ ἡμέρᾳ τῶν σαββάτων ἀνοιχϑήσεται καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας ἀνοιχϑήσεται. 2 καὶ εἰσελεύσεται ὁ ἀϕηγούμενος κατὰ τὴν ὁδὸν τοῦ αιλαμ τῆς πύλης τῆς ἔξωϑεν καὶ στήσεται ἐπὶ τὰ πρόϑυρα τῆς πύλης, καὶ ποιήσουσιν οἱ ἱερεῖς τὰ ὁλοκαυτώματα αὐτοῦ καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ· καὶ προσκυνήσει ἐπὶ τοῦ προϑύρου τῆς πύλης καὶ ἐξελεύσεται, καὶ ἡ πύλη οὐ μὴ κλεισϑῇ ἕως ἑσπέρας. 3 καὶ προσκυνήσει ὁ λαὸς τῆς γῆς κατὰ τὰ πρόϑυρα τῆς πύλης ἐκείνης ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις ἐναντίον κυρίου. 4 καὶ τὰ ὁλοκαυτώματα προσοίσει ὁ ἀϕηγούμενος τῷ κυρίῳ· ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων ἓξ ἀμνοὺς ἀμώμους καὶ κριὸν ἄμωμον 5 καὶ μαναα πέμμα τῷ κριῷ καὶ τοῖς ἀμνοῖς ϑυσίαν δόμα χειρὸς αὐτοῦ καὶ ἐλαίου τὸ ιν τῷ πέμματι· 6 καὶ ἐν τῇ ἡμέρᾳ τῆς νουμηνίας μόσχον ἄμωμον καὶ ἓξ ἀμνούς, καὶ κριὸς ἄμωμος ἔσται, 7 καὶ πέμμα τῷ κριῷ καὶ πέμμα τῷ μόσχῳ ἔσται μαναα, καὶ τοῖς ἀμνοῖς καϑὼς ἐὰν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ, καὶ ἐλαίου τὸ ιν τῷ πέμματι. 8 καὶ ἐν τῷ εἰσπορεύεσϑαι τὸν ἀϕηγούμενον κατὰ τὴν ὁδὸν τοῦ αιλαμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν τῆς πύλης ἐξελεύσεται. 9 καὶ ὅταν εἰσπορεύηται ὁ λαὸς τῆς γῆς ἐναντίον κυρίου ἐν ταῖς ἑορταῖς, ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν προσκυνεῖν ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς νότον, καὶ ὁ εἰσπορευόμενος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς νότον ἐξελεύσεται κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν· οὐκ ἀναστρέψει κατὰ τὴν πύλην, ἣν εἰσελήλυϑεν, ἀλλ᾽ ἢ κατ᾽ εὐϑὺ αὐτῆς ἐξελεύσεται. 10 καὶ ὁ ἀϕηγούμενος ἐν μέσῳ αὐτῶν ἐν τῷ εἰσπορεύεσϑαι αὐτοὺς εἰσελεύσεται μετ᾽ αὐτῶν καὶ ἐν τῷ ἐκπορεύεσϑαι αὐτοὺς ἐξελεύσεται. 11 καὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς πανηγύρεσιν ἔσται τὸ μαναα πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ καὶ τοῖς ἀμνοῖς καϑὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ καὶ ἐλαίου τὸ ιν τῷ πέμματι. 12 ἐὰν δὲ ποιήσῃ ὁ ἀϕηγούμενος ὁμολογίαν ὁλοκαύτωμα σωτηρίου τῷ κυρίῳ, καὶ ἀνοίξει ἑαυτῷ τὴν πύλην τὴν βλέπουσαν κατ᾽ ἀνατολὰς καὶ ποιήσει τὸ ὁλοκαύτωμα αὐτοῦ καὶ τὰ τοῦ σωτηρίου αὐτοῦ, ὃν τρόπον ποιεῖ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἐξελεύσεται καὶ κλείσει τὰς ϑύρας μετὰ τὸ ἐξελϑεῖν αὐτόν. 13 καὶ ἀμνὸν ἐνιαύσιον ἄμωμον ποιήσει εἰς ὁλοκαύτωμα καϑ᾽ ἡμέραν τῷ κυρίῳ, πρωῒ ποιήσει αὐτόν· 14 καὶ μαναα ποιήσει ἐπ᾽ αὐτῷ τὸ πρωῒ ἕκτον τοῦ μέτρου καὶ ἐλαίου τὸ τρίτον τοῦ ιν τοῦ ἀναμεῖξαι τὴν σεμίδαλιν μαναα τῷ κυρίῳ, πρόσταγμα διὰ παντός. 15 ποιήσετε τὸν ἀμνὸν καὶ τὸ μαναα καὶ τὸ ἔλαιον ποιήσετε τὸ πρωῒ ὁλοκαύτωμα διὰ παντός. 16 Τάδε λέγει κύριος ϑεός Ἐὰν δῷ ὁ ἀϕηγούμενος δόμα ἑνὶ ἐκ τῶν υἱῶν αὐτοῦ ἐκ τῆς κληρονομίας αὐτοῦ, τοῦτο τοῖς υἱοῖς αὐτοῦ ἔσται κατάσχεσις ἐν κληρονομίᾳ. 17 ἐὰν δὲ δῷ δόμα ἑνὶ τῶν παίδων αὐτοῦ, καὶ ἔσται αὐτῷ ἕως τοῦ ἔτους τῆς ἀϕέσεως, καὶ ἀποδώσει τῷ ἀϕηγουμένῳ· πλὴν τῆς κληρονομίας τῶν υἱῶν αὐτοῦ, αὐτοῖς ἔσται. 18 καὶ οὐ μὴ λάβῃ ὁ ἀϕηγούμενος ἐκ τῆς κληρονομίας τοῦ λαοῦ καταδυναστεῦσαι αὐτούς· ἐκ τῆς κατασχέσεως αὐτοῦ κατακληρονομήσει τοῖς υἱοῖς αὐτοῦ, ὅπως μὴ διασκορπίζηται ὁ λαός μου ἕκαστος ἐκ τῆς κατασχέσεως αὐτοῦ. 19 Καὶ εἰσήγαγέν με εἰς τὴν εἴσοδον τῆς κατὰ νώτου τῆς πύλης εἰς τὴν ἐξέδραν τῶν ἁγίων τῶν ἱερέων τὴν βλέπουσαν πρὸς βορρᾶν, καὶ ἰδοὺ τόπος ἐκεῖ κεχωρισμένος. 20 καὶ εἶπεν πρός με Οὗτος ὁ τόπος ἐστίν, οὗ ἑψήσουσιν ἐκεῖ οἱ ἱερεῖς τὰ ὑπὲρ ἀγνοίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἐκεῖ πέψουσι τὸ μαναα τὸ παράπαν τοῦ μὴ ἐκϕέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν τοῦ ἁγιάζειν τὸν λαόν. 21 καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ περιήγαγέν με ἐπὶ τὰ τέσσαρα μέρη τῆς αὐλῆς, καὶ ἰδοὺ αὐλὴ κατὰ τὸ κλίτος τῆς αὐλῆς αὐλὴ κατὰ τὸ κλίτος τῆς αὐλῆς· 22 ἐπὶ τὰ τέσσαρα κλίτη τῆς αὐλῆς αὐλὴ μικρά, μῆκος πηχῶν τεσσαράκοντα καὶ εὖρος πηχῶν τριάκοντα, μέτρον ἓν ταῖς τέσσαρσιν. 23 καὶ ἐξέδραι κύκλῳ ἐν αὐταῖς, κύκλῳ ταῖς τέσσαρσιν, καὶ μαγειρεῖα γεγονότα ὑποκάτω τῶν ἐξεδρῶν κύκλῳ· 24 καὶ εἶπεν πρός με Οὗτοι οἱ οἶκοι τῶν μαγειρείων, οὗ ἑψήσουσιν ἐκεῖ οἱ λειτουργοῦντες τῷ οἴκῳ τὰ ϑύματα τοῦ λαοῦ.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 47

1 Καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόϑυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωϑεν τοῦ αἰϑρίου κατ᾽ ἀνατολάς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπεν κατ᾽ ἀνατολάς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ ϑυσιαστήριον. 2 καὶ ἐξήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν καὶ περιήγαγέν με τὴν ὁδὸν ἔξωϑεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατ᾽ ἀνατολάς, καὶ ἰδοὺ τὸ ὕδωρ κατεϕέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ. 3 καϑὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας, καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διεμέτρησεν χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλϑεν ἐν τῷ ὕδατι ὕδωρ ἀϕέσεως· 4 καὶ διεμέτρησεν χιλίους, καὶ διῆλϑεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησεν χιλίους, καὶ διῆλϑεν ὕδωρ ἕως ὀσϕύος· 5 καὶ διεμέτρησεν χιλίους, καὶ οὐκ ἠδύνατο διελϑεῖν, ὅτι ἐξύβριζεν τὸ ὕδωρ ὡς ῥοῖζος χειμάρρου, ὃν οὐ διαβήσονται. 6 καὶ εἶπεν πρός με Εἰ ἑώρακας, υἱὲ ἀνϑρώπου; καὶ ἤγαγέν με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ. 7 ἐν τῇ ἐπιστροϕῇ μου καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σϕόδρα ἔνϑεν καὶ ἔνϑεν. 8 καὶ εἶπεν πρός με Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν ϑάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα. 9 καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων ἐπὶ πάντα, ἐϕ᾽ ἃ ἂν ἐπέλϑῃ ἐκεῖ ὁ ποταμός, ζήσεται, καὶ ἔσται ἐκεῖ ἰχϑὺς πολὺς σϕόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν, ἐϕ᾽ ὃ ἂν ἐπέλϑῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται. 10 καὶ στήσονται ἐκεῖ ἁλεεῖς ἀπὸ Αινγαδιν ἕως Αιναγαλιμ· ψυγμὸς σαγηνῶν ἔσται, καϑ᾽ αὑτὴν ἔσται, καὶ οἱ ἰχϑύες αὐτῆς ὡς οἱ ἰχϑύες τῆς ϑαλάσσης τῆς μεγάλης πλῆϑος πολὺ σϕόδρα. 11 καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροϕῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν· εἰς ἅλας δέδονται. 12 καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνϑεν καὶ ἔνϑεν πᾶν ξύλον βρώσιμον, οὐ μὴ παλαιωϑῇ ἐπ᾽ αὐτοῦ, οὐδὲ μὴ ἐκλίπῃ ὁ καρπὸς αὐτοῦ· τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν. 13 Τάδε λέγει κύριος ϑεός Ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα ϕυλαῖς τῶν υἱῶν Ισραηλ πρόσϑεσις σχοινίσματος. 14 καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καϑὼς ὁ ἀδελϕὸς αὐτοῦ, εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ. 15 καὶ ταῦτα τὰ ὅρια τῆς γῆς πρὸς βορρᾶν· ἀπὸ τῆς ϑαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης τῆς εἰσόδου Ημαϑ Σεδδαδα, 16 Βηρωϑα, Σεβραιμ, Ηλιαμ, ἀνὰ μέσον ὁρίων Δαμασκοῦ καὶ ἀνὰ μέσον ὁρίων Ημαϑ, αὐλὴ τοῦ Σαυναν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αυρανίτιδος. 17 ταῦτα τὰ ὅρια ἀπὸ τῆς ϑαλάσσης ἀπὸ τῆς αὐλῆς τοῦ Αιναν, ὅρια Δαμασκοῦ καὶ τὰ πρὸς βορρᾶν. 18 καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τῆς Αυρανίτιδος καὶ ἀνὰ μέσον Δαμασκοῦ καὶ ἀνὰ μέσον τῆς Γαλααδίτιδος καὶ ἀνὰ μέσον τῆς γῆς τοῦ Ισραηλ, ὁ Ιορδάνης διορίζει ἐπὶ τὴν ϑάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς. 19 καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμαν καὶ Φοινικῶνος ἕως ὕδατος Μαριμωϑ Καδης παρεκτεῖνον ἐπὶ τὴν ϑάλασσαν τὴν μεγάλην· τοῦτο τὸ μέρος νότος καὶ λίψ. 20 τοῦτο τὸ μέρος τῆς ϑαλάσσης τῆς μεγάλης· ὁρίζει ἕως κατέναντι τῆς εἰσόδου Ημαϑ ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστιν τὰ πρὸς ϑάλασσαν Ημαϑ. 21 καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς ϕυλαῖς τοῦ Ισραηλ. 22 βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν· καὶ ἔσονται ὑμῖν ὡς αὐτόχϑονες ἐν τοῖς υἱοῖς τοῦ Ισραηλ, μεϑ᾽ ὑμῶν ϕάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν ϕυλῶν τοῦ Ισραηλ· 23 καὶ ἔσονται ἐν ϕυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετ᾽ αὐτῶν, ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει κύριος ϑεός.

Liber Ezechielis prophetæ - Ἰεζεκιῆλ caput 48

1 Καὶ ταῦτα τὰ ὀνόματα τῶν ϕυλῶν· ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ημαϑ αὐλῆς τοῦ Αιναν, ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος Ημαϑ αὐλῆς, καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς ϑάλασσαν Δαν, μία. 2 καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δαν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Ασηρ, μία. 3 καὶ ἀπὸ τῶν ὁρίων Ασηρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Νεϕϑαλιμ, μία. 4 καὶ ἀπὸ τῶν ὁρίων Νεϕϑαλι ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Μανασση, μία. 5 καὶ ἀπὸ τῶν ὁρίων Μανασση ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Εϕραιμ, μία. 6 καὶ ἀπὸ τῶν ὁρίων Εϕραιμ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Ρουβην, μία. 7 καὶ ἀπὸ τῶν ὁρίων Ρουβην ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Ιουδα, μία. 8 Καὶ ἀπὸ τῶν ὁρίων Ιουδα ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν ἔσται ἡ ἀπαρχὴ τοῦ ἀϕορισμοῦ, πέντε καὶ εἴκοσι χιλιάδες εὖρος καὶ μῆκος καϑὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς ϑάλασσαν, καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν· 9 ἀπαρχή, ἣν ἀϕοριοῦσι τῷ κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι καὶ πέντε χιλιάδες. 10 τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων· τοῖς ἱερεῦσιν, πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς ϑάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μῆκος εἴκοσι καὶ πέντε χιλιάδες, καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ· 11 τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις υἱοῖς Σαδδουκ τοῖς ϕυλάσσουσι τὰς ϕυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήϑησαν ἐν τῇ πλανήσει υἱῶν Ισραηλ ὃν τρόπον ἐπλανήϑησαν οἱ Λευῖται, 12 καὶ ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευιτῶν. 13 τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος δέκα χιλιάδες. πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι χιλιάδες. 14 οὐ πραϑήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηϑήσεται, οὐδὲ ἀϕαιρεϑήσεται τὰ πρωτογενήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστιν τῷ κυρίῳ. 15 τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε καὶ εἴκοσι χιλιάσιν, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ, καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ. 16 καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς ϑάλασσαν τετρακισχιλίους πεντακοσίους· 17 καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς ϑάλασσαν διακόσιοι πεντήκοντα. 18 καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς ϑάλασσαν, καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου, καὶ ἔσται τὰ γενήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν· 19 οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν ϕυλῶν τοῦ Ισραηλ. 20 πᾶσα ἡ ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας· τετράγωνον ἀϕοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως. 21 τὸ δὲ περισσὸν τῷ ἀϕηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς ϑάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς ϑάλασσαν ἐχόμενα τῶν μερίδων τοῦ ἀϕηγουμένου· καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς. 22 καὶ ἀπὸ τῆς κατασχέσεως τῶν Λευιτῶν καὶ ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀϕηγουμένων ἔσται· ἀνὰ μέσον τῶν ὁρίων Ιουδα καὶ ἀνὰ μέσον τῶν ὁρίων Βενιαμιν τῶν ἀϕηγουμένων ἔσται. 23 Καὶ τὸ περισσὸν τῶν ϕυλῶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Βενιαμιν, μία. 24 καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμιν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Συμεων, μία. 25 καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεων ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Ισσαχαρ, μία. 26 καὶ ἀπὸ τῶν ὁρίων τῶν Ισσαχαρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Ζαβουλων, μία. 27 καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλων ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς ϑάλασσαν Γαδ, μία. 28 καὶ ἀπὸ τῶν ὁρίων τῶν Γαδ ἕως τῶν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμαν καὶ ὕδατος Μαριμωϑ Καδης κληρονομίας ἕως τῆς ϑαλάσσης τῆς μεγάλης. 29 αὕτη ἡ γῆ, ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς ϕυλαῖς Ισραηλ, καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν, λέγει κύριος ϑεός. 30 Καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ. 31 καὶ αἱ πύλαι τῆς πόλεως ἐπ᾽ ὀνόμασιν ϕυλῶν τοῦ Ισραηλ· πύλαι τρεῖς πρὸς βορρᾶν, πύλη Ρουβην μία καὶ πύλη Ιουδα μία καὶ πύλη Λευι μία. 32 καὶ τὰ πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι· καὶ πύλαι τρεῖς, πύλη Ιωσηϕ μία καὶ πύλη Βενιαμιν μία καὶ πύλη Δαν μία. 33 καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεων μία καὶ πύλη Ισσαχαρ μία καὶ πύλη Ζαβουλων μία. 34 καὶ τὰ πρὸς ϑάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Γαδ μία καὶ πύλη Ασηρ μία καὶ πύλη Νεϕϑαλιμ μία. 35 κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀϕ᾽ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.

Liber Danielis prophetæ - (juxta LXX interpretes) - Δανιῆλ

Liber Danielis prophetæ - Δανιῆλ caput 1

1 Ἐπὶ βασιλέως Ιωακιμ τῆς Ιουδαίας ἔτους τρίτου παραγενόμενος Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Ιερουσαλημ ἐπολιόρκει αὐτήν. 2 καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας αὐτοῦ καὶ Ιωακιμ τὸν βασιλέα τῆς Ιουδαίας καὶ μέρος τι τῶν ἱερῶν σκευῶν τοῦ κυρίου, καὶ ἀπήνεγκεν αὐτὰ εἰς Βαβυλῶνα καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλίῳ αὐτοῦ. 3 καὶ εἶπεν ὁ βασιλεὺς Αβιεσδρι τῷ ἑαυτοῦ ἀρχιευνούχῳ ἀγαγεῖν αὐτῷ ἐκ τῶν υἱῶν τῶν μεγιστάνων τοῦ Ισραηλ καὶ ἐκ τοῦ βασιλικοῦ γένους καὶ ἐκ τῶν ἐπιλέκτων 4 νεανίσκους ἀμώμους καὶ εὐειδεῖς καὶ ἐπιστήμονας ἐν πάσῃ σοϕίᾳ καὶ γραμματικοὺς καὶ συνετοὺς καὶ σοϕοὺς καὶ ἰσχύοντας ὥστε εἶναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως καὶ διδάξαι αὐτοὺς γράμματα καὶ διάλεκτον Χαλδαικὴν 5 καὶ δίδοσϑαι αὐτοῖς ἔκϑεσιν ἐκ τοῦ οἴκου τοῦ βασιλέως καϑ᾽ ἑκάστην ἡμέραν καὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης καὶ ἀπὸ τοῦ οἴνου, οὗ πίνει ὁ βασιλεύς, καὶ ἐκπαιδεῦσαι αὐτοὺς ἔτη τρία καὶ ἐκ τούτων στῆσαι ἔμπροσϑεν τοῦ βασιλέως. 6 καὶ ἦσαν ἐκ τοῦ γένους τῶν υἱῶν Ισραηλ τῶν ἀπὸ τῆς Ιουδαίας Δανιηλ, Ανανιας, Μισαηλ, Αζαριας. 7 καὶ ἐπέϑηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ μὲν Δανιηλ Βαλτασαρ, τῷ δὲ Ανανια Σεδραχ καὶ τῷ Μισαηλ Μισαχ καὶ τῷ Αζαρια Αβδεναγω. 8 καὶ ἐνεϑυμήϑη Δανιηλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηϑῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν ᾧ πίνει οἴνῳ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ἵνα μὴ συμμολυνϑῇ. 9 καὶ ἔδωκε κύριος τῷ Δανιηλ τιμὴν καὶ χάριν ἐναντίον τοῦ ἀρχιευνούχου. 10 καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιηλ Ἀγωνιῶ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν ἵνα μὴ ἴδῃ τὰ πρόσωπα ὑμῶν διατετραμμένα καὶ ἀσϑενῆ παρὰ τοὺς συντρεϕομένους ὑμῖν νεανίας τῶν ἀλλογενῶν, καὶ κινδυνεύσω τῷ ἰδίῳ τραχήλῳ. 11 καὶ εἶπεν Δανιηλ Αβιεσδρι τῷ ἀναδειχϑέντι ἀρχιευνούχῳ ἐπὶ τὸν Δανιηλ, Ανανιαν, Μισαηλ, Αζαριαν 12 Πείρασον δὴ τοὺς παῖδάς σου ἐϕ᾽ ἡμέρας δέκα, καὶ δοϑήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς, ὥστε κάπτειν καὶ ὑδροποτεῖν· 13 καὶ ἐὰν ϕανῇ ἡ ὄψις ἡμῶν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσϑίοντας ἀπὸ τοῦ βασιλικοῦ δείπνου, καϑὼς ἐὰν ϑέλῃς οὕτω χρῆσαι τοῖς παισί σου. 14 καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. 15 μετὰ δὲ τὰς δέκα ἡμέρας ἐϕάνη ἡ ὄψις αὐτῶν καλὴ καὶ ἡ ἕξις τοῦ σώματος κρείσσων τῶν ἄλλων νεανίσκων τῶν ἐσϑιόντων τὸ βασιλικὸν δεῖπνον. 16 καὶ ἦν Αβιεσδρι ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον αὐτῶν καὶ ἀντεδίδου αὐτοῖς ἀπὸ τῶν ὀσπρίων. 17 καὶ τοῖς νεανίσκοις ἔδωκεν ὁ κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ ϕρόνησιν ἐν πάσῃ γραμματικῇ τέχνῃ· καὶ τῷ Δανιηλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάσῃ σοϕίᾳ. 18 μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήχϑησαν ἀπὸ τοῦ ἀρχ[ι]ευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ. 19 καὶ ὡμίλησεν αὐτοῖς ὁ βασιλεύς, καὶ οὐχ εὑρέϑη ἐν τοῖς σοϕοῖς ὅμοιος τῷ Δανιηλ καὶ Ανανια καὶ Μισαηλ καὶ Αζαρια· καὶ ἦσαν παρὰ τῷ βασιλεῖ. 20 καὶ ἐν παντὶ λόγῳ καὶ συνέσει καὶ παιδείᾳ, ὅσα ἐζήτησε παρ᾽ αὐτῶν ὁ βασιλεύς, κατέλαβεν αὐτοὺς σοϕωτέρους δεκαπλασίως ὑπὲρ τοὺς σοϕιστὰς καὶ τοὺς ϕιλοσόϕους τοὺς ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ· καὶ ἐδόξασεν αὐτοὺς ὁ βασιλεὺς καὶ κατέστησεν αὐτοὺς ἄρχοντας καὶ ἀνέδειξεν αὐτοὺς σοϕοὺς παρὰ πάντας τοὺς αὐτοῦ ἐν πράγμασιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ αὐτοῦ. 21 καὶ ἦν Δανιηλ ἕως τοῦ πρώτου ἔτους τῆς βασιλείας Κύρου βασιλέως Περσῶν.

Liber Danielis prophetæ - Δανιῆλ caput 2

1 Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσορ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχϑῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπ᾽ αὐτοῦ. 2 καὶ ἐπέταξεν ὁ βασιλεὺς εἰσενεχϑῆναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς ϕαρμακοὺς τῶν Χαλδαίων ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ, καὶ παραγενόμενοι ἔστησαν παρὰ τῷ βασιλεῖ. 3 καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἐνύπνιον ἑώρακα καὶ ἐκινήϑη μου τὸ πνεῦμα· ἐπιγνῶναι οὖν ϑέλω τὸ ἐνύπνιον. 4 καὶ ἐλάλησαν οἱ Χαλδαῖοι πρὸς τὸν βασιλέα Συριστί Κύριε βασιλεῦ, τὸν αἰῶνα ζῆϑι· ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου, καὶ ἡμεῖς σοι ϕράσομεν τὴν σύγκρισιν αὐτοῦ. 5 ἀποκριϑεὶς δὲ ὁ βασιλεὺς εἶπε τοῖς Χαλδαίοις ὅτι Ἐὰν μὴ ἀπαγγείλητέ μοι ἐπ᾽ ἀληϑείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι, παραδειγματισϑήσεσϑε, καὶ ἀναληϕϑήσεται ὑμῶν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν· 6 ἐὰν δὲ τὸ ἐνύπνιον διασαϕήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε, λήψεσϑε δόματα παντοῖα καὶ δοξασϑήσεσϑε ὑπ᾽ ἐμοῦ· δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε. 7 ἀπεκρίϑησαν δὲ ἐκ δευτέρου λέγοντες Βασιλεῦ, τὸ ὅραμα εἰπόν, καὶ οἱ παῖδές σου κρινοῦσι πρὸς ταῦτα. 8 καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἐπ᾽ ἀληϑείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καϑάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπ᾽ ἐμοῦ τὸ πρᾶγμα· καϑάπερ οὖν προστέταχα, οὕτως ἔσται· 9 ἐὰν μὴ τὸ ἐνύπνιον ἀπαγγείλητέ μοι ἐπ᾽ ἀληϑείας καὶ τὴν τούτου σύγκρισιν δηλώσητε, ϑανάτῳ περιπεσεῖσϑε· συνείπασϑε γὰρ λόγους ψευδεῖς ποιήσασϑαι ἐπ᾽ ἐμοῦ, ἕως ἂν ὁ καιρὸς ἀλλοιωϑῇ· νῦν οὖν ἐὰν τὸ ῥῆμα εἴπητέ μοι, ὃ τὴν νύκτα ἑώρακα, γνώσομαι ὅτι καὶ τὴν τούτου κρίσιν δηλώσετε. 10 καὶ ἀπεκρίϑησαν οἱ Χαλδαῖοι ἐπὶ τοῦ βασιλέως ὅτι Οὐδεὶς τῶν ἐπὶ τῆς γῆς δυνήσεται εἰπεῖν τῷ βασιλεῖ ὃ ἑώρακε, καϑάπερ σὺ ἐρωτᾷς, καὶ πᾶς βασιλεὺς καὶ πᾶς δυνάστης τοιοῦτο πρᾶγμα οὐκ ἐπερωτᾷ πάντα σοϕὸν καὶ μάγον καὶ Χαλδαῖον· 11 καὶ ὁ λόγος, ὃν ζητεῖς, βασιλεῦ, βαρύς ἐστι καὶ ἐπίδοξος, καὶ οὐδείς ἐστιν, ὃς δηλώσει ταῦτα τῷ βασιλεῖ, εἰ μήτι ἄγγελος, οὗ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός· ὅϑεν οὐκ ἐνδέχεται γενέσϑαι καϑάπερ οἴει. 12 τότε ὁ βασιλεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγεῖν πάντας τοὺς σοϕοὺς τῆς Βαβυλωνίας· 13 καὶ ἐδογματίσϑη πάντας ἀποκτεῖναι, ἐζητήϑη δὲ ὁ Δανιηλ καὶ πάντες οἱ μετ᾽ αὐτοῦ χάριν τοῦ συναπολέσϑαι. 14 τότε Δανιηλ εἶπε βουλὴν καὶ γνώμην, ἣν εἶχεν, Αριώχῃ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ᾧ προσέταξεν ἐξαγαγεῖν τοὺς σοϕιστὰς τῆς Βαβυλωνίας, 15 καὶ ἐπυνϑάνετο αὐτοῦ λέγων Περὶ τίνος δογματίζεται πικρῶς παρὰ τοῦ βασιλέως; τότε τὸ πρόσταγμα ἐσήμανεν ὁ Αριώχης τῷ Δανιηλ. 16 ὁ δὲ Δανιηλ εἰσῆλϑε ταχέως πρὸς τὸν βασιλέα καὶ ἠξίωσεν ἵνα δοϑῇ αὐτῷ χρόνος παρὰ τοῦ βασιλέως, καὶ δηλώσῃ πάντα ἐπὶ τοῦ βασιλέως. 17 τότε ἀπελϑὼν Δανιηλ εἰς τὸν οἶκον αὐτοῦ τῷ Ανανια καὶ Μισαηλ καὶ Αζαρια τοῖς συνεταίροις ὑπέδειξε πάντα· 18 καὶ παρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμωρίαν ζητῆσαι παρὰ τοῦ κυρίου τοῦ ὑψίστου περὶ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἐκδοϑῶσι Δανιηλ καὶ οἱ μετ᾽ αὐτοῦ εἰς ἀπώλειαν ἅμα τοῖς σοϕισταῖς Βαβυλῶνος. 19 τότε τῷ Δανιηλ ἐν ὁράματι ἐν αὐτῇ τῇ νυκτὶ τὸ μυστήριον τοῦ βασιλέως ἐξεϕάνϑη εὐσήμως· τότε Δανιηλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον 20 καὶ ἐκϕωνήσας εἶπεν Ἔσται τὸ ὄνομα τοῦ κυρίου τοῦ μεγάλου εὐλογημένον εἰς τὸν αἰῶνα, ὅτι ἡ σοϕία καὶ ἡ μεγαλωσύνη αὐτοῦ ἐστι· 21 καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, μεϑιστῶν βασιλεῖς καὶ καϑιστῶν, διδοὺς σοϕοῖς σοϕίαν καὶ σύνεσιν τοῖς ἐν ἐπιστήμῃ οὖσιν· 22 ἀνακαλύπτων τὰ βαϑέα καὶ σκοτεινὰ καὶ γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ ϕωτί, καὶ παρ᾽ αὐτῷ κατάλυσις· 23 σοί, κύριε τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοϕίαν καὶ ϕρόνησιν ἔδωκάς μοι καὶ νῦν ἐσήμανάς μοι ὅσα ἠξίωσα τοῦ δηλῶσαι τῷ βασιλεῖ πρὸς ταῦτα. 24 εἰσελϑὼν δὲ Δανιηλ πρὸς τὸν Αριωχ τὸν κατασταϑέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοϕιστὰς τῆς Βαβυλωνίας εἶπεν αὐτῷ Τοὺς μὲν σοϕιστὰς τῆς Βαβυλωνίας μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα, καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω. 25 τότε Αριωχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιηλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι Εὕρηκα ἄνϑρωπον σοϕὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ιουδαίας, ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα. 26 ἀποκριϑεὶς δὲ ὁ βασιλεὺς εἶπε τῷ Δανιηλ ἐπικαλουμένῳ δὲ Χαλδαιστὶ Βαλτασαρ Δυνήσῃ δηλῶσαί μοι τὸ ὅραμα, ὃ εἶδον, καὶ τὴν τούτου σύγκρισιν; 27 ἐκϕωνήσας δὲ ὁ Δανιηλ ἐπὶ τοῦ βασιλέως εἶπεν Τὸ μυστήριον, ὃ ἑώρακεν ὁ βασιλεύς, οὐκ ἔστι σοϕῶν καὶ ϕαρμακῶν καὶ ἐπαοιδῶν καὶ γαζαρηνῶν ἡ δήλωσις, 28 ἀλλ᾽ ἔστι ϑεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια, ὃς ἐδήλωσε τῷ βασιλεῖ Ναβουχοδονοσορ ἃ δεῖ γενέσϑαι ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν. βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆϑι· τὸ ἐνύπνιον καὶ τὸ ὅραμα τῆς κεϕαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστι. 29 σύ, βασιλεῦ, κατακλιϑεὶς ἐπὶ τῆς κοίτης σου ἑώρακας πάντα, ὅσα δεῖ γενέσϑαι ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, καὶ ὁ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι ἃ δεῖ γενέσϑαι. 30 κἀμοὶ δὲ οὐ παρὰ τὴν σοϕίαν τὴν οὖσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνϑρώπους τὸ μυστήριον τοῦτο ἐξεϕάνϑη, ἀλλ᾽ ἕνεκεν τοῦ δηλωϑῆναι τῷ βασιλεῖ ἐσημάνϑη μοι ἃ ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει. 31 καὶ σύ, βασιλεῦ, ἑώρακας, καὶ ἰδοὺ εἰκὼν μία, καὶ ἦν ἡ εἰκὼν ἐκείνη μεγάλη σϕόδρα, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερϕερὴς ἑστήκει ἐναντίον σου, καὶ ἡ πρόσοψις τῆς εἰκόνος ϕοβερά· 32 καὶ ἦν ἡ κεϕαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ, τὸ στῆϑος καὶ οἱ βραχίονες ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, 33 τὰ δὲ σκέλη σιδηρᾶ, οἱ πόδες μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκινον. 34 ἑώρακας ἕως ὅτου ἐτμήϑη λίϑος ἐξ ὄρους ἄνευ χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά. 35 τότε λεπτὰ ἐγένετο ἅμα ὁ σίδηρος καὶ τὸ ὄστρακον καὶ ὁ χαλκὸς καὶ ὁ ἄργυρος καὶ τὸ χρυσίον καὶ ἐγένετο ὡσεὶ λεπτότερον ἀχύρου ἐν ἅλωνι, καὶ ἐρρίπισεν αὐτὰ ὁ ἄνεμος ὥστε μηδὲν καταλειϕϑῆναι ἐξ αὐτῶν· καὶ ὁ λίϑος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα καὶ ἐπάταξε πᾶσαν τὴν γῆν. 36 τοῦτο τὸ ὅραμα· καὶ τὴν κρίσιν δὲ ἐροῦμεν ἐπὶ τοῦ βασιλέως. 37 σύ, βασιλεῦ βασιλεὺς βασιλέων, καὶ σοὶ ὁ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν, 38 ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνϑρώπων καὶ ϑηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχϑύων τῆς ϑαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου κυριεύειν πάντων, σὺ εἶ ἡ κεϕαλὴ ἡ χρυσῆ. 39 καὶ μετὰ σὲ ἀναστήσεται βασιλεία ἐλάττων σου, καὶ τρίτη βασιλεία ἄλλη χαλκῆ, ἣ κυριεύσει πάσης τῆς γῆς. 40 καὶ βασιλεία τετάρτη ἰσχυρὰ ὥσπερ ὁ σίδηρος ὁ δαμάζων πάντα καὶ πᾶν δένδρον ἐκκόπτων, καὶ σεισϑήσεται πᾶσα ἡ γῆ. 41 καὶ ὡς ἑώρακας τοὺς πόδας αὐτῆς μέρος μέν τι ὀστράκου κεραμικοῦ μέρος δέ τι σιδήρου, βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτῇ, καϑάπερ εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ· 42 καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρὸν καὶ μέρος τι ἔσται συντετριμμένον. 43 καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμειγμένον ἅμα τῷ πηλίνῳ ὀστράκῳ, συμμειγεῖς ἔσονται εἰς γένεσιν ἀνϑρώπων, οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὔτε εὐνοοῦντες ἀλλήλοις, ὥσπερ οὐδὲ ὁ σίδηρος δύναται συγκραϑῆναι τῷ ὀστράκῳ. 44 καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων τούτων στήσει ὁ ϑεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις ἔσται εἰς τοὺς αἰῶνας καὶ οὐ ϕϑαρήσεται, καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔϑνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀϕανίσει τὰς βασιλείας ταύτας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα, 45 καϑάπερ ἑώρακας ἐξ ὄρους τμηϑῆναι λίϑον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον, τὸν σίδηρον καὶ τὸν χαλκὸν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν. ὁ ϑεὸς ὁ μέγας ἐσήμανε τῷ βασιλεῖ τὰ ἐσόμενα ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, καὶ ἀκριβὲς τὸ ὅραμα, καὶ πιστὴ ἡ τούτου κρίσις. 46 τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσωπον χαμαὶ προσεκύνησε τῷ Δανιηλ καὶ ἐπέταξε ϑυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ. 47 καὶ ἐκϕωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιηλ εἶπεν Ἐπ᾽ ἀληϑείας ἐστὶν ὁ ϑεὸς ὑμῶν ϑεὸς τῶν ϑεῶν καὶ κύριος τῶν βασιλέων ὁ ἐκϕαίνων μυστήρια κρυπτὰ μόνος, ὅτι ἐδυνάσϑης δηλῶσαι τὸ μυστήριον τοῦτο. 48 τότε ὁ βασιλεὺς Ναβουχοδονοσορ Δανιηλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τῶν σοϕιστῶν Βαβυλωνίας. 49 καὶ Δανιηλ ἠξίωσε τὸν βασιλέα ἵνα κατασταϑῶσιν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας Σεδραχ, Μισαχ, Αβδεναγω· καὶ Δανιηλ ἦν ἐν τῇ βασιλικῇ αὐλῇ.

Liber Danielis prophetæ - Δανιῆλ caput 3

1 Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσορ βασιλεὺς διοικῶν πόλεις καὶ χώρας καὶ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ Ινδικῆς ἕως Αἰϑιοπίας ἐποίησεν εἰκόνα χρυσῆν, τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα καὶ τὸ πλάτος αὐτῆς πηχῶν ἕξ, καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ τοῦ περιβόλου χώρας Βαβυλωνίας. 2 καὶ Ναβουχοδονοσορ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔϑνη καὶ ϕυλὰς καὶ γλώσσας, σατράπας, στρατηγούς, τοπάρχας καὶ ὑπάτους, διοικητὰς καὶ τοὺς ἐπ᾽ ἐξουσιῶν κατὰ χώραν καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἐλϑεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς, ἣν ἔστησε Ναβουχοδονοσορ ὁ βασιλεύς· 3 καὶ ἔστησαν οἱ προγεγραμμένοι κατέναντι τῆς εἰκόνος. 4 καὶ ὁ κῆρυξ ἐκήρυξε τοῖς ὄχλοις Ὑμῖν παραγγέλλεται, ἔϑνη καὶ χῶραι, λαοὶ καὶ γλῶσσαι· 5 ὅταν ἀκούσητε τῆς ϕωνῆς τῆς σάλπιγγος, σύριγγος καὶ κιϑάρας, σαμβύκης καὶ ψαλτηρίου, συμϕωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστησε Ναβουχοδονοσορ βασιλεύς· 6 καὶ πᾶς, ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβαλοῦσιν αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. 7 καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε ἤκουσαν πάντα τὰ ἔϑνη τῆς ϕωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν, πίπτοντα πάντα τὰ ἔϑνη, ϕυλαὶ καὶ γλῶσσαι προσεκύνησαν τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστησε Ναβουχοδονοσορ, κατέναντι τούτου. 8 ἐν ἐκείνῳ τῷ καιρῷ προσελϑόντες ἄνδρες Χαλδαῖοι διέβαλον τοὺς Ιουδαίους 9 καὶ ὑπολαβόντες εἶπον Κύριε βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆϑι· 10 σύ, βασιλεῦ, προσέταξας καὶ ἔκρινας, ἵνα πᾶς ἄνϑρωπος, ὃς ἂν ἀκούσῃ τῆς ϕωνῆς τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν, πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, 11 καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβληϑήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· 12 εἰσὶ δέ τινες ἄνδρες Ιουδαῖοι, οὓς κατέστησας ἐπὶ τῆς χώρας τῆς Βαβυλωνίας, Σεδραχ, Μισαχ, Αβδεναγω, οἱ ἄνϑρωποι ἐκεῖνοι οὐκ ἐϕοβήϑησάν σου τὴν ἐντολὴν καὶ τῷ εἰδώλῳ σου οὐκ ἐλάτρευσαν καὶ τῇ εἰκόνι σου τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσεκύνησαν. 13 τότε Ναβουχοδονοσορ ϑυμωϑεὶς ὀργῇ προσέταξεν ἀγαγεῖν τὸν Σεδραχ, Μισαχ, Αβδεναγω· τότε οἱ ἄνϑρωποι ἤχϑησαν πρὸς τὸν βασιλέα. 14 οὓς καὶ συνιδὼν Ναβουχοδονοσορ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Διὰ τί, Σεδραχ, Μισαχ, Αβδεναγω, τοῖς ϑεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ἣν ἔστησα, οὐ προσκυνεῖτε; 15 καὶ νῦν εἰ μὲν ἔχετε ἑτοίμως ἅμα τῷ ἀκοῦσαι τῆς σάλπιγγος καὶ παντὸς ἤχου μουσικῶν πεσόντες προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησα· εἰ δὲ μή γε, γινώσκετε ὅτι μὴ προσκυνησάντων ὑμῶν αὐϑωρὶ ἐμβληϑήσεσϑε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ ποῖος ϑεὸς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; 16 ἀποκριϑέντες δὲ Σεδραχ, Μισαχ, Αβδεναγω εἶπαν τῷ βασιλεῖ Ναβουχοδονοσορ Βασιλεῦ, οὐ χρείαν ἔχομεν ἡμεῖς ἐπὶ τῇ ἐπιταγῇ ταύτῃ ἀποκριϑῆναί σοι· 17 ἔστι γὰρ ϑεὸς ἐν οὐρανοῖς εἷς κύριος ἡμῶν, ὃν ϕοβούμεϑα, ὅς ἐστι δυνατὸς ἐξελέσϑαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρός, καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ἐξελεῖται ἡμᾶς· 18 καὶ τότε ϕανερόν σοι ἔσται, ὅτι οὔτε τῷ εἰδώλῳ σου λατρεύομεν οὔτε τῇ εἰκόνι σου τῇ χρυσῇ, ἣν ἔστησας, προσκυνοῦμεν. 19 τότε Ναβουχοδονοσορ ἐπλήσϑη ϑυμοῦ, καὶ ἡ μορϕὴ τοῦ προσώπου αὐτοῦ ἠλλοιώϑη, καὶ ἐπέταξε καῆναι τὴν κάμινον ἑπταπλασίως παρ᾽ ὃ ἔδει αὐτὴν καῆναι· 20 καὶ ἄνδρας ἰσχυροτάτους τῶν ἐν τῇ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν Σεδραχ, Μισαχ, Αβδεναγω ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. 21 τότε οἱ ἄνδρες ἐκεῖνοι συνεποδίσϑησαν ἔχοντες τὰ ὑποδήματα αὐτῶν καὶ τὰς τιάρας αὐτῶν ἐπὶ τῶν κεϕαλῶν αὐτῶν σὺν τῷ ἱματισμῷ αὐτῶν καὶ ἐβλήϑησαν εἰς τὴν κάμινον. 22 ἐπειδὴ τὸ πρόσταγμα τοῦ βασιλέως ἤπειγεν καὶ ἡ κάμινος ἐξεκαύϑη ὑπὲρ τὸ πρότερον ἑπταπλασίως, καὶ οἱ ἄνδρες οἱ προχειρισϑέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τῇ καμίνῳ ἐνεβάλοσαν εἰς αὐτήν. 23 τοὺς μὲν οὖν ἄνδρας τοὺς συμποδίσαντας τοὺς περὶ τὸν Αζαριαν ἐξελϑοῦσα ἡ ϕλὸξ ἐκ τῆς καμίνου ἐνεπύρισε καὶ ἀπέκτεινεν, αὐτοὶ δὲ συνετηρήϑησαν. 24 Οὕτως οὖν προσηύξατο Ανανιας καὶ Αζαριας καὶ Μισαηλ καὶ ὕμνησαν τῷ κυρίῳ, ὅτε αὐτοὺς ὁ βασιλεὺς προσέταξεν ἐμβληϑῆναι εἰς τὴν κάμινον. 25 στὰς δὲ Αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐξωμολογεῖτο τῷ κυρίῳ ἅμα τοῖς συνεταίροις αὐτοῦ ἐν μέσῳ τῷ πυρὶ ὑποκαιομένης τῆς καμίνου ὑπὸ τῶν Χαλδαίων σϕόδρα καὶ εἶπαν 26 Εὐλογητὸς εἶ, κύριε ὁ ϑεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, 27 ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληϑινά, καὶ αἱ ὁδοί σου εὐϑεῖαι, καὶ πᾶσαι αἱ κρίσεις σου ἀληϑιναί, 28 καὶ κρίματα ἀληϑείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ιερουσαλημ, διότι ἐν ἀληϑείᾳ καὶ κρίσει ἐποίησας πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν. 29 ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν 30 οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καϑὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται. 31 καὶ νῦν πάντα, ὅσα ἡμῖν ἐπήγαγες, καὶ πάντα, ὅσα ἐποί ησας ἡμῖν, ἐν ἀληϑινῇ κρίσει ἐποίησας 32 καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχϑρῶν ἡμῶν ἀνόμων καὶ ἐχϑίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν. 33 καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα, αἰσχύνη καὶ ὄνειδος ἐγενήϑη τοῖς δούλοις σου καὶ τοῖς σε βομένοις σε. 34 μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς σου τὴν διαϑήκην 35 καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀϕ᾽ ἡμῶν διὰ Αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ισαακ τὸν δοῦλόν σου καὶ Ισραηλ τὸν ἅγιόν σου, 36 ὡς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληϑῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς ϑαλάσσης. 37 ὅτι, δέσποτα, ἐσμικρύνϑημεν παρὰ πάντα τὰ ἔϑνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρ τίας ἡμῶν, 38 καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προϕήτης οὐδὲ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ ϑυσία οὐδὲ προσϕορὰ οὐδὲ ϑυμίαμα οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος· 39 ἀλλ᾽ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι τεταπεινωμένῳ προσδεχϑείημεν ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων· 40 οὕτω γενέσϑω ἡμῶν ἡ ϑυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισϑέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιϑόσιν ἐπὶ σοί, καὶ τελειώσαι ὄπισϑέν σου. 41 καὶ νῦν ἐξακολουϑοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ ϕοβούμεϑά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς, 42 ἀλλὰ ποίησον μεϑ᾽ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆϑος τοῦ ἐλέους σου 43 καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ ϑαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, κύριε. 44 καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνϑείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη· 45 γνώτωσαν ὅτι σὺ εἶ μόνος κύριος ὁ ϑεὸς καὶ ἔνδοξος ἐϕ᾽ ὅλην τὴν οἰκουμένην. 46 Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον. καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρεῖς εἰς ἅπαξ εἰς τὴν κάμινον, καὶ ἡ κάμινος ἦν διάπυρος κατὰ τὴν ϑερμασίαν αὐτῆς ἑπταπλασίως, καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν, οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἦσαν ὑπεράνω αὐτῶν, οἱ δὲ ὑπέκαιον ὑποκάτωϑεν αὐτῶν νάϕϑαν καὶ στιππύον καὶ πίσσαν καὶ κληματίδα. 47 καὶ διεχεῖτο ἡ ϕλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα 48 καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. 49 ἄγγελος δὲ κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν ϕλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου 50 καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡσεὶ πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν καϑόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτούς. 51 Ἀναλαβόντες δὲ οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν ϑεὸν ἐν τῇ καμίνῳ λέγοντες 52 Εὐλογητὸς εἶ, κύριε ὁ ϑεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψωμένον εἰς πάντας τοὺς αἰῶνας. 53 εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας. 54 εὐλογητὸς εἶ ἐπὶ ϑρόνου τῆς βασιλείας σου καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰῶνας. 55 εὐλογητὸς εἶ, ὁ βλέπων ἀβύσσους καϑήμενος ἐπὶ χερουβιμ, καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. 56 εὐλογητὸς εἶ ἐν τῷ στερεώματι καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας. 57 εὐλογεῖτε, πάντα τὰ ἔργα τοῦ κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 58 εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 59 εὐλογεῖτε, οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 60 εὐλογεῖτε, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 61 εὐλογεῖτε, πᾶσαι αἱ δυνάμεις κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 62 εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 63 εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 64 εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 65 εὐλογεῖτε, πάντα τὰ πνεύματα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 66 εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 67 εὐλογεῖτε, ῥῖγος καὶ ψῦχος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 68 εὐλογεῖτε, δρόσοι καὶ νιϕετοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 69 εὐλογεῖτε, πάγοι καὶ ψῦχος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 70 εὐλογεῖτε, πάχναι καὶ χιόνες, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 71 εὐλογεῖτε, νύκτες καὶ ἡμέραι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 72 εὐλογεῖτε, ϕῶς καὶ σκότος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 73 εὐλογεῖτε, ἀστραπαὶ καὶ νεϕέλαι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 74 εὐλογείτω ἡ γῆ τὸν κύριον· ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας. 75 εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 76 εὐλογεῖτε, πάντα τὰ ϕυόμενα ἐπὶ τῆς γῆς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 77 εὐλογεῖτε, αἱ πηγαί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 78 εὐλογεῖτε, ϑάλασσαι καὶ ποταμοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 79 εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 80 εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 81 εὐλογεῖτε, τετράποδα καὶ ϑηρία τῆς γῆς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 82 εὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνϑρώπων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 83 εὐλογεῖτε, Ισραηλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 84 εὐλογεῖτε, ἱερεῖς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 85 εὐλογεῖτε, δοῦλοι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 86 εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 87 εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 88 εὐλογεῖτε, Ανανια, Αζαρια, Μισαηλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας, ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς ϑανάτου καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης ϕλογὸς καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς. 89 ἐξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 90 εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν ϑεὸν τῶν ϑεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσϑε, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων. 91 Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν καὶ ἑστὼς ἐϑεώρει αὐτοὺς ζῶντας, τότε Ναβουχοδονοσορ ὁ βασιλεὺς ἐϑαύμασε καὶ ἀνέστη σπεύσας καὶ εἶπεν τοῖς ϕίλοις αὐτοῦ 92 Ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους περιπατοῦντας ἐν τῷ πυρί, καὶ ϕϑορὰ οὐδεμία ἐγενήϑη ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα ἀγγέλου ϑεοῦ. 93 καὶ προσελϑὼν ὁ βασιλεὺς πρὸς τὴν ϑύραν τῆς καμίνου [τῆς] καιομένης τῷ πυρὶ ἐκάλεσεν αὐτοὺς ἐξ ὀνόματος Σεδραχ, Μισαχ, Αβδεναγω οἱ παῖδες τοῦ ϑεοῦ τῶν ϑεῶν τοῦ ὑψίστου, ἐξέλϑετε ἐκ τοῦ πυρός. οὕτως οὖν ἐξῆλϑον οἱ ἄνδρες ἐκ μέσου τοῦ πυρός. 94 καὶ συνήχϑησαν οἱ ὕπατοι, τοπάρχαι καὶ ἀρχιπατριῶται καὶ οἱ ϕίλοι τοῦ βασιλέως καὶ ἐϑεώρουν τοὺς ἀνϑρώπους ἐκείνους, ὅτι οὐχ ἥψατο τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ αἱ τρίχες αὐτῶν οὐ κατεκάησαν καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώϑησαν, οὐδὲ ὀσμὴ τοῦ πυρὸς ἦν ἐν αὐτοῖς. 95 ὑπολαβὼν δὲ Ναβουχοδονοσορ ὁ βασιλεὺς εἶπεν Εὐλογητὸς κύριος ὁ ϑεὸς τοῦ Σεδραχ, Μισαχ, Αβδεναγω, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἔσωσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐλπίσαντας ἐπ᾽ αὐτόν, τὴν γὰρ προσταγὴν τοῦ βασιλέως ἠϑέτησαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς ἐμπυρισμόν, ἵνα μὴ λατρεύσωσι μηδὲ προσκυνήσωσι ϑεῷ ἑτέρῳ ἀλλ᾽ ἢ τῷ ϑεῷ αὐτῶν· 96 καὶ νῦν ἐγὼ κρίνω ἵνα πᾶν ἔϑνος καὶ πᾶσαι ϕυλαὶ καὶ πᾶσαι γλῶσσαι, ὃς ἂν βλασϕημήσῃ εἰς τὸν κύριον τὸν ϑεὸν Σεδραχ, Μισαχ, Αβδεναγω, διαμελισϑήσεται καὶ ἡ οἰκία αὐτοῦ δημευϑήσεται, διότι οὐκ ἔστιν ϑεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσϑαι οὕτως. 97 οὕτως οὖν ὁ βασιλεὺς τῷ Σεδραχ, Μισαχ, Αβδεναγω ἐξουσίαν δοὺς ἐϕ᾽ ὅλης τῆς χώρας κατέστησεν αὐτοὺς ἄρχοντας.

Liber Danielis prophetæ - Δανιῆλ caput 4

Ἔτους ὀκτωκαιδεκάτου τῆς βασιλείας Ναβουχοδονοσορ εἶπεν Εἰρηνεύων ἤμην ἐν τῷ οἴκῳ μου καὶ εὐϑηνῶν ἐπὶ τοῦ ϑρόνου μου. 5 ἐνύπνιον εἶδον καὶ εὐλαβήϑην, καὶ ϕόβος μοι ἐπέπεσεν. 10 ἐκάϑευδον καὶ ἰδοὺ δένδρον ὑψηλὸν ϕυόμενον ἐπὶ τῆς γῆς· ἡ ὅρασις αὐτοῦ μεγάλη, καὶ οὐκ ἦν ἄλλο ὅμοιον αὐτῷ. 12 οἱ κλάδοι αὐτοῦ τῷ μήκει ὡς σταδίων τριάκοντα, καὶ ὑποκάτω αὐτοῦ ἐσκίαζον πάντα τὰ ϑηρία τῆς γῆς, καὶ ἐν αὐτῷ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐνόσσευον· ὁ καρπὸς αὐτοῦ πολὺς καὶ ἀγαϑὸς καὶ ἐχορήγει πᾶσι τοῖς ζῴοις. 11 καὶ ἡ ὅρασις αὐτοῦ μεγάλη· ἡ κορυϕὴ αὐτοῦ ἤγγιζεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ ἕως τῶν νεϕελῶν πληροῦν τὰ ὑποκάτω τοῦ οὐρανοῦ, ὁ ἥλιος καὶ ἡ σελήνη ἐν αὐτῷ ᾤκουν καὶ ἐϕώτιζον πᾶσαν τὴν γῆν. 13 ἐϑεώρουν ἐν τῷ ὕπνῳ μου, καὶ ἰδοὺ ἄγγελος ἀπεστάλη ἐν ἰσχύι ἐκ τοῦ οὐρανοῦ 14 καὶ ἐϕώνησε καὶ εἶπεν αὐτῷ Ἐκκόψατε αὐτὸ καὶ καταϕϑείρατε αὐτό· προστέτακται γὰρ ἀπὸ τοῦ ὑψίστου ἐκριζῶσαι καὶ ἀχρειῶσαι αὐτό. 15 καὶ οὕτως εἶπε Ῥίζαν μίαν ἄϕετε αὐτοῦ ἐν τῇ γῇ, ὅπως μετὰ τῶν ϑηρίων τῆς γῆς ἐν τοῖς ὄρεσι χόρτον ὡς βοῦς νέμηται· 16 καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἀλλοιωϑῇ, καὶ ἑπτὰ ἔτη βοσκηϑῇ σὺν αὐτοῖς, 17 ἕως ἂν γνῷ τὸν κύριον τοῦ οὐρανοῦ ἐξουσίαν ἔχειν πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς, καὶ ὅσα ἂν ϑέλῃ, ποιεῖ ἐν αὐτοῖς. 17 a ἐνώπιόν μου ἐξεκόπη ἐν ἡμέρᾳ μιᾷ, καὶ ἡ καταϕϑορὰ αὐτοῦ ἐν ὥρᾳ μιᾷ τῆς ἡμέρας, καὶ οἱ κλάδοι αὐτοῦ ἐδόϑησαν εἰς πάντα ἄνεμον, καὶ εἱλκύσϑη καὶ ἐρρίϕη· καὶ τὸν χόρτον τῆς γῆς μετὰ τῶν ϑηρίων τῆς γῆς ἤσϑιε καὶ εἰς ϕυλακὴν παρεδόϑη καὶ ἐν πέδαις καὶ ἐν χειροπέδαις χαλκαῖς ἐδέϑη ὑπ᾽ αὐτῶν. σϕόδρα ἐϑαύμασα ἐπὶ πᾶσι τούτοις, καὶ ὁ ὕπνος μου ἀπέστη ἀπὸ τῶν ὀϕϑαλμῶν μου. 18 καὶ ἀναστὰς τὸ πρωῒ ἐκ τῆς κοίτης μου ἐκάλεσα τὸν Δανιηλ τὸν ἄρχοντα τῶν σοϕιστῶν καὶ τὸν ἡγούμενον τῶν κρινόντων τὰ ἐνύπνια καὶ διηγησάμην αὐτῷ τὸ ἐνύπνιον, καὶ ὑπέδειξέ μοι πᾶσαν τὴν σύγκρισιν αὐτοῦ. 19 μεγάλως δὲ ἐϑαύμασεν ὁ Δανιηλ, καὶ ὑπόνοια κατέσπευδεν αὐτόν, καὶ ϕοβηϑεὶς τρόμου λαβόντος αὐτὸν καὶ ἀλλοιωϑείσης τῆς ὁράσεως αὐτοῦ κινήσας τὴν κεϕαλὴν ὥραν μίαν ἀποϑαυμάσας ἀπεκρίϑη μοι ϕωνῇ πραείᾳ Βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχϑροῖς σου ἐπέλϑοι. 20 τὸ δένδρον τὸ ἐν τῇ γῇ πεϕυτευμένον, οὗ ἡ ὅρασις μεγάλη, σὺ εἶ, βασιλεῦ. 21 καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὰ νοσσεύοντα ἐν αὐτῷ· ἡ ἰσχὺς τῆς γῆς καὶ τῶν ἐϑνῶν καὶ τῶν γλωσσῶν πασῶν ἕως τῶν περάτων τῆς γῆς καὶ πᾶσαι αἱ χῶραι σοὶ δουλεύουσι. 22 τὸ δὲ ἀνυψωϑῆναι τὸ δένδρον ἐκεῖνο καὶ ἐγγίσαι τῷ οὐρανῷ καὶ τὸ κύτος αὐτοῦ ἅψασϑαι τῶν νεϕελῶν· σύ, βασιλεῦ, ὑψώϑης ὑπὲρ πάντας τοὺς ἀνϑρώπους τοὺς ὄντας ἐπὶ προσώπου πάσης τῆς γῆς, ὑψώϑη σου ἡ καρδία ὑπερηϕανίᾳ καὶ ἰσχύι τὰ πρὸς τὸν ἅγιον καὶ τοὺς ἀγγέλους αὐτοῦ· τὰ ἔργα σου ὤϕϑη, καϑότι ἐξερήμωσας τὸν οἶκον τοῦ ϑεοῦ τοῦ ζῶντος ἐπὶ ταῖς ἁμαρτίαις τοῦ λαοῦ τοῦ ἡγιασμένου. 23 καὶ ἡ ὅρασις, ἣν εἶδες, ὅτι ἄγγελος ἐν ἰσχύι ἀπεστάλη παρὰ τοῦ κυρίου καὶ ὅτι εἶπεν ἐξᾶραι τὸ δένδρον καὶ ἐκκόψαι· ἡ κρίσις τοῦ ϑεοῦ τοῦ μεγάλου ἥξει ἐπὶ σέ, 24 καὶ ὁ ὕψιστος καὶ οἱ ἄγγελοι αὐτοῦ ἐπὶ σὲ κατατρέχουσιν· 25 εἰς ϕυλακὴν ἀπάξουσί σε καὶ εἰς τόπον ἔρημον ἀποστελοῦσί σε. 26 καὶ ἡ ῥίζα τοῦ δένδρου ἡ ἀϕεϑεῖσα, ἐπεὶ οὐκ ἐξερριζώϑη· ὁ τόπος τοῦ ϑρόνου σού σοι συντηρηϑήσεται εἰς καιρὸν καὶ ὥραν. ἰδοὺ ἐπὶ σὲ ἑτοιμάζονται καὶ μαστιγώσουσί σε καὶ ἐπάξουσι τὰ κεκριμένα ἐπὶ σέ. 27 κύριος ζῇ ἐν οὐρανῷ, καὶ ἡ ἐξουσία αὐτοῦ ἐπὶ πάσῃ τῇ γῇ· αὐτοῦ δεήϑητι περὶ τῶν ἁμαρτιῶν σου καὶ πάσας τὰς ἀδικίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, ἵνα ἐπιείκεια δοϑῇ σοι καὶ πολυήμερος γένῃ ἐπὶ τοῦ ϑρόνου τῆς βασιλείας σου, καὶ μὴ καταϕϑείρῃ σε. τούτους τοὺς λόγους ἀγάπησον· ἀκριβὴς γάρ μου ὁ λόγος, καὶ πλήρης ὁ χρόνος σου. 28 καὶ ἐπὶ συντελείᾳ τῶν λόγων Ναβουχοδονοσορ, ὡς ἤκουσε τὴν κρίσιν τοῦ ὁράματος, τοὺς λόγους ἐν τῇ καρδίᾳ συνετήρησε. – 29 καὶ μετὰ μῆνας δώδεκα ὁ βασιλεὺς ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δόξης αὐτοῦ περιεπάτει καὶ ἐπὶ τῶν πύργων αὐτῆς διεπορεύετο 30 καὶ ἀποκριϑεὶς εἶπεν Αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα, καὶ οἶκος βασιλείας μου ἐν ἰσχύι κράτους μου κληϑήσεται εἰς τιμὴν τῆς δόξης μου. 31 καὶ ἐπὶ συντελείας τοῦ λόγου αὐτοῦ ϕωνὴν ἐκ τοῦ οὐρανοῦ ἤκουσε Σοὶ λέγεται, Ναβουχοδονοσορ βασιλεῦ, ἡ βασιλεία Βαβυλῶνος ἀϕῄρηταί σου καὶ ἑτέρῳ δίδοται, ἐξουϑενημένῳ ἀνϑρώπῳ ἐν τῷ οἴκῳ σου· ἰδοὺ ἐγὼ καϑίστημι αὐτὸν ἐπὶ τῆς βασιλείας σου, καὶ τὴν ἐξουσίαν σου καὶ τὴν δόξαν σου καὶ τὴν τρυϕήν σου παραλήψεται, ὅπως ἐπιγνῷς ὅτι ἐξουσίαν ἔχει ὁ ϑεὸς τοῦ οὐρανοῦ ἐν τῇ βασιλείᾳ τῶν ἀνϑρώπων, καὶ ᾧ ἐὰν βούληται δώσει αὐτήν· ἕως δὲ ἡλίου ἀνατολῆς βασιλεὺς ἕτερος εὐϕρανϑήσεται ἐν τῷ οἴκῳ σου καὶ κρατήσει τῆς δόξης σου καὶ τῆς ἰσχύος σου καὶ τῆς ἐξουσίας σου. 32 καὶ οἱ ἄγγελοι διώξονταί σε ἐπὶ ἔτη ἑπτά, καὶ οὐ μὴ ὀϕϑῇς οὐδ᾽ οὐ μὴ λαλήσῃς μετὰ παντὸς ἀνϑρώπου· χόρτον ὡς βοῦν σε ψωμίσουσι, καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἔσται ἡ νομή σου· ἰδοὺ ἀντὶ τῆς δόξης σου δήσουσί σε, καὶ τὸν οἶκον τῆς τρυϕῆς σου καὶ τὴν βασιλείαν σου ἕτερος ἕξει. 33 ἕως δὲ πρωῒ πάντα τελεσϑήσεται ἐπὶ σέ, Ναβουχοδονοσορ βασιλεῦ Βαβυλῶνος, καὶ οὐχ ὑστερήσει ἀπὸ πάντων τούτων οὐϑέν. – 33 a ἐγὼ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος ἑπτὰ ἔτη ἐπεδήϑην· χόρτον ὡς βοῦν ἐψώμισάν με, καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἤσϑιον. καὶ μετὰ ἔτη ἑπτὰ ἔδωκα τὴν ψυχήν μου εἰς δέησιν καὶ ἠξίωσα περὶ τῶν ἁμαρτιῶν μου κατὰ πρόσωπον κυρίου τοῦ ϑεοῦ τοῦ οὐρανοῦ καὶ περὶ τῶν ἀγνοιῶν μου τοῦ ϑεοῦ τῶν ϑεῶν τοῦ μεγάλου ἐδεήϑην. 34 καὶ αἱ τρίχες μου ἐγένοντο ὡς πτέρυγες ἀετοῦ, οἱ ὄνυχές μου ὡσεὶ λέοντος· ἠλλοιώϑη ἡ σάρξ μου καὶ ἡ καρδία μου, γυμνὸς περιεπάτουν μετὰ τῶν ϑηρίων τῆς γῆς. ἐνύπνιον εἶδον, καὶ ὑπόνοιαί με εἰλήϕασι, καὶ διὰ χρόνου ὕπνος με ἔλαβε πολὺς καὶ νυσταγμὸς ἐπέπεσέ μοι. καὶ ἐπὶ συντελείᾳ τῶν ἑπτὰ ἐτῶν ὁ χρόνος μου τῆς ἀπολυτρώσεως ἦλϑε, καὶ αἱ ἁμαρτίαι μου καὶ αἱ ἄγνοιαί μου ἐπληρώϑησαν ἐναντίον τοῦ ϑεοῦ τοῦ οὐρανοῦ· καὶ ἐδεήϑην περὶ τῶν ἀγνοιῶν μου τοῦ ϑεοῦ τῶν ϑεῶν τοῦ μεγάλου, καὶ ἰδοὺ ἄγγελος εἷς ἐκάλεσέ με ἐκ τοῦ οὐρανοῦ λέγων Ναβουχοδονοσορ, δούλευσον τῷ ϑεῷ τοῦ οὐρανοῦ τῷ ἁγίῳ καὶ δὸς δόξαν τῷ ὑψίστῳ· τὸ βασίλειον τοῦ ἔϑνους σού σοι ἀποδίδοται. 36 ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκατεστάϑη ἡ βασιλεία μου ἐμοί, καὶ ἡ δόξα μου ἀπεδόϑη μοι. 37 τῷ ὑψίστῳ ἀνϑομολογοῦμαι καὶ αἰνῶ τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰς ϑαλάσσας καὶ τοὺς ποταμοὺς καὶ πάντα τὰ ἐν αὐτοῖς· ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι αὐτός ἐστι ϑεὸς τῶν ϑεῶν καὶ κύριος τῶν κυρίων καὶ βασιλεὺς τῶν βασιλέων, ὅτι αὐτὸς ποιεῖ σημεῖα καὶ τέρατα καὶ ἀλλοιοῖ καιροὺς καὶ χρόνους ἀϕαιρῶν βασιλείαν βασιλέων καὶ καϑιστῶν ἑτέρους ἀντ αὐτῶν. 37 a ἀπὸ τοῦ νῦν αὐτῷ λατρεύσω, καὶ ἀπὸ τοῦ ϕόβου αὐτοῦ τρόμος εἴληϕέ με, καὶ πάντας τοὺς ἁγίους αὐτοῦ αἰνῶ· οἱ γὰρ ϑεοὶ τῶν ἐϑνῶν οὐκ ἔχουσιν ἐν ἑαυτοῖς ἰσχὺν ἀποστρέψαι βασιλείαν βασιλέως εἰς ἕτερον βασιλέα καὶ ἀποκτεῖναι καὶ ζῆν ποιῆσαι καὶ ποιῆσαι σημεῖα καὶ ϑαυμάσια μεγάλα καὶ ϕοβερὰ καὶ ἀλλοιῶσαι ὑπερμεγέϑη πράγματα, καϑὼς ἐποίησεν ἐν ἐμοὶ ὁ ϑεὸς τοῦ οὐρανοῦ καὶ ἠλλοίωσεν ἐπ᾽ ἐμοὶ μεγάλα πράγματα. ἐγὼ πάσας τὰς ἡμέρας τῆς βασιλείας μου περὶ τῆς ψυχῆς μου τῷ ὑψίστῳ ϑυσίας προσοίσω εἰς ὀσμὴν εὐωδίας τῷ κυρίῳ καὶ τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσω, ἐγὼ καὶ ὁ λαός μου, τὸ ἔϑνος μου καὶ αἱ χῶραί μου αἱ ἐν τῇ ἐξουσίᾳ μου. καὶ ὅσοι ἐλάλησαν εἰς τὸν ϑεὸν τοῦ οὐρανοῦ, καὶ ὅσοι ἂν καταληϕϑῶσι λαλοῦντές τι, τούτους κατακρινῶ ϑανάτῳ. – 38 ἔγραψε δὲ ὁ βασιλεὺς Ναβουχοδονοσορ ἐπιστολὴν ἐγκύκλιον πᾶσι τοῖς κατὰ τόπον ἔϑνεσι καὶ χώραις καὶ γλώσσαις πάσαις ταῖς οἰκούσαις ἐν πάσαις ταῖς χώραις ἐν γενεαῖς καὶ γενεαῖς Κυρίῳ τῷ ϑεῷ τοῦ οὐρανοῦ αἰνεῖτε καὶ ϑυσίαν καὶ προσϕορὰν προσϕέρετε αὐτῷ ἐνδόξως· ἐγὼ βασιλεὺς βασιλέων ἀνϑομολογοῦμαι αὐτῷ ἐνδόξως, ὅτι οὕτως ἐποίησε μετ᾽ ἐμοῦ· ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐκάϑισέ με ἐπὶ τοῦ ϑρόνου μου, καὶ τῆς ἐξουσίας μου καὶ τῆς βασιλείας μου ἐν τῷ λαῷ μου ἐκράτησα, καὶ ἡ μεγαλωσύνη μου ἀποκατεστάϑη μοι. 39 Ναβουχοδονοσορ βασιλεὺς πᾶσι τοῖς ἔϑνεσι καὶ πάσαις ταῖς χώραις καὶ πᾶσι τοῖς οἰκοῦσιν ἐν αὐταῖς· εἰρήνη ὑμῖν πληϑυνϑείη ἐν παντὶ καιρῷ. καὶ νῦν ὑποδείξω ὑμῖν τὰς πράξεις, ἃς ἐποίησε μετ᾽ ἐμοῦ ὁ ϑεὸς ὁ μέγας· ἔδοξε δέ μοι ἀποδεῖξαι ὑμῖν καὶ τοῖς σοϕισταῖς ὑμῶν ὅτι ἔστι ϑεός, καὶ τὰ ϑαυμάσια αὐτοῦ μεγάλα, τὸ βασίλειον αὐτοῦ βασίλειον εἰς τὸν αἰῶνα, ἡ ἐξουσία αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς. καὶ ἀπέστειλεν ἐπιστολὰς περὶ πάντων τῶν γενηϑέντων αὐτῷ ἐν τῇ βασιλείᾳ αὐτοῦ πᾶσι τοῖς ἔϑνεσι τοῖς οὖσιν ὑπὸ τὴν βασιλείαν αὐτοῦ.

Liber Danielis prophetæ - Δανιῆλ caput 5

1 t Βαλτασαρ ὁ βασιλεὺς ἐποίησε δοχὴν μεγάλην ἐν ἡμέρᾳ ἐγκαινισμοῦ τῶν βασιλείων αὐτοῦ καὶ ἀπὸ τῶν μεγι στάνων αὐτοῦ ἐκάλεσεν ἄνδρας δισχιλίους. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Βαλτασαρ ἀνυψούμενος ἀπὸ τοῦ οἴνου καὶ καυ χώμενος ἐπῄνεσε πάντας τοὺς ϑεοὺς τῶν ἐϑνῶν τοὺς χωνευτοὺς καὶ γλυπτοὺς ἐν τῷ τόπῳ αὐτοῦ, καὶ τῷ ϑεῷ τῷ ὑψίστῳ οὐκ ἔδωκεν αἴνεσιν. ἐν αὐτῇ τῇ νυκτὶ ἐξῆλϑον δάκτυλοι ὡσεὶ ἀνϑρώπου καὶ ἐπέγραψαν ἐπὶ τοῦ τοίχου οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ λύχνους Μανη ϕαρες ϑεκελ. ἔστι δὲ ἡ ἑρμηνεία αὐτῶν· μανη ἠρίϑμηται, ϕαρες ἐξῆρται, ϑεκελ ἕσταται.

1 Βαλτασαρ ὁ βασιλεὺς ἐποίησεν ἑστιατορίαν μεγάλην τοῖς ἑταίροις αὐτοῦ καὶ ἔπινεν οἶνον. 2 καὶ ἀνυψώϑη ἡ καρδία αὐτοῦ, καὶ εἶπεν ἐνέγκαι τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ τοῦ οἴκου τοῦ ϑεοῦ, ἃ ἤνεγκε Ναβουχοδονοσορ ὁ πατὴρ αὐτοῦ ἀπὸ Ιερουσαλημ, καὶ οἰνοχοῆσαι ἐν αὐτοῖς τοῖς ἑταίροις αὐτοῦ. 3 καὶ ἠνέχϑη, καὶ ἔπινον ἐν αὐτοῖς 4 καὶ ηὐλόγουν τὰ εἴδωλα τὰ χειροποίητα αὐτῶν, καὶ τὸν ϑεὸν τοῦ αἰῶνος οὐκ εὐλόγησαν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ πνεύματος αὐτῶν. 5 ἐν αὐτῇ τῇ ὥρᾳ ἐκείνῃ ἐξῆλϑον δάκτυλοι ὡσεὶ χειρὸς ἀνϑρώπου καὶ ἔγραψαν ἐπὶ τοῦ τοίχου τοῦ οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ ϕωτὸς ἔναντι τοῦ βασιλέως Βαλτασαρ, καὶ εἶδε χεῖρα γράϕουσαν. 6 καὶ ἡ ὅρασις αὐτοῦ ἠλλοιώϑη, καὶ ϕόβοι καὶ ὑπόνοιαι αὐτὸν κατέσπευδον. ἔσπευσεν οὖν ὁ βασιλεὺς καὶ ἐξανέστη καὶ ἑώρα τὴν γραϕὴν ἐκείνην, καὶ οἱ συνεταῖροι κύκλῳ αὐτοῦ ἐκαυχῶντο. 7 καὶ ὁ βασιλεὺς ἐϕώνησε ϕωνῇ μεγάλῃ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ ϕαρμακοὺς καὶ Χαλδαίους καὶ γαζαρηνοὺς ἀπαγγεῖλαι τὸ σύγκριμα τῆς γραϕῆς. καὶ εἰσεπορεύοντο ἐπὶ ϑεωρίαν ἰδεῖν τὴν γραϕήν, καὶ τὸ σύγκριμα τῆς γραϕῆς οὐκ ἐδύναντο συγκρῖναι τῷ βασιλεῖ. τότε ὁ βασιλεὺς ἐξέϑηκε πρόσταγμα λέγων Πᾶς ἀνήρ, ὃς ἂν ὑποδείξῃ τὸ σύγκριμα τῆς γραϕῆς, στολιεῖ αὐτὸν πορϕύραν καὶ μανιάκην χρυσοῦν περιϑήσει αὐτῷ, καὶ δοϑήσεται αὐτῷ ἐξουσία τοῦ τρίτου μέρους τῆς βασιλείας. 8 καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοὶ καὶ ϕαρμακοὶ καὶ γαζαρηνοί, καὶ οὐκ ἠδύνατο οὐδεὶς τὸ σύγκριμα τῆς γραϕῆς ἀπαγγεῖλαι. 9 τότε ὁ βασιλεὺς ἐκάλεσε τὴν βασίλισσαν περὶ τοῦ σημείου καὶ ὑπέδειξεν αὐτῇ, ὡς μέγα ἐστί, καὶ ὅτι πᾶς ἄνϑρωπος οὐ δύναται ἀπαγγεῖλαι τῷ βασιλεῖ τὸ σύγκριμα τῆς γραϕῆς. 10 τότε ἡ βασίλισσα ἐμνήσϑη πρὸς αὐτὸν περὶ τοῦ Δανιηλ, ὃς ἦν ἐκ τῆς αἰχμαλωσίας τῆς Ιουδαίας, 11 καὶ εἶπε τῷ βασιλεῖ Ὁ ἄνϑρωπος ἐπιστήμων ἦν καὶ σοϕὸς καὶ ὑπερέχων πάντας τοὺς σοϕοὺς Βαβυλῶνος, 12 καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ ἐστι, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου τοῦ βασιλέως συγκρίματα ὑπέρογκα ὑπέδειξε Ναβουχοδονοσορ τῷ πατρί σου. 13 τότε Δανιηλ εἰσήχϑη πρὸς τὸν βασιλέα, καὶ ἀποκριϑεὶς ὁ βασιλεὺς εἶπεν αὐτῷ 16 Ὦ Δανιηλ, δύνῃ μοι ὑποδεῖξαι τὸ σύγκριμα τῆς γραϕῆς; καὶ στολιῶ σε πορϕύραν καὶ μανιάκην χρυσοῦν περιϑήσω σοι, καὶ ἕξεις ἐξουσίαν τοῦ τρίτου μέρους τῆς βασιλείας μου. 17 τότε Δανιηλ ἔστη κατέναντι τῆς γραϕῆς καὶ ἀνέγνω καὶ οὕτως ἀπεκρίϑη τῷ βασιλεῖ Αὕτη ἡ γραϕή Ἠρίϑμηται, κατελογίσϑη, ἐξῆρται· καὶ ἔστη ἡ γράψασα χείρ. καὶ αὕτη ἡ σύγκρισις αὐτῶν. 23 βασιλεῦ, σὺ ἐποιήσω ἑστιατορίαν τοῖς ϕίλοις σου καὶ ἔπινες οἶνον, καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ ϑεοῦ τοῦ ζῶντος ἠνέχϑη σοι, καὶ ἐπίνετε ἐν αὐτοῖς σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ ᾐνέσατε πάντα τὰ εἴδωλα τὰ χειροποίητα τῶν ἀνϑρώπων· καὶ τῷ ϑεῷ τῷ ζῶντι οὐκ εὐλογήσατε, καὶ τὸ πνεῦμά σου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ τὸ βασίλειόν σου αὐτὸς ἔδωκέ σοι, καὶ οὐκ εὐλόγησας αὐτὸν οὐδὲ ᾔνεσας αὐτῷ. 26-28 τοῦτο τὸ σύγκριμα τῆς γραϕῆς· ἠρίϑμηται ὁ χρόνος σου τῆς βασιλείας, ἀπολήγει ἡ βασιλεία σου, συντέτμηται καὶ συντετέλεσται ἡ βασιλεία σου, τοῖς Μήδοις καὶ τοῖς Πέρσαις δίδοται. 29 τότε Βαλτασαρ ὁ βασιλεὺς ἐνέδυσε τὸν Δανιηλ πορϕύραν καὶ μανιάκην χρυσοῦν περιέϑηκεν αὐτῷ καὶ ἔδωκεν ἐξουσίαν αὐτῷ τοῦ τρίτου μέρους τῆς βασιλείας αὐτοῦ. 30 καὶ τὸ σύγκριμα ἐπῆλϑε Βαλτασαρ τῷ βασιλεῖ, καὶ τὸ βασίλειον ἐξῆρται ἀπὸ τῶν Χαλδαίων καὶ ἐδόϑη τοῖς Μήδοις καὶ τοῖς Πέρσαις.

Liber Danielis prophetæ - Δανιῆλ caput 6

1 καὶ Ἀρταξέρξης ὁ τῶν Μήδων παρέλαβε τὴν βασιλείαν. Καὶ Δαρεῖος πλήρης τῶν ἡμερῶν καὶ ἔνδοξος ἐν γήρει· 2 καὶ κατέστησε σατράπας ἑκατὸν εἴκοσι ἑπτὰ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ 3 καὶ ἐπ᾽ αὐτῶν ἄνδρας τρεῖς ἡγουμένους αὐτῶν, καὶ Δανιηλ εἷς ἦν τῶν τριῶν ἀνδρῶν 4 ὑπὲρ πάντας ἔχων ἐξουσίαν ἐν τῇ βασιλείᾳ. καὶ Δανιηλ ἦν ἐνδεδυμένος πορϕύραν καὶ μέγας καὶ ἔνδοξος ἔναντι Δαρείου τοῦ βασιλέως, καϑότι ἦν ἔνδοξος καὶ ἐπιστήμων καὶ συνετός, καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ, καὶ εὐοδούμενος ἐν ταῖς πραγματείαις τοῦ βασιλέως, αἷς ἔπρασσε. τότε ὁ βασιλεὺς ἐβουλεύσατο καταστῆσαι τὸν Δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τοὺς δύο ἄνδρας, οὓς κατέστησε μετ᾽ αὐτοῦ, καὶ σατράπας ἑκατὸν εἴκοσι ἑπτά. 5 ὅτε δὲ ἐβουλεύσατο ὁ βασιλεὺς καταστῆσαι τὸν Δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ, τότε βουλὴν καὶ γνώμην ἐβουλεύσαντο ἐν ἑαυτοῖς οἱ δύο νεανίσκοι πρὸς ἀλλήλους λέγοντες, ἐπεὶ οὐδεμίαν ἁμαρτίαν οὐδὲ ἄγνοιαν ηὕρισκον κατὰ τοῦ Δανιηλ περὶ ἧς κατηγορήσουσιν αὐτοῦ πρὸς τὸν βασιλέα, 6 καὶ εἶπαν Δεῦτε στήσωμεν ὁρισμὸν καϑ᾽ ἑαυτῶν ὅτι πᾶς ἄνϑρωπος οὐκ ἀξιώσει ἀξίωμα καὶ οὐ μὴ εὔξηται εὐχὴν ἀπὸ παντὸς ϑεοῦ ἕως ἡμερῶν τριάκοντα, ἀλλ᾽ ἢ παρὰ Δαρείου τοῦ βασιλέως· εἰ δὲ μή, ἀποϑανεῖται· ἵνα ἡττήσωσι τὸν Δανιηλ ἐναντίον τοῦ βασιλέως, καὶ ῥιϕῇ εἰς τὸν λάκκον τῶν λεόντων. ᾔδεισαν γὰρ ὅτι Δανιηλ προσεύχεται καὶ δεῖται κυρίου τοῦ ϑεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας. 7 τότε προσήλϑοσαν οἱ ἄνϑρωποι ἐκεῖνοι καὶ εἶπαν ἐναντίον τοῦ βασιλέως 8 Ὁρισμὸν καὶ στάσιν ἐστήσαμεν ὅτι πᾶς ἄνϑρωπος, ὃς ἂν εὔξηται εὐχὴν ἢ ἀξιώσῃ ἀξίωμά τι παρὰ παντὸς ϑεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλ᾽ ἢ παρὰ Δαρείου τοῦ βασιλέως, ῥιϕήσεται εἰς τὸν λάκκον τῶν λεόντων. 9 καὶ ἠξίωσαν τὸν βασιλέα ἵνα στήσῃ τὸν ὁρισμὸν καὶ μὴ ἀλλοιώσῃ αὐτόν, διότι ᾔδεισαν ὅτι Δανιηλ προσεύχεται καὶ δεῖται τρὶς τῆς ἡμέρας, ἵνα ἡττηϑῇ διὰ τοῦ βασιλέως καὶ ῥιϕῇ εἰς τὸν λάκκον τῶν λεόντων. 10 καὶ οὕτως ὁ βασιλεὺς Δαρεῖος ἔστησε καὶ ἐκύρωσεν. 11 ἐπιγνοὺς δὲ Δανιηλ τὸν ὁρισμόν, ὃν ἔστησε κατ᾽ αὐτοῦ, ϑυρίδας ἤνοιξεν ἐν τῷ ὑπερῴῳ αὐτοῦ κατέναντι Ιερουσαλημ καὶ ἔπιπτεν ἐπὶ πρόσωπον αὐτοῦ τρὶς τῆς ἡμέρας, καϑὼς ἐποίει ἔμπροσϑεν, καὶ ἐδεῖτο. 12 καὶ αὐτοὶ ἐτήρησαν τὸν Δανιηλ καὶ κατελάβοσαν αὐτὸν εὐχόμενον τρὶς τῆς ἡμέρας καϑ᾽ ἑκάστην ἡμέραν. 13 τότε οὗτοι οἱ ἄνϑρωποι ἐνέτυχον τῷ βασιλεῖ καὶ εἶπαν Δαρεῖε βασιλεῦ, οὐχ ὁρισμὸν ὡρίσω ἵνα πᾶς ἄνϑρωπος μὴ εὔξηται εὐχὴν μηδὲ ἀξιώσῃ ἀξίωμα παρὰ παντὸς ϑεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλὰ παρὰ σοῦ, βασιλεῦ· εἰ δὲ μή, ῥιϕήσεται εἰς τὸν λάκκον τῶν λεόντων; ἀποκριϑεὶς δὲ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Ἀκριβὴς ὁ λόγος, καὶ μενεῖ ὁ ὁρισμός. 13 a καὶ εἶπον αὐτῷ Ὁρκίζομέν σε τοῖς Μήδων καὶ Περσῶν δόγμασιν, ἵνα μὴ ἀλλοιώσῃς τὸ πρόσταγμα μηδὲ ϑαυμάσῃς πρόσωπον καὶ ἵνα μὴ ἐλαττώσῃς τι τῶν εἰρημένων καὶ κολάσῃς τὸν ἄνϑρωπον, ὃς οὐκ ἐνέμεινε τῷ ὁρισμῷ τούτῳ. καὶ εἶπεν Οὕτως ποιήσω καϑὼς λέγετε, καὶ ἕστηκέ μοι τοῦτο. 14 καὶ εἶπαν Ἰδοὺ εὕρομεν Δανιηλ τὸν ϕίλον σου εὐχόμενον καὶ δεόμενον τοῦ προσώπου τοῦ ϑεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας. 15 καὶ λυπούμενος ὁ βασιλεὺς εἶπεν ῥιϕῆναι τὸν Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων κατὰ τὸν ὁρισμόν, ὃν ἔστησε κατ᾽ αὐτοῦ. τότε ὁ βασιλεὺς σϕόδρα ἐλυπήϑη ἐπὶ τῷ Δανιηλ καὶ ἐβοήϑει τοῦ ἐξελέσϑαι αὐτὸν ἕως δυσμῶν ἡλίου ἀπὸ τῶν χειρῶν τῶν σατραπῶν 16 καὶ οὐκ ἠδύνατο ἐξελέσϑαι αὐτὸν ἀπ᾽ αὐτῶν. 17 ἀναβοήσας δὲ Δαρεῖος ὁ βασιλεὺς εἶπε τῷ Δανιηλ Ὁ ϑεός σου, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς τρὶς τῆς ἡμέρας, αὐτὸς ἐξελεῖταί σε ἐκ χειρὸς τῶν λεόντων· ἕως πρωῒ ϑάρρει. 18 τότε Δανιηλ ἐρρίϕη εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἠνέχϑη λίϑος καὶ ἐτέϑη εἰς τὸ στόμα τοῦ λάκκου, καὶ ἐσϕραγίσατο ὁ βασιλεὺς ἐν τῷ δακτυλίῳ ἑαυτοῦ καὶ ἐν τοῖς δακτυλίοις τῶν μεγιστάνων αὐτοῦ, ὅπως μὴ ἀπ᾽ αὐτῶν ἀρϑῇ ὁ Δανιηλ ἢ ὁ βασιλεὺς αὐτὸν ἀνασπάσῃ ἐκ τοῦ λάκκου. 19 τότε ὑπέστρεψεν ὁ βασιλεὺς εἰς τὰ βασίλεια αὐτοῦ καὶ ηὐλίσϑη νῆστις καὶ ἦν λυπούμενος περὶ τοῦ Δανιηλ. τότε ὁ ϑεὸς τοῦ Δανιηλ πρόνοιαν ποιούμενος αὐτοῦ ἀπέκλεισε τὰ στόματα τῶν λεόντων, καὶ οὐ παρηνώχλησαν τῷ Δανιηλ. 20 καὶ ὁ βασιλεὺς Δαρεῖος ὤρϑρισε πρωῒ καὶ παρέλαβε μεϑ᾽ ἑαυτοῦ τοὺς σατράπας καὶ πορευϑεὶς ἔστη ἐπὶ τοῦ στόματος τοῦ λάκκου τῶν λεόντων. 21 τότε ὁ βασιλεὺς ἐκάλεσε τὸν Δανιηλ ϕωνῇ μεγάλῃ μετὰ κλαυϑμοῦ λέγων Ὦ Δανιηλ, εἰ ἄρα ζῇς, καὶ ὁ ϑεός σου, ᾧ λατρεύεις ἐνδελεχῶς, σέσωκέ σε ἀπὸ τῶν λεόντων, καὶ οὐκ ἠχρείωκάν σε; 22 τότε Δανιηλ ἐπήκουσε ϕωνῇ μεγάλῃ καὶ εἶπεν Βασιλεῦ, ἔτι εἰμὶ ζῶν, 23 καὶ σέσωκέ με ὁ ϑεὸς ἀπὸ τῶν λεόντων, καϑότι δικαιοσύνη ἐν ἐμοὶ εὑρέϑη ἐναντίον αὐτοῦ· καὶ ἐναντίον δὲ σοῦ, βασιλεῦ, οὔτε ἄγνοια οὔτε ἁμαρτία εὑρέϑη ἐν ἐμοί· σὺ δὲ ἤκουσας ἀνϑρώπων πλανώντων βασιλεῖς καὶ ἔρριψάς με εἰς τὸν λάκκον τῶν λεόντων εἰς ἀπώλειαν. 24 τότε συνήχϑησαν πᾶσαι αἱ δυνάμεις καὶ εἶδον τὸν Δανιηλ, ὡς οὐ παρηνώχλησαν αὐτῷ οἱ λέοντες. 25 τότε οἱ δύο ἄνϑρωποι ἐκεῖνοι οἱ καταμαρτυρήσαντες τοῦ Δανιηλ, αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, ἐρρίϕησαν τοῖς λέουσι, καὶ οἱ λέοντες ἀπέκτειναν αὐτοὺς καὶ ἔϑλασαν τὰ ὀστᾶ αὐτῶν. 26 τότε Δαρεῖος ἔγραψε πᾶσι τοῖς ἔϑνεσι καὶ χώραις καὶ γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ λέγων 27 Πάντες οἱ ἄνϑρωποι οἱ ὄντες ἐν τῇ βασιλείᾳ μου ἔστωσαν προσκυνοῦντες καὶ λατρεύοντες τῷ ϑεῷ τοῦ Δανιηλ, αὐτὸς γάρ ἐστι ϑεὸς μένων καὶ ζῶν εἰς γενεὰς γενεῶν ἕως τοῦ αἰῶνος· 28 ἐγὼ Δαρεῖος ἔσομαι αὐτῷ προσκυνῶν καὶ δουλεύων πάσας τὰς ἡμέρας μου, τὰ γὰρ εἴδωλα τὰ χειροποίητα οὐ δύνανται σῶσαι, ὡς ἐλυτρώσατο ὁ ϑεὸς τοῦ Δανιηλ τὸν Δανιηλ. 29 καὶ ὁ βασιλεὺς Δαρεῖος προσετέϑη πρὸς τὸ γένος αὐτοῦ, καὶ Δανιηλ κατεστάϑη ἐπὶ τῆς βασιλείας Δαρείου· καὶ Κῦρος ὁ Πέρσης παρέλαβε τὴν βασιλείαν αὐτοῦ.

Liber Danielis prophetæ - Δανιῆλ caput 7

1 Ἔτους πρώτου βασιλεύοντος Βαλτασαρ χώρας Βαβυλωνίας Δανιηλ ὅραμα εἶδε παρὰ κεϕαλὴν ἐπὶ τῆς κοίτης αὐτοῦ· τότε Δανιηλ τὸ ὅραμα, ὃ εἶδεν, ἔγραψεν εἰς κεϕάλαια λόγων 2 Ἐπὶ τῆς κοίτης μου ἐϑεώρουν καϑ᾽ ὕπνους νυκτὸς καὶ ἰδοὺ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ ἐνέπεσον εἰς τὴν ϑάλασσαν τὴν μεγάλην. 3 καὶ τέσσαρα ϑηρία ἀνέβαινον ἐκ τῆς ϑαλάσσης διαϕέροντα ἓν παρὰ τὸ ἕν. 4 τὸ πρῶτον ὡσεὶ λέαινα ἔχουσα πτερὰ ὡσεὶ ἀετοῦ· ἐϑεώρουν ἕως ὅτου ἐτίλη τὰ πτερὰ αὐτῆς, καὶ ἤρϑη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνϑρωπίνων ἐστάϑη, καὶ ἀνϑρωπίνη καρδία ἐδόϑη αὐτῇ. 5 καὶ ἰδοὺ μετ᾽ αὐτὴν ἄλλο ϑηρίον ὁμοίωσιν ἔχον ἄρκου, καὶ ἐπὶ τοῦ ἑνὸς πλευροῦ ἐστάϑη, καὶ τρία πλευρὰ ἦν ἐν τῷ στόματι αὐτῆς, καὶ οὕτως εἶπεν Ἀνάστα κατάϕαγε σάρκας πολλάς. 6 καὶ μετὰ ταῦτα ἐϑεώρουν ϑηρίον ἄλλο ὡσεὶ πάρδαλιν, καὶ πτερὰ τέσσαρα ἐπέτεινον ἐπάνω αὐτοῦ, καὶ τέσσαρες κεϕαλαὶ τῷ ϑηρίῳ, καὶ γλῶσσα ἐδόϑη αὐτῷ. 7 μετὰ δὲ ταῦτα ἐϑεώρουν ἐν ὁράματι τῆς νυκτὸς ϑηρίον τέταρτον ϕοβερόν, καὶ ὁ ϕόβος αὐτοῦ ὑπερϕέρων ἰσχύι, ἔχον ὀδόντας σιδηροῦς μεγάλους, ἐσϑίον καὶ κοπανίζον, κύκλῳ τοῖς ποσὶ καταπατοῦν, διαϕόρως χρώμενον παρὰ πάντα τὰ πρὸ αὐτοῦ ϑηρία· εἶχε δὲ κέρατα δέκα, 8 καὶ βουλαὶ πολλαὶ ἐν τοῖς κέρασιν αὐτοῦ. καὶ ἰδοὺ ἄλλο ἓν κέρας ἀνεϕύη ἀνὰ μέσον αὐτῶν μικρὸν ἐν τοῖς κέρασιν αὐτοῦ, καὶ τρία τῶν κεράτων τῶν πρώτων ἐξηράνϑησαν δι᾽ αὐτοῦ· καὶ ἰδοὺ ὀϕϑαλμοὶ ὥσπερ ὀϕϑαλμοὶ ἀνϑρώπινοι ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἐποίει πόλεμον πρὸς τοὺς ἁγίους. 9 ἐϑεώρουν ἕως ὅτε ϑρόνοι ἐτέϑησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάϑητο ἔχων περιβολὴν ὡσεὶ χιόνα, καὶ τὸ τρίχωμα τῆς κεϕαλῆς αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καϑαρόν, ὁ ϑρόνος ὡσεὶ ϕλὸξ πυρός, 10 καὶ ἐξεπορεύετο κατὰ πρόσωπον αὐτοῦ ποταμὸς πυρός, χίλιαι χιλιάδες ἐϑεράπευον αὐτὸν καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· καὶ κριτήριον ἐκάϑισε καὶ βίβλοι ἠνεῴχϑησαν. 11 ἐϑεώρουν τότε τὴν ϕωνὴν τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐλάλει, καὶ ἀπετυμπανίσϑη τὸ ϑηρίον, καὶ ἀπώλετο τὸ σῶμα αὐτοῦ καὶ ἐδόϑη εἰς καῦσιν πυρός. 12 καὶ τοὺς κύκλῳ αὐτοῦ ἀπέστησε τῆς ἐξουσίας αὐτῶν, καὶ χρόνος ζωῆς ἐδόϑη αὐτοῖς ἕως χρόνου καὶ καιροῦ. 13 ἐϑεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ ἐπὶ τῶν νεϕελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνϑρώπου ἤρχετο, καὶ ὡς παλαιὸς ἡμερῶν παρῆν, καὶ οἱ παρεστηκότες παρῆσαν αὐτῷ. 14 καὶ ἐδόϑη αὐτῷ ἐξουσία, καὶ πάντα τὰ ἔϑνη τῆς γῆς κατὰ γένη καὶ πᾶσα δόξα αὐτῷ λατρεύουσα· καὶ ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ μὴ ἀρϑῇ, καὶ ἡ βασιλεία αὐτοῦ, ἥτις οὐ μὴ ϕϑαρῇ. – 15 καὶ ἀκηδιάσας ἐγὼ Δανιηλ ἐν τούτοις ἐν τῷ ὁράματι τῆς νυκτὸς 16 προσῆλϑον πρὸς ἕνα τῶν ἑστώτων καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρ᾽ αὐτοῦ ὑπὲρ πάντων τούτων. ἀποκριϑεὶς δὲ λέγει μοι καὶ τὴν κρίσιν τῶν λόγων ἐδήλωσέ μοι 17 Ταῦτα τὰ ϑηρία τὰ μεγάλα εἰσὶ τέσσαρες βασιλεῖαι, αἳ ἀπολοῦνται ἀπὸ τῆς γῆς· 18 καὶ παραλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου καὶ καϑέξουσι τὴν βασιλείαν ἕως τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος τῶν αἰώνων. 19 τότε ἤϑελον ἐξακριβάσασϑαι περὶ τοῦ ϑηρίου τοῦ τετάρτου τοῦ διαϕϑείροντος πάντα καὶ ὑπερϕόβου, καὶ ἰδοὺ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ καὶ οἱ ὄνυχες αὐτοῦ χαλκοῖ κατεσϑίοντες πάντας κυκλόϑεν καὶ καταπατοῦντες τοῖς ποσί, 20 καὶ περὶ τῶν δέκα κεράτων αὐτοῦ τῶν ἐπὶ τῆς κεϕαλῆς καὶ τοῦ ἑνὸς τοῦ ἄλλου τοῦ προσϕυέντος, καὶ ἐξέπεσαν δι᾽ αὐτοῦ τρία, καὶ τὸ κέρας ἐκεῖνο εἶχεν ὀϕϑαλμοὺς καὶ στόμα λαλοῦν μεγάλα, καὶ ἡ πρόσοψις αὐτοῦ ὑπερέϕερε τὰ ἄλλα. 21 καὶ κατενόουν τὸ κέρας ἐκεῖνο πόλεμον συνιστάμενον πρὸς τοὺς ἁγίους καὶ τροπούμενον αὐτοὺς 22 ἕως τοῦ ἐλϑεῖν τὸν παλαιὸν ἡμερῶν, καὶ τὴν κρίσιν ἔδωκε τοῖς ἁγίοις τοῦ ὑψίστου, καὶ ὁ καιρὸς ἐδόϑη καὶ τὸ βασίλειον κατέσχον οἱ ἅγιοι. 23 καὶ ἐρρέϑη μοι περὶ τοῦ ϑηρίου τοῦ τετάρτου, ὅτι βασιλεία τετάρτη ἔσται ἐπὶ τῆς γῆς, ἥτις διοίσει παρὰ πᾶσαν τὴν γῆν καὶ ἀναστατώσει αὐτὴν καὶ καταλεανεῖ αὐτήν. 24 καὶ τὰ δέκα κέρατα τῆς βασιλείας, δέκα βασιλεῖς στήσονται, καὶ ὁ ἄλλος βασιλεὺς μετὰ τούτους στήσεται, καὶ αὐτὸς διοίσει κακοῖς ὑπὲρ τοὺς πρώτους καὶ τρεῖς βασιλεῖς ταπεινώσει· 25 καὶ ῥήματα εἰς τὸν ὕψιστον λαλήσει καὶ τοὺς ἁγίους τοῦ ὑψίστου κατατρίψει καὶ προσδέξεται ἀλλοιῶσαι καιροὺς καὶ νόμον, καὶ παραδοϑήσεται πάντα εἰς τὰς χεῖρας αὐτοῦ ἕως καιροῦ καὶ καιρῶν καὶ ἕως ἡμίσους καιροῦ. 26 καὶ ἡ κρίσις καϑίσεται καὶ τὴν ἐξουσίαν ἀπολοῦσι καὶ βουλεύσονται μιᾶναι καὶ ἀπολέσαι ἕως τέλους. 27 καὶ τὴν βασιλείαν καὶ τὴν ἐξουσίαν καὶ τὴν μεγαλειότητα αὐτῶν καὶ τὴν ἀρχὴν πασῶν τῶν ὑπὸ τὸν οὐρανὸν βασιλειῶν ἔδωκε λαῷ ἁγίῳ ὑψίστου βασιλεῦσαι βασιλείαν αἰώνιον, καὶ πᾶσαι [αἱ] ἐξουσίαι αὐτῷ ὑποταγήσονται καὶ πειϑαρχήσουσιν αὐτῷ. 28 ἕως καταστροϕῆς τοῦ λόγου ἐγὼ Δανιηλ σϕόδρα ἐκστάσει περιειχόμην, καὶ ἡ ἕξις μου διήνεγκεν ἐμοί, καὶ τὸ ῥῆμα ἐν καρδίᾳ μου ἐστήριξα.

Liber Danielis prophetæ - Δανιῆλ caput 8

1 Ἔτους τρίτου βασιλεύοντος Βαλτασαρ ὅρασις, ἣν εἶδον ἐγὼ Δανιηλ μετὰ τὸ ἰδεῖν με τὴν πρώτην. 2 καὶ εἶδον ἐν τῷ ὁράματι τοῦ ἐνυπνίου μου ἐμοῦ ὄντος ἐν Σούσοις τῇ πόλει, ἥτις ἐστὶν ἐν Ἐλυμαίδι χώρᾳ, ἔτι ὄντος μου πρὸς τῇ πύλῃ Αιλαμ 3 ἀναβλέψας εἶδον κριὸν ἕνα μέγαν ἑστῶτα ἀπέναντι τῆς πύλης, καὶ εἶχε κέρατα, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινε. 4 μετὰ δὲ ταῦτα εἶδον τὸν κριὸν κερατίζοντα πρὸς ἀνατολὰς καὶ πρὸς βορρᾶν καὶ πρὸς δυσμὰς καὶ μεσημβρίαν, καὶ πάντα τὰ ϑηρία οὐκ ἔστησαν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ῥυόμενος ἐκ τῶν χειρῶν αὐτοῦ, καὶ ἐποίει ὡς ἤϑελε καὶ ὑψώϑη. 5 καὶ ἐγὼ διενοούμην καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ δυσμῶν ἐπὶ προσώπου τῆς γῆς καὶ οὐχ ἥπτετο τῆς γῆς, καὶ ἦν τοῦ τράγου κέρας ἓν ἀνὰ μέσον τῶν ὀϕϑαλμῶν αὐτοῦ. 6 καὶ ἦλϑεν ἐπὶ τὸν κριὸν τὸν τὰ κέρατα ἔχοντα, ὃν εἶδον ἑστῶτα πρὸς τῇ πύλῃ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐν ϑυμῷ ὀργῆς. 7 καὶ εἶδον αὐτὸν προσάγοντα πρὸς τὸν κριόν, καὶ ἐϑυμώϑη ἐπ᾽ αὐτὸν καὶ ἐπάταξε καὶ συνέτριψε τὰ δύο κέρατα αὐτοῦ, καὶ οὐκέτι ἦν ἰσχὺς ἐν τῷ κριῷ στῆναι κατέναντι τοῦ τράγου· καὶ ἐσπάραξεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνέτριψεν αὐτόν, καὶ οὐκ ἦν ὁ ῥυόμενος τὸν κριὸν ἀπὸ τοῦ τράγου. 8 καὶ ὁ τράγος τῶν αἰγῶν κατίσχυσε σϕόδρα, καὶ ὅτε κατίσχυσε, συνετρίβη αὐτοῦ τὸ κέρας τὸ μέγα, καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα κατόπισϑεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. 9 καὶ ἐξ ἑνὸς αὐτῶν ἀνεϕύη κέρας ἰσχυρὸν ἓν καὶ κατίσχυσε καὶ ἐπάταξεν ἐπὶ μεσημβρίαν καὶ ἐπ᾽ ἀνατολὰς καὶ ἐπὶ βορρᾶν· 10 καὶ ὑψώϑη ἕως τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἐρράχϑη ἐπὶ τὴν γῆν ἀπὸ τῶν ἀστέρων καὶ ἀπὸ αὐτῶν κατεπατήϑη, 11 ἕως ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν, καὶ δι᾽ αὐτὸν τὰ ὄρη τὰ ἀπ᾽ αἰῶνος ἐρράχϑη, καὶ ἐξήρϑη ὁ τόπος αὐτῶν καὶ ϑυσία, καὶ ἔϑηκεν αὐτὴν ἕως χαμαὶ ἐπὶ τὴν γῆν καὶ εὐωδώϑη καὶ ἐγενήϑη, καὶ τὸ ἅγιον ἐρημωϑήσεται· 12 καὶ ἐγενήϑησαν ἐπὶ τῇ ϑυσίᾳ αἱ ἁμαρτίαι, καὶ ἐρρίϕη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε καὶ εὐωδώϑη. 13 καὶ ἤκουον ἑτέρου ἁγίου λαλοῦντος, καὶ εἶπεν ὁ ἕτερος τῷ ϕελμουνι τῷ λαλοῦντι Ἕως τίνος τὸ ὅραμα στήσεται καὶ ἡ ϑυσία ἡ ἀρϑεῖσα καὶ ἡ ἁμαρτία ἐρημώσεως ἡ δοϑεῖσα, καὶ τὰ ἅγια ἐρημωϑήσεται εἰς καταπάτημα; 14 καὶ εἶπεν αὐτῷ Ἕως ἑσπέρας καὶ πρωῒ ἡμέραι δισχίλιαι τριακόσιαι, καὶ καϑαρισϑήσεται τὸ ἅγιον. 15 καὶ ἐγένετο ἐν τῷ ϑεωρεῖν με, ἐγὼ Δανιηλ, τὸ ὅραμα ἐζήτουν διανοηϑῆναι, καὶ ἰδοὺ ἔστη κατεναντίον μου ὡς ὅρασις ἀνϑρώπου. 16 καὶ ἤκουσα ϕωνὴν ἀνϑρώπου ἀνὰ μέσον τοῦ Ουλαι, καὶ ἐκάλεσε καὶ εἶπεν Γαβριηλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν. καὶ ἀναβοήσας εἶπεν ὁ ἄνϑρωπος Ἐπὶ τὸ πρόσταγμα ἐκεῖνο ἡ ὅρασις. 17 καὶ ἦλϑε καὶ ἔστη ἐχόμενός μου τῆς στάσεως, καὶ ἐν τῷ ἔρχεσϑαι αὐτὸν ἐϑορυβήϑην καὶ ἔπεσα ἐπὶ πρόσωπόν μου, καὶ εἶπέν μοι Διανοήϑητι, υἱὲ ἀνϑρώπου, ἔτι γὰρ εἰς ὥραν καιροῦ τοῦτο τὸ ὅραμα. 18 καὶ λαλοῦντος αὐτοῦ μετ᾽ ἐμοῦ ἐκοιμήϑην ἐπὶ πρόσωπον χαμαί, καὶ ἁψάμενός μου ἤγειρέ με ἐπὶ τοῦ τόπου 19 καὶ εἶπέ μοι Ἰδοὺ ἐγὼ ἀπαγγέλλω σοι ἃ ἔσται ἐπ᾽ ἐσχάτου τῆς ὀργῆς τοῖς υἱοῖς τοῦ λαοῦ σου· ἔτι γὰρ εἰς ὥρας καιροῦ συντελείας μενεῖ. 20 τὸν κριὸν ὃν εἶδες τὸν ἔχοντα τὰ κέρατα, βασιλεὺς Μήδων καὶ Περσῶν ἐστι. 21 καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς τῶν Ἑλλήνων ἐστί· καὶ τὸ κέρας τὸ μέγα τὸ ἀνὰ μέσον τῶν ὀϕϑαλμῶν αὐτοῦ, αὐτὸς ὁ βασιλεὺς ὁ πρῶτος. 22 καὶ τὰ συντριβέντα καὶ ἀναβάντα ὀπίσω αὐτοῦ τέσσαρα κέρατα, τέσσαρες βασιλεῖς τοῦ ἔϑνους αὐτοῦ ἀναστήσονται οὐ κατὰ τὴν ἰσχὺν αὐτοῦ. 23 καὶ ἐπ᾽ ἐσχάτου τῆς βασιλείας αὐτῶν, πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ διανοούμενος αἰνίγματα. 24 καὶ στερεωϑήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ οὐκ ἐν τῇ ἰσχύι αὐτοῦ, καὶ ϑαυμαστῶς ϕϑερεῖ καὶ εὐοδωϑήσεται καὶ ποιήσει καὶ ϕϑερεῖ δυνάστας καὶ δῆμον ἁγίων. 25 καὶ ἐπὶ τοὺς ἁγίους τὸ διανόημα αὐτοῦ, καὶ εὐοδωϑήσεται τὸ ψεῦδος ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ὑψωϑήσεται, καὶ δόλῳ ἀϕανιεῖ πολλοὺς καὶ ἐπὶ ἀπωλείας ἀνδρῶν στήσεται καὶ ποιήσει συναγωγὴν χειρὸς καὶ ἀποδώσεται. 26 τὸ ὅραμα τὸ ἑσπέρας καὶ πρωῒ ηὑρέϑη ἐπ᾽ ἀληϑείας· καὶ νῦν πεϕραγμένον τὸ ὅραμα, ἔτι γὰρ εἰς ἡμέρας πολλάς. 27 ἐγὼ Δανιηλ ἀσϑενήσας ἡμέρας πολλὰς καὶ ἀναστὰς ἐπραγματευόμην πάλιν βασιλικά. καὶ ἐξελυόμην ἐπὶ τῷ ὁράματι, καὶ οὐδεὶς ἦν ὁ διανοούμενος.

Liber Danielis prophetæ - Δανιῆλ caput 9

1 Ἔτους πρώτου ἐπὶ Δαρείου τοῦ Ξέρξου ἀπὸ τῆς γενεᾶς τῆς Μηδικῆς, οἳ ἐβασίλευσαν ἐπὶ τὴν βασιλείαν τῶν Χαλδαίων, 2 τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐγὼ Δανιηλ διενοήϑην ἐν ταῖς βίβλοις τὸν ἀριϑμὸν τῶν ἐτῶν, ὅτε ἐγένετο πρόσταγμα τῇ γῇ ἐπὶ Ιερεμιαν τὸν προϕήτην ἐγεῖραι εἰς ἀναπλήρωσιν ὀνειδισμοῦ Ιερουσαλημ, ἑβδομήκοντα ἔτη. 3 καὶ ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ κύριον τὸν ϑεὸν εὑρεῖν προσευχὴν καὶ ἔλεος ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ. 4 καὶ προσηυξάμην πρὸς κύριον τὸν ϑεὸν καὶ ἐξωμολογησάμην καὶ εἶπα Ἰδού, κύριε, σὺ εἶ ὁ ϑεὸς ὁ μέγας καὶ ὁ ἰσχυρὸς καὶ ὁ ϕοβερὸς τηρῶν τὴν διαϑήκην καὶ τὸ ἔλεος τοῖς ἀγαπῶσί σε καὶ τοῖς ϕυλάσσουσι τὰ προστάγματά σου, 5 ἡμάρτομεν, ἠδικήσαμεν, ἠσεβήσαμεν καὶ ἀπέστημεν καὶ παρέβημεν τὰς ἐντολάς σου καὶ τὰ κρίματά σου 6 καὶ οὐκ ἠκούσαμεν τῶν παίδων σου τῶν προϕητῶν, ἃ ἐλάλησαν ἐπὶ τῷ ὀνόματί σου ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ δυνάστας ἡμῶν καὶ πατέρας ἡμῶν καὶ παντὶ ἔϑνει ἐπὶ τῆς γῆς. 7 σοί, κύριε, ἡ δικαιοσύνη, καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου κατὰ τὴν ἡμέραν ταύτην, ἀνϑρώποις Ιουδα καὶ καϑημένοις ἐν Ιερουσαλημ καὶ παντὶ τῷ λαῷ Ισραηλ τῷ ἔγγιστα καὶ τῷ ἀπωτέρω ἐν πάσαις ταῖς χώραις, εἰς ἃς διεσκόρπισας αὐτοὺς ἐκεῖ ἐν τῇ πλημμελείᾳ, ᾗ ἐπλημμέλησαν ἐναντίον σου. 8 δέσποτα, ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ δυνάσταις καὶ τοῖς πατράσιν ἡμῶν, ὅτι ἡμάρτομέν σοι. 9 τῷ κυρίῳ ἡ δικαιοσύνη καὶ τὸ ἔλεος, ὅτι ἀπέστημεν ἀπὸ σοῦ 10 καὶ οὐκ ἠκούσαμεν τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ἡμῶν κατακολουϑῆσαι τῷ νόμῳ σου, ᾧ ἔδωκας ἐνώπιον Μωσῆ καὶ ἡμῶν διὰ τῶν παίδων σου τῶν προϕητῶν. 11 καὶ πᾶς Ισραηλ ἐγκατέλιπε τὸν νόμον σου καὶ ἀπέστησαν τοῦ μὴ ἀκοῦσαι τῆς ϕωνῆς σου, καὶ ἐπῆλϑεν ἐϕ᾽ ἡμᾶς ἡ κατάρα καὶ ὁ ὅρκος ὁ γεγραμμένος ἐν τῷ νόμῳ Μωσῆ παιδὸς τοῦ ϑεοῦ, ὅτι ἡμάρτομεν αὐτῷ. 12 καὶ ἔστησεν ἡμῖν τὰ προστάγματα αὐτοῦ, ὅσα ἐλάλησεν ἐϕ᾽ ἡμᾶς καὶ ἐπὶ τοὺς κριτὰς ἡμῶν, ὅσα ἔκρινας ἡμῖν, ἐπαγαγεῖν ἐϕ᾽ ἡμᾶς κακὰ μεγάλα, οἷα οὐκ ἐγενήϑη ὑπὸ τὸν οὐρανὸν καϑότι ἐγενήϑη ἐν Ιερουσαλημ. 13 κατὰ τὰ γεγραμμένα ἐν διαϑήκῃ Μωσῆ πάντα τὰ κακὰ ἐπῆλϑεν ἡμῖν, καὶ οὐκ ἐξεζητήσαμεν τὸ πρόσωπον κυρίου ϑεοῦ ἡμῶν ἀποστῆναι ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν καὶ διανοηϑῆναι τὴν δικαιοσύνην σου, κύριε. 14 καὶ ἠγρύπνησε κύριος ὁ ϑεὸς ἐπὶ τὰ κακὰ καὶ ἐπήγαγεν ἐϕ᾽ ἡμᾶς, ὅτι δίκαιος κύριος ὁ ϑεὸς ἡμῶν ἐπὶ πάντα, ὅσα ἂν ποιήσῃ, καὶ οὐκ ἠκούσαμεν τῆς ϕωνῆς αὐτοῦ. 15 καὶ νῦν, δέσποτα κύριε ὁ ϑεὸς ἡμῶν ὁ ἐξαγαγὼν τὸν λαόν σου ἐξ Αἰγύπτου τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα κατὰ τὴν ἡμέραν ταύτην, ἡμάρτομεν, ἠγνοήκαμεν. 16 δέσποτα, κατὰ τὴν δικαιοσύνην σου ἀποστραϕήτω ὁ ϑυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ιερουσαλημ ὄρους τοῦ ἁγίου σου, ὅτι ἐν ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐν ταῖς ἀγνοίαις τῶν πατέρων ἡμῶν Ιερουσαλημ καὶ ὁ δῆμός σου, κύριε, εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν. 17 καὶ νῦν ἐπάκουσον, δέσποτα, τῆς προσευχῆς τοῦ παιδός σου καὶ ἐπὶ τὰς δεήσεις μου, καὶ ἐπιβλεψάτω τὸ πρόσωπόν σου ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἔρημον ἕνεκεν τῶν δούλων σου, δέσποτα. 18 πρόσχες, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου· ἄνοιξον τοὺς ὀϕϑαλμούς σου καὶ ἰδὲ τὴν ἐρήμωσιν ἡμῶν καὶ τῆς πόλεώς σου, ἐϕ᾽ ἧς ἐπεκλήϑη τὸ ὄνομά σου ἐπ᾽ αὐτῆς· οὐ γὰρ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ἡμεῖς δεόμεϑα ἐν ταῖς προσευχαῖς ἡμῶν ἐνώπιόν σου, ἀλλὰ διὰ τὸ σὸν ἔλεος, 19 κύριε, σὺ ἱλάτευσον. κύριε, ἐπάκουσον καὶ ποίησον καὶ μὴ χρονίσῃς ἕνεκα σεαυτοῦ, δέσποτα, ὅτι τὸ ὄνομά σου ἐπεκλήϑη ἐπὶ τὴν πόλιν σου Σιων καὶ ἐπὶ τὸν λαόν σου Ισραηλ. – 20 καὶ ἕως ἐγὼ ἐλάλουν προσευχόμενος καὶ ἐξομολογούμενος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ισραηλ καὶ δεόμενος ἐν ταῖς προσευχαῖς ἐναντίον κυρίου ϑεοῦ μου καὶ ὑπὲρ τοῦ ὄρους τοῦ ἁγίου τοῦ ϑεοῦ ἡμῶν, 21 καὶ ἔτι λαλοῦντός μου ἐν τῇ προσευχῇ μου καὶ ἰδοὺ ὁ ἀνήρ, ὃν εἶδον ἐν τῷ ὕπνῳ μου τὴν ἀρχήν, Γαβριηλ, τάχει ϕερόμενος προσήγγισέ μοι ἐν ὥρᾳ ϑυσίας ἑσπερινῆς. 22 καὶ προσῆλϑε καὶ ἐλάλησε μετ᾽ ἐμοῦ καὶ εἶπεν Δανιηλ, ἄρτι ἐξῆλϑον ὑποδεῖξαί σοι διάνοιαν. 23 ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλϑε πρόσταγμα παρὰ κυρίου, καὶ ἐγὼ ἦλϑον ὑποδεῖξαί σοι, ὅτι ἐλεεινὸς εἶ· καὶ διανοήϑητι τὸ πρόσταγμα. 24 ἑβδομήκοντα ἑβδομάδες ἐκρίϑησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν Σιων συντελεσϑῆναι τὴν ἁμαρτίαν καὶ τὰς ἀδικίας σπανίσαι καὶ ἀπαλεῖψαι τὰς ἀδικίας καὶ διανοηϑῆναι τὸ ὅραμα καὶ δοϑῆναι δικαιοσύνην αἰώνιον καὶ συντελεσϑῆναι τὸ ὅραμα καὶ εὐϕρᾶναι ἅγιον ἁγίων. 25 καὶ γνώσῃ καὶ διανοηϑήσῃ καὶ εὐϕρανϑήσῃ καὶ εὑρήσεις προστάγματα ἀποκριϑῆναι καὶ οἰκοδομήσεις Ιερουσαλημ πόλιν κυρίῳ. 26 καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑξήκοντα δύο ἀποσταϑήσεται χρῖσμα καὶ οὐκ ἔσται, καὶ βασιλεία ἐϑνῶν ϕϑερεῖ τὴν πόλιν καὶ τὸ ἅγιον μετὰ τοῦ χριστοῦ, καὶ ἥξει ἡ συντέλεια αὐτοῦ μετ᾽ ὀργῆς καὶ ἕως καιροῦ συντελείας· ἀπὸ πολέμου πολεμηϑήσεται. 27 καὶ δυναστεύσει ἡ διαϑήκη εἰς πολλούς, καὶ πάλιν ἐπιστρέψει καὶ ἀνοικοδομηϑήσεται εἰς πλάτος καὶ μῆκος· καὶ κατὰ συντέλειαν καιρῶν καὶ μετὰ ἑπτὰ καὶ ἑβδομήκοντα καιροὺς καὶ ἑξήκοντα δύο ἔτη ἕως καιροῦ συντελείας πολέμου καὶ ἀϕαιρεϑήσεται ἡ ἐρήμωσις ἐν τῷ κατισχῦσαι τὴν διαϑήκην ἐπὶ πολλὰς ἑβδομάδας· καὶ ἐν τῷ τέλει τῆς ἑβδομάδος ἀρϑήσεται ἡ ϑυσία καὶ ἡ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται ἕως συντελείας, καὶ συντέλεια δοϑήσεται ἐπὶ τὴν ἐρήμωσιν.

Liber Danielis prophetæ - Δανιῆλ caput 10

1 Ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως Περσῶν πρόσταγμα ἐδείχϑη τῷ Δανιηλ, ὃς ἐπεκλήϑη τὸ ὄνομα Βαλτασαρ, καὶ ἀληϑὲς τὸ ὅραμα καὶ τὸ πρόσταγμα, καὶ τὸ πλῆϑος τὸ ἰσχυρὸν διανοηϑήσεται τὸ πρόσταγμα, καὶ διενοήϑην αὐτὸ ἐν ὁράματι. 2 ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιηλ ἤμην πενϑῶν τρεῖς ἑβδομάδας· 3 ἄρτον ἐπιϑυμιῶν οὐκ ἔϕαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλϑεν εἰς τὸ στόμα μου, ἔλαιον οὐκ ἠλειψάμην ἕως τοῦ συντελέσαι με τὰς τρεῖς ἑβδομάδας τῶν ἡμερῶν. 4 καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ πρώτου, καὶ ἐγὼ ἤμην ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ τοῦ μεγάλου, ὅς ἐστι Τίγρης, 5 καὶ ἦρα τοὺς ὀϕϑαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἄνϑρωπος εἷς ἐνδεδυμένος βύσσινα καὶ τὴν ὀσϕὺν περιεζωσμένος βυσσίνῳ, καὶ ἐκ μέσου αὐτοῦ ϕῶς, 6 καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ ϑαρσις, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀϕϑαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ οἱ πόδες ὡσεὶ χαλκὸς ἐξαστράπτων, καὶ ϕωνὴ λαλιᾶς αὐτοῦ ὡσεὶ ϕωνὴ ϑορύβου. 7 καὶ εἶδον ἐγὼ Δανιηλ τὴν ὅρασιν τὴν μεγάλην ταύτην, καὶ οἱ ἄνϑρωποι οἱ ὄντες μετ᾽ ἐμοῦ οὐκ εἴδοσαν τὴν ὅρασιν ταύτην, καὶ ϕόβος ἰσχυρὸς ἐπέπεσεν ἐπ᾽ αὐτούς, καὶ ἀπέδρασαν ἐν σπουδῇ· 8 καὶ ἐγὼ κατελείϕϑην μόνος καὶ εἶδον τὴν ὅρασιν τὴν μεγάλην ταύτην, καὶ οὐκ ἐ[γ]κατελείϕϑη ἐν ἐμοὶ ἰσχύς, καὶ ἰδοὺ πνεῦμα ἐπεστράϕη ἐπ᾽ ἐμὲ εἰς ϕϑοράν, καὶ οὐ κατίσχυσα. 9 καὶ οὐκ ἤκουσα τὴν ϕωνὴν λαλιᾶς αὐτοῦ, ἐγὼ ἤμην πεπτωκὼς ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν. 10 καὶ ἰδοὺ χεῖρα προσήγαγέ μοι καὶ ἤγειρέ με ἐπὶ τῶν γονάτων ἐπὶ τὰ ἴχνη τῶν ποδῶν μου. 11 καὶ εἶπέν μοι Δανιηλ, ἄνϑρωπος ἐλεεινὸς εἶ· διανοήϑητι τοῖς προστάγμασιν, οἷς ἐγὼ λαλῶ ἐπὶ σέ, καὶ στῆϑι ἐπὶ τοῦ τόπου σου, ἄρτι γὰρ ἀπεστάλην ἐπὶ σέ. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾽ ἐμοῦ τὸ πρόσταγμα τοῦτο ἔστην τρέμων. 12 καὶ εἶπεν πρός με Μὴ ϕοβοῦ, Δανιηλ· ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὸ πρόσωπόν σου διανοηϑῆναι καὶ ταπεινωϑῆναι ἐναντίον κυρίου τοῦ ϑεοῦ σου, εἰσηκούσϑη τὸ ῥῆμά σου, καὶ ἐγὼ εἰσῆλϑον [ἐν] τῷ ῥήματί σου. 13 καὶ ὁ στρατηγὸς βασιλέως Περσῶν ἀνϑειστήκει ἐναντίον μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαηλ εἷς τῶν ἀρχόντων τῶν πρώτων ἐπῆλϑε βοηϑῆσαί μοι, καὶ αὐτὸν ἐκεῖ κατέλιπον μετὰ τοῦ στρατηγοῦ τοῦ βασιλέως Περσῶν. 14 καὶ εἶπέν μοι Ἦλϑον ὑποδεῖξαί σοι τί ὑπαντήσεται τῷ λαῷ σου ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν, ἔτι γὰρ ὅρασις εἰς ἡμέρας. 15 καὶ ἐν τῷ αὐτὸν λαλῆσαι μετ᾽ ἐμοῦ τὰ προστάγματα ταῦτα ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν καὶ ἐσιώπησα. 16 καὶ ἰδοὺ ὡς ὁμοίωσις χειρὸς ἀνϑρώπου ἥψατό μου τῶν χειλέων· καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα καὶ εἶπα τῷ ἑστηκότι ἀπέναντί μου Κύριε, καὶ ὡς ὅρασις ἀπεστράϕη ἐπὶ τὸ πλευρόν μου ἐπ᾽ ἐμέ, καὶ οὐκ ἦν ἐν ἐμοὶ ἰσχύς· 17 καὶ πῶς δυνήσεται ὁ παῖς λαλῆσαι μετὰ τοῦ κυρίου αὐτοῦ; καὶ ἐγὼ ἠσϑένησα, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἰσχύς, καὶ πνεῦμα οὐ κατελείϕϑη ἐν ἐμοί. 18 καὶ προσέϑηκε καὶ ἥψατό μου ὡς ὅρασις ἀνϑρώπου καὶ κατίσχυσέ με 19 καὶ εἶπέ μοι Ἄνϑρωπος ἐλεεινὸς εἶ, μὴ ϕοβοῦ, ὑγίαινε· ἀνδρίζου καὶ ἴσχυε. καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετ᾽ ἐμοῦ ἴσχυσα καὶ εἶπα Λαλησάτω ὁ κύριός μου, ὅτι ἐνίσχυσέ με. 20 καὶ εἶπεν πρός με Γινώσκεις τί ἦλϑον πρὸς σέ; καὶ νῦν ἐπιστρέψω διαμάχεσϑαι μετὰ τοῦ στρατηγοῦ βασιλέως τῶν Περσῶν· καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ἰδοὺ στρατηγὸς Ἑλλήνων εἰσεπορεύετο. 21 καὶ μάλα ὑποδείξω σοι τὰ πρῶτα ἐν ἀπογραϕῇ ἀληϑείας, καὶ οὐϑεὶς ἦν ὁ βοηϑῶν μετ᾽ ἐμοῦ ὑπὲρ τούτων ἀλλ᾽ ἢ Μιχαηλ ὁ ἄγγελος·

Liber Danielis prophetæ - Δανιῆλ caput 11

1 καὶ ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως εἶπέν μοι ἐνισχῦσαι καὶ ἀνδρίζεσϑαι. – 2 καὶ νῦν ἦλϑον τὴν ἀλήϑειαν ὑποδεῖξαί σοι. ἰδοὺ τρεῖς βασιλεῖς ἀνϑεστήκασιν ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ ἐν τῷ κατισχῦσαι αὐτὸν ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναστήσεται παντὶ βασιλεῖ Ἑλλήνων. 3 καὶ στήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυρ[ι]είας πολλῆς καὶ ποιήσει καϑὼς ἂν βούληται. 4 καὶ ἐν τῷ ἀναστῆναι αὐτὸν συντριβήσεται ἡ βασιλεία αὐτοῦ καὶ μερισϑήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, οὐ κατὰ τὴν ἀλκὴν αὐτοῦ οὐδὲ κατὰ τὴν κυρ[ι]είαν αὐτοῦ, ἣν ἐδυνάστευσε, ὅτι ἀποσταϑήσεται ἡ βασιλεία αὐτοῦ, καὶ ἑτέρους διδάξει ταῦτα. 5 καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου· καὶ εἷς ἐκ τῶν δυναστῶν κατισχύσει αὐτὸν καὶ δυναστεύσει· δυναστεία μεγάλη ἡ δυναστεία αὐτοῦ. 6 καὶ εἰς συντέλειαν ἐνιαυτῶν ἄξει αὐτούς, καὶ εἰσελεύσεται βασιλεὺς Αἰγύπτου εἰς τὴν βασιλείαν τὴν βορρᾶ ποιήσασϑαι συνϑήκας· καὶ οὐ μὴ κατισχύσῃ, ὅτι ὁ βραχίων αὐτοῦ οὐ στήσει ἰσχύν, καὶ ὁ βραχίων αὐτοῦ ναρκήσει καὶ τῶν συμπορευομένων μετ᾽ αὐτοῦ, καὶ μενεῖ εἰς ὥρας. 7 καὶ ἀναστήσεται ϕυτὸν ἐκ τῆς ῥίζης αὐτοῦ καϑ᾽ ἑαυτόν, καὶ ἥξει ἐπὶ τὴν δύναμιν αὐτοῦ ἐν ἰσχύι αὐτοῦ βασιλεὺς βορρᾶ καὶ ποιήσει ταραχὴν καὶ κατισχύσει. 8 καὶ τοὺς ϑεοὺς αὐτῶν καταστρέψει μετὰ τῶν χωνευτῶν αὐτῶν καὶ τοὺς ὄχλους αὐτῶν μετὰ τῶν σκευῶν τῶν ἐπιϑυμημάτων αὐτῶν, τὸ ἀργύριον καὶ τὸ χρυσίον, ἐν αἰχμαλωσίᾳ ἀποίσουσιν εἰς Αἴγυπτον· καὶ ἔσται ἔτος βασιλεῖ βορρᾶ. 9 καὶ εἰσελεύσεται εἰς βασιλείαν Αἰγύπτου ἡμέρας· καὶ ἐπιστρέψει ἐπὶ τὴν γῆν αὐτοῦ 10 καὶ ὁ υἱὸς αὐτοῦ. καὶ ἐρεϑισϑήσεται καὶ συνάξει συναγωγὴν ὄχλου πολλοῦ καὶ εἰσελεύσεται κατ᾽ αὐτὴν κατασύρων· παρελεύσεται καὶ ἐπιστρέψει καὶ παροξυνϑήσεται ἐπὶ πολύ. 11 καὶ ὀργισϑήσεται βασιλεὺς Αἰγύπτου καὶ πολεμήσει μετὰ βασιλέως βορρᾶ, καὶ παραδοϑήσεται ἡ συναγωγὴ εἰς τὰς χεῖρας αὐτοῦ· 12 καὶ λήψεται τὴν συναγωγήν, καὶ ὑψωϑήσεται ἡ καρδία αὐτοῦ, καὶ ταράξει πολλοὺς καὶ οὐ μὴ ϕοβηϑῇ. 13 καὶ ἐπιστρέψει βασιλεὺς βορρᾶ καὶ συνάξει πόλεως συναγωγὴν μείζονα παρὰ τὴν πρώτην κατὰ συντέλειαν καιροῦ ἐνιαυτοῦ καὶ εἰσελεύσεται εἰς αὐτὴν ἐπ᾽ αὐτὸν ἐν ὄχλῳ πολλῷ καὶ ἐν χρήμασι πολλοῖς. 14 καὶ ἐν τοῖς καιροῖς ἐκείνοις διάνοιαι ἀναστήσονται ἐπὶ τὸν βασιλέα Αἰγύπτου· καὶ ἀνοικοδομήσει τὰ πεπτωκότα τοῦ ἔϑνους σου καὶ ἀναστήσεται εἰς τὸ ἀναστῆσαι τὴν προϕητείαν, καὶ προσκόψουσι. 15 καὶ ἐπελεύσεται βασιλεὺς βορρᾶ καὶ ἐπιστρέψει τὰ δόρατα αὐτοῦ καὶ λήψεται τὴν πόλιν τὴν ὀχυράν, καὶ οἱ βραχίονες βασιλέως Αἰγύπτου στήσονται μετὰ τῶν δυναστῶν αὐτοῦ, καὶ οὐκ ἔσται αὐτῷ ἰσχὺς εἰς τὸ ἀντιστῆναι αὐτῷ. 16 καὶ ποιήσει ὁ εἰσπορευόμενος ἐπ᾽ αὐτὸν κατὰ τὸ ϑέλημα αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἀνϑεστηκὼς ἐναντίον αὐτοῦ· καὶ στήσεται ἐν τῇ χώρᾳ, καὶ ἐπιτελεσϑήσεται πάντα ἐν ταῖς χερσὶν αὐτοῦ. 17 καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπελϑεῖν βίᾳ πᾶν τὸ ἔργον αὐτοῦ καὶ συνϑήκας μετ᾽ αὐτοῦ ποιήσεται· καὶ ϑυγατέρα ἀνϑρώπου δώσει αὐτῷ εἰς τὸ ϕϑεῖραι αὐτήν, καὶ οὐ πείσεται καὶ οὐκ ἔσται. 18 καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπὶ τὴν ϑάλασσαν καὶ λήψεται πολλοὺς καὶ ἐπιστρέψει ὀργὴν ὀνειδισμοῦ αὐτῶν ἐν ὅρκῳ κατὰ τὸν ὀνειδισμὸν αὐτοῦ. 19 ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὸ κατισχῦσαι τὴν χώραν αὐτοῦ καὶ προσκόψει καὶ πεσεῖται καὶ οὐχ εὑρεϑήσεται. 20 καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ ϕυτὸν βασιλείας εἰς ἀνάστασιν, ἀνὴρ τύπτων δόξαν βασιλέως· καὶ ἐν ἡμέραις ἐσχάταις συντριβήσεται καὶ οὐκ ἐν ὀργῇ οὐδὲ ἐν πολέμῳ. 21 καὶ ἀναστήσεται ἐπὶ τὸν τόπον αὐτοῦ εὐκαταϕρόνητος, καὶ οὐ δοϑήσεται ἐπ᾽ αὐτὸν δόξα βασιλέως· καὶ ἥξει ἐξάπινα, κατισχύσει βασιλεὺς ἐν κληροδοσίᾳ αὐτοῦ. 22 καὶ τοὺς βραχίονας τοὺς συντριβέντας συντρίψει ἀπὸ προσώπου αὐτοῦ· 23 καὶ μετὰ τῆς διαϑήκης καὶ δήμου συνταγέντος μετ᾽ αὐτοῦ ποιήσει ψεῦδος καὶ ἐπὶ ἔϑνος ἰσχυρὸν ἐν ὀλιγοστῷ ἔϑνει. 24 ἐξάπινα ἐρημώσει πόλιν καὶ ποιήσει ὅσα οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐδὲ οἱ πατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ χρήματα αὐτοῖς δώσει καὶ ἐπὶ τὴν πόλιν τὴν ἰσχυρὰν διανοηϑήσεται, καὶ οἱ λογισμοὶ αὐτοῦ εἰς μάτην. 25 καὶ ἐγερϑήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ τὸν βασιλέα Αἰγύπτου ἐν ὄχλῳ πολλῷ, καὶ ὁ βασιλεὺς Αἰγύπτου ἐρεϑισϑήσεται εἰς πόλεμον ἐν ὄχλῳ ἰσχυρῷ σϕόδρα λίαν· καὶ οὐ στήσεται, ὅτι διανοηϑήσεται ἐπ᾽ αὐτὸν διανοίᾳ· 26 καὶ καταναλώσουσιν αὐτὸν μέριμναι αὐτοῦ καὶ ἀποστρέψουσιν αὐτόν, καὶ παρελεύσεται καὶ κατασυριεῖ, καὶ πεσοῦνται τραυματίαι πολλοί. 27 καὶ δύο βασιλεῖς μόνοι δειπνήσουσιν ἐπὶ τὸ αὐτὸ καὶ ἐπὶ μιᾶς τραπέζης ϕάγονται καὶ ψευδολογήσουσι καὶ οὐκ εὐοδωϑήσονται· ἔτι γὰρ συντέλεια εἰς καιρόν. 28 καὶ ἐπιστρέψει εἰς τὴν χώραν αὐτοῦ ἐν χρήμασι πολλοῖς, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ τὴν διαϑήκην τοῦ ἁγίου· ποιήσει καὶ ἐπιστρέψει ἐπὶ τὴν χώραν αὐτοῦ 29 εἰς καιρόν. καὶ εἰσελεύσεται εἰς Αἴγυπτον, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη. 30 καὶ ἥξουσι Ῥωμαῖοι καὶ ἐξώσουσιν αὐτὸν καὶ ἐμβριμήσονται αὐτῷ· καὶ ἐπιστρέψει καὶ ὀργισϑήσεται ἐπὶ τὴν διαϑήκην τοῦ ἁγίου· καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ διανοηϑήσεται ἐπ᾽ αὐτούς, ἀνϑ᾽ ὧν ἐγκατέλιπον τὴν διαϑήκην τοῦ ἁγίου. 31 καὶ βραχίονες παρ᾽ αὐτοῦ στήσονται καὶ μιανοῦσι τὸ ἅγιον τοῦ ϕόβου καὶ ἀποστήσουσι τὴν ϑυσίαν καὶ δώσουσι βδέλυγμα ἐρημώσεως. 32 καὶ ἐν ἁμαρτίαις διαϑήκης μιανοῦσιν ἐν σκληρῷ λαῷ, καὶ ὁ δῆμος ὁ γινώσκων ταῦτα κατισχύσουσι καὶ ποιήσουσι. 33 καὶ ἐννοούμενοι τοῦ ἔϑνους συνήσουσιν εἰς πολλούς· καὶ προσκόψουσι ῥομϕαίᾳ καὶ παλαιωϑήσονται ἐν αὐτῇ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν προνομῇ ἡμερῶν κηλιδωϑήσονται. 34 καὶ ὅταν συντρίβωνται, συνάξουσιν ἰσχὺν βραχεῖαν, καὶ ἐπισυναχϑήσονται ἐπ᾽ αὐτοὺς πολλοὶ ἐπὶ πόλεως καὶ πολλοὶ ὡς ἐν κληροδοσίᾳ. 35 καὶ ἐκ τῶν συνιέντων διανοηϑήσονται εἰς τὸ καϑαρίσαι ἑαυτοὺς καὶ εἰς τὸ ἐκλεγῆναι καὶ εἰς τὸ καϑαρισϑῆναι ἕως καιροῦ συντελείας· ἔτι γὰρ καιρὸς εἰς ὥρας. 36 καὶ ποιήσει κατὰ τὸ ϑέλημα αὐτοῦ ὁ βασιλεὺς καὶ παροργισϑήσεται καὶ ὑψωϑήσεται ἐπὶ πάντα ϑεὸν καὶ ἐπὶ τὸν ϑεὸν τῶν ϑεῶν ἔξαλλα λαλήσει καὶ εὐοδωϑήσεται, ἕως ἂν συντελεσϑῇ ἡ ὀργή· εἰς αὐτὸν γὰρ συντέλεια γίνεται. 37 καὶ ἐπὶ τοὺς ϑεοὺς τῶν πατέρων αὐτοῦ οὐ μὴ προνοηϑῇ καὶ ἐν ἐπιϑυμίᾳ γυναικὸς οὐ μὴ προνοηϑῇ, ὅτι ἐν παντὶ ὑψωϑήσεται, καὶ ὑποταγήσεται αὐτῷ ἔϑνη ἰσχυρά· 38 ἐπὶ τὸν τόπον αὐτοῦ κινήσει καὶ ϑεόν, ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, τιμήσει ἐν χρυσίῳ καὶ ἀργυρίῳ καὶ λίϑῳ πολυτελεῖ. καὶ ἐν ἐπιϑυμήμασι 39 ποιήσει πόλεων καὶ εἰς ὀχύρωμα ἰσχυρὸν ἥξει· μετὰ ϑεοῦ ἀλλοτρίου, οὗ ἐὰν ἐπιγνῷ, πληϑυνεῖ δόξαν καὶ κατακυριεύσει αὐτοῦ ἐπὶ πολὺ καὶ χώραν ἀπομεριεῖ εἰς δωρεάν. 40 καὶ καϑ᾽ ὥραν συντελείας συγκερατισϑήσεται αὐτῷ ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐποργισϑήσεται αὐτῷ βασιλεὺς βορρᾶ ἐν ἅρμασι καὶ ἐν ἵπποις πολλοῖς καὶ ἐν πλοίοις πολλοῖς καὶ εἰσελεύσεται εἰς χώραν Αἰγύπτου 41 καὶ ἐπελεύσεται εἰς τὴν χώραν μου, 42 καὶ ἐν χώρᾳ Αἰγύπτου οὐκ ἔσται ἐν αὐτῇ διασῳζόμενος. 43 καὶ κρατήσει τοῦ τόπου τοῦ χρυσίου καὶ τοῦ τόπου τοῦ ἀργυρίου καὶ πάσης τῆς ἐπιϑυμίας Αἰγύπτου, καὶ Λίβυες καὶ Αἰϑίοπες ἔσονται ἐν τῷ ὄχλῳ αὐτοῦ. 44 καὶ ἀκοὴ ταράξει αὐτὸν ἀπὸ ἀνατολῶν καὶ βορρᾶ, καὶ ἐξελεύσεται ἐν ϑυμῷ ἰσχυρῷ καὶ ῥομϕαίᾳ ἀϕανίσαι καὶ ἀποκτεῖναι πολλούς. 45 καὶ στήσει αὐτοῦ τὴν σκηνὴν τότε ἀνὰ μέσον τῶν ϑαλασσῶν καὶ τοῦ ὄρους τῆς ϑελήσεως τοῦ ἁγίου· καὶ ἥξει ὥρα τῆς συντελείας αὐτοῦ, καὶ οὐκ ἔσται ὁ βοηϑῶν αὐτῷ.

Liber Danielis prophetæ - Δανιῆλ caput 12

1 καὶ κατὰ τὴν ὥραν ἐκείνην παρελεύσεται Μιχαηλ ὁ ἄγγελος ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· ἐκείνη ἡ ἡμέρα ϑλίψεως, οἵα οὐκ ἐγενήϑη ἀϕ᾽ οὗ ἐγενήϑησαν ἕως τῆς ἡμέρας ἐκείνης· καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑψωϑήσεται πᾶς ὁ λαός, ὃς ἂν εὑρεϑῇ ἐγγεγραμμένος ἐν τῷ βιβλίῳ. 2 καὶ πολλοὶ τῶν καϑευδόντων ἐν τῷ πλάτει τῆς γῆς ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμόν, οἱ δὲ εἰς διασπορὰν καὶ αἰσχύνην αἰώνιον. 3 καὶ οἱ συνιέντες ϕανοῦσιν ὡς ϕωστῆρες τοῦ οὐρανοῦ καὶ οἱ κατισχύοντες τοὺς λόγους μου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 4 καὶ σύ, Δανιηλ, κάλυψον τὰ προστάγματα καὶ σϕράγισαι τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως ἂν ἀπομανῶσιν οἱ πολλοὶ καὶ πλησϑῇ ἡ γῆ ἀδικίας. – 5 καὶ εἶδον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν, εἷς ἔνϑεν τοῦ ποταμοῦ καὶ εἷς ἔνϑεν. 6 καὶ εἶπα τῷ ἑνὶ τῷ περιβεβλημένῳ τὰ βύσσινα τῷ ἐπάνω Πότε οὖν συντέλεια ὧν εἴρηκάς μοι τῶν ϑαυμαστῶν καὶ ὁ καϑαρισμὸς τούτων; 7 καὶ ἤκουσα τοῦ περιβεβλημένου τὰ βύσσινα, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ Ἕως καιροῦ συντελείας· καὶ ὕψωσε τὴν δεξιὰν καὶ τὴν ἀριστερὰν εἰς τὸν οὐρανὸν καὶ ὤμοσε τὸν ζῶντα εἰς τὸν αἰῶνα ϑεὸν ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἡ συντέλεια χειρῶν ἀϕέσεως λαοῦ ἁγίου, καὶ συντελεσϑήσεται πάντα ταῦτα. 8 καὶ ἐγὼ ἤκουσα καὶ οὐ διενοήϑην παρ᾽ αὐτὸν τὸν καιρὸν καὶ εἶπα Κύριε, τίς ἡ λύσις τοῦ λόγου τούτου, καὶ τίνος αἱ παραβολαὶ αὗται; 9 καὶ εἶπέν μοι Ἀπότρεχε, Δανιηλ, ὅτι κατακεκαλυμμένα καὶ ἐσϕραγισμένα τὰ προστάγματα, ἕως ἂν 10 πειρασϑῶσι καὶ ἁγιασϑῶσι πολλοί, καὶ ἁμάρτωσιν οἱ ἁμαρτωλοί· καὶ οὐ μὴ διανοηϑῶσι πάντες οἱ ἁμαρτωλοί, καὶ οἱ διανοούμενοι προσέξουσιν. 11 ἀϕ᾽ οὗ ἂν ἀποσταϑῇ ἡ ϑυσία διὰ παντὸς καὶ ἑτοιμασϑῇ δοϑῆναι τὸ βδέλυγμα τῆς ἐρημώσεως, ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα. 12 μακάριος ὁ ἐμμένων καὶ συνάξει εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε. 13 καὶ σὺ βάδισον ἀναπαύου· ἔτι γάρ εἰσιν ἡμέραι καὶ ὧραι εἰς ἀναπλήρωσιν συντελείας, καὶ ἀναπαύσῃ καὶ ἀναστήσῃ ἐπὶ τὴν δόξαν σου εἰς συντέλειαν ἡμερῶν.

Weblinks